Παρακλητικός Κανών εις τον Προφητάνακτα και Μελωδό Δαυίδ

Ποίημα Ἀρχιμ. Νικοδήμου Γ. Ἀεράκη Ἱεροκήρυκος

†Εορτάζεται στις 26 Δεκεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος Σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισον μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματος Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ ἑξῆς.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ θεοπνεύστου μελῳδοῦ θείους ὕμνους, ἐμμελετῶντες οἱ πιστοὶ καθ᾽ ἑκάστην, τὴν θεοφόρον ἄνακτος Δαυϊδ βιοτήν, ἅπαντες ἐπευφημήσωμεν, ἐν πολλοῖς ἐγκωμίοις, χάριν ἀρυόμενοι ἐκ τῆς τούτου σοφίας· αὐτοῦ πρεσβείας δέχου ᾿Ιησοῦ, ὅπως ῥυσθῶμεν, παθῶν καὶ κολάσεως.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.

Τῇ Θεοτόκῳ ταπεινῶς ἐκβοῶμεν, οἱ ἀπειλούμενοι ἐχθροῦ ταῖς ἐνέδραις, τῇ μητρικῇ σου σκέπασον ἀγάπῃ ἡμᾶς, δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τὰς φάλαγγας, παῦσον τὰς ὁρμὰς παθῶν, καὶ δαιμόνων μανίαν, σὺ γὰρ ὑπάρχεις Δέσποινα Ἀγνή, Μήτηρ καὶ σκέπη, καὶ θεία ἀντίληψις.

Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ Κανόνος, οὗ ἡ ἀκροστιχίς·
ΑΝΑΞ ΜΕΔΩΔΕ ΔΑΥΙΔ ΛΙΤΗΝ ΜΟΥ ΔΕΧΟΥ. ΝΙΚΟ(ΔΗΜΟΥ).

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ὑγρὰν διοδεύσας.
Ἄνακτος τὸν βίον ἐπιποθῶν, Δαυΐδ ἐξυμνῆσαι, τοῦ προφήτου καὶ μελῳδοῦ, χάριν τοῦ Θεοῦ ἐπικαλοῦμαι, ἐμὴν αὐγάσαι ψυχὴν καὶ διάνοιαν.

Νικήσας τὸν γίγαντα Γολιάθ, Δαυϊδ τῇ σφενδόνι, ἐφανέρωσε τοῦ Θεοῦ, τὴν χάριν καὶ δύναμιν κραυγάζων, τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ἄσωμεν.

Ἀγάπης δοχεῖα τῆς θεϊκῆς, Δαυϊδ τοὺς τιμῶντας, τὴν σὴν μνήμην τὴν ἱεράν, ἀνάδειξον Ἀναξ ταῖς λιταῖς σου, τοῦ ἐκνικᾶν Γολιὰθ τὸν ἀντίδικον.

Θεοτοκίον.
Ξενίζεις Παρθένε Λόγον Θεοῦ, ἐν τῇ σῇ νηδύι, καὶ δανείζεις σάρκα Αὐτῷ, διὸ ἐπαξίως ὠνομάσθης, Μήτηρ Θεοῦ καὶ Παρθένος πανάμωμος.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Μελῳδεῖς ἐν ψαλτῆρι, τὸν ᾿Ισραὴλ λύτρῶσιν, τὴν δὲ τοῦ Σαοὺλ ἀθυμίαν, σὺ διεσκέδασας, καὶ τὴν ἡμῶν ὦ Δαυΐδ, καταπεσοῦσαν καρδίαν, σοῖς ψαλμοῖς ἀνάστησον, καὶ διαφύλαξον.

Ἔπακούει ἀπαύστως, τῆς σῆς εὐχῆς Κύριος, θᾶττον ἐνισχύων σε Αναξ, ἐν τοῖς ἀγῶσί σου, καὶ τὰς ἡμῶν προσευχάς, ταῖς σαῖς λιταῖς ἐπακούσαι, ὁ τῶν ὅλων Κύριος, καὶ πολυεύσπλαγχνος.

Λυτρωτοῦ ἀνεδείχθης, σὺ ἀληθῶς πρόγονος, καὶ τὴν ἐν σαρκὶ παρουσίαν, Αὐτοῦ προέφησας, ἐν τοῖς ψαλμοῖς σου κλεινέ, δι᾿ ὧν στηρίζεις καρδίας, πάντων τῶν τιμώντῶν σε, ὧς Προφητάνακτα.

Θεοτοκίον.
Ὦδὰς Μῆτερ συνθέτει, δοξολογῶν Κύριον, καὶ σῆς παρθενίας τὸ κλέος, Δαυἴδ ὁ ἔνδοξος, καὶ μεγαλεῖα Ἀγνή, τῆς σῆς κυήσεως μέλπει, δι᾿ ἧς ἐλυτρώθημεν, Θεοχαρίτωτε.

Διάσωσον, ἀπὸ κινδύνων πιστοὺς πρεσβείαις σου Ἂναξ, ὅτι πάντες ἐκ πειρὰσμῶν κυκλούμεθα πάντοτε, ὡς ἔχων πρὸς Κύριον παρρησίαν.

Στερέωσον, τοὺς ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἑτοίμη Θεῷ, ἐλάλεις ἡ καρδία σου, θεόπτα Δαυΐδ, καὶ ὕμνοις ἐμεγάλυνας, τὴν Αὐτοῦ Θεότητα, τῷ λαῷ παραγγέλλων ἔνθεε, ἐν ψαλμοῖς τὸν μόνον Θεόν, ἐκ βαθέων ἀπαύστως, ὑμνεῖν συνετῶς.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Διαβήματα Κύριε, τὰ ἐμὰ κατάρτισαι ἐν ταῖς τρίβοις σου, καὶ Δαυὶδ σεπταῖς δεήσεσιν, μή μὲ καταλίπῃς ἐν ἀγῶσί μου.

Ἔξανέτειλε Κύριος, τοῖς ἐν σκότει φῶς τηλαυγὲς Τρισήλιον, φωτισθεὶς Δαυϊδ δὲ ἔψαλλεν, ἐλεήμων καὶ οἰκτίρμων Κύριος.

Δακρυρρόως ἐκραύγαζεν, ὁ Δαυὶδ πρὸς σὲ φιλάνθρωπε Κύριε, σὺ ἐλέησόν με Ἂγιε, καὶ ἡμᾶς ἐλέησον δεόμεθα.

Θεοτοκίον.
Ἀγαλλίασιν ἔδωκας, τῷ μετανοήσαντι Δαυϊδ Κύριε, ταῖς λιταῖς Ἀγνῆς παράσχου μοι, τῷ πικράναντί Σε ἀπολύτρωσιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψῶσον ἡμῶν, τῆς ψυχῆς Χριστὲ τὰ ὄμματα, τοῦ ἀτενίζειν Δαυὶδ τὰς ἀρετάς, δι᾽ ὧν ἀνὴρ γέγονε, κατὰ τὴν καρδίαν Σου.

Ἴθυνας Δαυΐδ, τοῦ ποιῆσαι τὸ Σὸν πρόσταγμα, καὶ φανερῶσαι τῷ Σαοὺλ τὴν ἀρετήν, τῆς ἀκακίας, ὡς δοῦλός σου Πάτερ γνήσιος.

Δάκρυσι Δαυΐδ, κατὰ νύκτα κλίνην ἔαὐτοῦ, στρωμνὴν δὲ ἔβρεχεν ἐν κλαὺθμῷ᾽ λιταῖς, σοῦ δούλου, Χριστὲ καὶ ἡμᾶς ἐλέησον.

Θεοτοκίον.
Λύχνος τῷ Δαυΐδ, τὰ προστάγματα τοῦ Τόκου σου, καὶ φῶς ταῖς τρίβοις αὐτοῦ Μῆτερ Ἀγνή, βοῶντι πιστοῖς φυλάττειν Χριστοῦ θελήματα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἱκάνωσον, ἱκετεύω Κύριε, τὴν δεινῶς μου πεπτωκυῖαν καρδίαν, τοὺς τοῦ Δαυΐδ θεῖκοὺς ὕμνους ψάλλειν, καὶ μελετᾶν ἐς ἀεὶ καὶ εὐφραίνεσθαι, καὶ δάκρυσι καὶ στεναγμοῖς, ἐκζητεῖν σοῦ τὸ ἄμετρον ἔλεος.

Ταπείνωσιν, ὡς θυσίαν Κύριε, καὶ συντετριμμένον πνεῦμα διδάσκει, ὁ Ψαλμῳδός καὶ καρδίαν ἁγίαν, καὶ καθαράν σοι τῷ Λόγῳ εὐάρεστον, ἀξίωσον πάντας πιστούς, συντριβῆς μετανοίας καὶ χάριτος.

Ἡμάρτομεν, τοῦ Θεοῦ ἐνώπιον, ἠνομήσαμεν ὡς ἄσωτοι πάντες, ὡς ὁ Δαυΐδ, διὰ Νάθαν συνῆκε, καὶ ἐν πολλῇ συντριβῇ ἀνεφώνησεν, ἐλέησόν με ὁ Θεός, καὶ ἡμᾶς ᾿Ιησοῦ μου ἐλέησον.

Θεοτοκίον.
Νεάνιδες, καὶ μητέρες Ἂχραντε, σὺν Δαυϊδ τῷ μελῳδῷ σὲ ὑμνοῦσιν, ὅτι ἐν σοί συνηνώθησαν ὄντως, ἡ παρθενία μητρότης τε ἄφθορος, σοῦ δέομαι οὖν Ἀγαθή, ἐκ φθορᾶς τῶν ἠθῶν πάντας φύλαξον.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀγαλλίασιν τοῖς εὐσεβέσιν οὐράνιον, εὐφροσύνην τε πᾶσι πιστοῖς παραδείσιον, ἐνσταλάζει ἡ τῶν ψαλμῶν μελέτη τοῦ Δαυΐδ, κατάνυξιν καὶ συντριβήν, τοῖς μετὰ πίστεως θερμῆς, ἐκτενῶς ἐκβοῶσί σοι. Κύριε ταῖς πρεσβείαις, τοῦ Προφητάνακτος σῶσον, ὡς πανοικτίρμων ἀληθῶς, ἐκ πταισμάτων τοὺς ὑμνοῦντάς σε.

Προκείμενον.
Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυΐδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.
Στίχος. Διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κέφ. κβ΄. 41-46).

Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ· τοῦ Δαυῒδ. Λέγει αὐτοῖς· πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων, εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι; Καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

Δόξα.
Ταἷς τοῦ σοῦ Προφήτου, πρεσβείαις, ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη. τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταἷς τῆς Θεοτόκου, πρεσβείαις, ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ψάλλων ἐκ νεότητος, τὰ τοῦ Θεοῦ μεγαλεῖα, ὁ Δαυΐδ ὁ ἔνδοξος, τὸν λαὸν ἐδίδασκε, λόγους χάριτος, τῷ Θεῷ ἄσματα, ἄσατε ἐνθέως, ἐκ καρδίας ἀγαπήσατε, ψυχῆς τὴν λύτρωσιν, καὶ δικαιωμάτων τὴν φύλαξιν, μετάνοιαν ταπείνωσιν, καὶ τὴν συντριβὴν τὴν θεόδεκτον, τούτοις πιστοὶ πᾶσιν, ἐλέους ἐπιτύχοιμεν Χριστοῦ, καὶ παραδείσου τὴν οἴκησιν, καὶ Θεοῦ ἀπόλαυσιν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μεγαλύνω σε Λόγε, τὸν τιμήσαντα θείως, τὸν βασιλέα Δαυΐδ, τὸν ψάλλοντα ἐνθέως, τῷ ὀνόματί σου, ἐν ψαλμοῖς καὶ ἐν ἄσμασιν, Ὃ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Ὁ Ναός σοὺ Θεέ μου, τὸν Δαυΐδ κατανύσσει, καὶ ἐν αὐτῷ μελῳδεῖ, ἐν ὕμνοις θεοπνεύστοις, δοξάζων ἐκ καρδίας, τὴν σὴν θείαν ἀγάπησιν, Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἰ.

Ὑμνοῦμεν βασιλέα, τὸν Δαυϊδ ὡς προφήτην, καὶ ψαλμῳδὸν θαυμαστόν, κηρύξαντα Μεσσίαν, τὸν Τόκον τῆς Παρθένου, πρὸς Ὃν ἅπαντες ψάλλομεν, Ὃ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Θεοτοκίον.
Δεόμεθά σου Κόρη, σὸν Υἱὸν ἱκετεύειν, ὑπὲρ ἁπάντων ἡμῶν, καθαίρειν τὰς καρδίας, ὡς Δαυὶϊδ τοῦ προφήτου, μεθ᾽ οὗ ἅπαντες ψάλλομεν, Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔν ταπεινώσει, καὶ συντριβῇ τῆς καρδίας, ἐκζητεῖ τοῦ Θεοῦ τὴν συγγνώμην, ὁ Δαυϊδ λυπήσας, Αὐτὸν ἐν ἁμαρτίαις.

Χειρὶ τοῦ Νάθαν, τὴν ἑαυτοῦ ἁμαρτίαν, ἐπιγνοὺς ὁ Δαυϊδ ἱκετεύει, ὡς Θεὸς ἐλέους, ἐλέησον σὸν δοῦλον.

Οἰκτίρισόν με, ὡς ἐλεήμων Δεσπότης, ἐξ ἐμῶν ἀναστήσας πταισμάτων, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Ὑψώθης Κόρη, ὡς τοῦ Θεοῦ Λόγου Μήτηρ, καὶ κατέχεις δευτερεῖα Τριάδος, ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νικήσας τοὺς ἐχθρούς σου, Δαυΐδ ἐν Κυρίῳ, εὐχαριστήριον αἶνον προσφέρεις Θεῷ, ἐξομολόγησις πρέπει, σοι Παντοδύναμε.

Ἱκάνωσον τοὺς πίστει, σὲ Δαυὶδ τιμῶντας, τὰς ἀρετάς σου μιμεῖσθαι, ἐχθροὺς συγχωρεῖν, καὶ ἀγαπᾶν ἐκ καρδίας, πάντας τοὺς πταίοντας.

Κατάκαρπος σὺ πέλεις, ἀρετῶν ἐλαία, καὶ πνευματέμφορος Ἂναξλαμπρὸς μελῳδός, καὶ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, προπάτωρ ἔνθεος.

Θεοτοκίον.
Ὁ Λόγος ἐν γαστρί σου, ἐσκήνωσε Κόρη, ἐκ τῶν ἁγνῶν σου αἱμάτων ὦ Μῆτερ Θεοῦ, ἵνα λυτρώσηται κόσμον, ὡς πολυεύσπλαγχνος.

Ἀξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.

καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις προφητάναξ καὶ μελῳδέ, Δαυϊδ θεοφόρε, ὁ ποιήσας θείους ψαλμούς, ὁ μέγας προπάτωρ, Χριστοῦ τοῦ Θεανθρώπου, καὶ Κόρης Θεοτόκου, προφήτης ἔνθεος.

Ὦ πιστοὶ ἀκούσωμεν τοῦ Δαυΐδ, θείας ἀληθείας, ἀλαλάξωμεν τῷ Θεῷ, ἐν ἀγαλλιάσει καὶ οἰκτιρμοῖς πενήτων, καὶ θείᾳ ταπεινώσει, καὶ συντριβῇ ψυχῆς.

Θεὸν μεγαλύνει ἐν τοῖς ψαλμοῖς, καὶ πάντων κτισμάτων, καταδείκνυσι ποιητήν, Δαυϊδ ὁ προφήτης, Μεσσίου ὁ προπάτωρ, καὶ τῶν αὐτὸν τιμώντων, φύλαξ ἀκοίμητος.

Δεῦτε εὐφημήσωμεν τὸν Δαυΐδ, τῆς πίστεως στῦλον, τῆς ἀγάπης τὸν θησαυρόν, τῆς δικαιοσύνης καὶ ἀνεξικακίας, καὶ ταπεινοφροσύνης, τέλειον πρότυπον.

Πατέρων ἐντρύφημα οἱ ψαλμοί, καὶ ἐνασκουμένων, θεοδώρητος φρυκτωρός, ὁδηγὸς ποιμένων, φῶς τῶν ποιμαινομένων, καὶ πάντων πιστευόντων, τὸ ἀγαλλίαμα.

Ἱκέτευε Λόγον θεῖε Δαυΐδ, ὑπὲρ Ἔκκλησίας, καὶ τοῦ Ἔθνους καὶ τοῦ λαοῦ, ἵνα ὀρθοδόξως, πολιτευθῶμεν πάντες, ἐν ἔργοις τε καὶ λόγοις, καὶ ἀγωνίσμασιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὁ Δαυῖδ ἐν κιννύρᾳ Σαοὺλ ἀνέπαυσε, καὶ τῶν πιστῶν τὰς καρδίας ἐν θεοπνεύστοις ψαλμοῖς, κατεφαίδρυνε λαμπρῶς, καὶ ἀνεπτέρωσεν, ὼν δὲ προπάτωρ τοῦ Χριστοῦ, καὶ Παρθένου Μαριάμ, ἑώρακε τὸν Μεσσίαν, καὶ νῦν ψάλλει σὺν Ἀσωμάτοις, ἐν τῇ Σιὼν καὶ σαββατίζει φαιδρῶς.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τά ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Ψἀλλει ὁ Δαυΐδ ὁ μελῳδός, Θεὲ ὑπὲρ μέλι γλυκέα, τὰ λόγιά σου ἐστί, γνώρισόν μοι Κύριε ὁδὸν πορείας μου, καὶ φυλάξω τὸν Νόμον σου, ἐν πίστει καὶ φόβῳ, σύγγνωθί μοι Κύριε σὲ παρεπίκρανα, πᾶσιν ἐν κακοῖς διατρίβων, ἥμαρτον βοῶ σοι Χριστέ μου, ἐν τῇ εὐσπλαγχνίᾳ σου ἐλέησον.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς.
Ἀμήν.

 

 

Πηγή

Πηγή