Παρακλητικός Κανών εις τον Όσιο Ξενοφών τον Αγιορείτη

†Εορτάζεται στις 24 Απριλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ τῇ Μονῇ σου τῇ λαμπρᾷ προσπελάζοντες, καὶ τὴν πρεσβείαν σου τὴν θείαν αἰτούμενοι, θερμότατόν σε ἔγνωμεν παμμάκαρ Ξενοφῶν, πρέσβυν πρὸς τὸν Κύριον, ἀκαταίσχυντον ὄντα, ἅπαντα ἰώμενον, ψυχικὰ ἡμῶν πάθη· σὺ γὰρ Μονῆς σου μέγας ἀρωγός, πέφυκας Πάτερ, καὶ ἄσειστον ἔρεισμα.

Δόξα.
Παραμυθίαν καὶ ἀένναον χάριν, τοῖς παροικοῦσιν ἐν τῇ θείᾳ Μονῇ σου ἐξ οὐρανοῦ κατάπεμψον παμμάκαρ Ξενοφῶν, ὅπως ταῖς πρεσβείαις σου, ἁγιώτατε Πάτερ, πάντες ἀπολαύσωμεν, οὐρανῶν Βασιλείας, χαριστηρίοις ἵνα σε ᾠδαῖς, ὡς εὐεργέτην, ἡμῶν μεγαλύνωμεν.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τὸν δομήτορα τῆς Λαύρας ταύτης, μέλπω. Α.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τῷ ἀνεσπέρῳ νῦν φωτὶ τοῦ Πνεύματος καταλαμπόμενος, καὶ τῇ ἀνεκφράσττῳ αἴγλῃ φαιδρυνόμενος, τὸν νοῦν ἡμῶν καταύγασον, παμμακάριστε Πάτερ, ὅπως ἀξίως ὑμνήσωμεν, τῶν σῶν χαρισμάτων τὸ πέλαγος.

Ὁ ἀσιγήτοις ὑμνῳδίαις πάντοτε δοξολογούμενος, ὑπὸ πιστῶν δ’ αἶνον, ὡς Θεὸς δεχόμενος, τῆς σῆς καρδίας Ὅσιε, θεασάμενος πόθον, στολήν σε θείαν ἐνέδυσεν, καὶ πηγὴν ἐλέους ἀνέδειξεν.

Νικητικῶς τοῦ δυσμενοῦς ἀλάστορος, καταστρεψάμενος, δεινὰς πανουργίας, ἐπὶ γῆς ἠρίστευσας, ὦ Ξενοφῶν μακάριε, καὶ νῦν μέμνησο Πάτερ, τῶν χαρμοσύνως τὴν μνήμην σου, πανηγυριζόντων θεσπέσιε.

Θεοτοκίον.
Δωρεοδότην ἐπὶ γῆς κυήσασα, τὸν τοῦ παντὸς Ποιητήν, ὡς ἀγαθὴ Μήτηρ, τῶν πιστῶν ἐπάκουσον, καὶ τὰς καρδίας πλήρωσον, θεϊκῆς εὐφροσύνης, ὅπως ἀπαύστως γεραίρομεν, Σοῦ τὴν ὑπερθαύμαστον σύλληψιν.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὁ πεδηθεὶς τοῖς νοεροῖς, δεσμοῖς τοῦ Πνεύματος Πάτερ, ὁ αἰχμάλωτος Χριστοῦ τῆς ἀγάπης, ἐλευθέρωσον ἡμῶν, τὰς διανοίας Ὅσιε, τὰς δόλῳ κρατουμένας, ἐν ταῖς παγίσι τοῦ ὄφεως.

Μαράνας Πάτερ τὰς ὁρμάς, τὰς τῆς σαρκὸς ἐγκρατείᾳ, καὶ ἀσκήσει τὸν Θεὸν θεραπεύσας, καταλάμπρυνον ἡμῶν, τὸν λογισμὸν μακάριε, καθοδηγῶν πρὸς τρίβους, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως.

Ἀγαπημένος γεγονώς, Ἀθανασίῳ τῷ θείῳ, τῷ τῆς Λαύρας τῆς Μεγίστης Ὁσίῳ, ὡς αὐτὸς περικαλλῆ, Μονὴν ἰδίαν ἤγειρας, καὶ τῷ τροπαιοφόρῳ Μάρτυρι, ταύτην ἐδώρησας.

Θεοτοκίον.
Τίς διηγήσεται τῆς Σῆς, ἀνερμηνεύτου λοχείας, τὸ παράδοξον ἁγνὴ Θεομήτωρ; Τὸν Θεὸν γὰρ ἐν γαστρί, μητροπρεπῶς ἐχώρησας, καὶ Τοῦτον ὥσπερ βρέφος, ταῖς Σαῖς ἀγκάλαις ἐβάστας.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου θεοφόρε, ὅτι πάντες τῇ ἀντιλήψει σου καταφεύγομεν· μὴ οὖν ἡμᾶς ἀποῤῥίψῃς τῆς σῆς εὐνοίας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Οἱ πόθῳ τῇ σῇ πρεσβείᾳ καταφεύγοντες, καὶ ἁμαρτιῶν τὴν ἄφεσιν αἰτούμενοι, Ξενοφῶν μακάριε, θυμηδίας ἐνθέου πληρούμεθα· ὀμοφρόνως οὖν πάντες σὲ γεραίρομεν, ὡς τῆς Μονῆς ἡμῶν Ὅσιον κτίτορα.

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Ὁ ταπεινός, ὁ πεπλησμένος χρηστότητος, ὁ τοῦ κόσμου τὰ τερπνὰ λιπόμενος, ὡς τοῦ Χριστοῦ γνήσιος φανείς, μαθητὴς ἐμπράκτως, ὁ εὐκλεὴς καὶ περίδοξος, τῆς Μάνδρας ταύτης φύλαξ, καὶ κλεινὸς ποδηγέτης, ἱεραῖς μελῳδίαις ὑμνείσθω μοι.

Ῥοῦς ποταμοῦ, τῶν χαρισμάτων ἡ ἄβυσσος, ποιμενάρχα, σὲ περιεκύκλωσε καὶ ἐνεπλήσθης ὑπερφυῶν, θείων δωρημάτων· τῆς δὲ γλυκείας μεθέξεως, τυχὼν τοῦ Παρακλήτου, ἀεννάως εὐφραίνεις, τὰς καρδίας τῶν πόθῳ τιμώντων σε.

Ἀπὸ παντός, πειρατηρίου διάσωσον, τοὺς τῇ σκέπῃ τῇ σῇ καταφεύγοντας, ὡς τῇ Τριάδι παρεστηκώς, καὶ ἀκαταπαύστως, ὑμνολογῶν τὴν Θεότητα, καὶ δίδου ἡμῖν πᾶσι, τὴν θερμὴν ἀρωγήν σου, τοῖς ἐκ πόθου ἀεὶ εὐφημοῦσί σε.

Θεοτοκίον.
Τῶν ἀρετῶν, τὸ χρυσαυγὲς ἐνδιαίτημα, τὴν Παρθένον, Κόρην ἀνυμνήσωμεν, σὺν τῷ κλεινῷ ταύτης ἐραστῇ, θείῳ Ξενοφῶντι, παναρμονίοις ἐν μέλεσι, δεόμενοι ἀτρώτους, πειρασμῶν φυλαχθῆναι, καὶ ῥυσθῆναι ἐκ πάσης κακώσεως.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἡδύφωνος σάλπιγξ, ἡ τὰς ἀκοὰς τῶν μοναστῶν εὐφραίνουσα, ἡ ταῖς μελῳδίαις, τὰς καρδίας ἡμῶν καταθέλγουσα, νῦν ἀνευφημήσθω, παναρμονίοις ὑμνῳδίαις, ὁ γλυκὺς ἐν ταῖς λόγοις καὶ πράξεσιν.

Σωφροσύνῃ τὸν βίον, διελθὼν μετὰ σαρκὸς ὡς ἄσαρκος, ὑπεράνω ὤφθης, γεηρῶν ἀπολαύσεων Ὅσιε· καὶ σὺν τοῖς συνάθλοις, αὐλίζῃ νῦν ἐν Παραδείσῳ, καρτερίας τὰ γέρα δεξάμενος.

Λαμπρυνθεὶς ἀποῤῥήτως, ταῖς φωτοχυσίαις παμμάκαρ τοῦ Πνεύματος, φωτίσας τε πάντας, τοὺς ἀσκήσει ὁμοῦ σοὶ βιώσαντας, λάμπρυνον ὦ Πάτερ, νῦν καὶ ἡμῶν τὰς διανοίας, τῶν ἐκ πόθου τελούντων τὴν μνήμην σου.

Θεοτοκίον.
Ἀπειρόγαμε Μῆτερ, ἡ τῶν οὐρανῶν περικαλλὴς βασίλισσα, ἡ τὸν Σὸν ἱκέτην, Παραδείσου οἰκήτορα δείξασα, καὶ ἡμᾶς τοὺς πίστει, ἀσπαζομένους Σὴν εἰκόνα, χαρμονῆς αἰωνίου ἀξίωσον.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὑφάνας θεοπρεπῶς, σωτηριῶδες ἱμάτιον, χορείας ἀγγελικῆς, ἐγένου πρωτόθρονος, ἀνάγων εἰς κλίμακα, ἀρετῶν παμμάκαρ, τοὺς τὸν Κύριον ποθήσαντας.

Ῥυόμενος δυσχερῶν, πειρατηρίων καὶ θλίψεων, κινδύνων παντοδαπῶν, καὶ πάσης στενώσεως, μὴ παύσῃ μακάριε, τοὺς εὐσεβοφρόνως, ἐσαεὶ σὲ μακαρίζοντας.

Ἀνέτειλεν ἱερά, καὶ φωτοφόρος πανήγυρις, ἡδύνουσα τοὺς πρὸς σέ, ἀεὶ καταφεύγοντας, πάντας δὲ πρὸς αἴνεσιν, θείαν συγκαλοῦσα, καὶ φωτὶ Θεοῦ αὐγάζουσα.

Θεοτοκίον.
Σωτῆρα ὑπερφυῶς, ἐκύησας Μητροπάρθενε, ᾧ ὁ σοφὸς Ξενοφῶν, ἀμέμπτως ἐδούλευσε· ὅθεν κατηξίωται, χαρμονῆς ἀῤῥήτου, ἧς καὶ τύχοιμεν πρεσβείαις Σου.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου θεοφόρε, ὅτι πάντες τῇ ἀντιλήψει σου καταφεύγομεν· μὴ οὖν ἡμᾶς ἀποῤῥίψῃς τῆς σῆς εὐνοίας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτορα θερμὸν σὲ κεκτήμεθα, Ξενοφῶν τῶν μοναστῶν ἐγκαλλώπισμα, τῆς σῆς ποίμνης ἀπλανὲς πυξίον πρὸς Θεόν· διὸ ἴθυνον πρὸς τὰς ὁδοὺς τῆς ἐναρέτου βιοτῆς τοὺς πιστῶς σοι κραυγάζοντας· σύντριψον τὰς ἐνέδρας ἁπάσας τοὺ διαβόλου, χειραγωγῶν πρὸς Θεόν, τοὺς πιστῶς σὲ μακαρίζοντας.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίουπρεσβείαις᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅπαντες κεκτήμεθα, σὲ βοηθὸν ἐν ἀνάγκαις, Ξενοφῶν πανθαύμαστε, τῶν Ὁσίων ἔξοχον ἐγκαλλώπισμα· τὴν γὰρ σὴν ἄμαχον, καὶ θερμὴν πρεσβείαν, μυστικῶς ἐπικαλούμεθα, οἱ ἐν τῇ Μάνδρᾳ σου, ταύτῃ τῇ λαμπρᾷ παροικήσαντες· σύντριψον τὰ βουλεύματα, πάντα τοῦ δεινοῦ πολεμήτορος, ὅπως εὐχαρίστως τιμῶμέν σε εὐφήμοις ἐν ᾠδαῖς, καὶ τὸν Σωτῆρα δοξάζομεν, τὸν σὲ θαυμαστώσαντα.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ταύτην τὴν ποίμνην σου ὦ Πάτερ, ἣν συνῆξας ἐν κόποις θεαρέστοις, περιφρούρει ἀεί, λιταῖς σου πρὸς τὸν Κτίστην, εὐλογητὸς εἶ κράζουσαν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ἄγγελος ὤφθης ἐν τῷ κόσμῳ, καὶ βροτὸς συνομιλῶν τοῖς ἀσωμάτοις· ὅθεν Πάτερ κακοῖς, ἡμᾶς συναπαχθέντας, διάσωσον πρεσβείαις σου, ὡς θερμὸς ἡμῶν προστάτης.

Ὕδωρ δροσίζον διανοίας, ἐκτακείσας νοήμασι τοῦ πλάνου, καὶ ψυχῶν χορτασμός, ὑπάρχων θεοφόρε, τὸν λογισμὸν ἑδραίωσον, ἐπὶ πέτραν ἀσφαλείας.

Θεοτοκίον.
Τίς Μαριὰμ οὐ μὴ θαυμάσει, τὴν ἀπόῤῥητον καὶ ξένην Σου λοχείαν· Σὺ γὰρ ἔσχες γαστρί, τὸν Κύριον τῆς δόξης, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν συνέχοντα τὰ πάντα.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἡ ἁγία εἰκών σου θεοφόρε, ἀναβλύζει ἰάσεων πελάγη, τοῖς ἐν χαρᾷ καὶ πόθῳ ἀνακράζουσι· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σώματος νόσους θεραπεύεις, καὶ ἰᾶσαι βροτῶν, παθήματα ποικίλα, τῶν ἐκβοώντων πάντοτε πρὸς Κύριον· δόξα Σοι τῷ δόντι, μέγιστον προστάτην, τοῖς ᾧδε ἀσκουμένοις.

Μεῖνον θεόφρον μετὰ πάντων, τῶν φιλούντων σε καὶ σφόδρα ἀγαπώντων, καὶ κλονουμένων λογισμὸν στερέωσον, ὅπως εἰς αἰῶνας, σὲ μακαριοῦμεν, τὸν οὐρανοὺς οἰκοῦντας.

Θεοτοκίον.
Ἔλλαμψον Μῆτερ διανοίαις, τῶν ἐν τῷδε τῷ ὄρει ἀσκουμένων, τὸν φωτισμὸν τοῦ ἐπὶ Σοὶ σκηνώσαντος, ὅπως εἰς αἰῶνας, Σὲ δοξολογῶμεν, ὡς πάντων ὑπερτέρα.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Λαμπόμενος ταῖς θείαις μαρμαρυγαῖς, καὶ τρυφῆς τῆς ἀῤῥήτου πληρούμενος, ὡς συμπαθής, αὔγασον παμμάκαρ σαῖς ἀρεταῖς, τὴν ταπεινὴν καρδίαν μου, καὶ αἰωνιζούσης ῥῦσαι φλογός, καὶ θείας Βασιλείας, ἀξίωσον τοὺς πόθῳ, ἐπιτελοῦντας σὸν μνημόσυνον.

Παράλαβε παμμάκαρ τὸν Ἀθλητήν, τοῦ Χριστοῦ στεφανίτην τὸν μέγιστον, καὶ τῷ φρικτῷ, θρόνῳ τοῦ Δεσπότου ἱκετικῶς, τὰς χεῖρας ὑμῶν ἄραντες, λύσιν τῶν πταισμάτων καὶ ἱλασμόν, αἰτήσασθε δοθῆναι, ἡμῖν τοῖς προσιοῦσι, τῇ ἀρωγῇ τῆς προστασίας ὑμῶν.

Ὡραῖος ἐν Ὁσίοις ἀναφανείς, ἐν ἀσκήσει τε βίῳ ἀκτήμονι, καθοδηγῶν, πρὸς τὴν ἄνω Πόλιν σοὺς μαθητάς, κατεύθυνον τοὺς πόθῳ σέ, νῦν ἀνευφημοῦντας πρὸς τὰς τερπνάς, ἀΰλους καταπαύσεις, ὅπως ὁμοῦ τῆς δόξης, τῆς τρισηλίου ἀπολαύσομεν.

Θεοτοκίον.
Ἀνάστα ἡ πλησίον μου ἐκλεκτή, τῇ ἐμῇ Ἀναστάσει εὐφράνθητι, Μῆτερ ἁγνή, κράζει ὁ Νυμφίος ὁ ἀναστάς, ἀπὸ τοῦ τάφου σήμερον, ὥσπερ ἑωσφόρος ἀειφανής, τῇ Νύμφῃ καὶ Παρθένῳ· δεῦρο συνευφρανθῶμεν, ἐν τῇ ὀσμῇ τῶν ἱματίων μου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄστρον ἀνατέταλκεν φαεινόν, ἐκ τῆς Καππαδόκων, ὁ πολύαθλος τοῦ Χριστοῦ, Μάρτυς καὶ φωτίζει, πιστῶν ἅπαν τὸ πλῆθος, Γεώργιος ὁ μέγας, ὃν νῦν γεραίρομεν.

Τὸν μέγαν ὁπλίτην καὶ Ἀθλητήν, τὸν στεφανηφόρον καὶ ἐν Μάρτυσι θαυμαστόν, τὸν λόγχῃ τρωθέντα, πλευρὰν ὡς ὁ Δεσπότης, Δημήτριον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.

Χαίροις τῶν Ὁσίων ὁ μιμητής, καὶ Ἄθωνος ὄρους, ὁ λαμπρότατος οἰκιστής, Ξενοφῶν Πατέρων, ὡράϊσμα καὶ κλέος, ἡμῶν δὲ προστασία, καὶ τεῖχος ἄῤῥηκτον.

Μακαρίζομέν σε τὸν θαυμαστῶς, τὴν παροῦσαν Μάνδραν, συστησάμενον τὴν λαμπράν, Ξενοφῶν Πατέρων, τῶν πάλαι ἐκμαγεῖον, ἡμῶν δὲ σῶν προσφύγων, τὸ περιτείχισμα.

Πρᾶος καὶ χαρίεις καθηγητής, πέφυκας τοῖς πόθῳ, ἀσκουμένοις τῇ σῇ Μονῇ, καὶ νῦν τοὺς ζηλοῦντας, σὴν βιοτὴν ὁσίαν, ἀτρώτους διατήρει, τοῦ πολεμήτορος.

Φίλος τῆς Παρθένου σὺ γεγονώς, φίλους τοὺς σοὺς μάκαρ, τοὺς φιλοῦντας τὴν σὴν Μονήν, φίλους τῆς Πανάγνου, ἀνάδειξον ὁσίους, καὶ τούτους ἐν Μοναῖς σου, θείαις κατάταξον.

Ὥσπερ καλλιγράφος σὺ θαυμαστός, χορήγει τὴν ῥώμην, τοῖς ὁσίοις σου φοιτηταῖς, τοῖς ἀνιστοροῦσι, τὸν πάνσεπτον ναόν σου, ὃν τῷ Τροπαιοφόρῳ, σὺ καθιέρωσας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σκέπε διαφύλαττε ἀεί, τοὺς ὑπὸ τὴν σὴν προστασίαν, ἐν πίστει σπεύδοντας· δώρησαι τῇ ποίμνῃ σου σὴν πατρικὴν ἀρωγήν· χαρμονὴν ἐν ταῖς θλίψεσι, παράσχου τοῖς πόθῳ, ἐπικαλουμένους σου τὸ θεῖον ὄνομα· Πάτερ Ξενοφῶν, σὺ γὰρ πέλει, τῆς λαμπρᾶς Μονῆς σου δομήτωρ, καὶ τῶν μοναζόντων καταφύγιον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Πηγή