Παρακλητικός Κανών εις τον Οσιομάρτυρα Γεδεών του Νέου Καρακαληνού Πολιούχου Τυρνάβου

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου

†Εορτάζετε 30 Δεκεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς προσιόντας τῇ θερμῇ σου πρεσβείᾳ, Ὁσιομάρτυς Γεδεὼν θεοφόρε, ἀπὸ παντοίων λύτρωσαι κακώσεων, καὶ παράσχου ἅπασι, φωτισμὸν καὶ εἰρήνην, καὶ πταισμάτων ἄφεσιν, καὶ παθῶν θεραπείαν, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου σοφέ, ὅτι προστάτην σε, θεῖον κεκτήμεθα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
Σὴν ἀρωγὴν Γεδεών μοι δίδου. Γερασίμου.

ᾨδὴ α´. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Στεφάνῳ κοσμούμενος Ἀθλητῶν, ὡς Ὁσιομάρτυς, τοῦ Σωτῆρος περιφανής, Γεδεὼν ἀπαύστως ἐκδυσώπει, ὑπὲρ ἡμῶν τῶν πιστῶς εὐφημούντων σε.

Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, λαμπόμενος Πάτερ, τῶν παθῶν μου τὸν σκοτασμόν, λῦσον Γεδεὼν Ὁσιομάρτυς, φωτὶ τῶν σῶν παρακλήσεων δέομαι.

Ναμάτων πληρούμενος νοητῶν, βλῦσον ἡμῖν πᾶσι, τὸν ουράνιον γλυκασμόν, πᾶσαν κατακλύζοντα πικρίαν, ἐκ τῶν ψυχῶν ἡμῶν Μάρτυς δεόμεθα

Θεοτοκίον.
Ἀφράστως τεκοῦσα τὸν Λυτρωτήν, Χριστὸν τὸν Σωτῆρα, Παντευλόγητε Μαριάμ, λύτρωσαι παθῶν τῶν ἀκαθάρτων, τὴν ταπεινὴν μου ψυχὴν ἱκετεύω σε.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ῥῶσιν θείαν σχου καὶ τῶν παθῶν ἶασιν, τὴν κατὰ ψυχήν τε και σῶμα τοῖς προσιοῦσί σε, ταῖς ἱκεσίαις σου, Ὁσιομάρτυς Κυρίου, καὶ πταισμάτων αἴτησαι, ἡμῖν τὴν ἄφεσιν.

Ὡς νομίμως ἀθλήσας ὑπὲρ Χριστοῦ Ἅγιε, τῶν ἀνομιῶν μου τὰ πλήθη πάντα ἀφάνισον, ταῖς πρὸς τὸν Εὔσπλαγχνον, ἱκετηρίαις σου Λόγον, Γεδεὼν μακάριε, ἵνα γεραίρω σε.

Γαληνότατος ὅρμος, ἐν πειρασμοῖς γένοιτο, ἡ σὴ θαυμαστὴ προστασία, Γεδεὼν ἔνδοξε, τῇ Καρακάλλου Μονῇ, τῇ προσιούσῃ ἐν πίστει, τοῖς σεπτοῖς λειψάνοις σου, καὶ εὐφημούσῃ, σε.

Θεοτοκίον.
Ἡλιόμορφος θρόνος, καὶ ὑψηλὸς θάλαμος, τοῦ παμβασιλέως τῆς δόξης, καὶ παντοκράτορος, ὤφθης Πανάμωμε· διὸ κἀμὲ σκεῦος δεῖξον, τῆς αὐτοῦ χρηστότητος, καθικετεύω σε.

Διάσωσον, Ὁσιομάρτυς Κυρίου ἐκ πάσης βλάβης, τοὺς εν πίστει τῇ αντιλήψει σου σπεύδοντας, ταῖς πρὸς Χριστὸν εὐπροσδέκτοις σου ἱκεσίαις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς ἔχων πολλήν, Ὁσιομάρτυς ἔνδοξε, Χριστῷ τῷ Θεῷ, τὴν παῤῥησίαν πρέσβευε, λυτροῦσθαι πάσης θλίψεως, καὶ παντοίων κινδύνων ἑκάστοτε, τοὺς ἐκζητοῦντας ἐν πίστει θερμῇ, τὴν σὴν προστασίαν καὶ βοήθειαν.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, Γεδεὼν παμμάκαρ καὶ πάσης θλίψεως, καὶ ποικίλων περιστάσεων, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Γεωργεῖν με ἐνίσχυσον, Γεδεὼν παμμάκαρ θεῖα νοήματα, καὶ μακρὰν ἐμοῦ ἀπέλασον, τὸν ποικιλοτρόπως πολεμοῦντά με.

Ἐν τοῖς θείοις λειψάνοις σου, ἡ τοῦ Καρακάλλου Μονὴ σεμνύνεται, ἣν διάσωζε ἀπήμαντον, Γεδεὼν ἐκ πάσης περιστάσεως,

Θεοτοκίον.
Δένδρον γέγονα ἄκαρπον, καὶ πτοοῦμαι Κόρη τὸν πικρὸν θάνατον· σὺ οὖν δίδου μοι μετάνοιαν, ἵνα καθαρθῶ παθῶν τοῦ χείρονος,

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἔπιδε ἡμῖν, οὐρανόθεν παναοίδιμε, καὶ ἐκπλήρωσον τὴν δέησιν ἡμῶν, Γεδεὼν Ὁσιομάρτυς ἀξιάγαστε.

Ὥσπερ ἐκκοπείς, Γεδεὼν χεῖρας καὶ πόδας σου, ἐν ἀτρέπτῳ διανοίᾳ καὶ στεῤῥᾷ, οὕτω ἔκκοψον σαρκὸς ᾑμῶν πᾶν θέλημα.

Νέκρωσον ἐχθροῦ, καθ᾿ ἡμῶν τοῦ πολεμήτορος, τὰς ἐφόδους Γεδεὼν τὰς χαλεπάς, καὶ παράσχου ἡμῖν βίον ἀστασίαστον.

Θεοτοκίον.
Μόνη τὸν Θεόν, αποῤῥήτως σωματώσασα, σώματός μου τὰς ὀδύνας και ψυχῆς, Θεοτόκε ἀποκάθαρον τοὺς μώλωπας,

ᾨδὴ στ´. Τὴν δέησιν.
Οἱ χείμαῤῥοι, τῶν αἱμάτων σου Μάρτυς, ἡμιν γένοιντο παθῶν θεραπεία, τὴν καθ᾿ ἡμῶν τοῦ Βελίαρ μανίαν, καὶ τὴν πικρὰν κατακλύζοντες ἔφοδον, Ὁσιομάρτυς Γεδεών, ἐνεργείᾳ τῇ θείᾳ τοῦ Πνεύματος.

Ἰάτρευσον, τῆς ψυχῆς μου τὸ ἄλγος, καὶ τοῦ σώματος δεινὴν ἀῤῥωστίαν, τῇ δεδομένῃ σοι χάριτι Πάτερ, καὶ τοῦ νοός μου τὸν ζόφον ἀπέλασον, Ὁσιομάρτυς Γεδεών, ὡς θερμός μου προστάτης καὶ ἔφορος.

Δυνάμει, τοῦ Παρακλήτου ἀθλήσας, ἀπενέκρωσας ἐχθροῦ τὰς δυνάμεις· ὅθεν ἡμᾶς πρὸς ζωῆς ἐναρέτου, ἀεὶ ὁδήγει τὴν τρίβον δεόμεθα, Ὁσιομάρτυς Γεδεών, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.

Θεοτοκίον.
Ἱλέωσαι, τὸν ἐκ σοῦ γεννηθέντα, Θεοτόκε Ἀειπάρθενε Μῆτερ, ἡμῖν τοῖς ἄμετρα πταίσμασι τούτῳ, ὡς ἂν πταισμάτων συγχώρησιν λάβωμεν, οἱ ἀφορῶντες ἀκλινῶς, πρὸς τὴν σὴν ταχυτάτην βοήθειαν.

Διάσωσον, Ὁσιομάρτυς Κυρίου ἐκ πάσης βλάβης, τοὺς εν πίστει τῇ αντιλήψει σου σπεύδοντας, ταῖς πρὸς Χριστὸν εὐπροσδέκτοις σου ἱκεσίαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ὁσιομάρτυς Χριστοῦ ἀξιύμνητε, τῆς Καρακάλλου Μονῆς ἐγκαλλώπισμα, στεῤῥὲ Γεδεὼν δέχου πάντοτε, τὰς ἱκεσίας ἡμῶν καὶ προσάγαγε, αὐτὰς πρὸς Χριστὸν τὸν Φιλάνθρωπον.

Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θέλημα αὐτοῦ ἐν αὐτοῖς.

Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Λουκᾶν.( Κεφ. κα’ 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·ἀποβήσεται ὑμῖν εἰς μαρτύριον. Θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν,καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Γνώμης γενναιότητι, τοῦ μαρτυρίου τὸν δρόμον ἀκλινῶς διήνυσας, Γεδεὼν μακάριε θείῳ Πνεύματι, καὶ πολλῆς μέτοχος, χάριτος ἐδείχθης, διὰ τοῦτό σου δεόμεθα· Πάσης στενώσεως, καὶ ἐπηρειῶν τοῦ ἀλάστορος, Ὁσιομάρτυς ἔνδοξε, καὶ παντοδαπῶν παραπτώσεων, φύλαττε ἀτρώτους, ταῖς σαῖς πρὸς τὸν Σωτῆρα προσευχαῖς, τοὺς ἀδιστάκτως προστρέχοντας, τῇ θερμῇ πρεσβείᾳ σου.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Διαῤῥήξας τοὺς βρόχους, τῇ θερμῇ μετανοίᾳ τοῦ παναλάστορος, διάῤῥηξον παθῶν μου, συνδέσμους ταῖς λιταῖς σου, Γεδεὼν πίστει ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οἱ πιστῶς προσιόντες, τῶν σεπτῶν σου λειψάνων τῇ θήκῃ Ἅγιε, λαμβάνουσιν ὑγείαν, καὶ πᾶσαν θεραπείαν, Γεδεὼν ἀνακράζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ὑπερίπτασο Πάτερ, Καρακάλλου τῆς Μάνδρας τῆς θείας ποίμνης σου, ἀεὶ ταύτῃ παρέχων, τῆς σῆς ἐπικουρίας, Γεδεὼν τὰ δωρήματα· ὅτι προσπίπτει τῇ σῇ, θερμῇ ἐπιστασίᾳ.

Θεοτοκίον.
Γαλουχήσασα Κόρη, τὸν τροφέα τῶν ὅλων Χριστὸν τὸν Κύριον, τροφῃ ἐπουρανίῳ, πεινῶσαν τὴν ψυχήν μου, ἐκβοῶσαν διάθρεψον· χαῖρε Παρθένε Ἁγνή, Ὑπερευλογημένη.

ᾨδὴ η´. Τον Βασιλέα.
Ἐκ πολυπλόκων, δυσχερειῶν καὶ σκανδάλων, ἀπολύτρωσαι στεῤῥὲ Ὁσιομάρτυς, τοὺς ὑπερυψοῦντας, τὸν σὲ ἐνισχυκότα.

Ῥώμην παράσχου, καὶ ἀληθῆ καρτερίαν, τοῖς ἐν πάθεσι πικροῖς συνεχομένοις, Γεδεὼν ὡς Μάρτυς, στεῤῥόψυχος Κυρίου.

Ἁγίων δήμοις, συνευφραινόμενος Πάτερ, καθικέτευε Χριστὸν ἡμῖν διδόναι, ἄφεσιν πταισμάτων, σοφὲ Ὁσιομάρτυς.

Θεοτοκίον.
Σὺ εἶ Παρθένε, ἁμαρτωλῶν προστασία, καὶ ἀντίληψις καὶ πάντων σωτηρία· ὅθεν σε ὑμνοῦμεν, οἱ ταπεινοί σου δοῦλοι.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἵλέῳ ὄμματί σου, βλέψον τοὺς ἑστῶτας, πρὸ τῆς ἁγίας Εἰκόνος σου Ἅγιε, καὶ τὰ αἰτήματα τούτων πλήρου ἑκάστοτε.

Μαρτύρων καὶ Ὁσίων, δήμοις συγχορεύων, Ὁσιομάρτυς ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν πίστει τελούντων τὴν θείαν μνήμην σου.

Οὑράνωσον τὸν νοῦν μου, Γεδεὼν θεόφρον, τὸν γεωθέ῾ ντα πολλοῖς πλημμελήμασι, καὶ τῶν πταισμάτων μοι ἀίτει Πάτερ τὴν ἄφεσιν.

Θεοτοκίον.
Ὑπέραγνε Παρθένε, τὴν ἄναγνον ψυχήν μου, τῆς μετανοίας τοῖς τρόποις ἐκκάθαρον, καὶ ἐπηρείας με ῥῦσαι τοῦ πολεμήτορος,

Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Βίῳ διαπρέπων ἀσκητικῷ, ἤθλησας νομίμως, καὶ καθεῖλες τὸν δυσμενῆ, Γεδεὼν τρισμάκαρ, Χριστοῦ Ὁσιομάρτυς· διὸ τοῖς σὲ τιμῶσι, δίδου βοήθειαν.

Φωνῆς ὡς ἀκήκοας θεϊκῆς, ἐν ναῷ τῷ θείῳ, ἐπτερώθης πόθῳ Χριστοῦ, Γεδεὼν θεόφρον, καὶ ἔδραμες προθύμως, πρὸς μαρτυρίου ἄθλους, ἀξιοθαύμαστε.

Βρόχους διαῤῥήξας τῶν ἀσεβῶν, τῷ τῆς μετανοίας, ἐλαμπρύνθης θείῳ φωτί, Γεδεὼν καὶ θείᾳ, ἀσκήσει καὶ ἀθλήσει, κατέβαλες τὸν πρῴην, σὲ ἀπατήσαντα.

Ἥνεγκας χειρῶν σου τὴν ἐκτομήν, καὶ ποδῶν ἀνδρείως, ὥσπερ ἄσαρκος Γεδεών, καὶ τῆς ἀνομίας, ἀπέτεμες τὸ κράτος, ὑπὲρ Χριστοῦ ἀθλήσας, Μάρτυς στεῤῥότατα.

Χαίροις Καρακάλλου θείας Μονῆς, ἄνθος πανευῶδες, καὶ τοῦ Ἄθω κλέος σεπτόν· Χαίροις Θετταλίας, βλαστὸς δεδοξασμένος, Χριστοῦ Ὁσιομάρτυς, Γεδεὼν ἔνδοξε.

Σὺν Ὁσιομάρτυσι τοῖς σεπτοῖς, παρεστὼς Κυρίῳ, καθικέτευε ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων, τοὺς θείους σου ἀγῶνας, Χριστοῦ Ὁσιομάρτυς, Γεδεὼν Ἅγιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς αἰτοῦντας εὐλαβῶς, Γεδεὼν τὴν σὴν προστασίαν, σκέπε καὶ φύλαττε, πάσης περιστάσεως, καὶ δυσχερείας πικρᾶς, τῇ θερμῇ πρὸς τὸν Κύριον, πρεσβείᾳ σου μάκαρ, καὶ πταισμάτων ἄφεσιν, αἴτει δεόμεθα, πᾶσι τοῖς πιστῶς σὲ τιμῶσιν, ὡς Ὁσιομάρτυρα θεῖον, καὶ ὡς βοηθὸν καὶ ἀντιλήπτορα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Δἴστιχον.
Δέξαι τὴν παράκλησιν Ὁσιομάρτυς.
Ἥν σοι ὁ Γεράσιμος ἤδη προσάγει.