Παρακλητικός Κανών εις τον Οσιομάρτυρα Ιάκωβον και των Μαθητών αυτού Ιάκωβο τον Διάκονο και Διονύσιο τον Μοναχό

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζουν στις 1 Νοεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Και τὰ εξής·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁσιομάρτυρα τῆς πίστεως νέον, σεπτὸν Ἰάκωβον, βλαστὸν Καστορίας, τιμήσωμεν ἐν ᾄσμασι πιστῶν οἱ χοροὶ, σὺν αὐτοῦ συμμάρτυσι, θείῳ Διονυσίῳ, καὶ τῷ οὐρανόφρονι, Ἰακώβῳ βοῶντες· Τριὰς Μαρτύρων πάνυ εὐκλεῶν, καθιλεοῦσθε, ἡμῖν τὸν Θεάνθρωπον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὀ Κανών οὗ ἡ ἀκροστιχίς·
Ἰάκωβε σὺν συνάθλοις σου, εὐλόγει με. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰάκωβε, πίστεως καλλονή, μὴ παύσῃ πρεσβεύων, τῷ Κυρίῳ ὑπὲρ ἡμῶν, συνάθλῳ σου σὺν Διονυσίῳ, καὶ Ἰακώβῳ, μεθ’ ὧν χαίρεις πάντοτε.

Ἀθλήσας ἐννόμως ὑπὲρ Χριστοῦ, σὺν τοῖς μαθηταῖς σου, χάριν εὗρες τὸν Λυτρωτήν, Ἰάκωβε, κλέος Καστορίας, καθικετεύειν ὑπὲρ τῶν τιμώντων σε.

Κοσμήσας σοῖς πόνοις τοῖς ἱεροῖς, Μονὴν Δερβεκίστης, σὺν δυάδι σῶν μαθητῶν, Ἰάκωβε, ἤθλησας ἀρτίως, Ὁσιομάρτυς, ἀκέστορ προσφύγων σου.

Θεοτοκίον.
Ὡς θείαν μερόπων καταφυγὴν, ἐν βίου ἀνάγκαις, σὲ κατέγνωμεν οἱ πιστοί, σεμνὴ Θεοτόκε, καὶ προστάτιν, ἐν πειρασμοῖς καὶ δειναῖς περιστάσεσι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Βοηθῶν μὴ ἐλλείπῃς, τοὺς σοὺς θερμοὺς πρόσφυγας, ἐν βιοτικαῖς τρικυμίαις, μάκαρ Ἰάκωβε, σὺν ξυνωρίδι τῶν σῶν, συνάθλων, Ὁσιομάρτυς, Καστορίας βλάστημα, περιφανέστατον.

Ἐποπτεύετε πάντας, ἐξ οὐρανοῦ, Μάρτυρες, θαυμαστὲ Ἰάκωβε, γέρας, νέον τῆς πίστεως, σὺν Ἰακώβῳ σεμνῷ, καὶ πάνυ Διονυσίῳ, τοὺς ὑμῶν γεραίροντας, στίβου παλαίσματα.

Σὺν δυσὶ μαθηταῖς σου, σάρκα τὴν σὴν ὄνυξι, σιδηροῖς, στεῤῥέ, κατεσχίσθης, Μάρτυς Ἰάκωβε, καὶ ἐν ἀγχόνῃ δεινῶς, ἀπῃωρίθης, ὁ χάριν, εἰληφὼς ἰάσεων, τῶν προστρεχόντων σοι.

Θεοτοκίον.
Ὑπερένδοξε Μῆτερ, τῶν Ἀθλητῶν σέμνωμα, ταῖς θερμαῖς λιταῖς Ἰακώβου, ὁσιομάρτυρος, καὶ τῶν συνάθλων αὐτοῦ, ῥύου παντοίων κινδύνων, καὶ δεινῶν τοὺς σπεύδοντας, χάριτι θείᾳ σου.

Ἁγίαζε, ὁσιομάρτυς Ἰάκωβε σοὺς ἱκέτας, σὺν δυάδι σῶν μαθητῶν, κρουνῶν θείας χάριτος, τοῦ Διονυσίου καὶ Ἰακώβου.

Ἐπίβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Πρεσβεία Θερμή.
Σεπτὲ πολιστὰ, τοῦ Ἄθωνος, Ἰάκωβε, καὶ Μάνδρας πυρσὲ, τῆς Δερβεκίστης πάμφωτε, Καστορίας βλάστημα, ὁ ἀθλήσας στεῤῥῶς σὺν συνάθλων σου, τὴν ξυνωρίδα, πρέσβευε Χριστῷ, ὑπὲρ τῶν λαμπρῶς μακαριζόντων σε.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νικητὰς ἀναδείξατε, πάντας τοὺς τιμῶντας ὑμᾶς, Ἰάκωβε, ἐν ταῖς μάχαις, Διονύσιε, κατ’ ἐχθροῦ, καὶ ἕτερε Ἰάκωβε.

Σκοτομήνην, Ἰάκωβε, μάκαρ Διονύσιε καὶ Ἰάκωβε, τῶν παθῶν ἡμῶν σκεδάσατε, τῶν θερμῶν εὐχῶν ὑμῶν πυρσεύμασι.

Ὑπερεύχεσθε πάντοτε, τῶν ὑμᾶς τιμώντων, γέρων Ἰάκωβε, καὶ διάκονε Ἰάκωβε, σὺν Διονυσίῳ, ὁσιόαθλοι.

Θεοτοκίον.
Νῦν ὑμνοῦντές σε, Δέσποινα, ὡς προστάτιν πάντων μακαριζόντων σε, ἐκδεχόμεθα πρεσβείας σου, πρὸς Χριστόν, Υἱόν σου τὸν φιλάνθρωπον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄμφω τοῖς πιστοῖς, τὴν ὑγίειαν βραβεύσατε, καταφεύγουσιν, Ἰάκωβε, ὑμῖν, σὺν σεπτῷ Διονυσίῳ καὶ Ἰάκωβε.

Θραύσατε δεσμούς, Διονύσιε, Ἰάκωβε, καὶ Ἰάκωβε, ἡμῶν μετὰ παθῶν, καὶ παντοίων ἁμαρτάδων, Ὁσιόαθλοι.

Λάμψαντες φωτὶ, γενναιότητος, Ἰάκωβε, καὶ δυὰς συναθλητῶν σου μαθητῶν, πρεσβειῶν ὑμῶν βολαῖς πιστοὺς φαιδρύνετε.

Θεοτοκίον.
Ὄμβρισον ἡμῖν, ὑετὸν τῆς προστασίας σου, καὶ κατάρδευσον ψυχὰς σῶν οἰκετῶν, ὡς νεφέλη ὀμβροτόκος, Μητροπάρθενε.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἰάκωβε, Καστορίας βλάστημα, σὺν δυάδι μαθητῶν σου συνάθλων, Διονυσίου τε καὶ Ἰακώβου, ἐν τῇ ἀγχόνῃ Ἀδριανουπόλεως, ἐξεμετρήσατε τὸ ζῆν, τῶν ὑμνούντων ὑμᾶς ἀντιλήπτορες.

Στηρίξατε, ἐν τῇ πίστει ἅπαντας, τοὺς ὑμᾶς πανευλαβῶς μελῳδοῦντας, ὡς νεοάθλους, Ἰάκωβε μάκαρ, καὶ Διονύσιε, λύχνε σεμνότητος, σὺν Ἰακώβῳ τῷ κλεινῷ, εὐσεβῶν βακτηρίαι πρὸς θέωσιν.

Σκεδάσατε, ζόφωσιν τῶν θλίψεων, καὶ δεινὴν τῶν πειρασμῶν σκοτομήνην, τῶν προστρεχόντων ὑμῖν ἐν ἀνάγκαις, καὶ χαλεπαῖς συμφοραῖς, Διονύσιε, σὺν Ἰακώβῳ εὐσταλεῖ, καὶ ὑμῶν, Ἰακώβῳ, τῷ Γέροντι.

Θεοτοκίον.
Ὁδήγησον, πρὸς σκηνὰς λαμπρότητος, ἀϊδίου τὰς ἐν πόλῳ, Παρθένε, τοὺς μεγαλύνοντας σῶν θαυμασίων, τὸ πλῆθος, Μῆτερ Χριστοῦ Παμμακάριστε, καὶ ἐν δεινοῖς καὶ πειρασμοῖς, καταφεύγοντας χάριτι θείᾳ σου.

Ἁγίαζε, ὁσιομάρτυς Ἰάκωβε, σοὺς ἱκέτας, σὺν δυάδι σῶν μαθητῶν, κρουνῶν θείας χάριτος, τοῦ Διονυσίου καὶ Ἰακώβου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’ . Ταῖς τῶν αἱμάτων σου.
Ὁσιομάρτυρα ὕμνοις Ἰάκωβον, καὶ τοὺς αὐτοῦ μαθητὰς εὐφημήσωμεν, τὸν Διονύσιον καὶ τὸν Ἰάκωβον, ὡς εὐσεβείας νεόδρεπτα λείρια, αὐτῶν ἐνθέρμους εὐχὰς ἐξαιτούμενοι.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ι΄ 16-22).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσετε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος σωθήσεται.

Δόξα.
Ταῖς τῶν Ὁσιομαρτύρων πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ’ β’. Ὀλήν ἀποθέμενοι.
Δεῦτε μελῳδήσωμεν, Ὁσιοάθλων τριάδα, θαυμαστὸν Ἰάκωβον, θεῖον Διονύσιον, καὶ Ἰάκωβον, ἐκτενῶς ἕτερον, Μάνδρας Δερβεκίστης, Αἰτωλίας τοὺς οἰκήτορας, τοὺς ἁγιάσαντας, τῶν αὐτῶν αἱμάτων τοῖς ῥεύμασι, τῆς Ἀδριανουπόλεως, χθόνα καὶ λαβόντας τὸ χάρισμα, τῷ Θεῷ πρεσβεύειν, ὑπὲρ τῶν ἀνυμνούντων εὐλαβῶς, αὐτῶν τὴν ἔνθεον ἄσκησιν, καὶ σεπτὸν μαρτύριον.

Σῶσον ὀ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑμνῳδίαις εὐτάκτοις, καταστέφοντες ἄθλους, ὑμῶν, Ἰάκωβε, σὺν ἄλλῳ Ἰακώβῳ, καὶ τῷ Διονυσίῳ, προστασίαν δεχόμεθα, ὑμῶν ἐν βίου δεινοῖς, φωσφόροι, καὶ ἀνάγκαις.

Ἐν Ἀδριανουπόλει, ἀπηνῶς ἐν ἀγχόνῃ, ἀπῃωρήθητε, διὰ Χριστοῦ τὴν πίστιν, Ἰάκωβε γενναῖε, Διονύσιε πάντιμε, καὶ Διακόνων εἰκών, Ἰάκωβε, εὐτόλμων.

Ὑπερόπτας προσύλων, ἀναδείξατε πάντας, ὑμᾶς γεραίροντας, ὡς ζηλωτὰς ἀΰλων, Ἰάκωβε θεόφρον, Διονύσιε ἄλκιμε, καὶ Ἀθλητῶν καλλονή, Ἰάκωβε, τῶν νέων.

Θεοτοκίον.
Λαμπηδὼν παρθενίας, Θεοτόκε, τὸν ζόφον, παθῶν διάλυσον, ἡμῶν τῶν χαμαιζήλων, φωτὶ τῶν πρεσβειῶν σου, πρὸς τὸν εὔσπλαγχνον Τόκον σου, τὸν Φωτοδότην Χριστόν, Ὑπερευλογημένη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁσιοάλθων, ὑμνολογοῦντες τριάδα, τὰς αὐτῶν ἐκζητοῦμεν πρεσβείας, πρὸς τὸν Ζωοδότην, καὶ Κύριον τῶν πάντων.

Γέρας τῶν νέων, Ὁσιοάθλων, δυσώπει, τὸν Δεσπότην, Ἰάκωβε Μάρτυς, σὺν τοῖς σοῖς συνάθλοις, ὑπὲρ τῶν ἱκετῶν σου.

Εὐλόγει πάντας, τοὺς ἀνυμνοῦντας σοὺς ἄθλους, τοὺς τιμίους, Ἰάκωβε μάκαρ, νέε Εκκλησίας, Χριστοῦ Ὁσιομάρτυς.

Θεοτοκίον.
Ἰδεῖν Υἱοῦ σου, μορφῆς τὸν κάλλος ἐν πόλῳ, καταξίωσον σοὺς ὑμνηπόλους, Κεχαριτωμένη, κυρία Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσησθε θεόθεν, σκέποντες ἱκέτας, ὑμῶν, Ἰάκωβε καὶ Διονύσιε, σὺν Ἰακώβῳ ἑτέρῳ, Ὁσιομάρτυρες.

Εὐκλείας ἐκ τοῦ ὕψους, τοῦ ὑμῶν φρουρεῖτε, πιστούς, Ἰάκωβε καὶ Διονύσιε, σὺν Ἰακώβῳ, τοὺς ὕμνοις ὑμᾶς γεραίροντας.

Χριστὸν ὁμολογοῦντες, ὡς Θεὸν τῶν ὅλων, τρανῶς, Ἰάκωβε καὶ Διονύσιε, σὺν Ἰακώβῳ ἀγχόνην καθυπεμείνατε.

Θεοτοκίον.
Μὴ παύσῃ δυσωποῦσα, τὸν Υἱόν σου, Μῆτερ, ὑπὲρ ἡμῶν τῶν πιστῶς προστρεχόντων σοι, καὶ ἐν ᾠδαῖς μελιῤῥύτοις μακαριζόντων σε.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβεὶμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, ἴον εὔοσμον ἀρετῆς, τῆς περιοικίδος, Καστορίας σεπτὲ βλαστέ, σὺν τῶν μαθητῶν σου, Ἰάκωβε, δυάδι, Ὁσιοάθλων νέων, κλέισμα πίστεως.

Τρίφωτον λυχνίαν νεολαμπῶν, Ὁσιομαρτύρων, εὐφημήσωμεν ἐκτενῶς, σὺν Διονυσίῳ, καὶ πάνυ Ἰακώβῳ, Ἰάκωβον, τὸν φάρον, τῆς γενναιότητος.

Τῶν Βοεβονδάδων σεπτὲ βλαστέ, τῆς περιοικίδος, Καστορίας, ὡς ἀκρεμὼν, Ὁσιομαρτύρων, ἐν Ἀδριανουπόλει, Ἰάκωβε γενναῖε, ἄρτι ἐνήθλησας.

Σὺν τῇ ξυνωρίδι σῶν μαθητῶν, ἤνυσας προθύμως, ἐναθλήσεως τὴν ὁδόν, τῷ Διονυσίῳ, καὶ θείῳ Ἰακώβῳ, Ἰάκωβε ἀλκίφρον, πίστεως σέμνωμα.

Χαίροις, Δερβεκίστης τριὰς σεπτὴ, Ὁσιομαρτύρων, ἡ ἀθλήσασα εὐσθενῶς, σὺν τῷ Ἰακώβῳ, ἐν Ἀδριανουπόλει, καὶ τῷ Διονυσίῳ, πάνυ Ἰάκωβε.

Σκέπετε, Ἰάκωβε, ἀκλινῶς, καὶ σὺν Ἰακώβῳ, Διονύσιε θαυμαστέ, Ὁσιομαρτύρων, τριάς, ὑμῶν ἐν ὕμνοις, τοὺς εὐλαβῶς τὴν θείαν, μνήμην γεραίροντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Καστορία σεμνύνεται τοῖς σπαργάνοις σου, Ἰβήρων Σκήτη καὶ Μάνδρα τῆς Δερβεκίστης τῇ σῇ, ἐνασκήσει καὶ κλεινὴ Ἀδριανούπολις, πόνοις σου τοῖς μαρτυρικοῖς, Ὁσιόαθλε στεῤῥέ, Ἰάκωβε, ὁ ἀθλήσας, σὺν μαθητῶν σου δυάδι, μεθ’ ὧν Χριστὸν ἡμῖν ἱλέωσαι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς τιμῶντας ἐκτενῶς, τὴν ὑμῶν πανέορτον μνήμην, καὶ ἀνυμνοῦντας λαμπρῶς, τὴν ὑμῶν ἐνάθλησιν, Ὁσιομάρτυρες, νέα εὖχη τῆς πίστεως, Ἰάκωβε μάκαρ, σῶφρον Διονύσιε, ἅμα Ἰάκωβε, θεῖε, ἁγιάζετε πάντας, καὶ ὡς εὐσυμπάθητοι πόνων, ῥύεσθε ὑμᾶς τοὺς μεγαλύνοντας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Τετράστιχον.
Σεραφεὶμ Ἀρχιθύτην Καστοριέων
καὶ Ἰάκωβον Διάκονον σκέπετε,
Ἰάκωβε, εὐσθενὲς Ὁσιομάρτυς,
σὺν Διονυσίῳ τε καὶ Ἰακώβῳ,
ἀκλινῶς ὑψόθεν Χαραλάμπης ψάλλει.