Δύο Παρακλητικοί Κανόνες εις τους Αγίους Αποστόλους
Παρακλητικός Κανών εις τους Αγίους Δώδεκα Πανεύφημους Αποστόλους
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζονται στις 30 Ιουνίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἀποστόλων δωδεκάριθμε δῆμε, οἱ τοῦ Σωτῆρος Μαθηταὶ καὶ αὐτόπται, ὑπὲρ ἡμῶν πρεσβεύσατε πρὸς Κύριον, ῥύεσθαι ἑκάστοτε, πειρασμῶν καὶ κινδύνων, καὶ διδόναι ἄφεσιν, δυσωποῦμεν πταισμάτων, τοῖς προσιοῦσι πίστει ἀκλινεῖ, τῇ προστασίᾳ ὑμῶν ἀξιάγαστοι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχὶς·
Ἡ Ἀποστόλων χάρις με σκέπε. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἠλίου ἀκτῖνες τοῦ νοητοῦ, Χριστοῦ τοῦ Σωτῆρος, καὶ Ἀπόστολοι θαυμαστοῖ, παθῶν μου σκεδάσατε τὸ σκότος, ταῖς φωταυγέσιν ὑμῶν παρακλήσεσιν.
Ἀκρότης τυγχάνοντες Μαθητῶν, ὦ Πέτρε καὶ Παῦλε, ἀκαθάρτων ἡμᾶς παθῶν, ῥύσασθε ὑμῶν ταῖς ἱκεσίαις, καὶ πολυτρόπων κινδύνων καὶ θλίψεων.
Πηγάζοντες ὕδωρ τὸ καθαρόν, ζωῆς αἰωνίου, δωδεκάριθμοι Μαθηταί, ποτίσατε νᾶμα σωτηρίας, τοὺς τηκομένους αύχμω παραβάσεων.
Θεοτοκίον.
Ὁ πάντων Δεσπότης καὶ Ποιητής, ἐκ σοῦ ἐσαρκώθη, καὶ διέσωσε τὸν Ἀδάμ, ὦ πρέσβευε Κόρη Θεομῆτορ, σώσαι κάμε ἁμαρτίαις ὀλλύμενον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωτηρίας πρὸς τρίβον, καὶ πρὸς ζωὴν κρείττονα, σὺν τῷ ίερω Ἰακώβῳ, Άνδρέα πάνσοφε, καθοδηγήσατε, τοὺς ἀδιστάκτῳ καρδία, τὴν ὑμῶν βοήθειαν, αἰτοῦντας πάντοτε.
Τῶν ἐχθρῶν τὰς ἐφόδους, τὰς καθ’ ἡμῶν λύσατε, καὶ πειρατηρίων ποικίλων, ἡμᾶς λυτρώσασθε, ὦ Ἰωάννη σοφέ, σῦν τῷ Φιλίππῳ τῷ θείω, ὣς μεσῖται μέγιστοι, ἡμῶν πρὸς Κύριον.
Ὁλικῇ διανοίᾳ, πίστει ὑμῖν σπεύδομεν, δώδεκα Χριστοῦ μυστολέκται, καὶ ἀνακράζομεν ἐκ πάσης θλίψεως, καὶ ἀσθενείας καὶ βλάβης, ἀσινεῖς λυτρώσασθε, ἡμᾶς δεόμεθα.
Θεοτοκίον.
Λυτρωτὴν καὶ Σωτῆρα, πάντων βροτῶν τέξασα, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, Χριστὸν Πανύμνητε, τῆς τῶν δαιμόνων με, ἐπιδρομῆς καὶ μανίας, λύτρωσαι με δέομαι, τῇ σῇ χρηστότητι.
Διάσωσον ὁ δωδεκάριθμος δῆμος τῶν Ἀποστόλων, ἀπὸ πάσης ἐπιφοράς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θεῖα ὑμῶν πρεσβεῖα.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα Θερμῇ.
Προστάται ἡμῶν, καὶ θεῖοι ἀντιλήπτορες, Χριστοῦ Μαθηταί, ὑπάρχοντες μὴ παύσησθε, ἀπαύστως ἐκλυτρούμενοι, τῶν ἐν βίῳ δεινῶν περιστάσεων, τοὺς τῇ Ἀγίᾳ ὑμῶν ἀρωγῇ, ἐν πίστει καὶ πόθῳ καταφεύγοντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς ἀστέρες ἀείφωτοι, σὺν Βαρθολομαίῳ Θωμᾶ μακάριε, τῷ φωτὶ τῶν πρεσβειῶν ὑμῶν, λύσατε τὸν ζόφον τῆς καρδίας μου.
Νόμῳ θείῳ λαμπρύνατε, οἶα νομοθέται τῆς θείας χάριτος, σῦν Ματθαίῳ Μᾶρκε ἔνδοξε, τοὺς τῇ φωταυγείς ὑμῶν σπεύδοντας.
Χάριν θείαν καὶ ἐλεός, δώδεκα Ἀπόστολοι ἱερώτατοι, καὶ πταισμάτων ἀπολύτρωσιν, παρὰ τοῦ Χριστοῦ ἡμῖν αἰτήσασθε.
Θεστοκίον.
Ἀειπάρθενε Δέσποινα, πάσης μεθοδείας τοῦ πολεμήτορος, τὴν καρδίαν μου άπάλλαξον, καὶ φωτὶ με θείῳ καταλάμπρυνον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥύσασθε ἡμᾶς, ὁ Ἰούδας ὁ θεάδελφος, καὶ Λουκᾶς ὁ μυστογράφος ὁ σοφός, ἐπηρείας τοῦ δολίου πολεμήτορος.
Ἴασαι Σωτήρ, τῆς ψυχῆς μου τὰ συντρίμματα, ταῖς πρεσβείαις τῶν κλεινῶν σου Μαθητῶν, Σίμωνος τε καὶ Ματθία τοῦ θεόφρονος.
Σύστημα σεπτόν, δωδεκάριθμοι Ἀπόστολοι, τὰς μυρίας τοῦ ἐχθροῦ ἐπιδρομάς, καθ’ ἡμῶν κατασυντρίψατε δεόμεθα.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, θεοτόκε Ἀειπάρθενε, ἐκ ματαίων ἐννοιῶν καὶ λογισμῶν, τὴν καρδίαν καὶ τὸν νοῦν μου ἀποκάθαρον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐκ πάσης, ἐπιβουλῆς καὶ ἀπάτης, καὶ δεινῶν πειρατηρίων τοῦ βίου, Πέτρε καὶ Παῦλε αὐτόπται Κυρίου, ἀεὶ λυτροῦσθε τοὺς πίστει προσπίπτοντας, τῇ θαυμαστῇ ἐπισκοπῇ, τῆς ὑμῶν μεσιτείας πρὸς Κύριον.
Σαρκὸς μου, τὰς χαλεπὰς ἀῤῥωστίας, καὶ ψυχῆς τὰς ἀφορήτους ὀδύνας, τῇ δεδομένη ὑμῖν ἐξουσίᾳ, ὦ Ἰωάννη καὶ θεῖε Ἰάκωβε, γόνοι βροντῆς πανευκλεείς, θεραπεύσατε θᾶττον μακάριοι.
Κακίαν, τὴν καθ’ ἡμῶν τοῦ βελίαρ, δωδεκάριθμε χορεῖα Ἀγίᾳ, τῶν τοῦ Χριστοῦ ἱερῶν Ἀποστόλων, κατασυντρίψατε τάχος δεόμεθα, καὶ κυβερνήσατε ἡμᾶς, πρὸς λιμένα θείου θελήματος.
Θεοτοκίον.
Ἐτέχθη, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὁ τὰ ὄντα ἐκ μὴ ὄντων ποιήσας, ἐν ἡμετέρα μορφὴ Θεοτόκε, δι’ εὐσπλαγχνίας ἀπέραντον πέλαγος, καὶ ἔσωσεν ἐκ τῆς ἀράς, τοὺς ὑμνοῦντας τὸν ἄφραστον τόκον σου.
Διάσωσον ὁ δωδεκάριθμος δῆμος τῶν Ἀποστόλων, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θεῖα ὑμῶν πρεσβεῖα.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμήνευτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὧ δωδεκὰς Ἀποστόλων ἡ πάντιμος, τῇ Παναγία Τριάδι πρεσβεύσατε, τοῦ ῥύεσθαι πόνων καὶ θλίψεων, τοὺς τῇ πρεσβεῖα ὑμῶν καταφεύγοντας, ὦ Μύσται τῆς θείας χρηστότητος.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὃ φθόγγος αὑτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὑτῶν.
Στίχος. Ὀἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ…
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. θ΄, 36 ι΄, 1-8).
Τῷ καιρῶ ἐκείνῳ, ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ ᾿Αλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα.
Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δῆμε δωδεκάριθμε, τῶν ἱερῶν Ἀποστόλων, τῆς σοφίας ὄργανα, τοῦ Ἁγίου Πνεύματος θείοι ῥήτορες, οἱ τὴν γῆν ἅπασαν, πίστεως τῷ φέγγει, ἱερῶς καταφωτίσαντες, πολλὴν ὡς ἔχοντες, πρὸς τὸν Βασιλέα καὶ Κύριον, τὴν παῤῤησίαν ἔνδοξοι, ἵλεων αὐτόν ἀπεργάσασθε, πᾶσι τοῖς ἐν πίστει, προστρέχουσιν ὑμῶν τῇ ἀρωγῇ, καὶ ἐξαιτοῦσιν ἑκάστοτε, ὑμῶν τὴν ἀντίληψιν.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου….
ᾨδὴ ζ΄. Ὀἱ ἐκ τῆς Ἰουδαίας.
Παθημάτων τὴν φλόγα, ἐπομβρίαις ἁγίαις Ἀνδρέα ἔνδοξε, καὶ Φίλιππε τρισμάκαρ, σβέσατε δυσωποῦμεν, τῶν βοώντων ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐκ παθῶν καὶ κινδύνων, ἀνωτέρους τηρεῖτε ἡμᾶς δεόμεθα, σοφὲ Βαρθολομαῖε, Θωμᾶ τε θεηγόρε, ἵνα πόθῳ κραυγάζωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γεωργοῖ θεηγόροι, ἀμπελῶνος τοῦ θείου σοφοῖ Ἀπόστολοι, νεώσατε ἀρότρῳ, τῷ θείῳ τὰς καρδίας, τῶν βοώντων ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐν ὀδύνῃ καρδίας, σοὶ προσπίπτω Παρθένε, καὶ ἀνακράζω σοι· παθῶν τῆς τυραννίδος, ἀπάλλαξον τὸν νοῦν μου, καὶ βοῶντά με οἴκτειρον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥείθροις ἀΰλοις, τὴν ξηρανθεῖσαν ψυχὴν μου, καταρδεῦσατε Ματθαῖε θεηγόρε, καὶ Μᾶρκε θεόφρον, ὡς Μαθηταὶ Κυρίου.
Ἀκτῖσι θείαις, ὑμῶν τῆς θείας πρεσβείας, καταυγάσατε ἡμῶν τὰς διανοίας, Σίμων θεηγόρε, Λουκᾶ τε καὶ Ματθία.
Σύστημα θεῖον, τῶν ἱερῶν Ἀποστόλων, δωδεκάκρουνε πηγῇ τῆς Ἐκκλησίας, βλύσατε μοι ὕδωρ, ζωῆς τῆς ἀθανάτου.
Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχὴν μου, ἁμαρτήμασι καὶ λογισμοῖς ἀτόποις, ἵνα σε δοξάζω, τὴν Κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσησθε πρεσβεύειν, ὑπὲρ ἡμῶν Κυρίῳ, Πέτρε καὶ Παῦλε, Άνδρέα Ἰάκωβε, ὡς ἂν ζωῆς τῆς ἀλήκτου ἀξιωθείημεν.
Οἱ μύσται τοῦ Σωτῆρος, μάκαρ Ἰωάννη, Βαρθολομαῖε Ἰούδᾳ καὶ Φίλιππε, Θωμᾶ Λουκᾶ καί Ματθαῖε ἡμᾶς φρουρήσατε.
Ὑψίστου παραστάται, Μᾶρκε καὶ Ματθία, καὶ θεῖε Σίμων άπαύστως πρεσβεύετε, ἁμαρτημάτων διδόναι ἡμῖν συγχώρησιν.
Θεοτοκίον.
Ὑπὲρ τῶν προσκυνούντων, τὸν φρικτὸν σου τόκον, δι’ οὐ φθορᾶς καὶ θανάτου ἐῤῥύσθημεν, ὑπεραγίᾳ Παρθένε ἀπαύστως πρέσβευε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀποστόλων ἢ δωδεκάς, τῆς οἰκονομίας τοῦ Σωτῆρος μυσταγωγοῖ· χαίρετε φωστῆρες, ἀπᾴσῃς οἰκουμένης, σοφίας ὑπερκόσμου, ἐνδιαιτήματα.
Πέτρον Παῦλον Μᾶρκον καὶ τὸν Λουκᾶν, Ματθαῖον Ἀνδρέαν, Ἰωάννην τε καὶ Θωμᾶν, καὶ Βαρθολομαῖον, καὶ Φίλιππον Ἰούδαν, καὶ Σίμωνα Ματθίαν, ὕμνοις τιμήσωμεν.
Μύσται τοῦ Σωτῆρος καὶ Μαθηταί, τοῦ σαρκὶ φανέντος, καθωράθητε ἀληθῶς, καὶ τῶν οὐρανίων, ἐπόπται μυστηρίων, Ἀπόστολοι Κυρίου, θεοειδέστατοι.
Ῥύσασθε κινδύνων καὶ πειρασμῶν, καὶ πάσης ἀνάγκης δωδεκάριθμοι Μαθηταί, τοῦ Παμβασιλέως, ὑμῶν ταῖς ἱκεσίαις, τοὺς τῇ σεπτῇ πρεσβεῖαι, ὑμῶν προστρέχοντας.
Χαίρετε τῆς χάριτος θησαυροί, καὶ τῶν ἐν τῷ σκότει, λαμπαδοῦχοι καὶ ὁδηγοῖ· χαίρετε προστάται, Χριστοῦ τῆς Ἐκκλησίας, καὶ βοηθοῖ ἁπάντων, θεῖοι Ἀπόστολοι.
Ἔχοντες μεγίστην πρὸς τὸν Χριστόν, παῤῥησίαν ὄντως, δωδεκάριθμοι Μαθηταί, ἀεὶ δυσωπεῖτε, παθὼν διδόναι λύσιν, καὶ ἄφεσιν πταισμάτων, ἡμῖν δεόμεθα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν. εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριᾶς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομα Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μύσται καὶ Ἀπόστολοι Χριστοῦ, οἳ τῆς Ἐκκλησίας φωστῆρες, ἀειλαμπέστατοι, δῆμε δωδεκάριθμε, καὶ θεοσύλλεκτε, τὰς δεήσεις προσδέξασθε, ἡμῶν δυσωποῦμεν, καὶ μὴ διαλίπητε, Χριστῷ πρεσβεύοντες, ὅπως πειρασμῶν καὶ κινδύνων, καὶ πειρατηρίων παντοίων, πάντοτε ῥυώμεθα δεόμεθα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Δέξαι δωδεκάριθμε σεπτῇ χορεῖα.
Τὴν παροῦσαν δέησιν τοῦ Γερασίμου.
Χαιρετισμοί εις τους Αγίους Δώδεκα Πανεύφημους Αποστόλους
Έτερος Παρακλητικός κανών εις τους Αγίους Δώδεκα Πανεύφημους Αποστόλους
Ποίημα Αγίου Νικοδήμου Αγιορείτου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἀποστόλων τῷ Ναῷ νῦν προσδράμωμεν, καὶ τῆ εἰκόνι τῇ αὐτῶν προσκυνήσωμεν, ἐκ κατωδύνου κράζοντες καρδίας αὐτοῖς· πάσης ἡμᾶς ῥύσασθε, ἐπηρείας καὶ βλάβης, ὁρατῶν ἁπάντων τε, καὶ ἐχθρῶν ἀοράτων, τοὺς μετὰ πόθου σκέπη τῇ ὑμῶν προσπεφευγότας Ἀπόστολοι ἔνδοξοι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Πέτρε ὁ πέτραν ἀῤῥαγῆ τῆς πίστεως, φερωνυμίαν πλουτῶν, τὴν ἐμὴν καρδίαν κλονουμένην πάντοτε, τοῦ βίου ἀντιπνεύσεσιν, ἑδρασθῆναι ἐν πέτρᾳ, ὑπομονῆς καθικέτευε, πέτραν Ἰησοῦν τὸν Φιλάνθρωπον.
Παῦλε ἡ παῦλα, καὶ τερπνὴ ἀνάπαυσις, τῆς Ἐκκλησίας Χριστοῦ, ἀνιέρῳ σάλῳ κινουμένῳ ἵδρυσις, γενοῦ μοι καὶ ἀσφάλεια, ἱερὰ καὶ εἰς πάντων, τῶν λογισμῶν τὴν κατάπαυσιν, θείαις σου πρεσβείαις εἰσάγαγε.
Ἀνδρέα θεῖε τοῦ Χριστοῦ Ἀπόστολε, ὁ δύναμις εὐπρεπής, Ἑλληνίδι γλώσσῃ μεθερμηνευόμενος, ἐμὲ τὸν πολλοῖς πταίσμασιν, ἀσθενῆ γεγονότα, καὶ δυσειδῆ ἐνδυνάμωσον, καὶ θείαν εὐπρέπειαν ἔνδυσον.
Θεοτοκίον.
Ἄνθρακος θείου φλογοφόρον ὄχημα, ἀναδειχθεῖσα Ἁγνή, ἐξ οὗ ὥσπερ ἄλλοι, ἄνθρακες ἀνήφθησαν, οἱ Ἱεροὶ Ἀπόστολοι, τῆς ψυχῆς μου τὴν ὕλην, ἐν τῷ πυρὶ τῷ ἀύλῳ Σου, φλέξον Μητροπάρθενε Δέσποινα.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Πτερνιστὴς ἀνεδείχθης, σὺ τῶν παθῶν ἔνδοξε, γόνε Ζεβεδαίου βροντῆς τε, θεῖε Ἰάκωβε, κλῆσιν κατάλληλον, πεπλουτηκὼς διὸ πάντα, τῆς σαρκὸς τὰ πάθη με νικᾶν ἐνίσχυσον.
Θείαν χάριν σημαίνει, ἡ ἱερὰ κλῆσις σου, μάκαρ Ἰωάννη παρθένε, ἥνπερ ἀπείληφας, πλουσίαν ἄνωθεν, ὡς Θεολόγος Κυρίου· διὸ θείας χάριτος δεῖξόν με σκήνωμα.
Στόμα ὄντως λαμπάδος, σὸν ἱερὸν ὄνομα, Φίλιππε τρισμάκαρ δηλοῖ, μεθερμηνευόμενον· διὸ νυμφῶνα Χριστοῦ, μετὰ φαιδρᾶς τῆς λαμπάδος, κατοικεῖν με πάντοτε πρέσβευε ἔνδοξε.
Θεοτοκίον.
Τὴν Πηγὴν ἀπαθείας Σὺ μὲν Ἁγνὴ ἔτεκες, μῦσται δὲ ἐκήρυξαν κόσμῳ· διὸ τοῦ σώματος, τῆς ἐμπαθείας με, ἡδυπαθείας ψυχῆς τε, νοὸς προσπαθείας τε, Κόρη ἀπάλλαξον.
Διάσωσον, ὦ ἐκλεκτὴ δωδεκὰς Αποστόλων ἀπὸ πάσης ἀνάγκης ἡμᾶς καὶ κακώσεως, τοὺς πόθῳ σε εὐφημοῦντας καὶ πίστει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Πρεσβείαν θερμήν, ποιήσατε πρὸς Κύριον, Χριστοῦ Μαθηταί, καὶ ἔνδοξοι Ἀπόστολοι, ὅπως λάβωμεν ἄφεσιν, ὧνπερ ἐν βίῳ ὧδε ἡμάρτομεν, καὶ Βασιλείας τῆς ἐν οὐρανῷ, οἱ ὑμῶν δοῦλοι ἐκεῖ ἐπιτύχωμεν.
ᾨδὴ δ´. Σύ μου ἰσχὺς Κύριε.
Κλῆσις ἡ σή, μεθερμηνεύεται Δίδυμος· τῇ ἐγέρσει, γὰρ Χριστοῦ ἐδίστασας Θωμᾶ· ψυχὴν διὸ τὴν ἐμήν, τῇ ἐγέρσει Λόγου, τοῦ ἐν ἐμοὶ ἀμφιβάλλουσαν, ταῖς μνήμαις τῶν κακῶν μου, ἀπαθῶς τυπουμένας, ὡς ἐν τύπῳ τῶν ἥλων βεβαίωσον.
Ὄνομα σόν, υἱὸν κρεμάσαντα ὕδατα, ὑπεμφαίνει· τῆς γὰρ θείας χάριτος ῥεῖθρα σαφῶς, ἔβλυσας βροτοῖς, ἄνωθεν κρεμάσας, Βαρθολομαῖε Ἀπόστολε· διὸ με τὸν διψῶντα, ὑπερώων ὑδάτων, ἀτμοσφαίρᾳ σῆς χάριτος ἄρδευσον.
Παρὰ Θεοῦ, δεδωρημένον αἰνίττεται, σὲ Ματθαῖε, τὸ σεπτόν σου ὄνομα πᾶσι βροτοῖς· διὸ τῷ Χριστῷ, ἐμὲ ἀντιστρόφως ἐκ τῶν ἀνθρώπων προσάγαγε, δεδωρημένον ὅλον, ψυχὴν πνεῦμα καὶ σῶμα ἵνα πόθῳ γεραίρω τὴν μνήμην σου.
Θεοτοκίον.
Τοῦ οὐρανοῦ, τὸν Ποιητὴν ἡ γεννήσασα, τὸν ὡς ἄλλους, οὐρανοὺς ἐκτείναντι, τοὺς Μαθητάς, εἰς πᾶσαν τὴν γῆν, ποίησον τὸν νοῦν μου, παρεμφερῆ Μητροπάρθενε, χρώματι οὐρανίῳ, προσευχῆς δι᾿ ἀΰλου, γυμνωθέντα προσύλων ἐμφάσεων.
ᾨδὴ ε´. Ἵνα τί με ἀπώσω.
Τῆς μαθήσεως γόνος, ἤτοι τῆς ζωῆς ἑρμηνεύῃ Ἰάκωβε, τοῦ Ἀλφαίου γόνος, χρηματίσας· διὸ ἱκετεύω σε, τῆς ζωῆς τὰς θείας, καὶ ἱεράς με μαθητείας, καὶ μαθεῖν καὶ παθεῖν καταξίωσον.
Ὑπακοὴν ὦ Σίμων, ζηλωτὰ Ἀπόστολε δηλοῖ σὸν ὄνομα· καὶ γὰρ ἀδιστάκτως τῷ Δεσπότῃ Χριστῷ καθυπήκουσας, τοῦ Κυρίου πάσαις, ταῖς ἐντολαῖς διὸ παμμάκαρ, ὑπακούειν κᾀμὲ ἐνδυνάμωσον.
Ἰούδα Ἰακώβου, ὁ ἐξομολόγησις ἑρμηνευόμενος ἐξομολογεῖσθαι, τῷ Κυρίῳ εὐχαῖς σου ἐνίσχυσον, καὶ μετανοεῖν με, ἀπὸ ψυχῆς τε καὶ καρδίας, στεναγμοῖς προσευχαῖς τε καὶ δάκρυσιν.
Θεοτοκίον.
Τετραπλῆς ἀπαθείας, σώματι ψυχῇ τε καὶ ἐπιθυμίᾳ τε, ἐνθεωρουμένης, ὡς οἱ θεῖοι Πατέρες διδάσκουσι, καὶ τῇ διανοίᾳ, ἐμὲ ἀξίωσον Παρθένε, δραστικαῖς Ἀποστόλων ἐντεύξεσιν.
ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Ἐφώτισας, τῷ φωτὶ τῆς πίστεως, Ἀντιόχειαν καὶ Ῥώμην ὦ Πέτρε καὶ ἐν σταυρῷ, ἀντιστρόφως ἐπάγης· ἀλλὰ κἀμοῦ τὸ ζοφῶδες ἐλάμπρυνον, καὶ σάρκα μετὰ τῶν παθῶν, διὰ πόνων σταυρῶσαι ἀξίωσον.
Πεπλήρωκας, Εὐαγγέλιον θεῖον, ἀπὸ Ἱερουσαλήμ τε καὶ μέχρι Ἰλλυρικοῦ, ἐν δέ Ῥώμῃ ὦ Παῦλε, τὴν κεφαλὴν ἀπετμήθης, ἀλλ᾿ ἔκτεμε, ψυχῆς μου οἴησιν δεινήν, τοῦ σατὰν κεφαλὴν τὴν ἀκέφαλον.
Διέδραμες, ὦ Ἀνδρέα ἔνδοξε, Βυζαντίδα καὶ τὴν ἤπειρον πᾶσαν, ἕως Σκυθῶν, καὶ Ἑλλάδος κηρύττων, καὶ ἐν αὐτῇ σταυρωθεὶς τετελείωσθαι· διὸ κἀμὲ τῶν σῶν παθῶν, καὶ τῆς δόξης σου μέτοχον ποίησον.
Θεοτοκίον.
Ὑπέραγνε, ὑπὲρ νοῦν ἡ τέξασα, καὶ ἁγνῶς τὸν τῆς ἁγνείας σπορέα, τοῦ πονηροῦ τῆς λαγνείας σπορέως, τοὺς λογισμοὺς τοῦ νοός μου ἐκρίζωσον, ἐμφύτευσον δὲ τοὺς ἁγνούς, ἱεραῖς Ἀποστόλων δεήσεσιν.
Διάσωσον, ὦ ἐκλεκτὴ δωδεκὰς Αποστόλων ἀπὸ πάσης ἀνάγκης ἡμᾶς καὶ κακώσεως, τοὺς πόθῳ σε εὐφημοῦντας καὶ πίστει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Φῶς τοῦ κόσμου καὶ ἅλας ἡδὺ ὡς ὑπάρχοντες, γεωργοὶ καὶ ποιμένες Κυρίου Ἀπόστολοι, ἐνεργείαις τούτων πάντων δωρήσασθε ἡμῖν, ἐκλαμπρύνοντες τὸν νοῦν, καὶ σηπεδόνας τῶν παθῶν ἀποξηραίνοντες πρόῤῥιζον ἀνασπῶντες, ἄκανθαν ἁμαρτίας, καὶ ταῖς νομαῖς τῶν ἀρετῶν, ἡμᾶς ἀεὶ διατρέφοντες.
Προκείμενον
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν.
Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ὄρος προσεύξασθαι καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ· καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς Μαθητὰς αὐτοῦ· καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ Ἀποστόλους ὠνόμασε, Σίμωνα, ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον, Ματθαῖον καὶ Θωμᾶν, Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν, Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκα-ριώτην, ὃς καὶ ἐγένετο προδότης. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες, ὅτι ἤγγικεν ἡ Βασιλεία τῶν Οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα.
Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δώδεκα Ἀπόστολοι, ὅταν ἐν δώδεκᾳ θρόνοις, καθίσητε κρίνοντες, τὰς φυλὰς τὰς δώδεκα, τότε δείξατε, οἰκιστὰς Πόλεως, τῆς ἐπουρανίου, ἡμᾶς πάντας παναοίδιμοι, τῆς θεμελίους τε, δώδεκα ἐχούσης ἐκ δώδεκα, λίθων καὶ πύλας δώδεκα, ἐκ μαργαριτῶν δυοκαίδεκα, καὶ δωδεκαρίθμου, καρποῦ μεταλαβεῖν τοῦ τῆς ζωῆς, ξύλου ἡμᾶς ἀξιώσατε, ταῖς ὑμῶν δεήσεσιν.
ᾨδὴ ζ´. Παῖδες Ἑβραίων.
Πᾶσαν διδάσκων Ἰουδαίαν, ὦ Ἰάκωβε, Ζεβεδαίου μαχαίρᾳ, πίνεις τὸ τοῦ Χριστοῦ, ποτήριον· διό με, τῶν πειρασμῶν ἐνίσχυσον, τὸ ποτήριον λαμβάνειν.
Σπέρματα σπείρεις εὐσεβείας, ἐν τῇ Πάτμῳ τε καὶ Ἀσίᾳ κηρύττων, καὶ κοίμησιν φρικτὴν ὑπέστης Ἰωάννη· διό μου κατακοίμησον, τῆς σαρκὸς ἄγρια πάθη.
Ἕλκεις εἰς πίστιν τῆς Τριάδος, τὰ ἀνώτερα μέρη τὰ τῆς Ἄσίας, καὶ τέλει σταυρικῷ, Φίλιππε ἐκοιμήθης· διὸ κἀμὲ ἀξίωσον, τοῖς ἐν κόσμῳ σταυρωθῆναι.
Θεοτοκίον.
Φῶς ἡ τεκοῦσα Θεοτόκε, τὸ ἀπρόσιτον ὅπερ εἰς πάντα κόσμον, οἱ θεῖοι Μαθηταί, ἐκήρυξαν προθύμως, τὸν νοῦν μου φωταγώγησον, ἁμαρτίαις σκοτισθέντα.
ᾨδὴ η´. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἐκκαθαίρεις, βαπτίσματι τῷ θείῳ, Πάρθους Μήδους, Ἰνδούς τε καὶ τοὺς Σύρους καὶ λογχευθεὶς Θωμᾶ τὸ στέφος εἴληφας· ἀλλὰ δέομαί σου, καὶ τὴν ῥυπωθεῖσαν, καθάρισον ψυχήν μου.
Τοῦ Κυρίου ναοὺς σεπτοὺς δεικνύεις, Ἀρμενίους, θεῖε Βαρθολομαῖε καὶ σταυρωθεὶς τὸν δρόμον ἐκτετέλεκας· ὅθεν κἀμὲ δεῖξον, Πνεύματος τοῦ θείου, ναὸν ἡγιασμένον.
Αἰθιόπων, τὰ πρόσωπα λευκαίνεις, ταῖς ἀκτῖσι, τῆς πίστεως Ματθαῖε καὶ ἐκδημεῖς διὰ πυρὸς πρὸς Κύριον· ἀλλὰ δέομαί σου, κἀμὲ πυρὶ φλέξον, τῆς τοῦ Χριστοῦ ἀγάπης.
Θεοτοκίον.
Ἐκκενώθη, ὁ πλήρης ἐν γαστρί Σου, ἀκενώτως καὶ κένωσιν τὴν Τούτου, οἱ Μαθηταὶ τοῖς πέρασιν ἐκήρυξαν· ὅθεν κενὸν ὄντα, χάριτος τῆς τούτων, πλήρη με δεῖξον Κόρη.
ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.
Ἱεροσολυμίτας καὶ Καισαρεῖς, τοῦ Ἀλφαίου Ἰάκωβε ἔνδοξε, υἱοὺς Θεοῦ, διὰ τοῦ βαπτίσματος ἐκτελεῖς καὶ σταυρωθεὶς ἀνέδραμες, ἵνα βασιλεύῃς σὺν τῷ Χριστῷ· διὸ κἀμὲ δυσώπει, τὸν ἀποκηρυχθέντα, υἱὸν Θεοῦ πάλιν ὀφθήσεσθαι.
Ὡς ἅλας τὴν σοφίαν σου ἐμβαλών, Ἀφρικῇ καὶ Περσίᾳ ἐξήρανας, πλάνην αὐτῶν, Σίμων Κανανῖτα καὶ Ζηλωτά καὶ σταυρωθεὶς ἐσκήνωσας, ἔνθα τῶν Ἄγγέλων αἱ στρατιαί· διὸ ἐκδυσωπῶ σε, καὶ τῆς ψυχῆς μου πάσας, τὰς σηπεδόνας ἀποξήρανον.
Δροσίζεις Ἀραβίας αὐχμῶσαν γῆν, Ἰακώβου Ἰούδα Ἀπόστολε ζωοποιῷ, θείας ἐπιγνώσεως δροσισμῷ, καὶ τοξευθεὶς ἀνέλυσας, εἶναι σὺν Χριστῷ τῷ Παμβασιλεῖ· διὸ κἀμὲ ῥανίσι, τῶν θείων πρεσβειῶν σου, αὐχμῷ τακέντα καταδρόσισον.
Χορὲ δωδεκασύνθετε Μαθητῶν, δωδεκάφωτε κύκλε οὐράνιε, ζωδιακέ· λύρα δωδεκάχορδε λιγυρά, πηγὴ ἡ δωδεκάκρουνος, ἄμπελος κυπρίζουσα εὐθαλής, δωδεκακληματοῦσα, τὸν ὕμνον τοῦτον δέχου, καὶ σωτηρίας με ἀξίωσον.
Θεοτοκίον.
Πηγὴ πασῶν χαρίτων ὁ Σὸς Υἱός, Σὺ δὲ Μήτηρ Θεοῦ τούτων θάλασσα, οἱ δὲ κλεινοί, Μῦσται καὶ Ἀπόστολοι ἀληθῶς, ῥύακες τούτων πέλουσι, καὶ ὥσπερ ἀένναοι ποταμοί· διὸ ὅπου πηγή τε, θάλασσα ποταμοί τε, ἐκεῖ σκηνῶσαί με ἀξίωσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀποστόλων ἡ δωδεκάς, τῆς οἰκονομίας, τοῦ Σωτῆρος μυσταγωγοί· χαίρετε φωστῆρες, ἁπάσης οἰκουμένης, σοφίας ὑπερκόσμου, ἐνδιαιτήματα.
Πέτρον Παῦλον μέλψωμεν καὶ Θωμᾶν, Φίλιππον Ἀνδρέαν, Ἰωάννην Ἰάκωβον, Σίμωνα, Ματθαῖον, Ἰούδαν Ἰακώβου, Βαρθολομαῖον ἅμα, καὶ τὸν Ἰάκωβον.
Τὰς εὐήχους σάλπιγγας τοῦ Χριστοῦ, θείους Ἀποστόλους, εὐφημήσωμεν οἱ πιστοί, τοὺς διαπρυσίως, κηρύξαντας ἐν κόσμῳ, τὴν σάρκωσιν τοῦ Λόγου, καὶ τὴν Ἀνάστασιν.
Πέτρε Ἀποστόλων ἡ κορυφή, Παῦλε θεοκῆρυξ, Ἰωάννη υἱὲ βροντῆς, Ἰάκωβε μάκαρ, σὺν τῆ λοιπῆ ὀκτάδι, ἀπαύστως δυσωπεῖτε, εἰς τὸ σωθῆναι ἡμᾶς.
Πέτρε θεῖον ἅρμα Χερουβικόν, οὐράνιε Παῦλε, ὄχημά τε Σεραφικόν, ἡ πύρινος γλῶσσα τοῦ Θεανθρώπου Λόγου, πυρός με τῆς γεέννης ἀπολυτρώσασθε.
Ῥύσασθε Ἀπόστολοι τοῦ Χριστοῦ, σεισμοῦ καὶ κινδύνων, ἐμπρησμοῦ τε καὶ τῶν δεινῶν, νόσων, τοὺς ἐν πίστει τὴν πάντιμον τιμῶντας, μνήμην ὑμῶν, θεόπται, ταῖς ἱκεσίαις ὑμῶν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ποίμνην τὴν γεραίρουσαν ὑμᾶς, καὶ ἀεὶ τιμῶσαν ἐκ πόθου, θεῖοι Ἀπόστολοι, Πέτρε Παῦλε Φίλιππε, Θωμᾶ Ἀνδρέα ὁμοῦ, Ἰωάννη Ἰάκωβε, καὶ Βαρθολομαῖε, Ματθαῖε Ἰάκωβε, ὁ τοῦ Ἀλφαίου υἱός, Σίμων, καὶ Ματθία, Ἰούδα, σὺν τῆς Θεοτόκου πρεσβείαις, θλίψεως καὶ βλάβης διασώσατε.
Μῦσται καὶ Ἀπόστολοι Χριστοῦ, οἱ τῆς Ἐκκλησίας φωστῆρες, ἀειλαμπέστατοι, δῆμε δωδεκάριθμε, καὶ θεοσύλλεκτε, τὰς δεήσεις προσδέξασθε, ἡμῶν δυσωποῦμεν, καὶ μὴ διαλίπητε, Χριστῷ πρεσβεύοντες, ὅπως πειρασμῶν καὶ κινδύνων, καὶ πειρατηρίων παντοίων, πάντοτε ῥυώμεθοι δεόμεθα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.