Παρακλητικός Κανών των εν Τρικάλοις Κορινθίας Αγίων Ιερομάρτυρα Βλάσιον Επίσκοπον Σεβαστείας Όσιο Γεράσιμο τον εν Κεφαλληνίας και Όσιο Μακάριο Αρχιεπίσκοπο Κορίνθου

Ποίημα Αντωνίου Μάρκου Καθηγητού Αγιολογίας

Κέντρον Ἁγιολογικῶν Μελετῶν «Ὅσιος Συμεών ὁ Μεταφραστής»

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Ταῖς τῶν Πατέρων ἱκεσίαις, Οἰκτῆρμον, Ἱερομάρτυρος Ἱεράρχου Βλασίου, Γερασίμου Ὁσίου τε καί Μακαρίου ὁμοῦ· πέμψον τά ἐλέη Σου ἐπί λαόν ἀσεβοῦντα καί παραπικραίνοντα, Σέ τόν τῶν ὅλων Δεσπότην· αὐτούς προσάγωμεν γάρ ὡς πρεσβευτάς, ὡς κεκτημένους τήν χάριν Σου, Κύριε.

Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον (Παναγίας Κορυφιωτίσσης). Ὅμοιον.
Τῇ Θεοτόκῳ ὡς μητρί ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ θεϊκῇ Σου σκέπασον ἀγάπῃ ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ Βελίαρ παγίδων καί τῆς καταθλίψεως καί τῆς δαιμόνων μανίας· Σοῦ γάρ ὑπάρχει ἡ Εἰκών τῆς Κορυφῆς, ἡμῶν προστάτις, σκέπη τε καί ἀντίληψις.

Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· ΤΡΙΑΔΑ ΠΑΤΕΡΩΝ ΤΡΙΚΑΛΩΝ ΥΜΝΩ. ΑΝΤΩΝΙΟΣ.

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.
Τριάδα Πατέρων ἐπιφανῶν, ὑμνήσωμεν πάντες, αὐτοῖς προσπίπτοντες οἱ πιστοί· αἰτούμενοι θείας βοηθείας παρά Κυρίου, αὐτῶν ταῖς δεήσεσι.

Ἅγιε τοῦ Θεοῦ Βλάσιε, πρέσβευε ὑπέρ ἡμῶν.
Ῥῶσιν καί ὑγείαν δίδου ἡμῖν, ὦ Βλάσιε μάκαρ, Ὀρθοδόξων ὁ βοηθός· τῇ γάρ ἐν Τρικάλοις Μονῇ σου, πάντες προσφεύγωμεν ἐν περιστάσεσι.

Ἅγιε τοῦ Θεοῦ Γεράσιμε, πρέσβευε ὑπέρ ἡμῶν.
Ἴασιν δώρησαι τῶν ψυχῶν, ἅμα καί σωμάτων, ὁ τῶν Τρικάλων γόνος λαμπρός καί Κεφαλληνίας ὁ προστάτης καί τῶν δαιμόνων διῶκτης, Γεράσιμε.

Θεοτοκίον.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἄνασσα, Κόρη, τῶν οὐρανῶν, πρεσβείαις Πατέρων εὐσπλάχνως πρόσβλεψον ἐφ’ ἡμᾶς, τούς κατακλυσμῷ τῆς ἁμαρτίας, παρασυρθέντας εἰς βάθη κολάσεως.

ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Ἅγιε τοῦ Θεοῦ Μακάριε, πρέσβευε ὑπέρ ἡμῶν.
Δυνάμει Πνεύματος, Πάτερ, οὐρανοφάντωρ Μακάριε, λόγοις σοῖς ἡμᾶς καταρδεύεις, ὅθεν στερέωσον, ἐν τῇ ἀγάπῃ Χριστοῦ, ὑπέρ ἡμῶν τοῦ παθόντος καί τῶν Μυστηρίων Του ἀξίους ποίησον.

Ἅγιε τοῦ Θεοῦ Βλάσιε, πρέσβευε ὑπέρ ἡμῶν.
Αὐγαῖς θείου ἐλέους καθικετεύομεν, Βλάσιε, πᾶσι αὐγασθῆναι τοῖς πόθῳ πρός σέ προσφεύγουσι, τῇ ἐν Τρικάλοις Μονῇ καί τῇ σεπτῇ σου Εἰκόνι, τοῦ λαβεῖν τήν ἴασιν ταῖς σαῖς δεήσεσι.

Ἅγιε τοῦ Θεοῦ Γεράσιμε, πρέσβευε ὑπέρ ἡμῶν.
Πάτερ θείε τοῖς πόθῳ ὑπό τήν σκέπην σου σπεύδουσι καί γονυκλινῶς αἰτουμένοις τήν σήν ἀντίληψιν, μή ἐπιλάθου, φωστήρ Κεφαλληνίας, σῶν τέκνων καί τῶν ὁμοχώρων σου, κλεινέ Γεράσιμε.

Θεοτοκίον.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἀνυμνοῦμεν, Παρθένε, τά Σά θαυμάσια ψάλλοντες, χαῖρε τῶν παρθένων ἡ δόξα, ἡμῶν τό στήριγμα· τῇ ἱκεσίᾳ, Σεμνῇ, τῶν ἐν Τρικάλοις Πατέρων, πάντας περιφρούρησον, ὦ Κορυφιώτισσα.

Διάσωσον ταῖς τῶν Πατέρων πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν Σοῦ αὐτοῖς καταφεύγομεν, ὡς ἔχοντας τήν πρός Σέ παῤῥησίαν.

Ἐπίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τῶν Πατέρων ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.

Κάθισμα. Ἦχος β΄. Τά ἄνω ζητῶν.
Πατέρων τῇ πρεσβείᾳ νῦν προσπίπτωμεν, οἱ ἐν πόνοις ψυχῆς καί θλίψεσι ὑπάρχοντες καί δι’ αὐτῶν αἰτούμεθα τό τοῦ Κυρίου ἄμετρον ἔλεος καί τήν ταχεῖαν Τούτου συνδρομήν καί τήν βεβαίαν Αὐτοῦ ἀντίληψιν.

ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ἅγιε τοῦ Θεοῦ Μακάριε, πρέσβευε ὑπέρ ἡμῶν.
Τόν τῆς Χίου προστάτην καί Τρικάλων γόνον τόν ἐνδοξώτατον, ἀνυμνήσωμεν θεόφρονες, τόν οὐρανοβάμονα Μακάριον.

Ἅγιε τοῦ Θεοῦ Βλάσιε, πρέσβευε ὑπέρ ἡμῶν.
Εὐλογοῦμεν Κυρίου σεπτόν θεράποντα Βλάσιον, τῇ Εἰκόνι του προσπίπτοντες τῇ θαυματουργῷ κατασπαζόμενοι.

Ἅγιε τοῦ Θεοῦ Γεράσιμε, πρέσβευε ὑπέρ ἡμῶν.
Ῥῦσαι πάντας τούς πόθῳ πρός σέ προσφεύγοντας Ὅσιε, τῇ δυνάμει τῇ τοῦ Πνεύματος, τῶν ἐνεργειῶν τῶν τοῦ ἀλάστορος.

Θεοτοκίον.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὦ Πανύμνυτε Μῆτερ, τῇ Σῇ προνοίᾳ προσπίπτομεν, τήν βεβαίαν Σου αἰτούμενοι καί ἀναγκαῖαν πᾶσιν ὑποστήριξιν.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ἅγιε τοῦ Θεοῦ Μακάριε, πρέσβευε ὑπέρ ἡμῶν.
Νεῦσον πρός ἡμᾶς τοῖς προσπίπτουσι σή χάριτι καί ἐπόμβρησον ἡμῖν τόν ἱλασμόν, τοῖς ἱκέταις σου, Μακάριε θεόληπτε.

Ἅγιε τοῦ Θεοῦ Βλάσιε, πρέσβευε ὑπέρ ἡμῶν.
Τεῖχος νοερόν ταῖς εὐχαῖς σου ἡμῖν ὕψωσον, τοῦ Βελίαρ καταργῶν τάς προσβολάς, ὡς τοῦ Κυρίου ἀρχιθύτης, Πάτερ Βλάσιε.

Ἅγιε τοῦ Θεοῦ Γεράσιμε, πρέσβευε ὑπέρ ἡμῶν.
Ῥῦσαι πειρασμῶν καί κινδύνων ταῖς πρεσβείαις σου, τούς προστρέχοντας σῇ σκέπῃ καί ναῷ, ἐν ὅ ἄφθορον τό σκῆνος σου, Γεράσιμε.

Θεοτοκίον.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἰάτρευσον ἡμῶν καί ἐπούλωσον τά τραύματα, ἐπικαμπτόμενη Πατέρων ταῖς λιταῖς, τῷ Υἱῷ Σου δέ μεσίτευσον, Πανύμνητε.

ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Ἅγιε τοῦ Θεοῦ Μακάριε, πρέσβευε ὑπέρ ἡμῶν.
Κορίνθου μέν ἀνεδείχθης ἀρχιθύτης καί ποιμήν τῶν λογικῶν προβάτων καί Κολλυβάδων ἡγέτης καί Χίου θεῖος προστάτης, ἡμῶν δέ τό καύχημα· διό σοί, Πάτερ ἀγαθέ, τά νῦν προσπίπτομεν, θεῖε Μακάριε.

Ἅγιε τοῦ Θεοῦ Βλάσιε, πρέσβευε ὑπέρ ἡμῶν.
Ἀπέλασον ἀφ’ ἡμῶν πᾶσαν λῦμιν, Βλάσιε σεπτέ Ἱεράρχα, ὡς εἰληφός πλουσίαν τήν χάριν, τοῦ θεραπεύειν τά πάθη καί τραύματα καί τάς ὀδύνας τῆς σαρκός καί τῆς ψυχῆς τήν σκοτόμαιναν, ἔνδοξε.

Ἅγιε τοῦ Θεοῦ Γεράσιμε, πρέσβευε ὑπέρ ἡμῶν.
Λῦσον πειρασμῶν τόν κλοιόν, Πάτερ Γεράσιμε, σαῖς ἐμπύροις πρός Θεόν ἱκεσίαις· τῆς ἀφθαρσίας γάρ ἐκομίσω τήν χάριν καί δωρεάν τήν τοῦ Πνεύματος, Ὅσιε· διό ὡς προστάτης ἀληθῶς τῆς Ἑπτανήσου καί Τρίκκης τεμίμησαι.

Θεοτοκίον.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὡραῖος ἧν ὁ καρπός τῆς γαστρός Σου, ὁ Πανοικτῆρμον Κύριος, Παρθένε· Αὐτόν δυσώπησον δεόμεθα, Κόρη, τούς ἐλεῆσαι ἡμᾶς τούς προστρέχοντας, ὑπό τήν σκέπην τήν σεπτήν, Σοῦ τῆς Μητρός Του, Μαρία Θεόνυμφε.

Διάσωσον ταῖς τῶν Πατέρων πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν Σοῦ αὐτοῖς καταφεύγομεν, ὡς ἔχοντας τήν πρός Σέ παῤῥησίαν.

Ἐπίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τῶν Πατέρων ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μεσιτείᾳ τῆς Μητρός Σου, Πολυέλεε, ἱκεσίαις τε Πατέρων καί δεήσεσι, τῷ Σῷ λαῷ ἐπίβλεψον καί σῶσον ἡμᾶς· ἡμάρτομέν Σοι, Ἀγαθέ, καί παροργίζομεν ἀεί, τήν Σήν ἀγαθότητα· δέχου τήν μεσιτείαν τῆς ἀχράντου Μητρός Σου, ἐπικαμπτόμενος, Σωτήρ, αὐτῶν ταῖς δεήσεσι.

Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Εὐαγγέλιον ἐκ τοῦ κατά Ἰωάννην.(ιε’ 17 – 27 καί ιστ’ 1 – 2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμέ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἄν τό ἴδιον ἐφίλει. Ὅτι δέ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διά τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύεται τοῦ λόγου, οὗ ἐγώ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμέ ἐδίωξαν, καί ὑμᾶς διώξωσιν. Εἰ τόν λόγον μου ἐτήρησαν, καί τόν ὑμέτερον τηρήσουσιν. Ἀλλά ταῦτα πάντα ποιήσουσιν ὑμῖν διά τό ὄνομά μου, ὅτι οὐκ οἴδασι τόν πέμψαντά με. Εἰ μή ἦλθον καί ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Νῦν δέ πρόφασιν οὐκ ἔχουσι περί τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμέ μισῶν καί τόν Πατέρα μου μισεῖ. Εἰ τά ἔργα μή ἐποίησα αὐτοῖς, ἅ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον. Νῦν δέ καί ἑωράκασι καί μεμισήκασι καί ἐμέ καί τόν Πατέρα μου. Ἀλλ’ ἵνα πληρωθῆ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δέ ἔλθη ὁ Παράκλητος, ὅν ἐγώ πέμψω ὑμῖν παρά τοῦ Πατρός, τό Πνεῦμα τῆς ἀληθείας, ὅ παρά τοῦ Πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί ἐμοῦ. Καί ὑμεῖς δέ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μή σκανδαλισθῆτε. Ἀποσυνα-γώγους ποιήσουσιν ὑμᾶς, ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δόξα.
Πατέρων ταῖς πρεσβείαις, λιταῖς τε, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός,…
Δεῦτε τούς Πατέρας νῦν, τούς ἐν Τρικάλοις, ἐν ὕμνοις καί ὡδαῖς τιμήσωμεν, οἱ αὐτοῖς προσπίπτοντες μετά πίστεως· τῷ Θεῷ οὗτοι γάρ, ὑπέρ λαοῦ ἅπαντος, μετά ζέσεως προσδέονται, ἐπικαλούμενοι ἐφ’ ἡμᾶς Κυρίου τό ἔλεος καί Τούτου τήν σωτήριον ἐπί τοῖς δεομένοις βοήθειαν· χαίρετε βοῶντες, δοχεῖα τοῦ Κυρίου ἐκλεκτά καί τῆς Αὐτοῦ παρατάξεως στρατιῶται τίμιοι.

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγιε τοῦ Θεοῦ Μακάριε, πρέσβευε ὑπέρ ἡμῶν.
Νέον ἐν Ἱεράρχαις, Πατέρα Κολλυβάδων καί τῶν ἐν Χίῳ μιδάδων τόν πρύτανην, Μακάριον τιμῶμεν, εὐλογοῦντες δέ ψάλ-λομεν· ὁ Μακαρίου καί ἡμῶν Θεός εὐλογητός εἶ.

Ἅγιε τοῦ Θεοῦ Βλάσιε, πρέσβευε ὑπέρ ἡμῶν.
Ὑμνοῦμεν Σεβαστείας τόν θεῖον ἀρχιθύτην καί τῶν Τρικάλων τά νῦν, τόν ἄμισθον προστάτην, προχέοντα τοῖς πᾶσι ἰάματα τοῖς ψάλλουσι· ὁ τοῦ Βλασίου καί ἡμῶν Θεός εὐλογητός εἶ.

Ἅγιε τοῦ Θεοῦ Γεράσιμε, πρέσβευε ὑπέρ ἡμῶν.
Μνήμην τοῦ Γερασίμου, τοῦ Νοταράδων γόνου καί Ἐκκλη-σίας Πατρός, Ὀρθόδοξοι τιμῶμεν· αὐτός γάρ ἰαμάτων, παρά Κυρίου τῆς χάριτος ἔτυχεν· ὁ Γερασίμου καί ἡμῶν Θεός εὐλογητός εἶ.

Θεοτοκίον.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ναός Σου Θεοτόκε, καί ἡ ἐν Καμαρίῳ Κορυφιωτίσσης Μονή, ἄμισθον ἰατρεῖον πέλει νοσημάτων, διό εὐγνωμόνως καί ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

ᾨδή η΄. Τόν Βασιλέα τῶν οὐρανῶν.
Ἅγιε τοῦ Θεοῦ Μακάριε, πρέσβευε ὑπέρ ἡμῶν.
Ὡς Ἱεράρχην τῆς Ἐκκλησίας τιμῶμεν καί ὡς Πατέρα τῶν Κολλυβάδων προφρόνως καί ὡς Τρικάλων, Μακάριε, τόν προστάτην.

Ἅγιε τοῦ Θεοῦ Βλάσιε, πρέσβευε ὑπέρ ἡμῶν.
Ἄνοιξον, Πάτερ, τῆς εὐσπλαχνίας τήν πύλην τήν τοῦ Κυρίου, Βλάσιε ταῖς εὐχαῖς σου, ἐπί τοῖς δούλοις Αὐτοῦ καί τοῖς Αὐτοῦ ἱκέταις.

Ἅγιε τοῦ Θεοῦ Γεράσιμε, πρέσβευε ὑπέρ ἡμῶν.
Νικῆσαι ὅλως τάς προσβολάς τοῦ Βελίαρ, τύχοιμεν πάντες πρεσβείαις Γερασίμου, τοῦ ἐκ Τρικάλων Κορίνθου ὁρμηθέντος.

Θεοτοκίον.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τιμᾶσθαι πρέπον Σόν τόκον Θεοτόκε, τόν ἀπαλλάξαντα ἀρᾶς τῶν Προπατόρων γένος ἀνθρώπων, Χριστόν τόν Ζωοδότην.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ἅγιε τοῦ Θεοῦ Μακάριε, πρέσβευε ὑπέρ ἡμῶν.
Ὡς μέγας Ἱεράρχης καί ἐν Ὁσίοις μέγας, παρ’ Ὀρθοδόξων τιμᾶσθω Μακάριος, ὁ Κολλυβάδων Πατήρ τε καί πρόμαχος.

Ἅγιε τοῦ Θεοῦ Βλάσιε, πρέσβευε ὑπέρ ὑμῶν.
Νικῆσαι τοῦ Βελίαρ, πρεσβείαις Ἱεράρχου καί ἱκεσίαις Βλασίου ἐλπίζομεν, ὡς τοῦ Κυρίου θεράποντος γεγονότος.

Ἅγιε τοῦ Θεοῦ Γεράσιμε, πρέσβευε ὑπέρ ἡμῶν.
Ἰδεῖν τῆς Βασιλείας Κυρίου τῷ ἀπροσίτῳ, ζωοποιῷ τε φωτί νῦν αἰτούμεθα, ταῖς Γερασίμου ἐνθέρμοις δεήσεσι.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.
Ὁρμήσατε, Πατέρες, ψυχάς ἡμῶν εἰς ὅρμον καί εἰς λιμένα ἀσφαλῆ καί σωτήριον, ταῖς Σαῖς πρεσβείαις πρός Κύριον, Ἅγιοι.

Θεοτοκίον.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Σῶσον ἡμᾶς, Παρθένε, πρεσβείαις τῶν Πατέρων καί τόν Υἱόν Σου εὐσυμπάθητον ποίησον, Σοί μεσιτείᾳ πρός Κύριον τόν Μέγαν.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαῖροις τῶν Πατέρων παρεμβολή, κώμης τῶν Τρικάλων ἡ προστάτης καί βοηθός, Βλάσιε μάκαρ, σύν θείῳ Γερασίμῳ, ὁμοῦ τῷ Μακαρίῳ τῷ οὐρανόφρονι.

Βλάσιε Πάτερ Θαυματουργέ, ἡμᾶς τούς προσιόντας τῇ Εἰκόνι Σου τῇ σεπτῇ, τῇ ἀποκειμένῃ εἰς τήν ἐν Τρικάλοις Μονήν Σου τήν ἁγίαν, πάντας περίσωζε.

Γεράσιμον τόν θεῖον πάντες πιστοί, τῆς Κεφαλληνίας τόν προστάτην καί ὁδηγόν, τόν παρά Κυρίου κατά δαιμόνων χάριν, πλουσίαν εἰληφότα, νῦν εὐφημήσωμεν.

Μακάριον Τρικάλων γόνον λαμπρόν, Χίου τόν προστάτην, Κολλυβάδων ὑφηγητήν, Ἀχράντων Μυστηρίων τῆς Θείας Κοινωνίας, διδάσκαλον τόν μέγαν, νῦν ἀνυμνήσωμεν.

Πατέρες οὐρανόφρονες τήν ἡμῶν πτωχήν ἱκεσίαν προσδε-χόμενοι, ἐφ’ ἡμᾶς πλουσίαν ἐπομβρήσατε τήν χάριν τοῦ Παρακλήτου, ὡς δοχεῖα Αὐτοῦ ἔντιμα.

Κράζωμεν εὐγνωμόνως χαῖρε Ἁγνή, ὅτι εὐαρεστῆσαι τῇ Εἰκόνι Σου τῇ σεπτῇ, τῇ ἀποκειμένῃ Μονῇ Κορφιωτίσσης, δοξάζοντες τήν θείαν οἰκονομίαν Σου.

Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ·
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τούς ἐν Τρικάλοις Πατέρας καί Ἁγίους τιμήσωμεν, ὁμοῦ τῷ Γερασίμῳ Ἱερομάρτυρα Βλάσιον, σύν θείῳ Μακαρίῳ Νοταρᾷ· αὐτοί γάρ τῆς Τριάδος ἐρασταί, ἀναδειχθέντες ἀγῶσι πνευματικοῖς, ἀξίως ἐκομίσαντο τά βραβεῖα· δόξα, οὗν, ἐκβοήσωμεν αὐτοῖς, δόξα τῷ ἀναδείξαντι, δόξα τῷ ἐν Ἁγίοις θαυμαστῷ, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τήν τριάδα τήν σεπτήν, τῶν ἐν Τρικάλοις Πατέρων, πάντες τιμήσωμεν, Βλάσιον τόν ἔνδοξον, σύν Μακαρίῳ ὁμοῦ Γερασίμῳ καί εἴπωμεν αὐτοῖς μελωδοῦντες, χαίρετε τρισόλβιοι Τριάδος πρόμαχοι, Πατέρες, Ἐκκλησίας φωστῆρες καί ἡμῶν προστάται ἐν ἀνάγκαις, πάντων τε Ὀρθοδόξων οἱ ἀμύντορες.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

 

Πηγή