Παρακλητικός Κανών εις τους Αγίους Ενδόξους και Θαυματουργούς Αναργύρους Κοσμά και Δαμιανόν

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζονται στις 1 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὡς τῶν νοσούντων συμπαθεῖς ἰατῆρες, καὶ χειρουργοὶ τῶν χαλεπῶν παθημάτων, καὶ τῶν πασχόντων θεῖοι ἀντιλήπτορες· ἵασιν καὶ λύτρωσιν, καὶ ὑγίειαν καὶ ῥῶσιν, ψυχῆς ὁμοῦ καὶ σώματος χορηγεῖτε ἀπαύστως, Κοσμᾶ σοφὲ σὺν τῷ Δαμιανῷ, τοῖς τῇ πρεσβεῖᾳ ὑμῶν καταφεύγουσι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Θεῖοι ἰατροί ἰάσασθέ με. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεράποντες θεῖοι τοῦ Λυτρωτοῦ, δυὰς Ἀναργύρων, θεραπείας με ταχινῆς, τῆς κατὰ ψυχήν τε καὶ τὸ σῶμα, τῇ ἀντιλήψει ὑμῶν ἀξιώσατε.

Ἐπλήγην κακία τοῦ δυσμενοῦς, καὶ νόσῳ βαρείᾳ, περιπέπτωκα χαλεπῶς, ἀλλ’ ὦ ἰατροὶ τῶν ἀσθενούντων, τῆς ἐπελθούσης με θλίψεως ῥύσασθε.

Ἰάσεις παρέχοντες δωρεάν, Κοσμᾶ θεοφόρε, σὺν τῷ θείῳ Δαμιανῷ, πόνων καὶ δεινῶν ἀῤῥωστημάτων, τοὺς προσιόντας ὑμῖν ἀπαλλάξατε.

Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Χριστοῦ, Κεχαριτωμένη, ἀειπάρθενε Μαριάμ, λάμπρυνον τὸν ζόφον τῆς ψυχῆς μου, ταῖς φωταυγέσι σου χάρισι δέομαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰατροὶ δεδειγμένοι, παρὰ Θεοῦ ἄμισθοι, τοῖς ὀδυνηρῶς τρυχομένοις, πόνοις καὶ ἄλγεσι, θεῖοι Ἀνάργυροι, τῆς ταλαιπώρου ζωῆς μου, τὰς ὀδύνας λύσατε, ὡς συμπαθέστατοι.

Ἰαμάτων τὰ ῥεῖθρα, οἷα πηγὴ δίκρουνος, ἡ τῶν ἱερῶν Ἀναργύρων, δυὰς αὐτάδελφοι, κόσμῳ πηγάζοντες, ἀσθενειῶν πάντα ῥύπον, καὶ παθῶν τὸν βόρβορον, ἀποκαθαίρετε.

Ἀναργύρους τὰς νόσους, τὰς τῶν βροτῶν παύοντες, ὡς παρὰ Κυρίου λαβόντες, τὴν χάριν Ἅγιοι, παύσατε δέομαι, τὸ τῆς καρδίας μου ἄλγος, καὶ πρὸς σωτηρίας με, τρίβον ἰθύνατε.

Θεοτοκίον.
Τὸν Σωτῆρα τοῦ κόσμου, ὑπερφυῶς τέξασα, τὴν ἐκ τῆς ἀρχαίας κατάρας, πληγὴν ἰώμενον, ἡμῶν Πανύμνητε, τῆς ἀσθενούσης ψυχῆς μου, ἴασαι τὸν καύσωνα, τῇ σῇ χρηστότητι.

Διάσωσον, τῶν εὐκλεῶν Ἀναργύρων δυὰς ἁγία, πάσης νόσου καὶ ἀσθενείας καὶ θλίψεως, τοὺς καταφεύγοντας πίστει ὑμῶν τῇ σκέπη.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Παθῶν χαλεπῶν, ἀκέστορες ὀξύτατοι, καὶ πάσης ψυχῆς, πασχούσης ἀνακούφισις, Δαμιανὲ μακάριε, καὶ Κοσμᾶ θεοφόρε Ἀνάργυροι, ἐν ὑγιεία ἡμῶν τὴν ζωήν, ἀπτώτῳ τηρήσατε δεόμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥῶσιν θείαν καὶ ἵασιν, καὶ ἁμαρτημάτων θεόθεν ἄφεσιν, ἐξαιτήσασθε Ἀνάργυροι, ταῖς συνεχομένοις ἀῤῥωστήμασι.

Ὀδυνώμενος πάθεσιν, ὑμῶν τῇ πρεσβεία προστρέχω Ἅγιοι· μὴ παρίδητε Ἀνάργυροι, τὸν ταῖς ἁμαρτίαις ἀπολλύμενον.

Ἰατροὶ συμπαθέστατοι, μυστικοῖς φαρμάκοις ὑμῶν τῆς χάριτος, τὴν ἀφόρητον μου ἄλγησιν, τὴν μαστίζουσάν με θεραπεύσατε.

Θεοτοκίον.
Ἰατῆρα κυήσασα, τὸν τῶν ὄλων Κτίστην κόσμον ἰώμενον, ἴασαί μου τὰ ἀλγήματα, κεχαριτωμένη Μητροπάρθενε.

ᾨδὴ ε΄ Φώτισον ἡμᾶς.
Ἴαμα ἀεί, ἀναβλύζει θείῳ Πνεύματι, ὁ ναὸς ὑμῶν Ἀνάργυροι κλεινοί, καὶ ἰᾶται πᾶσαν νόσον καὶ πᾶν οἴδημα.

Ἄνωθεν ἡμᾶς, ἐποπτεύοιτε Ἀνάργυροι, ἐξ ἡμῶν ἀποδιώκοντες ἀεί, τὴν μανίαν τοῦ δολίου πολεμήτορος.

Σῶμα καὶ ψυχήν, ἀσινῆ ἡμῶν τηρήσατε, ἐκ δεινῶν ἀσθενειῶν καὶ συμφορῶν, τῶν προστάτας κεκτημένων ἡμᾶς Ἅγιοι.

Θεοτοκίον.
Ἄχραντε ἀγνή, τὴν χρονθεῖσάν μου διάνοιαν, μανιώδεσι τοῦ πλάνου προσβολαῖς, ἀποκάθαρον τοῖς ῥείθροις τοῦ ἐλέους σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Συντρίμματα, τῶν ψυχῶν ἰάσασθε, καὶ τοῦ σώματος δεῖνας καχεξίας, ὡς δεδεγμένοι πλουσίαν τὴν χάριν, τοῦ θεραπεύειν τὰς νόσους Ἀνάργυροι, τῶν προσφωνούντων εὐλαβῶς, τὴν σεπτὴν ὑμῶν κλῆσιν ἑκάστοτε.

Θηρεύσας με, ἡδονῆς δελέατι, ἠχμαλώτευσεν ὁ δόλιος δράκων, ἔνθεν ὀδύναι καὶ νόσοι καὶ πόνοι, κρίσει δικαίας ἐπῆλθον μοι Ἅγιοι· ὧν τῆς βαρείας συνοχῆς, ῥύσασθέ με Ἀνάργυροι δέομαι.

Ἐκλάμποντες, ὡς φωστῆρες ἄδυτοι, ἰαμάτων τὰς ἀκτίνας τῇ κτίσει, τῶν νοσημάτων διώκετε ζόφον, καὶ τῆς ὑγιείας τὸ φῶς διαυγάζετε, Ἀνάργυροι θαυματουργοί, τοῖς τῇ σκέπῃ ὑμῶν καταφεύγουσι.

Θεοτοκίον.
Μητράνανδρε, Μαριὰμ θεόνυμφε, ἡ Θεὸν ἀνερμηνεύτως τεκοῦσα, τὴν χαλεπὴν τοῦ νοός μου σκοτίαν, τῇ φωταυγεί σου διάλυσον χάριτι, καὶ ἱθυνόν με πρὸς τὸ φῶς, τῶν σεπτῶν ἐντολῶν τοῦ Θεοῦ ἡμῶν.

Διάσωσον, τῶν εὐκλεῶν Ἀναργύρων δυὰς ἁγία, πάσης νόσου καὶ ἀσθενείας καὶ θλίψεως, τοὺς καταφεύγοντας πίστει ὑμῶν τῇ σκέπη.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν ἰαμάτων τὴν χάριν δεξάμενοι, τοὺς ἀνιάτως νοσοῦντας ἰάσασθε, Κοσμᾶ καὶ Δαμιανὲ ἔνδοξοι, ἁμαρτημάτων τὴν λύσιν αἰτούμενοι, τοῖς πίστει ὑμῖν καταφεύγουσι.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ, ἐθαυμάστωσεν αὐτοῦ ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄. 1, 5).

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς, λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τῶν Ἀναργύρων πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ῥῶσίν τε καὶ ἴασιν, τοῖς ἐν ὀδύναις καὶ λύπαις, συμπαθῶς παρέχοντες, Ἅγιοι Ἀνάργυροι θείῳ Πνεύματι, ἀλγεινῶν ῥύσασθε, ἡμᾶς παθημάτων, καὶ κινδύνων ἀπαλλάξατε, καὶ πάσης θλίψεως, καὶ ἀῤῥωστημάτων δεόμεθα, τοὺς τὴν ὑμῶν ἀντίληψιν, ἐπιβοωμένους ἑκάστοτε, καὶ πταισμάτων λύσιν, αἰτήσασθε ἡμῖν παρὰ Θεοῦ, ὡς τῶν πιστῶν πρέσβεις ἄριστοι, πρὸς Χριστὸν μακάριοι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐκ πηγῶν σωτηρίου, τὸ γλυκύτατον ὕδωρ τὸ τῶν ἰάσεων, πηγάζοντες πλουσίως, τῶν νόσων τὴν πικρίαν, θεραπεύετε Ἅγιοι· ἀποσβέννυντες ἀεί, τῶν λυπηρῶν τὴν φλόγα.

Γεωργήσας τὰ πάθη, ἀῤῥωστήμασι πλείστοις ἤδη ἐτάζομαι, ἀλλ’ ᾦ δυὰς Ἁγία, τῶν θείων Ἀναργύρων, τὴν ζωήν μου βελτίωσον· καὶ τῶν πολλῶν μου κακῶν, τὴν ἄνεσιν παράσχου.

Ἐν ὀδύνη τὸν βίον, διὰ πλῆθος κακίας ἀνύω Ἅγιοι, καὶ πέπλησμαι μωλώπων, τῶν ἐκ τῆς ἁμαρτίας, ἀλλ’ ὑμεῖς θεραπεύσατε· Ἀνάργυροι θαυμαστοί, τὴν τάλαιναν ψυχήν μου.

Θεοτοκίον.
Ῥώμην θείαν μοι δίδου, Θεοτόκε παρθένε καθικετεύω σε, ὡς ἂν ποιῶ καὶ πράττω, τὸ θέλημα τὸ θεῖον, ἐκ δυνάμεως Ἄχραντε· καὶ τῷ Υἰῷ σου Ἁγνή, πιστῶς εὐαρεστήσω.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἅπασαν βλάβην, τὴν καθ’ ἡμῶν τοῦ βελίαρ, ἀποκρούσασθε Ἀνάργυροι ταχέως, καὶ ἡμῶν τὸν βίον, ἀνώδυνον τηρεῖτε.

Σθένος μοι δίδου, κατὰ παθῶν όλεθρίων, ὦ αὐτάδελφοι δυὰς τῶν Ἀναργύρων, τοῦ πατεῖν έπάνω, ὄφεων καὶ σκορπίων.

Ἴδε τὸν πόνον, τῆς ταλαιπώρου ψυχῆς μου, ὦ αὐτάδελφοι δυὰς τῶν Ἀναργύρων, καὶ παράσχου ταύτῃ, ὑγίειαν οὐρανόθεν.

Θεοτοκίον.
Μὴ διαλίπῃς, Θεοχαρίτωτε κόρη, περιέπουσα ὡς Μήτηρ τοῦ Ὑψίστου, τοὺς ὑπερυψοῦντας, τὴν δόξαν σου τὴν θείαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτοκίον.
Οἱ κόσμῳ τὰς ἰάσεις, νέμοντες ἀπαύστως, θεομακάριστοι θεῖοι Ἀνάργυροι, ἐκ πάσης νόσου ἀτρώτους ἡμᾶς φυλάξατε.

Ὑψώσατε τὸν νοῦν μου, ἐννοιῶν ματαίων, καὶ τὴν ζωήν μου τηρήσατε ἄνοσον, ὡς ἀγαθοί μου προστάται θεῖοι Ἀνάργυροι.

Ὑπὲρ τῶν ἀνυμνούντων, ὑμᾶς θεοφόροι, διὰ παντὸς δυσωπεῖτε τὸν εὔσπλαγχνον, πάσης ἀνάγκης ἐν βίῳ ῥύεσθε πάντοτε.

Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, ὅτι τῷ σῷ τόκῳ, ἐκ τῆς ἀρχαίας κατάρας ἐῤῥύσθημεν, καὶ τῆς ζωῆς τῆς ἀλήκτου κατηξιώθημεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀναργύρων ἡ ξυνωρίς, οἱ τῶν ἀσθενούντων, ἰατῆρες θαυματουργοί, Κοσμᾶ θεοφόρε, Δαμιανέ τε θεῖε, τῶν ἀρετῶν τὰ θεῖα ἐνδιαιτήματα.

Πλούτῳ διαπρέποντες ἀγαθῶν, εὐποιίας ῥεῖθρα, ἀνεδείχθητε συμπαθῶς, καὶ τὰς ἀσθενείας, ἰᾶσθε ἀναργύρως, τῶν χαλεπῶς πασχόντων θεῖοι Ἀνάργυροι.

Χάριν δεδεγμένοι παρὰ Θεοῦ, δωρεὰν τὰς νόσους, θεραπεύετε τῶν πιστῶν, καὶ τῶν βαρυτάτων, παθῶν λυτροῦσθε θᾶττον, τοὺς ἐπικαλουμένους ὑμᾶς Ἀνάργυροι.

Ὤφθη ἰατρεῖον πνευματικόν, Πνεύματι Ἁγίῳ, ὁ ναὸς ὑμῶν ὁ σεπτός· ἐν αὐτῷ γὰρ πᾶς τις, προστρέχων ἐκλυτροῦται, δεινῶν ἀῤῥωστημάτων θεῖοι Ἀνάργυροι.

Χαίρετε νοσούντων θεραπευταί, καὶ ῥώσεως θείας, καὶ ὑγιείας προμηθευταί, χαίρετε διῶκται, πνευμάτων ἀκαθάρτων, Κοσμᾶ Δαμιανέ τε ἀξιοθαύμαστοι.

Πάσης ἀσθενείας πάσης ὀργῆς, φθορᾶς τε καὶ βλάβης, καὶ ἀλγήματος χαλεποῦ, ἀσινεῖς τηρεῖτε, ἡμᾶς θαυματοβρύται τοὺς προσιόντας πόθῳ, ὑμῖν Ἀνάργυροι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ῥῦσαι νοσημάτων χαλεπῶν, καὶ φθοροποιῶν ἀλγηδόνων, τῶν Ἀναργύρων δυάς, τοὺς θερμῶς προστρέχοντας, τῇ προστασίᾳ ὑμῶν, ἐνεργείας τῆς χάριτος, τῆς ὑμῖν δοθείσης, Κοσμᾶ παναοίδιμε, Δαμιανέ τε σοφέ, ὅπως ἐν ὑγιείᾳ τελεῖς, καὶ εἰρηνικὴ καταστάσει, τὸν ὑμᾶς δοξάσαντα δοξάζωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Παρακλητικός Κανών εις τους Αγίους Αναργύρους Κοσμά και Δαμιανό

Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Ρόδου Κυρίλλου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἀναργύρων εὐλαβῶς τῇ Εἰκόνι, οἱ χειμαζόμενοι πικραῖς ἀσθενείαις, ἀπὸ ψυχῆς προσπέσωμεν, κραυγάζοντες αὐτοῖς· ἅγιοι Ἀνάργυροι, ἰατροὶ τῶν νοσούντων, δεῦτε πρυτανεύοντες, τὴν κατ᾿ ἄμφω ὑγίειαν, τοῖς ταπεινοῖς ἡμῖν ὡς συμπαθεῖς, Δαμιανὲ καὶ Κοσμᾶ παμμακάριστοι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχὶς κατ᾿ Ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἁγίων συνόντες ταῖς στρατιαῖς, ὡς δικαιοσύνης, ἐκβλαστήσαντες τοὺς καρπούς, δέξασθε ἡμῶν τὰς ἐκ καρδίας, ἱκετηρίους δεήσεις  Ἀνάργυροι.

Βοήθεια γένοιτο θαυμαστή, Κοσμᾶ θεομάκαρ, καὶ θεόφρον Δαμιανέ, ὑμῶν ἡ πρεσβεία ῥυομένη, πάσης ἡμᾶς συμφορᾶς καὶ κακώσεως.

Γαλήνην αἰτεῖσθε παρὰ Θεοῦ, τοῖς προσερχομένοις, τῇ πρεσβείᾳ ὑμῶν πιστῶς, Ἀνάργυροι θεῖοι τοῦ Σωτῆρος, Δαμιανὲ καὶ Κοσμᾶ θεοδόξαστοι.

Θεοτοκίον.
Ὑπέραγνε Μῆτερ τοῦ Ἰησοῦ, τῶν κυριευόντων, τὴν ψυχήν μου ἁμαρτιῶν, ῥῦσαί με καὶ δίδου μοι βαδίζειν, ἐν σωφροσύνῃ τὸν ἅπαντα βίον μου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Δωρεὰν τοῖς νοσοῦσιν, ὡς συμπαθεῖς δίδετε, χάριν ἰαμάτων ἐν τάχει, θεῖοι Ἀνάργυροι· διὸ προστρέχω ὑμῶν, τῇ δραστικῇ ἰατρείᾳ· μή μου τὴν ἱκέσιον, φωνὴν παρώσητε.

Εὐσπλαγχνίας πλουτοῦντες, θεοειδὲς χάρισμα, δέξασθε ἡμῶν τὰς δεήσεις, θεῖοι Ἀνάργυροι, καὶ θεραπεύσατε, ἡμᾶς κατ᾿ ἄμφω νοσοῦντας, τῇ βοτάνῃ χρώμενοι, ὑμῶν τῆς χάριτος.

Ζωῆς ἄυλον ὕδωρ, πᾶσιν ἡμῖν βλύσατε, ταλαιπωρουμένοις ἀθλίως, παθῶν τῷ καύσωνι· πηγὴν γὰρ ἔχετε, Δαμιανὲ θεοφόρε, καὶ Κοσμᾶ μακάριε, θείας χρηστότητος.

Θεοτοκίον.
Ὦ Πανύμνητε Μῆτερ, ἡ τὸν Χριστὸν τέξασα, καὶ τὴν σωτηρίαν τῷ κόσμῳ, ἐξανατείλασα, χάριν μοι βράβευσον, τὴν μητρικήν σου πλουσίως, ἵνα μακαρίζω σε, τὴν Ἀειπάρθενον.

Διάσωσον, δυὰς τιμία τῶν Ἀναργύρων, Δαμιανὲ καὶ Κοσμᾶ παμμακάριστοι, ἡμᾶς παντοίων κινδύνων καὶ νοσημάτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Χριστοῦ τοῦ Θεοῦ, τὸ λόγιον πληρώσαντες,  Αὐτῷ εὐκλεῶς, ἐν οὐρανοῖς παρίστασθε, τοῖς ἐν κόσμῳ Ἅγιοι, δωρεὰν τὰς ἰάσεις παρέχοντες· διὸ ἡμᾶς ἐν ὕμνοις οἱ πιστοί, Δαμιανὲ καὶ Κοσμᾶ μακαρίζομεν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡδονῶν με θλιβόμενον, ἔνδοξοι Ἀνάργυροι ταῖς προσρήξεσι, μὴ παρίδητε ὡς εὔσπλαγχνοι, ἀλλ᾿ ἐπιφανέντες διασώσατε.

Θεῷ πάντοτε πρέσβευε, ἡ τῶν Ἀναργύρων δυὰς ἡ πάντιμος, ἵνα εὕρωμεν τὴν ἄφεσιν, τῶν ἀπειραρίθμων παραπτώσεων.

Ἱλασμός τε παράκλησις, γένοιτο καὶ ἴαμα ἡμῖν Ἅγιοι, παμμακάριστοι Ἀνάργυροι, ἡ ὑμῶν πρεσβεία πρὸς τὸν Κύριον.

Θεοτοκίον.
Ῥῦσαι Ἄχραντε Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος, τοὺς πιστῶς ἐξαιτουμένους σε, βοηθὸν ἐν βίῳ καὶ ὑπέρμαχον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κύριον Θεόν, ἱκετεύσατε Ἀνάργυροι, ἵνα νόσων χαλεπῶν καὶ συμφορῶν, ἡμᾶς ῥύσηται ὡς μόνος Πολυέλεος.

Λύσιν τῶν παθῶν, ἡμῖν Ἅγιοι βραβεύσατε, καὶ κατ᾿ ἄμφω ὑγιαίνοντας ὑμᾶς, τῇ θερμῇ ὑμῶν πρεσβείᾳ ἀναδείξατε.

Μείνατε ἀεί, μεθ᾿ ὑμῶν θεῖοι Ἀνάργυροι, τὴν εἰρήνην καὶ εὐστάθειαν ἡμῖν, ὡς συμπάθειαν πλουτοῦντες πρυτανεύοντες.

Θεοτοκίον.
Δέσποινα Ἁγνή, ἡ σαρκώσασα τὸν Ὕψιστον, τῆς σαρκός μου τὰς ὀδύνας συμπαθῶς, τῇ βοτάνῃ τῆς σῆς χάριτος θεράπευσον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νοσήματα, χαλεπὰ διώκετε, καὶ ἰᾶσθε ἀλγεινὰς ἀσθενείας, Δαμιανὲ καὶ Κοσμᾶ θεοφόρε, θαυματοφόροι Κυρίου Ἀνάργυροι· διὸ ἰάσασθε κἀμέ, ἀσθενοῦντα ψυχῇ τε καὶ σώματι.

Ξενήκουστα, ἐνεργεῖτε θαύματα, ὡς θεόθεν εὐκλεῶς δοξασθέντες· διὸ προστρέχομεν πίστει καὶ πόθῳ, ὑμῶν τῇ χάριτι θεῖοι Ἀνάργυροι, παρακαλοῦντες δι᾿ ὑμῶν, ἵνα εὕρωμεν Ἅγιοι ἔλεος.

Ὁλόφωτον, κατοικοῦντες θάλαμον, ἐν ὑψίστοις ὦ Ἀνάργυροι θεῖοι, ὡς μιμηταὶ ἀκραιφνεῖς τοῦ δι᾿ οἶκτον, σωματωθέντος ἐκ Κόρης Θεόπαιδος, μὴ παύσητε ὡς εὐμενεῖς, ἐπακούειν ἡμῶν τῶν δεήσεων.

Θεοτοκίον.
Πταισμάτων μου, τὸ δεινὸν χειρόγραφον, ῥῆξον ἄχραντε παρθένε Μαρία, τῆς συνεχούσης ἀθλίως με λύπης, χαριζομένη τὴν λύσιν ὡς εὔσπλαγχνος, καὶ τὴν ζωήν μου τῶν παθῶν, τῆς ἐφόδου τηροῦσα ἀλώβητον.

Διάσωσον, δυὰς τιμία τῶν Ἀναργύρων, Δαμιανὲ καὶ Κοσμᾶ θεοδόξαστοι, ἡμᾶς παντοίων κινδύνων καὶ νοσημάτων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῶν ἰαμάτων τὴν χάριν πλουτήσαντες, τοῖς ἀσθενοῦσιν ἰάσεις παρέχετε· διὸ θεοφόροι Ἀνάργυροι, Δαμιανὲ καὶ Κοσμᾶ θεοδόξαστοι, ἡμᾶς οἱ πιστοὶ μακαρίζομεν.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 1, 5-8).
Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες, ὅτι ἤγγικεν ἡ Βασιλεία τῶν Οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τοῦ Ἀναργύρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλην παρωσάμενοι, τὴν ἐν τῷ κόσμῳ ἀπάτην, τοῦ Χριστοῦ τοῖς ἴχνεσιν, κατηκολουθήσατε, ὡς ἐχέφρονες, καὶ ἀνεδείχθητε,  τῆς φιλευσπλαγχίας, ποταμοὶ ὑπερεκβλύζοντες, ἀχρύσως νείμαντες, τοῖς ἐν ἀσθενείας ἰάματα, καὶ πᾶσιν ἐπαρκέσαντες, τοῖς ἐν ἀλγειναῖς περιστάσεσιν. Ὅθεν δοξασθέντες, Ἀνάργυροι ἀξίως καὶ ἡμῖν, Θεοῦ αἰτεῖσθε τὸ ἔλεος, παῤῤησίᾳ πάντοτε.

Σῶσον ὸ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ποταμὸς ἰαμάτων, τοῖς νοσοῦσιν ὑπάρχει, ὑμῶν ὁ θεῖος ναός, ἐν ᾧ συναθροισθέντες, αἰτούμεθα ἐν πίστει, θεοφόροι Ἀνάργυροι, ἀπαλλαγὴν τῶν κακῶν, καὶ λύσιν τῶν πταισμάτων.

Ῥαντισμῷ τῷ ἀύλῳ, τῆς ὑμῖν δωρηθείσης, παρὰ Θεοῦ δωρεάς, τὴν τάλαινα ψυχήν μου, κακίας ῥυπαρίας, συμπαθῶς ἐκκαθάρετε, Δαμιανὲ καὶ Κοσμᾶ, δυὰς τῶν Ἀναργύρων.

Σωτηρίαν αἰτεῖσθε, καὶ παθῶν θεραπείαν, παρὰ τοῦ μόνου Θεοῦ, ἡμῖν τοῖς ἐκ βεβήλων, χειλέων ἱκεσίας, πρὸς ἡμᾶς ἀναφέροντας, Δαμιανὲ καὶ Κοσμᾶ, ψυχῇ συντετριμμένη.

Θεοτοκίον.
Ἐκ πηγῶν σωτηρίου, Θεοτόκε παρθένε, τὸ μυστικὸν τῆς ζωῆς, ἀνάβλυσόν μοι ὕδωρ, καὶ πρὸς ἀθανασίας, τὴν νομήν με ὁδήγησον, τῆς μητρικῆς σου στοργῆς, Ἁγνὴ τῇ βακτηρίᾳ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς τρυχομένους, ἐν ἀσθενείαις ποικίλαις, ἐπισκέψασθε Ἀνάργυροι Κυρίου, βραβεύοντες ῥῶσιν, αὐτοῖς καὶ σωτηρίαν.

Ὕμνοις τιμῶμεν, ὑμᾶς Ἀνάργυροι θεῖοι, ἐκδεχόμενοι ὑμῶν τὴν προστασίαν, ἐν πειρατηρίοις, τοῦ βίου καὶ ἀνάγκαις.

Φῶς κατοικοῦντες, ἐν οὐρανοῖς φῶς αἰτεῖσθε, ταῖς ψυχαῖς τῶν ἐν ναῷ προσερχομένων, ὑμῶν τῷ ἁγίῳ, Ἀνάργυροι ἐκ πόθου.

Θεοτοκίον.
Ἐν ἁμαρτίαις, μεμολυσμένον τὸν νοῦν μου, ἀποκάθαρόν πανάχραντε Μαρία, ἵνα σε γεραίρω, τὴν Κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Χαρίσματα πλουτοῦντες, τὰ τῶν ἰαμάτων, τὰς ἀμπλακίας ἡμῶν ἰατρεύσατε, καὶ τὴν κατ᾿ ἄμφω ὑγίειαν, πᾶσι χαρίσατε.

Ψαλμοῖς ὑμᾶς καὶ ὕμνοις, πόθῳ εὐφημοῦντες, Δαμιανὲ καὶ Κοσμᾶ ἱκετεύομεν· δεῦτε ἡμᾶς πάσης ζάλης, ἀπολυτρούμενοι.

Ὡς πάντων τῶν νοσούντων, θεῖοι ἰατῆρες, τὰς ἀσθενείας ἡμῶν ἐπισκέψασθε, τῶν εὐλαβῶς προστρεχόντων, ἡμῖν Ἀνάργυροι.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, κεχαριτωμένη, τῷ σταλαγμῷ τῆς θερμῆς εὐσπλαγχνίας σου, τὴν ταπεινήν μου καρδίαν, δεῦρο δροσίζουσα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρετε Ἀνάργυροι εὐκλεεῖς, Κοσμᾶ θεομάκαρ, καὶ θεόφρον Δαμιανέ, οἱ τῶν ἰαμάτων, θαυματουργοὶ δοτῆρες, καὶ ἀληθῶς θαυμάτων, λαμπτῆρες ἄσβεστοι.

Χαίρετε Ἀνάργυροι εὐκλεῖς, Κοσμᾶ θεοφόρε, καὶ παμμάκαρ Δαμιανέ, οἱ ἀμπλακημάτων, βραβεύοντες τὴν λύσιν, τοῖς πόθῳ προσιοῦσιν, ὑμῶν τῇ χάριτι.

Χάριτος Ἀνάργυροι τὴν πηγήν, ὡς ἀναστομοῦντες, τῇ τοῦ κρείττονος δωρεᾷ, ἐπιχορηγεῖτε, νοσοῦσι τὰς ἰάσεις, καὶ δείκνυσθε προστάται, πιστῶν θερμότατοι.

Ὡς ἀξιωθέντες παρὰ Θεοῦ, δωρεῶν ἐνθέων, ἀναβλύζετε μυστικῶς, τοῖς προσερχομένοις, ὑμῶν ἐν τῷ τεμένει, πηγὰς τῶν ἰαμάτων, θεῖοι Ἀνάργυροι.

Σκότος νοσημάτων ἐκ τῶν πιστῶν, Ἀνάργυροι θεῖοι, διαλύετε θαυμαστῶς, καὶ φωταγωγεῖτε, Χριστοῦ τὴν Ἐκκλησίαν, τῆς χάριτος τὸ φέγγος, ἐξανατέλλοντες.

Πρὸς δικαιοσύνης τὴν μυστικήν, ἀνάβασιν πάντας, κυβερνήσατε ἀσφαλῶς, τοὺς ἐξαιτουμένους, Ἀνάργυροι ἐκ πόθου, ἐνέργειαν τὴν θείαν, ὑμῶν τῆς χάριτος.

Πάντοτε πρεσβεύετε τῷ Χριστῷ, Ἀνάργυροι θεῖοι, ὑπὲρ πάντων τῶν εὐσεβῶς, ἐπιβοωμένων, ὑμῶν τὴν προστασίαν, ἐν βίου ταῖς ἀνάγκαις, καὶ περιστάσεσι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε εὐφημήσωμεν πιστῶς, ἐν ἀγαλλιάσει καρδίας, Δαμιανὸν τὸν σοφόν, καὶ Κοσμᾶν τὸν ἔνδοξον, ὡς παρακλήτορας, ἀληθεῖς καὶ ἀκέστορας, τῶν ἐν ἀσθενείαις, καὶ ποικίλοις πάθεσιν, αὐτοῖς κραυγάζοντες· δεῦτε τὰς αἰτήσεις πληροῦντες, τῶν ἐν τῷ ναῷ ὑμῶν πίστει, προστρεχόντων Ἅγιοι Ἀνάργυροι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Κύριλλον λυτρώσασθε Ἀρχιερέα,
Ἅγιοι Ἀνάργυροι πάσης ἀνάγκης.

Παρακλητικός Κανών εις τους Αγίους Αναργύρους Κοσμά και Δαμιανού

Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ του Βυζαντίου

†Εορτάζονται στις 1 Νοεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὰς χαμαιζήλους ἡδονὰς συμπατοῦντες, καὶ Ἀναργύρων τοὺς νοσοῦντας ἰώμενοι, Ἀνάργυροι πανεύφημοι καὶ θεῖοι ἰατροί, πρὸς Χριστοῦ ἐστέφθητε, οὐρανίοις στεφάνοις, ὅθεν ἱκετεύομεν, σκοτασμοῦ ἁμαρτίας, καὶ νοσημάτων ῥύσασθε ἡμᾶς, τὸν ἐπὶ πάντων Θεὸν ἱκετεύοντες.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τῇ Θεοτόκῳ μετὰ δέους ἐμφρόνως, πάντες προσδράμωμεν κραυγάζοντες πόθω, Ὑπεραγία Δέσποινα πανύμνητε, ῥῦσαι τῷ ἐλέει σου, ἀδοκήτων κινδύνων, πάσης περιστάσεως καὶ κολάσεως τάχος, καὶ πάσης νόσων λύμης, Ἀγαθῇ, εὐλογημένῃ Μαρία θεονυμφε.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Ἐν τοῖς Θεοτοκίοις· Σεραφείμ.

ᾨδὴ ά΄. Ἦχος πλ. δ΄ .Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενος ἀλγεινοῖς, πρὸς ὑμᾶς ἐνθέρμως, καταφεύγων ἐκδυσωπῶ, ταῖς πρὸς τὸν Θεὸν ὑμῶν πρεσβείαις, τούτων μὲ τάχος, Ἀνάργυροι ῥύσασθε.

Παθῶν καταφλέγει μου φλὸξ δεινή, Ἀνάργυροι θεῖοι, τὴν καρδίαν καὶ τὴν ψυχήν, ταχέως οὖν ταύτην ἱκετεύω, ταῖς ὑμετέραις δεήσεσι σβέσατε.

Νοσῶν πλείστοις πάθεσι χαλεποῖς, πολλῶν ἐκ πταισμάτων, τῷ φαρμάκῳ τῶν δραστικῶν, ὑμῶν πρεσβειῶν πρὸς τὸν Δεσπότην, ἐκλιπαρῶ ἰαθῆναι, Ἀνάργυροι.

Θεοτοκίον.
Συνέτισον τὸν δοῦλόν σου, Μαριάμ, ἄνοιξόν μοι πύλας μετανοίας, καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τῇ μεσιτεία σου ῥῦσαί με, Δέσποινα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Προστασίαις ταῖς θείαις ὑμῶν, Ἀνάργυροι ῥύσασθε, ἐμὲ τὸν ἐν ζάλῃ καὶ τρικυμίαις τοῦ βίου ἐγκυματούμενον, ὑμᾶς γὰρ εὕρηκα, μετὰ Θεὸν κυβερνήτας, πρὸς λιμένα ἄσυλον καὶ ἀχείμαστον.

Ἱκετεύω ἐν πόθῳ τὴν τῆς ψυχῆς κάκωσιν, καὶ τὰς σαρκικὰς ἀσθενείας μου ἰατρεύσατε, ὑμεῖς γὰρ πάνσεπτοι, τὸν τῶν ψυχῶν καὶ σωμάτων, ἰατρὸν τὸν Πάνσοφον ἐμιμήσασθε.

Χαλεπαῖς ἀῤῥωστίαις καὶ τακτικοῖς πάθεσιν, ὅλῳ καθ’ ἑκάστην, Ἀνάργυροι, τηκομένῳ μοι, ταῖς πρὸς τὸν Κύριον, ὑμῶν ἐνθέρμοις πρεσβείαις, φάρμακα δωρήσασθε ἀλεξίπονα.

Θεοτοκίον.
Ἐπὶ κλίνης ὀδύνης ὀδυνηρῶς κείμενος, σὲ ἐπικαλοῦμαι Παρθένε, κλῖνον τὸ οὖς σου ἐμοί, σπεῦσον τοῦ σῶσαί με καὶ ἐξελέσθαι ἐν τάχει, πυρὸς ὑποσμύχοντος νῦν τὴν καρδίαν μου.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Τῶν παθῶν μου τὸν καύσωνα, καὶ τὸν τῆς ἀθλίας ψυχῆς μου τάραχον, ταῖς εὐχαῖς ὑμῶν, Ἀνάργυροι, σβέσατε ἐν τάχει καὶ κατευνάσατε.

Ἀπολαύοντες πάντοτε, τῶν ἐκ τῆς εἰκόνος ὑμῶν, Ἀνάργυροι, χαρισμάτων, ἀναμέλπομεν, τὸν ὑμᾶς δοξάσαντα ὑπεράγαθον.

Ἐπὶ κλίνης με κείμενον, καὶ νόσον νοσοῦντα ψυχῆς καὶ σώματος, ὧ Ἀνάργυροι ἐγείρατε, ταῖς πρὸς τὸν Σωτῆρα ὑμῶν δεήσεσι.

Θεοτοκίον.
Ῥῶσιν δίδου μοι, Πάναγνε, ἐπικαμπτομένη οἰκτραῖς δεήσεσι, πᾶσαν νόσον καὶ ἐπάχθειαν, ἐπιοῦσαν ἄφνω ἀναστέλλουσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον ταχύ, τὴν ψυχήν μου θείας χάριτος, τῶν Ἀναργύρων ἡ σεπτὴ Δωδεκάς, τοῦ προσιόντος τῇ σκέπη καὶ τῇ εἰκόνι σου.

Λύτρωσαί με νῦν σαῖς πρὸς Κύριον ἐντεύξεσι, δεινῆς ἐκ νόσου καὶ πάσης θλίψεως, ὧ δωδεκὰς Ἰατρῶν ἀξιάγαστε.

Ἴασαι ψυχῆς τὰ πολλὰ πάθη καὶ σώματος, ὧ δωδεκὰς Ἰατρῶν παμμακάριστε, τῶν μετὰ πόθου προσκυνούντων τὴν εἰκόνα σου.

Θεοτοκίον.
Ἅπαντα ἐχθρὸν δυσμενῶν ἐπιτεθέμενος, ἡμῖν τοῖς δούλοις σου, Πανάμωμε, θείῳ σου κράτει, συμπατοῦσα ἐξαφάνισον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Θανάτου καὶ συμφορῶν καὶ θλίψεων, ἀπαλλάξατε δεινῶν τε παντοίων, ὧ Ἰατροὶ ἄμισθοι τῶν νοσούντων, ἐσαεὶ λυτρωτὰς ἐπιγραφόμενοι, σωτῆράς τε μετὰ Θεόν, εὐκλεέστατοι θείοι Ἀνάργυροι.

Ἐν κλίνη τῶν ἀνιάτων παθῶν μου, κατακείμενος, Ἀνάργυροι θεῖοι, ἐκλιπαρῶ τῆς θερμῆς ὑμῶν σκέπης, καὶ ἀντιλήψεως μὴ μὲ στερήσητε, πρεσβεύοντες διηνεκῶς, ὅπως εὕρω ὑγιείας ἀντίληψιν.

Θεοτοκίον.
Φιλεύσπλαγχνε τοῦ Θεοῦ λοχεύτρια, ὧ παρθένε Θεοτόκε Μαρία, τῇ πρὸς Θεὸν ἐκτενεῖ σου πρεσβεία, τῶν δυσχερῶν με ἀπάλλαξον κράζοντα, δοξάζω σὲ μόνη ἁγνή, Παναγία θεόνυμφε Δέσποινα.

Ἐπίβλεψον, ὧ δωδεκὰς Ἀναργύρων ἁγία, ἐπὶ τὴν ἐμὴν ψυχῆς τε καὶ σώματος κάκωσιν, καὶ ἴασιν δώρησαί μοι λιταῖς σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάται θερμοὶ καὶ φύλακες ἄγρυπνοι, τῶν πίστει ὑμᾶς ἀνυμνούντων ὑπάρχοντες, ἐκ ψυχῆς βοῶμεν ὑμῖν, ἀκέστορες πάνσεπτοι σπεύσατε, καὶ ἐκ κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς παῤῥησίαν πρὸς Κύριον ἔχοντες.

Προκείμενον.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Στίχος. Ἀκούσατε ταύτᾳ πάντα τὰ ἔθνη.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 5-8).
Τῷ καιρῶ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὑτοῦ, ἔδωκεν αὑτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὑτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὑτοῖς, λέγων, εἰς ὀδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ, κηρύσσετε, λέγοντες. Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τῶν Ἀναργύρων, πρεσβείαις, Ἐλεῆμον, ἀπάλλαξον παθῶν με καὶ δώρησαι ὑγίειαν.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις εὐπροσδέκτοις, ἐλέησον τὸν κόσμον, Χριστὲ ὡς εὐεργέτης.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Καὶ τὸ Τροπάριον. Ἦχος πλ. β΄.
Μεταβολὴ θλίψεως πάσης, ἀπαλλαγὴ παντοίας νόσου ὑπάρχουσα, δωδεκὰς ἡ ἁγία, Ἀναργύρων τῶν πανευκλεῶν, σῷζε πάντας ἐκ τῆς ὀλεθρίας, τοῦ ἐχθροῦ ὁρμῆς καὶ ἐπηρείας, θείαις σου πρὸς Κύριον ἐντεύξεσι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ὀξείαν μου νόσον, εἰς ὑγίειαν, Ἅγιοι, μεταποιήσατε νῦν, ψυχὴν ὁμοῦ καὶ σῶμα, ἰώμενοι τελείως, τοῦ βοῶντος πρὸς Κύριον, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σωμάτων ἰατῆρας, καὶ ψυχῶν σωτῆρας ὑμᾶς ἐπιστάμενοι, δεόμεθα ἰᾶσθαι, καὶ σῴζειν τοὺς βοῶντας, πρὸς τὸν πάντων Σωτῆρα Χριστόν, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἐκ χειμῶνος τὸ ἔαρ, καὶ ἐκ ζάλης γαλήνη, Ἁγνὴ προέρχεται, ἐκ ζόφου δὲ πταισμάτων, τὸ φῶς τῆς ἀπαθείας, μετανοίᾳ εἰσέρχεται, οἱ ἐμπαθεῖς τοιγαροῦν, θαῤῥῶμεν μεταγνῶντες.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς βοηθείας τῆς παρ’ ὑμῶν δεομένους, μὴ παρίδητε Ἀνάργυροι θεῖοι, ἀλλ’ ἐκ νόσου πάσης λυτρώσασθε καὶ βλάβης.

Τῶν πειρασμῶν ὑμεῖς, προσβολὰς τὰς ποικίλας, ἐκδιώκετε Ἀνάργυροι πάσας, ταῖς πρὸς τὸν Δεσπότην θερμαῖς ὑμῶν πρεσβείαις.

Τῶν νοσημάτων σύ, ἰατρεία ἐτοίμη, ἡ τῶν θείων ἐδείχθης Ἀναργύρων, Δωδεκὰς σοφή τε, καὶ ὄντως θαυμασία.

Θεοτοκίον.
Ἵνα τιμῶν ἀνυμνῶ μετὰ πόθου, τὸ παμπόθητον, Μαρία, ὄνομά σου, νόσων καὶ κινδύνων ἐκλύτρωσαί με τάχος.

ᾨδὴ θ΄. Κυρίως Θεοτοκίον.
Ῥοήν μου τῶν δακρύων, δέξασθε ἀσμένως, καὶ ταῖς λιταῖς ὑμῶν πάντα τὸν βόρβορον, τῶν νοσημάτων μου πλύνατε, ὧ Ἀνάργυροι.

Χαρᾶς τῆς αἰωνίου, πάντες σὺν Ἀγγέλοις ἐπαπολαύοντες, θεῖοι Ἀνάργυροι, χαρᾶς ἀλήκτου πληροῦτε καὶ τὰς καρδίας ἡμῶν.

Λιμὴν καὶ ἰατρεῖον πέλει τῶν νοσούντων, ἡ τῶν σοφῶν ἰατρῶν σεβασμία εἰκών, ἡ προσιόντες ἐν πίστει νόσων λυτρούμεθα.

Θεοτοκίον.
Μαρία Θεοτόκε, τῶν πιστῶν χορείας, ἐξ ὁρατῶν ῥυομένη καὶ ἀοράτων ἐχθρῶν, σῷζε ἐκ πάσης φθορᾶς κινδύνων καὶ θλίψεων.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πάντων τῶν νοσούντων τοὺς ἰατρούς, πηγὰς ἰαμάτων, Ἀναργύρους τοὺς εὐκλεεῖς, δεῦτε συνδραμόντες οἱ φιλέορτοι τούτους, χρεωστικῶς ἐν ὕμνοις δοξολογήσωμεν.

Ἀνάργυροι θεῖοι, θαυματουργοί, ἰατροὶ νοσούντων, ἰατρεύσατε τοὺς θερμῶς, ἐπικαλουμένους ὑμᾶς, παθῶν ποικίλων, ταῖς ὑμῶν πρεσβείαις πρὸς τὸν φιλάνθρωπον.

Μὴ παύσητε, Ἀνάργυροι ἰατροί, ψυχῶν καὶ σωμάτων, ἱκετεύειν ὑπὲρ ἡμῶν, τὴν σεπτὴν Τριάδα, ῥυσθῆναι ἐκ κινδύνων, καὶ πάσης ἀσθενείας ἡμᾶς καὶ θλίψεως.

Ἰάσεων ἅπαντες τὰς πηγάς, ὀχετοὺς ἀφθόνους δωρημάτων τῶν τοῦ Θεοῦ, φωτὸς τοῦ ἀύλου τὰ πάμφωτα δοχεῖα, τοὺς θείους Ἀναργύρους ἀνευφημήσωμεν.

Καὶ τὸ Θεοτοκίον.
Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σὺ μοι βοήθησον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Τροπάριον. Ἦχος πλ. δ΄.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε ὀρθοδόξων ἡ πληθύς, δεῦτε τῶν πιστῶν αἱ χορεῖαι κατασπασώμεθα, εἰκόνα τὴν πάνσεπτον, τῶν Ἀναργύρων Χριστοῦ, ἰατρῶν τῶν παθῶν ἡμῶν, πρὸς αὑτοὺς βοῶντες, ῥύσασθε Ἀνάργυροι, ἐκ τῶν κινδύνων ἡμᾶς, νόσων καὶ παθῶν ἀνιάτων, ταῖς εὐχαῖς ὑμῶν πρὸς τὸν Κτίστην, τοὺς ὑμᾶς τιμῶντας, πανσεβάσμιοι.

Πηγή