Παρακλητικός Κανών στους Αγίους Τεσσαράκοντα Μεγαλομάρτυρες

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζουν στις 9 Μαρτίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Τεσσαράκοντα Χριστοῦ Ἀθλοφόρων, τῇ προστασίᾳ καὶ θερμῇ ἀντιλήψει, προσδράμωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς· ῥύσασθε δεόμεθα, συνοχῆς καὶ ὀδύνης, καὶ πάσης κακώσεως καὶ παθῶν ἀκαθάρτων, τοὺς τὴν ἁγίαν ἄθλησιν ὑμῶν, Μάρτυρες θεῖοι, προφρόνως γεραίροντας.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
Λιταῖς ὑμῶν Ἀθληταί, σωθείην Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Λαμπτῆρες τῆς πίστεως τοῦ Χριστοῦ, παθῶν μου τὸν ζόφον, Τεσσαράκοντα ἀθληταὶ λύσατε ὑμῶν ταῖς ἱκεσίαις, καὶ πρὸς τὸ φῶς μὲ τὸ θεῖον ἰθύνατε.

Ἰάσεις βλυστάνοντες δαψιλεῖς, ἰάσεως θείας, Τεσσαράκοντα ἀθληταί, ἡμᾶς τοὺς κατ΄ἄμφω ἀσθενοῦντας, τῇ ἀντιλήψει ὑμῶν ἀξιώσατε.

Τὸν νοῦν ὑποτάξας τοῖς γεηροῖς, καὶ μὴ θέλων πράττω, ἃ οὐκ ἔξεστι μοι ποιεῖν, ἀλλ΄ὦ Ἀθλοφόροι τοῦ Σωτῆρος, τῆς τῶν παθῶν με δουλείας λυτρώσασθε.

Θεοτοκίον.
Ἁγίασμα δόξης τῆς θεϊκῆς, ἁγίασον Κόρη, μολυνθεῖσαν μου τὴν ψυχήν, καὶ τῆς χαλεπῆς με ἁμαρτίας, ὡς ἐλεήμων ἀπάλλαξον Ἄχραντε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰσχυρῶς καθελόντες, τὴν τοῦ ἐχθροῦ ἔνστασιν, τούτου τῆς ὁρμῆς καὶ μανίας, καὶ ἐπιθέσεως, ἀνεπηρέαστον ἡμῶν τὸν βίον τηρεῖτε, ταῖς ὑμῶν δεήσεσι, Μάρτυρες ἔνδοξοι.

Συνημμένοι τῇ πίστει, τῇ τοῦ Χριστοῦ Μάρτυρες, ἐπὶ τὸ αὐτὸ ἐν Κυρίῳ, ἡμᾶς συνάψατε, ἐν πάντας φρόνημα, βίῳ ἀμέμπτῳ προσφέρειν, ἵνα δόξης μέτοχοι, θείας γενώμεθα.

Ὑπὲρ πάντων, πρεσβεύειν, καὶ δυσωπεῖν πάντοτε, τὸν παντελεήμονα Λόγον, μὴ διαλείπητε, ἅγιοι Μάρτυρες, τῶν ἐκ ψυχῆς προσκαλούντων, ὑμᾶς εἰς βοήθειαν, ἐν περιστάσεσι.

Θεοτοκίον.
Μητροπάρθενε Κόρη, ἡ τὸν Χριστὸν τέξασα, τὸν τὴν ἁμαρτίαν τοῦ κόσμου, οἴκτῳ ἀράμενον, ἄρον καὶ σκόρπισον ἐκ τῆς ἀθλίας ψυχῆς μου, τῶν πλημμελημάτων μου, τὸ ἀχθοφόρημα.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ θλίψεως καὶ ὀδύνης, θείᾳ χορείᾳ Μαρτύρων τῶν Τεσσαράκοντα, τοὺς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβείᾳ.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμὴ.
Προστάται θερμοί, καὶ θεῖοι ἀντιλήπτορες, καὶ τείχη στεῤῥά, τῆς Ἐκκλησίας πέλοντες, Μάρτυρες Τεσσαράκοντα, ταῖς ὑμῶν πρὸς Χριστὸν παρακλήσεσιν, ἀσινῆ καὶ εἰρηναίαν ἀεί, ἡμῶν τὴν ζωὴν διατηρήσατε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς ὁπλῖται περίδοξοι, Μάρτυρες τῆς δόξης τοῦ Παντοκράτορος, θείοις ὅπλοις καθοπλίσατε, ἡμᾶς κατ΄ἐχθροῦ τοῦ πολεμήτορος.

Νοσημάτων τὸν καύσωνα, τὸν καταναλίσκοντα τὴν ζωὴν ἡμῶν, δρόσῳ θείας παρακλήσεως, Μάρτυρες Κυρίου κατασβέσατε.

Ἀπὸ πάσης στενώσεως, καὶ ἐπιβουλῆς ἐχθροῦ τοῦ ἀλάστορος, ἀθλοφόροι Τεσσαράκοντα, τοὺς ὑμᾶς τιμῶντας ἀπαλλάξατε.

Θεοτοκίον.
Θεραπείας ἀξίωσον, τὸν συντετριμμένον Κόρη ἱκέτην σου, καὶ τὸν νοῦν μου ἀποκάθαρον, τὸν ῥερυπωμένον σαρκὸς πάθεσι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λύσιν τῶν δεινῶν, περιστάσεων καὶ θλίψεων, Τεσσαράκοντα γενναῖοι Ἀθληταί, καὶ ζωὴν εἰρηνικὴν ἡμῖν αἰτήσασθε.

Ἡ περιφανής, προστασία ὑμῶν Μάρτυρες, ὑπὲρ ἥλιον ἐκλάμπουσα ἡμῖν, διαλύει τοῦ βελίαρ τὰ βουλεύματα.

Τῆξιν τῶν μελῶν, ἐν τῷ κρύει ὑπομείναντες, ἀγαπήσεως τὸ πῦρ τῆς θεϊκῆς, ταῖς ψυχαῖς ἡμῶν ἀνάψατε μακάριοι.

Θεοτοκίον.
Αἴσθησιν Ἁγνή, τῇ ψυχῇ μου δίδου πάντοτε, τῆς μελλούσης καταδίκης φοβερᾶς, ἵνα βίον ἀκηλίδωτον βιώσωμαι.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἰάσασθε, τὴν ψυχήν μου νοσοῦσαν, ἐπιμόνοις τῶν παθῶν ἐργασίαις, τῆς ἐν ἐμοὶ ἁμαρτίας τὸ κράτος, ἀπονεκροῦντες ἰσχύι τῇ ἄνωθεν, ταῖς παρακλήσεσιν ὑμῶν, τεσσαράκοντα ἅγιοι Μάρτυρες.

Συνόμιλοι, τῶν ἁγίων Ἀγγέλων, Τεσσαράκοντα Χριστοῦ ἀθλοφόροι, τὴν καθ΄ἠμῶν φερομένην μανίαν, τοῦ πονηροῦ κοσμοκράτορος παύσατε, καὶ κυβερνήσατε ἡμᾶς, πρὸς λιμένα τοῦ θείου θελήματος.

Ὡς σύμφρονες καὶ ὁμόψυχοι ὄντες, Τεσσαράκοντα Χριστοῦ ἀθλοφόροι, ἐν εὐσεβείᾳ καὶ ἄθλοις ἁγίοις, ἐν ὁμονοίᾳ ἡμᾶς συντηρήσατε, καὶ ἐν ἀγάπῃ ἀληθεῖ, καὶ ζωῆς θεαρέστου λαμπρότητι.

Θεοτοκίον.
Θεόνυμφε, Μαριὰμ πανάχραντε, τὴν χρανθεῖσαν ἡδοναῖς ἀκαθάρτοις, καὶ δουλωθεῖσαν πικρὰ συνηθείᾳ, τῇ ῥυπτικῇ σου χρηστότητι κάθαρον, καρδίαν μου τὴν ταπεινήν, πρὸς ζωὴν καθαράν με ἰθύνουσα.

Διάσωσον ἐκ πάσης βλάβης καὶ θλίψεως καὶ ὀδύνης, θεία χορεία Μαρτύρων τῶν Τεσσαράκοντα, τοὺς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβείᾳ.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ΄ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα Μητρικὴν παῤῤησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Ὡς στρατιῶται Χριστοῦ ἀκατάπληκτοι, οἱ Τεσσαράκοντα ἅγιοι Μάρτυρες, ἐχθρῶν ἀοράτων τὸ σύστημα, τῶν καθ΄ἡμῶν κινουμένων ἑκάστοτε, ὑμῶν ταῖς πρεσβείαις συντρίψατε.

Προκείμενον.
Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κέφ. κ΄. 1-16).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.  Καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, καὶ ἐκείνοις εἶπεν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. οἱ δὲ ἀπῆλθον. Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Λέγουσιν αὐτῷ· ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε. Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. Ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; Ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· ἢ οὐκ ἔξεστί μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς, εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μάρτυρες ἀήττητοι, τοῦ Βασιλέως τῆς δόξης, οἱ στεῤῥῶς δι’ ὕδατος, καὶ πυρὸς ἀθλήσαντες, καρτερεῖν πάντοτε, καὶ ἀνδρείως φέρειν, ἐνισχύσατε δεόμεθα, ἡμᾶς μακάριοι, τὰς ἐπιφορὰς τὰς τῶν θλίψεων, ἵνα πταισμάτων ἄφεσιν, δι’ αὐτῶν θεόθεν ληψόμεθα, καὶ τὰς τοῦ βελίαρ, ἐκτρέψωμεν παντοίας προσβολάς, ὦ ἀθληταὶ Τεσσαράκοντα, εὐσεβῶν ὑπέρμαχοι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἑνωθέντες τῇ πίστει ὁμοψύχῳ καρδία ὁμοῦ ἠθλήσατε, διὸ τηρεῖν νομίμως, ἑνότητα τὴν θείαν, τῷ συνδέσμῳ τῆς πίστεως, σθενώσατε καὶ ἡμᾶς, γενναῖοι Ἀθλοφόροι.

Ἰλύι με παγέντα χαλεπῆς ἁμαρτίας νοὸς κουφότητι, ἑλκύσατε πρὸς ὕψος, γνώσεως μετανοίας, τεσσαράκοντα Μάρτυρες, καὶ καθαρᾶς βιοτῆς, καὶ ἀπαθείας θείας.

Ἠθληκότες νομίμως, τῶν ἀνόμων τὸ θράσος κατεπαλαίσατε, διὸ τῆς ἀνομίας, κατὰ Δαυῒδ τὸν θεῖον, τῶν χειμάῤῥων με ῥύσασθε, πρὸς ὕδωρ τὸ τῆς ζωῆς, θείως με ὁδηγοῦντες.

Θεοτοκίον.
Νοῦν καὶ σῶμα μολύνας ὦ ἀμόλυντε Κόρη παθῶν ἀσχέτοις ὁρμαῖς, τὴν σὴν ἐπικαλοῦμαι βοήθειαν ἐν τάχει, ἣν μοὶ δίδου Πανάχραντε, ἵνα ῥυσθῶ τῆς πικρᾶς, τοῦ χείρονος ἀπάτης.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γνώσει ἁγία, τῆς ἐν Χριστῷ πολιτείας, συνετίσατε τὸν νοῦν μου Ἀθλοφόροι, ἵνα τοῦ Κυρίου τὸ θέλημα ποιήσω.

Ἔργων ἁγίων, καὶ ἀρετῶν σωτηρίων, ἀνεπαίσχυντον ἐργάτην δείξατε μέ, Μάρτυρες Κυρίου, ὑμῶν τῇ ἀντιλήψει.

Ῥύποις καθ’ ὥραν, τῆς πονηρᾶς ἁμαρτίας, τὴν εὐγένειαν ῥυπαίνω τῆς ψυχῆς μου, ἀλλ’ ὦ Ἀθλοφόροι, ῥυθμίσατε τὸν νοῦν μου.

Θεοτοκίον.
Ἁγνὴ Παρθένε, τὴν ἄναγνὸν μου καρδίαν, καταλάμπρυνον φωτὶ τῆς μετανοίας, ἵνα τῆς αἰσχίστης, ῥυσθῶ δουλοπαθείας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σωτήριοι λιμένες, τῶν θαλαττευόντων, ταῖς τρικυμίαις τοῦ βίου ἑκάστοτε, ὦ τεσσαράκοντα Μάρτυρες κόσμῳ ὤφθητε.

Ἰθύνατε ὑψόθεν, πρὸς ζωῆς εἰσόδους, ἐξ ἀνοδίας δεινῶν παραβάσεων, τοὺς πρὸς ὑμᾶς ἀφορῶντας ἅγιοι Μάρτυρες.

Μαρτύρων τοῦ Σωτῆρος, φάλαγξ τροπαιοῦχε, ἐκπληρωτὰς μαρτυρίων ἀνάδειξον, τῶν θεϊκῶν τοὺς τιμῶντας ὑμῶν τὴν ἄθλησιν.

Οἱ πάντων εὐσεβούντων, ἄγρυπνοι προστάται ὦ Τεσσαράκοντα ἅγιοι Μάρτυρες, τῆς ἀρωγῆς ἡμῖν πᾶσι τὴν χάριν δίδοσθε.

Θεοτοκίον.
Ὑπέρφωτε λυχνία, τῆς ἀύλου δόξης, τὴν σκοτισθεῖσαν ψυχήν μου καταύγασον, τῇ φωταυγείᾳ Παρθένε τῆς σῆς χρηστότητος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀθλοφόρων παρεμβολή, ἡ τετράκις δέκα, κροτουμένη περιφανῶς, χαίρετε ὁπλῖται Χριστοῦ τοῦ Βασιλέως, ἐχθρῶν τὰς παρατάξεις οἱ θριαμβεύσαντες.

Πίστει συνημμένοι τῇ ἀληθεῖ, ἕν φρόνημα πάντες, ἐπιδείξασθε εὐσεβῶς, καὶ Ἅγιος δῆμος, ὀφθέντες Ἀθλοφόροι, ὑπὲρ Χριστοῦ νομίμως ἠνδραγαθήσατε.

Πῦρ τῆς ἀγαπήσεως τοῦ Χριστοῦ, φέροντες πλουσίως, τὴν ἀνύποιστον τοῦ κρυμοῦ, ἠνέγκατε βίαν, ἐν χειμερίῳ ὥρᾳ, καὶ πρὸς ζωῆς ἀλήκτου θάλψιν μετέβητε.

Τεσσαρακοντάδος τῆς εὐκλεοῦς, Μαρτύρων τῶν θείων, τίς ὑμνήσει ὡς ἀληθῶς, τοὺς λαμπροὺς ἀγῶνας; Κρυμοῦ γὰρ τὴν μανίαν, καὶ τοῦ πυρὸς τὴν φύσιν ὄντως ἐνίκησαν.

Δι’ ὕδατος Μάρτυρες καὶ πυρός, στεῤῥῶς διελθόντες, ὡς ὁ θεῖος φησὶ Δαυΐδ, πρὸς τὴν αἰωνίαν, ἀναψυχὴν καὶ δόξαν, εἰσήλθετε ἐνδόξως ὦ Τεσσαράκοντα.

Ὥσπερ τεσσαράκοντα φαεινοί, λάμπετε ἀστέρες, τῶν θαυμάτων ταῖς ἀστραπαῖς καὶ τὰς διανοίας ἡμῶν χαρᾶς πληροῦτε, φωτὶ τῷ γλυκυτάτῳ  ὑμῶν τῆς χάριτος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοὺς γενναίους ὁπλίτας τοῦ τῶν ὅλων δεσπόζοντος, τοὺς συγκροτηθέντας ἐν πίστει, ὁμοφώνως τιμήσωμεν· Χριστῷ γὰρ στρατευθέντες εὐσεβῶς, δι’ ὕδατος διῆλθον καὶ πυρός, καὶ πρὸς θείαν εἰσελθόντες ἀναψυχήν, προΐστανται τῶν βοώντων· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, τεσσαράκοντα Μάρτυρες.

Ἓτερον. Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ Πνεύματι, συγκροτηθέντες, δῆμος ὤφθητε, τροπαιοφόρος, ἀθλοφόροι Χριστοῦ Τεσσαράκοντα, διὰ πυρὸς γὰρ καὶ ὕδατος ἔνδοξοι, δοκιμασθέντες λαμπρῶς ἐδοξάσθητε· ἀλλ’ αἰτήσασθε, Τριάδα τὴν ὑπερούσιον, δωρήσασθαι ἡμὶν τὸ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρὸν.
Δῆμε Ἀθλοφόρων εὐκλεῶν, Τεσσαρακοντάδος ἁγίας, ἅγιοι Μάρτυρες, πρόμαχοι καὶ ἔφοροι Χριστιανῶν εὐσεβῶν, πάσης βλάβης καὶ θλίψεως, καὶ πάσης ἀνάγκης, ἀνωτέρους πάντοτε, διατηρεῖτε ἡμᾶς, σὺν ἡμῖν τῶν πταισμάτων, παρὰ τοῦ Χριστοῦ ἐξαιτοῦντες ἀθληταὶ Κυρίου Τεσσαράκοντα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.