Παρακλητικός Κανών εις τον Άγιο Ένδοξον Νέον Οσιομάρτυρα Μαλαχίαν τον Λίνδιον τον εν Ιεροσολύμοις Μαρτυρήσαντα

Ποίημα Μητροπολίτου Ρόδου Κυρίλλου

†Εορτάζεται στις 29 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς ἀγωνισθεὶς ἐν τῷ κόσμῳ, μαρτυρικῶς πρὸς τὴν ζωὴν μετετέθης, καὶ ὤφθης Ἀναστάσεως παμφίλτατος υἱός· ὅθεν τοὺς τιμῶντάς σε, ἐν ψυχῆς κατανύξει, ῥῦσαι ταῖς πρεσβείαις σου, πρὸς Χριστὸν τὸν Σωτῆρα, ἀπὸ παντοίων νόσων καὶ κακῶν, ὦ Μαλαχία, Λινδίων τὸ καύχημα.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς·
ἐν τοῖς Θεοτοκίοις· «Κυρίλλου».

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τῷ θρόνῳ Κυρίου ἐν οὐρανοῖς, πάτερ Μαλαχία, παριστάμενος εὐκλεῶς, μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων, τῶν ἐκτελούντων ἀξίως τὴν μνήμην σου.

Ἐπίβλεψον ἄνωθεν εὐμενῶς, πάτερ Μαλαχία, καὶ πρυτάνευσον συμπαθῶς, προνοίας ἁγίας σου τὴν χάριν, τοῖς εὐλαβῶς ἀνυμνοῦσι τὰ ἄθλα σου.

Ὡς Ὁσιομάρτυς περιφανής, πάτερ Μαλαχία, ἐδοξάσθης παρὰ Θεοῦ, διὸ τῶν παθῶν τῆς ἀδοξίας, τοὺς εὐλαβεῖς σου ἱκέτας διάσωσον.

Θεοτοκίον.
Καταύγασον θείαις μαρμαρυγαῖς, Ἄχραντε παρθένε, χάριτός σου τῆς μητρικῆς, τὴν ἐν τῇ νυκτὶ τῆς ἁμαρτίας, ἐζοφωμένην ἀθλίαν καρδίαν μου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Κραταιόν σε προστάτην, καὶ βοηθὸν ἄριστον, ἔχοντες σοφὲ Μαλαχία, καθικετεύομεν· Προσεπικάμφθητι, τοῖς ταπεινοῖς σου ἱκέταις, Πάτερ παρεχόμενος, αὐτοῖς τὴν χάριν σου.

Συνεχόμενοι Πάτερ, βιοτικαῖς θλίψεσι, πρὸς τὴν θαυμαστὴν ἀρωγήν σου, ἐν πίστει σπεύδομεν· εὐχαῖς σου πρόφθασον, Μάρτυς Χριστοῦ Μαλαχία, ἀντιλήπτωρ ἔνθεος, ἡμῖν φαινόμενος.

Μὴ ἐλλείπῃς πρεσβεύων, πρὸς τὸν Χριστὸν πάντοτε, ὑπὲρ τῶν πιστῶς προσιόντων, τῇ ἀντιλήψει σου, ὡς ἂν ἐκ θλίψεων, καί συμφορῶν λυτρωθῶμεν, Μαλαχία ἔνδοξε, Μάρτυς σεβάσμιε.

Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ, ὑπὲρ ἡμῶν πρέσβευε, τῷ ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων σου, ὡς ἂν ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές σε, τὴν Θεομήτορα.

Διάσωσον Ὁσιομάρτυς πανεύφημε Μαλαχία, τῶν ἐν τῷ βίῳ κινδύνων καὶ θλίψεων, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.

‘Επίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ὁδεύσας καλῶς, τῶν μοναστῶν τὸν δίαυλον, Μαρτύρων αὐτὸν, τοῖς ἄθλοις ἐπεσφράγισας, Μαλαχία ἔνδοξε, καὶ ἐν χώρᾳ ζώντων κατέπαυσας, ὑπὲρ ἡμῶν πρεσβεύων ἐκτενῶς, Χριστῷ τῷ ἀξίως σε δοξάσαντι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μαλαχία μακάριε, τοῖς ἀνευφημοῦσί σου τὸ μαρτύριον, τῇ πρεσβείᾳ σου πρὸς Κύριον, βοηθεῖν μὴ παύσῃ ὡς φιλεύσπλαγχνος.

Πολυτρόπων κακώσεων, Πάτερ παμμακάριστε καὶ στενώσεων, τοὺς ἱκέτας σου διάσωσον, τοὺς πιστῶς τιμῶντας τοὺς ἀγῶνάς σου.

Ὡς δοξάσας τὸν Κύριον, Μαλαχία ἔνδοξε τῇ ἀθλήσει σου, εὐμενῆ τοῦτον ἀπέργασαι, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Θεοτοκίον.
Ῥῦσαι ἄχραντε Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος, τοὺς πιστῶς ἐξαιτουμένους σε, βοηθὸν ἐν βίῳ καὶ ὑπέρμαχον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμῶν, χάριτί σου τὴν διάνοιαν, Μαλαχία ἵνα πάντοτε πιστῶς, ἐργαζώμεθα τὰ θεῖα δικαιώματα.

Βλῦσον δαψιλῶς, ἰαμάτων ῥεῖθρον ἄυλον, ἰατρεύων τὰ νοσήματα ἡμῶν, Μαλαχία Νεομάρτυς τῶν τιμώντων σε.

Ἔσο κραταιός, ἀντιλήπτωρ ἡμῖν Ἅγιε, διασῴζων τῇ πρεσβείᾳ σου ἡμᾶς, ἀπὸ πάσης τοῦ δολίου ἐπιθέσεως.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν· τῶν ἀνθρώπων γὰρ τὸν μέγα ἰατρόν, ἐξ αἱμάτων σου ἁγίων ἀπεκύησας.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Προστάτην σε, κραταιὸν πλουτήσασα, ἡ πατρίς σου Μαλαχία ἡ Λίνδος, πάσης ἀνάγκης καὶ βλάβης λυτροῦται, τῷ θαυμαστῷ σου τεμένει προστρέχουσα, καὶ εὐφημοῦσά σε λαμπρῶς, ὡς Χριστοῦ Ἀθλοφόρον ἀήττητον.

Ἀνθέλκυσον, πρὸς ὁδὸν σωτήριον, ἐκ βαράθρων ἀμετρήτου κακίας, τοὺς ἀφορῶντας ἐξ ὅλης καρδίας, πρὸς τὴν θερμήν σου ὦ Πάτερ ἀντίληψιν· σὺ γὰρ ὡς νέος ἀθλητής, παῤῥησίας τὴν χάριν ἐπλούτησας.

Περίσῳζε, ὡς πολλὴν συμπάθειαν, κεκτημένος Μαλαχία θεόφρον, πειρατηρίων παντοίων τοῦ βίου, τοὺς τῇ σεπτῇ προσιόντας πρεσβείᾳ σου· σὺ γὰρ ἰσχύεις ἀληθῶς, ὡς Χριστοῦ νεομάρτυς καὶ Ὅσιος.

Θεοτοκίον.
Λαμπρότατον, τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα, ὅθεν τῆς δόξης σου φωτί, τὴν ψυχήν μου Ἁγνὴ καταλάμπρυνον.

Διάσωσον Ὁσιομάρτυς πανεύφημε Μαλαχία, τῶν ἐν τῷ βίῳ κινδύνων καὶ θλίψεων, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὑπὲρ Χριστοῦ ἐναθλήσας ὡς ἄσαρκος, μαρτυρικῆς κατηξίωσαι χάριτος, διὸ Μαλαχία πανεύφημε, ἀπὸ κινδύνων παντοίων διάσωσον, τοὺς πίστει τελοῦντας τὴν μνήμην σου.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 16).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Βίον τῆς ἀσκήσεως, μαρτυρικῶς ἐκτελέσας, καὶ ἐχθροῦ τὴν ἔπαρσιν, καταισχύνας Ἅγιε, τῇ ἀθλήσει σου, ἐκ Θεοῦ ἄνωθεν, τῆς ἀθανασίας, ὑπεδέξω τὸ διάδημα, καὶ κατηξίωσαι, τῆς τῶν ἐκλεκτῶν πανηγύρεως, φωτὶ καταυγαζομένος, τῆς ἀκαταλήπτου λαμπρότητος, ὅθεν Μαλαχία, τῆς θείας προστασίας σου ἡμῖν, ὡς συμπαθὴς τὰ δωρήματα, πάντοτε πρυτάνευε.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὠς φωστὴρ φωτοφόρος, ἐξανέτειλας Πάτερ, τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἀσκήσεως ἀγῶσι, καὶ ἄθλοις μαρτυρίου· διὸ φώτισον Ἅγιε, τῆς χάριτός σου φωτί, τὸ σκότος τῆς ψυχῆς μου.

Εὐεργέτης γενοῦ μοι, καὶ ἀκοίμητος φύλαξ, καὶ ἀρωγὸς ἀληθής, φυλάττων τὴν ζωήν μου, καὶ σῴζων τὴν ψυχήν μου, Μαλαχία πολύαθλε, ἐν τῇ δυνάμει τῆς σῆς, πρεσβείας πρὸς τὸν Κτίστην.

Παρεστὼς στεφηφόρος, Μαλαχία τῷ θρόνῳ, τοῦ Βασιλέως Χριστοῦ, τῶν ὄντων ἐν ποικίλαις, βιοτικαῖς ἀνάγκαις, παμμακάριστε μέμνησο, τῶν δωρεῶν σου αὐτοῖς, τὰ ἀγαθὰ παρέχων.

Θεοτοκίον.
Λυπηρῶν ἀνηκέστων, τῶν ἐν βίῳ συντήρει, ἀπαρατρώτους Ἁγνή, καὶ πλήρωσον ἀῤῥήτου, χαρᾶς καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς σοι· χαῖρε Παρθένε σεμνή, τοῦ κόσμου προστασία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοῖς τρυχομένοις, ἐξ ὀδυνῶν πολυτρόπων, καὶ ἐν θλίψεσι πικρῶς ἐταζομένοις, πάτερ Μαλαχία, τὴν λύτρωσιν παράσχου.

Ὀλεθροτόκων, ἐπηρειῶν ἡμᾶς ῥῦσαι, καὶ μαστίγων ἐπωδύνων τρικυμίας, ταῖς γαληνοδώροις, εὐχαῖς σου Μαλαχία.

Ἄνωθεν Πάτερ, τοὺς ὑμνολόγους σου ἴδε, τοὺς τὸν θεῖόν σου Ναὸν καταλαβόντας, αὐτοῖς τὰς αἰτήσεις, παρέχων Μαλαχία.

Θεοτοκίον.
Ὄρμον Παρθένε, ἐν πειρασμῶν τῷ πελάγει, τῆς πρεσβείας σου εὑράμενοι τὴν χάριν, μακαρίζομέν σε, ὡς μόνην Θεοτόκον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνὼν ἐν τοῖς Ὑψίστοις, ταῖς ταξιαρχίαις, ὦ Μαλαχία τῶν ἄνω δυνάμεων, ὑπὲρ ἡμῶν ἐκδυσώπει, τὸν σὲ δοξάσαντα.

Τὸ βλάστημα τῆς Λίνδου, καὶ τῆς Ῥοδονήσου, ὦ Μαλαχία τὸ τίμιον καύχημα, μὴ ἐπιλάθῃ τῶν πίστει, μακαριζόντων σε.

Ὑπὲρ τῶν ἱκετῶν σου, πάντοτε δυσώπει, ὦ Μαλαχία τὸν εὔσπλαγχνον Κύριον, αὐτοῖς διδόναι τὸ μέγα, καὶ θεῖον ἔλεος.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τὸν Θεὸν ἀπειράνδρως κυήσασα, αὐτὸν δυσώπει σωθῆναι, ἡμᾶς τοὺς δούλους σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις Μαλαχία πάτερ σοφέ, ὁ Ὁσιομάρτυς, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· δίδου οὖν ἀπαύστως, ἡμῖν τὰς δωρεάς σου, τοῖς πόθῳ ἐκτελοῦσι, τὴν θείαν μνήμην σου.

Χαίροις ὁ τῆς Λίνδου γόνος λαμπρός, καὶ τῆς Ῥοδονήσου, ἐγκαλλώπισμα ἱερόν· χαίροις Μαλαχία, Χριστοῦ ὁσιομάρτυς, ὁ νέος μαργαρίτης, τῆς θείας πίστεως.

Βίον διανύσας ἀσκητικόν, ἐνήθλησας πάτερ, Μαλαχία διὰ Χριστόν· ὅθεν εὐφροσύνης, τυχὼν τῆς οὐρανίου, μὴ παύσῃ μνημονεύων, τῶν εὐφημούντων σε.

Χαίροις τῶν Ὁσίων ὁ ζηλωτής, καὶ τῶν Ἀθλοφόρων, ὁ ἀήττητος μιμητής· χαίροις ὁ αἰσχύνας, τυράννων τὴν μανίαν, θεόφρον Μαλαχία, Λινδίων καύχημα.

Ἐν Σιὼν τῇ πόλει καρτερικῶς, πασσάλῳ ἀθλήσας, τῇ μιμήσει τοῦ Ἰησοῦ, ἐδείχθης πολίτης, Σιὼν τῶν πρωτοτόκων, τῶν πόνων Μαλαχία, λαβὼν τὰ ἔπαθλα.

Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, πάτερ Μαλαχία, τῶν τιμώντων σε εὐλαβῶς, καὶ ἐν ταπεινώσει, θερμῶς σε ἐκζητούντων, ἐν βίῳ παραστάτην, καὶ θεῖον σύμμαχον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Βίον διανύσας θαυμαστόν, δι᾿ ἀσκητικῆς πολιτείας, οἷα θεράπων Χριστοῦ, τοῦτον ἐπεσφράγισας, τῷ μαρτυρίῳ σου, καὶ λαμπρῶς ἐξεδήμησας, Σιὼν πρὸς τὴν ἄνω, ἔνθα τὴν κατάπαυσιν, Πάτερ κτησάμενος, αἴτει ἐκτενῶς Μαλαχία, τοῖς ἐπὶ τῆς γῆς σε τιμῶσι, τῶν παραπτωμάτων τὴν συγχώρησιν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Μαλαχία Κύριλλον σκέπε τὸν Ῥόδου,
Εὐλαβῶς σοι πλέξαντα τὰς ἱκεσίας.

Χαιρετισμοί εις τον Άγιο Ένδοξον Νέον Οσιομάρτυρα Μαλαχίαν τον Λίνδιον

Πηγή