Παρακλητικός Κανών εις τους Αγίους Αντώνιο τον Μέγα και Παύλο τον Θηβαίο  

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος Σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισον μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματος Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τἀ ἑξῆς Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς ἀπλανεῖς τῆς Θηβαΐδος ἀστέρας, τοὺς ἐν ἀσκήσει ἰσοβίῳ τελείᾳ, χαμαικοιτίᾳ δάκρυσι πολλοῖς στεναγμοῖς, καὶ ἱδρῶσιν ἅπασαν καταυγάσαντας κτίσιν, δεῦτε εὐφημήσωμεν καὶ βοήσωμεν πίστει· ἐξ ἀνηκέστου ῥύσασθε φθορᾶς, ἡμᾶς ὦ Παῦλε σοφὲ καὶ Ἀντώνιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Kαὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
ΜΕΣΙΤΕΙΑΝ ΠΑΥΛΟΥ ΚΑῚ ΑΝΤΩΝΙΟΥ ΑΙΤΟΥΜΑΙ. Χ.

Ἦχος πλ. δ΄.  ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Μὴ παύσητε πρότυπα μοναστῶν, μακάριε Παῦλε, καὶ Ἀντώνιε τοῦ Χριστοῦ, δεόμενοι δοῦναί μοι σοφίαν, τοῦ ἀντιστῆναι τῇ πλάνῃ τοῦ ὄφεως.

Ἐνθέων χαρίτων καὶ ἀρετῶν, φωστῆρες ἐρήμου, πεπλησμένοι μαρμαρυγαῖς, φωτὸς σωτηρίου τῶν τιμωντων, ὑμᾶς πιστῶς τὰς ψυχὰς καταυγάσατε.

Σταυροῦ τῇ δυνάμει πυρσοὶ λαμπροί, τὴν ἔπαρσιν ὄντως, κατεβάλετε τοῦ ἐχθροῦ, καὶ νῦν τῷ Χριστῷ παρεστηκότες, ὑπὲρ ἡμῶν ἀενάως πρεσβεύετε.

Ἰάσασθε πάθη τὰ χαλεπά, ψυχῶν καὶ σωμάτων, Θηβαΐδος καθηγηταί, Ἀντώνιε ἅμα τε καὶ Παῦλε, τῶν τὴν ἡμῶν εὐφημούντων ἐνάσκησιν.

Θεοτοκίον.
Τῇ θείᾳ προσφεύγων σου ἀρωγῇ, κραυγάζω σοι· πύλας, μετανοίας μοι Μαριάμ, πανύμνητε ἄνοιξον καὶ ῥῦσαι, ἐξ ἁμαρτίας τὸν δοῦλόν σου δέομαι.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἐπὶ κλίνης ὀδύνης, καὶ σκοτασμοῦ κείμενοι, σὲ τὸν οἰκιστὴν Θηβαίδος, ἐπικαλούμεθα, ἐξ ἑνεστῶτος κακοῦ, καὶ ἀσθενείας λοιμώδους, ῥῦσαι τοὺς ἱκέτας σου, Παῦλε βοῶμέν σοι.

Ἱκετεύω ἐν πόθῳ, τοὺς τῆς ψυχῆς μώλωπας, ἴασαί μου φοίνιξ ἐρήμου, μάκαρ Ἀντώνιε, ὁ τὰς δαιμόνων ὁρμάς, τὰς βδελυρὰς ἀποκρούσας, χάριτι τοῦ Κτίσαντος, καὶ Παντοκράτορος.

Ἀγωγῆς ἐναρέτου, ὑπογραμμὸς γέγονας, καὶ ἀπαρακλήτου ἐρήμου, θεῖος διάκοσμος, διό σοι Παῦλε σοφέ, τῷ ἀσκητῇ τοῦ Κυρίου, προσιόντες χάριτας, πάντες λαμβάνομεν.

Νοσημάτων παντοίων, τῶν ἀρετῶν ἄγαλμα, καὶ τῶν εὐδρομοῦντων ἀλεῖπτα, θεῖε Ἀντώνιε, τοὺς εὐφημοῦντας πιστῶς, τοὺς σοὺς ἀόκνους καμάτους, ῥῦσαι καὶ διάσωσον, πάντας ἐκ θλίψεων.

Θεοτοκίον.
Προστασίαν καὶ σκέπην, ἐν συμφοραῖς ἔχομεν, σὲ Θεογεννῆτορ Παρθένε, καὶ καταφύγιον, οἱ ἐν τοῖς βίου δεινοῖς, καὶ τρικυμίαις καὶ ζάλαις, στένοντες πανύμνητε, ὅρμε ἀχείμαστε.

Λυτρώσατε, ἀπὸ κινδύνων Ἀντώνιέ τε καὶ Παῦλε, τοὺς ἀπαύστως τῇ κραταιᾷ ὑμῶν σκέπῃ σπεύδοντας, ὡς κόσμου προστᾶται ταχεῖς καὶ ῥῦσται.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀζύγων σεπτῶν ἐρήμου ὑφηγήτορες, ἀνδρῶν ζηλωτῶν τῆς πίστεως κειμήλια, εὐλαβῶς ἡμῖν κράζομεν· Θηβαΐδος ῥόδα μυρίπνοα, ἐξ ἁμαρτίας ῥύσασθε δεινῆς, τοὺς πόθῳ ὑμᾶς ἀεὶ γεραίροντας.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀκηλίδωτον ἔσοπτρον, Παῦλε θεηγόρε τοῦ θείου Πνεύματος, τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, σαῖς λιταῖς τῷ πνεύματι ὑπόταξον.

Ὑπὲρ φύσιν Ἀντώνιε, ἐν τῇ Θηβαΐδι ἀγωνισάμενος, ἰατρεῖον ὤφθης ἄσυλον, τῶν ψυχῶν ἀζύγων ἀκροθίνιον.

Λαμπηδόνες ἀείφωτοι, ἐγκρατείᾳ ἔρημον ἐφωτίσατε, Παῦλε θεῖε καὶ Ἀντώνιε, καὶ πιστῶν τὰς τρίβους κατηυγάσατε.

Θεοτοκίον.
Οὐρανῶν Παναμώμητε, καὶ τῆς γῆς ὀσφράδιον εὐωδέστατον, τὴν ψυχήν μου καταμύρισον, ταπεινοφροσύνῃ καὶ πρᾳότητι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕπουλον ἐχθρόν, τὸν ζητοῦντα ἀφανίσαι με, ἐκδιώξατε οἱ τούτου τὰς ὀρμάς, προσευχῇ τε καὶ νηστείᾳ ἀντικρούσαντες.

Κῆπον τῆς Ἐδέμ, λογιζόμενοι τὴν ἔρημον, ἐντρυφήσατε τὸ μέλι ἐν αὐτῇ, τῆς θεώσεως ὦ Παῦλε καὶ Ἀντώνιε.

Ἄνοσον ζωήν, δότε πᾶσι τοῖς γεραίρουσι, θεῖε Παῦλε καὶ Ἀντώνιε ὑμᾶς, ὡς πασχόντων ἰατροὺς καὶ ἀντιλήπτορας.

Θεοτοκίον.
Ἴασαι ἡμᾶς, Θεοτόκε κοσμοπόθητε, τοὺς προστρέχοντας τῇ σῇ ἐπισκοπῇ, καὶ ψυχῶν τὰς ἀῤῥωστίας ἀποδίωξον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀντώνιε, δένδρον εὐσκιόφυλλον, τῆς ἐρήμου ὁ πληθύϊ ἀγώνων, ἀναδειχθείς, μοναστῶν ὑφηγήτωρ, καὶ πολιστὴς Θηβαΐδος τρισένδοξος, ἱκέτευε διηνεκῶς, τὴν ἐξ ὕψους δοθῆναί μοι λύτρωσιν.

Νουνέχειαν, τοῦ ἀνδρὸς τιμήσωμεν, δι’ ἧς ἔπαυσε λεόντων ἐφόδους, ἐν Θηβαΐδι βοῶντες ἀπαύστως· τοὺς εὐσεβεῖς θεῖε Παῦλε ἐνίσχυσον, καταβαλεῖν τοῦ πονηροῦ, τὰς δολίας ἐφόδους πανόλβιε.

Τὴν κλίμακα, ἀρετῶν ἀνήλθετε, ἐν ἐρήμῳ Θηβαΐδος καὶ χθόνα, αὐτῆς ἀρδεύσαντες ὄμβροις ἱδρώτων, πρὸς τὰ οὐράνια ἤρθητε δώματα, λιτόμενοι ὑπὲρ ἡῶν, Παῦλε μάκαρ καὶ σῶφρον Ἀντώνιε.

Ὡς ἄσαρκοι, ἐπὶ γῆς βιώσαντες, ἀρετῆς καινὴν ὁδὸν ἀγαγόντες, τῆς Θηβαΐδος οἰκήτορες πρῶτοι, ἀνδρῶν ἀζύγων κανόνες ἐδείχθητε, καὶ τρίβον πᾶσι τῷ Θεῷ, τελειότητος δεῖξαι πρεσβεύσατε.

Θεοτοκίον.
Ναρδόσταχυ, μυροβόλε Δέσποινα, ἡ ἀῤῥήτου εὐωδίας πληροῦσα, τὸ χριστεπώνυμον πλῆθος δυσώπει, τὸν σὸν Υἱὸν καὶ τοῦ κόσμου ὀσφράδιον, ῥυσθῆναι πάντας συφορῶν, ἀλγηδόνων δεινῶν καὶ κακώσεων.

Λυτρώσατε, ἀπὸ κινδύνων Ἀντώνιέ τε καὶ Παῦλε, τοὺς ἀπαύστως τῇ κραταιᾷ ὑμῶν σκέπῃ σπεύδοντας, ὡς κόσμου προστᾶται ταχεῖς καὶ ῥῦσται.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Θηβαΐδος ξυνωρὶς Κυρίῳ εὐάρεστος, ἐπίσταται ψυχῶν τῶν ἡμῶν ἱερώτατοι, ταῖς ἀπαύστοις, ὑμῶν πρεσβείαις σπεύδομεν ταχύ, οἱ ἐν κλύδωσί τε συμφοραῖς, καὶ ἐφορμήσει τοῦ ἐχθροῦ, χειμαζόμενοι κράζοντες· σπεύσατε βοηθῆσαι, τοὺς πέλοντας καθ’ ἑκάστην, ἐν δυσθυμίᾳ γηγενεῖς, θεῖε Παῦλε καὶ Ἀντώνιε.

Προκείμενον
Υπομένων ύπέμεινα τον Κύριον, καί προσέσχε μοι, και είσήκουσε τής δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καί κατεύθυνε τὰ διαβηματά μου.

Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ιβ΄. 8-12).
Εἶπεν ὁ Κύριος· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ·  ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.  Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ζεῦγος τὸ θεόφιλον, τὴν ἱερὰν ξυνωρίδα, Παῦλον τὸν μακάριον, καὶ τὸν θεῖον πρύτανιν μακαρίσωμεν, μέγαν Ἀντώνιον, ὄργανος χάριτος, καὶ ἀσκήσεως ἐκτύπωμα, καὶ τούτοις κράξωμεν· ἐρήμου θεόσδοτοι ἔνοικοι, σπεύσατε διασώσασθαι, τοὺς ὑμῶν αἰτοῦντας ἐπιστασίαν, ἵνα εἰς αἰῶνα, δοξάζωσι τὸν Κτίστην τοῦ παντός, καὶ ζωοπάροχον Κύριον, τὸν ὑμᾶς κρατύναντα.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου….

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἱλασμὸν ἐγκλημάτων, ἐγκρατείας ὀάσεις καὶ δένδρα ἀειθαλῆ, Ἀντώνιε καὶ Παῦλε, βραβεύσατε τοὺς πίστει, εὐφημοῦντας ἐν ᾄσμασιν, ὑμῶν τοὺς θεορτεπεῖς, ἀγῶνας ἐν ἐρήμῳ.

Οἰ ἐκ νόσων παντοίων, ἀδοκήτων κινδύνων, καὶ πειρασμῶν ζοφερῶν, τρυχόμενοι ταῖς θείαις, ὑμῶν πρὸς τὸν Σωτῆρα, μεσιτείαις προσφεύγομεν, Ἀντώνιε ἱερέ, καὶ Παῦλε θεοφόρε.

Ὑπεράγαν πτωχείαν, ἀγαπήσαντες ὄντως ἐν τῇ ἐρήμῳ μακράν, Ἀντώνιε καὶ Παῦλε, ᾠκήσατε καὶ σκεύη Παρακλήτου γεγόνατε, πρεσβεύετε οὖν Χριστῷ, ὐπὲρ ὑμῶν ἀπαύστως.

Θεοτοκίον.
Ἀγλαόμορφε Κόρη, Παναγία Παρθένε, χαρᾶς ἐμῆς θησαυρέ, ἐφάπλωσον σὴν σκέπην, καὶ πάντας περιφρούρει, τοὺς ἐν πίστει δοξάζοντας, τὰ μεγαλεῖα τὰ σά, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἵνα δοξάζω, ὑμῶν τὰ ἔνδοξα ἆθλα, ἐν ἐρήμῳ ὦ Ἀντώνιε καὶ Παῦλε, δότε μοι ὑγείαν, κατ’ ἄμφω θεοφόροι.

Τὰ τῆς ψυχῆς μου, ἀποκαθάρατε πάθη, οἰ συντόνῳ ἐνασκήσει καθαρθέντες, ἐν τῇ Θηβαΐδι, Ἀντώνιε καὶ Παῦλε.

Ὅσοι ἐν πίστει, εἰλικρινεῖ εὐφημοῦσι, τὰ παλαίσματα ὑμῶν Πατέρες θεῖοι, τῶν ψυχῶν ἀφθόνως, λαμβάνουσι τὴν ῥῶσιν.

Θεοτοκίον.
Ὕπουλον ὄφιν, Παρθένε σύντριψον τάχος, ἵνα μὴ ἀποπλανήσῃ με τὸν τάλαν, τοῦ σοῦ θείου Τόκου, τῇ κραταιᾷ δυνάμει.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσητε τὸν Κτίστην, λιτόμενοι ἀπαύστως, Παῦλε σοφὲ καὶ Ἀντώνιε ἔνθεε, ψυχῆς εἰρήνην διδόναι ὑμᾶς τοῖς μέλπουσιν.

Ἀγγέλων συμπολῖται, Ἀντώνιε καὶ Παῦλε, μὴ διαλίπητε κατεποπτεύοντες, τοὺς ἀκλινεῖ διανοίᾳ ὑμᾶς γεραίροντας.

Ἰάσασθε τὰς νόσους, μοναζόντων κλέη, τῶν ἀσιγήτως τιμώντων τὰ σκάμματα, ὑμῶν Πατέρες ἐρήμου θεοειδέστατοι.

Θεοτοκίον.
Χαρίτωσόν με Κόρη, τὸν σὲ ἀνυμνοῦντα, ὡς ἐναρέτου ζωῆς ὑποτύπωσιν, καὶ ἀληθῆ Θεοτόκον ὁμολογοῦντά σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις πανυπέρτιμε ξυνωρίς, Παῦλε θεοφόρε, τῆς ἐρήμου ὑφηγητά, καὶ πνευματοφόρε, Ἀντώνιε φωσφόρε, τῆς Θηβαΐδος κρίνα, πανευωδέστατα.

Χαίροις Θηβαΐδος σεπτὴ δυάς, ἡ τὴν μονοτρόπων, ὑποδείξασα βιοτήν, χαίροις μάκαρ Παῦλε, κυάθιον σοφίας, καὶ σκεῦος ἐγκρατείας, θεῖε Ἀντώνιε.

Χαίροις μονοτρόπων ἡ κορυφή, χαίροις τῆς Ἀγγέλων, πολιτείας ὁ μιμητής, χαίροις τῆς ἐρήμου, τὸ μυροβόλον ἄνθος, Ἀντώνιε Ὁσίων τὸ ἀκροθίνιον.

Χαίροις μοναζόντων ἡ κορωνίς, χαίροις ἐγκρατείας, καὶ ἀσκήσεως ἡ κρηπίς, χαίροις Θηβαΐδος, ὁ οἰκιστὴς ὁ πρῶτος, Ἀγγέλων συμπολῖτα, Παῦλε θεσπέσιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖοι πρώταρχοι, τῶν μονοτρόπων, ἐνοικήσαντες ἐν Θηβαΐδι, ἠγλαΐσατε ἐρήμου τὰ πέρατα, Ὅσιε Παῦλε σοφὲ καὶ Ἀντώνιε, πνευματοφόρε ἀσκήσεως ἔσοπτρα, τῷ Παντάνακτι, Χριστῷ ἐκτενῶς πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Πάντων προστατεύεις.
Πάντας, τοὺς τιμῶντας τὴν ὑμῶν, ἄσκησιν ἐν τῇ Θηβαΐδι, ὀάσεις πνευματικαί, Παῦλε ἀξιάγαστε ἀκτημοσύνης κανών, καὶ Ἀντώνιε ὄλβιε, πυθμὴν σωφροσύνης, σκέπετε καὶ ῥύσασθε, ἐξ ἀνηκέστου φθορᾶς, ἵνα ἐσαεὶ ἀνυμνῶσι, Τὸν δι’ ἀγαθότητα ἄκραν, ἐν τῷ Ἰορδάνῃ κάραν κλίναντα.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς.
Ἀμήν.