Παρακλητικός Κανών εις τους Αγίους Ενδόξους Οσιομάρτυρας τους εν τη Ιερά και Παντοκρατορική Μονή Ταώ Μαρτυρήσαντας

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

†Εορτάζουν 2 ημέρες μετά το Άγιο Πάσχα

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ Τροπάριον·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Ὀσιομάρτυρες ὑμεῖς τῆς Πεντέλης υἱοὶ φωτὸς καὶ Ἀναστάσεως ὄντες. ὡς παρεστῶτες χαίροντες ἐνώπιον Χριστοῦ, καὶ πολλὰ ἰσχύοντες, ἐν ἁγίαις πρεσβείαις, τοῦτον ἵκετεύσατε, ὑπὲρ πάντων τῶν ὅσοι· ἐπικαλοῦνται δέησιν ὑμῶν, καὶ χορηγεῖτε. αἰτήσεων πλήρωσιν.

Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἣ ἀχροστιχίς:
Δίδοτε πᾶσι χάριν Πατέρες ἀθλοφόροι. Α(θανάσιος).

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Δυάδι τοῦ σώματος καὶ ψυχῆς, νοσοῦντας Πατέρες, ἐπισκέψασθε ταῖς εὐχαῖς, ὑμῶν πρὸς τὸν εὔσπλαγχνον Δεσπότην, οὗ ἀνεδείχθητε ἄμωμα θύματα.

Ἰθύναντες ἂπαντα λογισμόν νοεϊν τὰ Κυρίου, ἀπηρνήσασθε ἀνδρικῶς, τὸν κόσμον Πατέρες καὶ τὰ κόσμου, ἀφ᾽ ὧν τηρεῖτε ἡμῶν τὰ νοήματα.

Δεσπότη προσήλθετε δουλικῶς, ἐξ ὅλης ἀγάπης, καὶ ὑπήχθητε τῷ Σταυρῷ, ἐν ὄρει Πεντέλης θεοφόροι. ὃν ἀγαπῆσαι ἡμᾶς ἱκετεύσατε.

Θεοτοκίον.
Ο κόσμος ἀγάλλεται ἐπὶ σοί, Κυρία Παρθένε, ὡς τεκούσῃ τὸν Λυτρωτήν, ὃν αἴτει ἀεὶ σὺν τῇ πληθύϊ, Ὁσιοάθλων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Τι γλυκύτερον ὄντως, τοῦ κατοικεῖν Ἅγιοι, ὥσπερ, ἀδελφοὺς τοὺς μηδένα, ὅρον τῆς φύσεως, ἀλλὰ τοῦ Πνεύματος. ἔχειν ἑνώσεως λόγον, ὅθεν τὸ φιλάδελφον, ἡμῶν κρατύνατε.

Ἐπὶ ὄρη Πατέρες, τὰ ψαλμικὰ ἤχθητε. ὅπως ἐπιτύχητε πόθου, τοῦ θείου Σχήματος, καὶ ἀνελάβετε, τὴν πανοπλίαν Κυρίου, δι᾿ ἧς ἐνισχύσατε, ἡμᾶς μακάριοι.

Πἄσαν ὥραν τῇ μνήμη, τοῦ Ἰησοῦ Ὅσιοι, πνέοντες ψυχὴν τὴν διψῶσαν, κατεποτίζετε, ᾧ νῦν ἱστάμενοι, καθικετεύσατε ὅπως, ταύτην ἀδιάλειπτον, ἡμᾶς ἐργάζεσθαι.

Θεοτοκίον
Ἀπεγέννησας Μῆτερ. ὑπερφυῶς Κύριον, τὸν τῆς ταπεινώσεως ἔνδυμα ἐνδυσάμενον, αὑτὸν ἱκέτευε, δοῦναι ἡμῖν Θεοτόκε, ταπεινὸν τὸ φρόνημα, καὶ τὰ νοήματα.

Διάσωσον. πληθὺς Πατέρων Ὁσιοάθλων, τοὺς ἐν πίστει θερμῇ ὑμᾶς ἱκετεύοντας, καὶ χάρισαι, αἰτημάτων ἁπάντων λύσιν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ἀἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πατέρες σεπτοί, Κυρίου Παντοκράτορος δειχθέντες ὀμοῦ, στεφανηφόροι μάρτυρες, ἱκετεύσατε τοῦτον δεόμεθα, σωμάτων ψυχῶν τὰ δεινά, διώχειν πόρρω ἅπαντα.

ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Σὡτηρίαν εὑράμενοι. ἐν τῇ τοῦ Σωτῆρος μονῇ τρισόλβιοι ταύτην δίδοσθε τοῖς μέλπουσιν, ἐκ ψυχῆς ὑμῶν Πατέρες ἄθλησιν.

Ἰερώτατον σύνταγμα, τῆς Θεοῦ εἰρήνης σεπτὰ οἰκήματα, εἰρηνεύσατε δεόμεθα, τὴν ζωὴν ἡμῶν τῷ Θείῳ Πνεύματι.

Χἀρισμάτων ὡς ἔμπλεοι, τοῦ ᾿Αγίου Πνεύματος Ὁσιώτατοι, τὰς εὐχὰς ἡμῶν προσδέξασθε, καὶ Χριστῷ Δεσπότῃ οἰκειώσατε.

Θεοτοκίον
Ἀπειρόγαμε Δέσποινα, πάσης δεομένης ψυχῆς προσφύγον, μὴ παρίδῃς μὲ τὸν ἄθλιον, ἀλλὰ λύτρωσαί με πάσης θλίψεως.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.
‘Ρὥσιν ταῖς ψυχαῖς, καὶ τοῖς σώμασι χαρίσασθε ταῖς ἱκεσίαις ὑμῶν Ἅγιοι, ὡς παῤῥησίαν, νῦν κατέχοντες πρὸς Κύριον.

Ἰαστε ἀσθενῆ, τῶν ἀνθρώπων φύσιν πάντιμοι, διὸ δεόμεθα στηρίξατε, τοὺς κλονουμένους, πειρασμοῖς καὶ περιστάσεσι.

Νίκην ἀληθή, ἐπετύχετε μακάριοι, ὡς ἐθελόθυτοι τυϑέντες ἀμνοί, ὅθεν τὴν νίκην, κατ᾽ ἐχθρῶν ἡμῖν δωρήσασθε.

Θεοτοκίον
Πἱπτω ὡς στρουθός, ταῖς παγίσι τοῦ ἁλάστορος, ἀνοηταίνων ὁ ταλαίπωρος, διὸ Παρθένε, τῶν ἀρκύων τούτου ῥῦσαί με.

ᾨδή στ΄. Την δέησιν ἐκχεῶ.
Ἀνάστασις, ἀληθὴς λογίζεται, ἣ συμμόρφωσις Χριστῷ Ἀναστάντι, ᾧπερ ὑμεῖς, Ὁσιόαθλοι πάντες, διὰ θανάτοῦ πικροῦ ὡμοιώθητε, πρεσβεύσατε ὑπὲρ ἡμῶν ἵνα στῶμεν ὡς θέλει ὁ Κύριος.

Ταράσσει μου, τὴν ζωὴν μισόψυχος, καὶ θολοῖ τὸ ὀπτικὸν διανοίας, ὅθεν ὑμεῖς, θεοφόροι Πατέρες, οἱ τοῦ Σωτῆρος τὴν δόξαν θεώμενοι, φωτίσατέ με τὸν τυφλόν, ὅπως ἴδω τὸ φῶς τῆς καρδίας μου.

Ἐνέκρωσεν, ὁ Χριστὸν τὸν θάνατον, τῷ θανάτῳ τοῦ Σταυροῦ καὶ ἀνέστη, οὗ τὴν φαιδράν, ἑορτάζοντες δόξαν, διὰ θανάτου ζωὴν ἄφνω εὕρατε, διὸ Πατέρες καὶ ἡμᾶς, Ἀναστάσεως τέκνα ποιήσατε.

Θεοτοκίον.
‘Ρημάτων μου, ὁπλοθήκη πένεται, καὶ σιγᾷ ὁ λογισμός μου Παρθένε, ὅταν τὴν σήν. μελετῶ θείαν δόξαν, ἧς ὑπὲρ πάντας ἀνθρώπους ἠξίωσαι, διὸ ὡς κλέπτης σοῦ βοῶ, Μεγαλύνει ψυχή μου σε Δέσποινα.

Διάσωσον πληθὺς Πατέρων Ὁσιοάθλων, τοὺς ἐν πίστει θερμῇ ὑμᾶς ἱκετεύοντας καὶ χάρισαι αἰτημάτων ἁπάντων λύσιν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῆς ὑμῶν μάνδρας δέδειχθε, τῷ Δεσπότῃ τὰς αὑτῆς δεήσεις προσάγοντες, καὶ ἁπάντων Χριστιανῶν δεχόμενοι εὐχάς, εὐθὺς τρέχετε θαυματουργοί, ὡς ἀντιλήπτορες ἀεί καὶ παρέχετε ἴασιν, πάσης δυσάχθου νόσου, καὶ ψυχικῶν σφαλμάτων, Πατέρες θεῖοι καὶ σεπτοί, τῆς μονῆς τὰ καυχήματα.

Προκείμενον·
Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ…
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος…

Εὐαγγέλιον. Ἔκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ς΄ 37-40).
Εἲπεν ὁ Κύριος· πᾶν ὃ δίδωσί μοι ὁ Πατήρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με Πατρός, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὑτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὑτὸν ἔχῃ ζωὴν αἰώνιον καὶ ἀναστήσω αὑτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.

Δόξα.
Ταῖς τῶν Ὁσιοάθλωνπρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον. ἐλέησόν με ὁ Θεός…
καὶ τὸ προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὂλην ἀποῤῥίψαντες, τὴν κοσμικὴν δυσπραγίαν, τῷ Σωτῆρι ἤλθετε, τὸν σταυρὸν ἀράμενοι δι᾿ ἀσκήσεως, ἀδελφὰ δὲ ἅπαντες, βλέποντες νοοῦντες, εἰς Θαβὼρ μετεποιήσατε, Πεντέλην Ὅσιοι, θέωσιν ὑμῶν ἐργαζόμενοι, Διὸ καὶ προσελάβετο, διὰ μαρτυρίου ὁ Κύριος, ἐν Λαμπρᾷ ἡμέρᾳ, ὁρᾶν ἀεὶ τὸ κάλλος τὸ αὐτοῦ, Οὗ καὶ ἡμᾶς ἀξιώσατε, ἐκτενῶς πρεσβεύοντες.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐχαρίσθη Πατέρες, οὐχὶ μόνον πιστεύειν ὀρθῶς εἰς Κύριον, ἀλλὰ καὶ ὑπὲρ τούτου ὡς τέκνα πάσχειν πάθη, καὶ σταῦρὸν αἴρειν πάντοτε· ὅθεν ἡμᾶς ἐν χαρᾷ, συμμιμητὰς ποιεῖτε.

Σἀρκικῶν μελημάτων, ἐνεκρώθητε ὄντες ἔτι ἐν σώματι, ἀσκήσει θεοφόρῳ, μακάριοι Πατέρες, διὸ τούτων λυτρώσασθε· πάντας τοὺς πίστει ὑμᾶς, τιμῶντας ἀθλοφόροι.

Ἀρετῶν τὴν ὁλκάδα, ἐπληρώσατε πάσης ἐνθέου πράξεως, διὸ καὶ εἰς λιμένα, ὁρμήσαντες Κυρίου, οὐρανόθεν παρέχετε· χάριν ἡμῖν ἀσκηταί, ποθοῦσι σωτηρίαν.

Θεοτοκίον.
Θαυμαστοῦται Υἲός σου, Θεομῆτορ ὲν πᾶσι τοῖς ἀγαπήσασι, ζωὴν Αὐτοῦ τὴν θείαν, καὶ πάσῃ προθυμίᾳ, σταυρὸν αἴρουσι τίμιον· ὃν καὶ ἡμᾶς ἐν χαρᾷ, φιλεῖν καταξιώσαις.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Λαμπαδηφόροι, εἰς Βασιλείαν Πατέρες ἐν χαρᾷ εἰσήλθετε Κυρίου, ἔνθα κληρονόμους, ἡμᾶς δείξατε πάντας.

Οὑρανοδρόμοι. πρὸς τὰς ἁγίων σκηνώσεις, ἐπετάσθητε διὰ τοῦ μαρτυρίου, σκέποντες πρεσβείαις, ὑμᾶς τοὺς ἀνυμνοῦντας.

Φωτὸς ἀὔλου ἐν μετοχῇ γεγονότες θεοφόροι Πατέρες Θαβωρίου, σκότος ἀθυμίας, διώξατε καὶ πάθη.

Θεοτοκίον.
Ὂταν Παρθένε, ἐν τῇ αὐτοῦ θείᾳ δόξῃ, ὁ Υἱός σου ἐλεύσηται καὶ κρίνῃ, κόσμον λύτρωσαί με, δικαίας καταδίκης.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
‘Ριπίζει θείαις αὔραις, τὰς ἡμῶν καρδίας ἡ ἱερὰ ὑμῶν μνήμη μαχάριοι, καὶ ἀναψύχει καυμάτων, βίου τοῦ τάλανος.

Οὑράνιον γαλήνην, ἄνωθεν Πατέρες, καταβιβάζετε πᾶσι τοῖς πάσχουσι, καὶ αἰτουμένοις ταχεῖαν, ὑμῶν ἀντίληψιν.

Ἰἄσθε νοσημάτων, Χάριτι Κυρίου, τοὺς προσκυνοῦντας τὰ τίμια Λείψανα, καὶ εὐλογίας δωρεῖσθε, Πατέρες Ἂγιοι.

Θεοτοκίον.
Ἀγάλλεται ἡ φύσις, πᾶσα τῶν ἀνθρώπων, ὡς κεκτημένη σε Μῆτερ μεσίτριαν, πρὸς τὸν Δεσπότην καὶ κτίστην, τὸν ἀγαθώτατον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίρει Παντοχράτορος ἡ μονή, κεκτημένη πλοῦτον, τοὺς Πατέρας τοὺς ἐν αὑτῇ, πρῶτον ἐν ἀσκήσει, δοξάσαντας Δεσπότην, καὶ εἶτα μαρτυρίῳ, συντελευτήσαντας.

Πίστει προσκυνοῦντας τὰ ἱερά, Λείψανα Πατέρες, τὰ μυρίπνοα καὶ σεπτά, ἃ ἡμῖν ὡς κλῆρον, ἐλίπετε τοῖς τέκνοις, πλουτίσατε χαρίτων Ἀγίου Πνεύματος.

Νόσων καὶ παντοίων ἐπιφορῶν, λυτρώσασθε πάντας, αἰτουμένους τὴν ἀρωγήν, καὶ τὴν εὐλογίαν, ὑμῶν σεπτοὶ Πατέρες, εἰς δόξαν τοῦ Κυρίου, καὶ Παντοκράτορος.

Ἒνθαπερ τὸν βίον θεοφιλῶς, Πατέρων τὸ σμῆνος, ἐτελέσατε καὶ σεπτόν, μαρτυρίου στέφος, ἐδέξασθε σκιρτῶντες, πάρεστε ἀοράτως, ἡμᾶς στηρίζοντες.

Μεταμορφωθέντος τὴν ἱεράν, μάνδραν παροικοῦντες, Ἀναστάσεως τὴν χαράν, ἔχοιμεν ἐν βίῳ καὶ ἄνω θείαν δόξαν, τοῦ Θαβωρίου ὄρους, Πατέρες πάντιμοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, με’ ἣν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β΄. Πάντων προστατεύεις.
Πάντων τῶν Χριστοῦ μαχαρισμῶν, κληρονόμοι ὄντες Πατέρες, οἱ Ὁσιόαθλοι, δέξασθε αἰτήματα ἡμῶν καὶ πάντοτε, τὸ συμφέρον παρέχετε, ὡς νέφη τὰς θλίψεις, καὶ τὰ ἀῤῥωστήματα ψυχῶν διώκοντες, ὅπως καταυγάζῃ καρδίαις, τὸ γλυκὺ προσώπου Κυρίου, φῶς οὗ νῦν ὑμεῖς φαιδρῶς μετέχετε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Στίχοι
Φιλανθρωπίᾳ χρήσασθε τοῖς αἰτουμένοις πόθῳ
καὶ προσκυνοῦσι Λείψανα ὑμῶν, Πατέρες θεῖοι.

 

Πηγή