Παρακλητικός Κανών εις τους Επτά Παίδες εν Εφέσω
†Εορτάζονται στις 4 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ τὰ τοῦ κόσμου ὡς φθαρτὰ παριδόντες καὶ τὰς ἀφθάρτους δωρεὰς εἰληφότες, ἀποθανόντες ἔμειναν ἐκτὸς καταφθορᾶς· ὅθεν ἐξανίστανται, μετὰ πλείονας χρόνους, ἅπασαν ἐνθάπτοντες, δυσμενῶν ἀπιστίαν· οὕς ἐν αἰνέσει σήμερον, πιστοί, ἀνευφημοῦντες Χριστὸν ἀνυμνήσωμεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐφέσου τοὺς παῖδας τοὺς εὐθαλεῖς, τοὺς λίθους τιμίους, καὶ ἀστέρας διαπρεπεῖς, πιστοί, εὐφημήσωμεν ἀξίως ὡσεὶ πυρσοὺς Ἐκκλησίας ἐκλάμποντας.
Νεκρώσαντες πάθη τὰ τῆς σαρκός, ὑπνώσαντες ὕπνον παραδόξως καὶ μυστικῶς, ἐκ τούτου ἀνέθορον οἱ Παῖδες, τῆς Ἀναστάσεως δόγμα κρατύνοντες.
Ὡς πάλαι καθεῖλον Ἱεριχώ οἱ παῖδες Ἑβραίων τῶν σαλπίγγων βοῇ ἑπτά· οὕτω ἑπταφώτῳ πίστει Παίδων τῶν κακοδόξων ἡ ἔπαρσις λέλυται.
Θεοτοκίον.
Ἐκ σοῦ ἐσαρκώθη ἄνευ σποράς, τροπῆς καὶ φυρμοῦ τε ὁ συνάναρχος τῷ Πατρὶ καὶ Πνεύματι Λόγος, Θεομῆτορ, τὴν σωτηρίαν ἀνθρώποις δωρούμενος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπλανεῖς ὡς ἀστέρες ἑπτά, σοφοί, ὤφθητε, πίστει ἀπαστράπτοντες, Παῖδες, καὶ κοσμιότητι καὶ τοὺς ἐν πλάνῃ οἰκτρᾷ βυθιζομένους καὶ σκότει πρὸς λιμένα πίστεως ὀρθῆς ἰθύνατε.
Μακκαβαῖοι ὡς νέοι, εἰδωλικὴν λαίλαπαν ἀνδρείως οἱ Παῖδες Ἐφέσου, καθυπομείναντες, συστρατευθέντες Χριστῷ πᾶσαν ἐνίκησαν πλάνην καὶ στεφάνου πίστεως κατηξιώθησαν.
Τὸ δυσῶδες τῆς πλάνης διὰ βίου ἐλέγχοντες, ὡς πανευωδέστατον μῦρον Χριστῷ προσήχθητε, ἅγιοι Παῖδες ἑπτά, Ἐφέσου ἄφραστον θαῦμα, ἐκφρασταί γενόμενοι τοῦ θείου δόγματος.
Θεοτοκίον.
Φλεγομένη ἡ βάτος ἐν τῷ Σινᾷ, Πάναγνε, καὶ μὴ καιομένη οὐδόλως προδιετύπωσεν σοῦ τὸ παράδοξον, καὶ ἀπερίγραπτον θαῦμα, τῆς τοῦ Παντοκράτορος ἐνανθρωπήσεως.
Φωτίσατε, ὡς εἰληφότες τῆς Ἀναστάσεως πεῖραν, τὰς διανοίας ἡμῶν φωτὶ θείας γνώσεως, Ἐφέσου ἑπτάριθμοι θεῖοι Παῖδες.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄.Πρεσβεία θερμή.
Χορὸν εὐαγῆ καὶ σέλας τὸ ἑπτάφωτον, πηγὴν ζωηράν, ἀφθόνως ἀναβλύζουσαν τῆς Ἀναστάσεως ὕδωρ γλυκύτατον, τῶν Ἀθλοφόρων τὸν δῆμον αἰνέσωμεν, τοῦ Παραδείσου τὰ ἄνθη τὰ εὔοσμα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱερώτατον σύνταγμα, τῆς Ἐφέσου Παίδων σεπτῶν ἑπτάριθμον, ὡς τῆς ἀληθείας κήρυκας καὶ Ὀρθοδοξίας ἀνυμνήσωμεν.
Σοφιζόμενον μάταια τὸν τῆς πλάνης τύραννον δυσσεβέστατον, Ἐφεσίων Παῖδες ἔδειξαν ἄφρονα καὶ μάτην ταρασσόμενον.
Ἱερεῖα πανάμωμα ἀληθῶς καὶ θύματα ὡς πανεύοσμα τῷ Κυρίῳ πίστει ὤφθητε καὶ ὁμολογίας τῇ στεῤῥότητι.
Θεοτοκίον.
Μὴ παρίδῃς πρεσβεύουσα, ὑπὲρ τῶν αἰτούντων τὴν σὴν ἀντίληψιν, λυτρωθῆναι πάσης θλίψεως καὶ παντὸς κινδύνου Θεονύμφευτε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θάνατον κοινὸν ἐπὶ γῆς θανέντες Ἅγιοι, παραδόξως ἐξανέστητε, σαφῶς τὴν τῶν πάντων ἐξανάστασιν πιστούμενοι.
Πλάνην ζοφερὰν ἐκπορθήσατε καὶ ἄρνησιν τῆς ἐγέρσεως τοῦ γένους τῶν βροτῶν, τῇ ἐγέρσει τῇ ὑπερφυεῖ, πανόλβιοι.
Δόγμα ἀσεβὲς καὶ εἰδώλων τὴν σκοτόμαιναν νενικήκατε ὡς μάρτυρες στεῤῥοί, γεγονότες ἀληθείας θεῖοι φύλακες.
Θεοτοκίον.
Τέλειος Θεὸς καὶ βροτὸς ὁμοῦ ἀνέτειλλεν ἀσυγχύτως ἐκ τῆς μήτρας σου Ἁγνή, τὴν τοῦ κόσμου ἁμαρτίαν αἴρων Κύριος.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἰσάριθμοι τῆς Σοφίας ὤφθησαν ὡσεὶ στῦλοι οἱ ἀοίδιμοι Παῖδες καὶ τῶν δαιμόνων καθεῖλον τὰ θράση καὶ τῶν τυράννων τὸ ἄθεον πρόσταγμα, δεχόμενοι ἐξ οὐρανοῦ ὑπερφυῆ καὶ παράδοξον κοίμησιν.
Φρουρούμενοι θεϊκῇ προνοίᾳ τε καὶ φθορᾶς τῆς φυσικῆς φυλαχθέντες, ἐν τῷ σπηλαίῳ ἐδέξασθε ὕπνον, καὶ πολυχρόνιοι, Ἅγιοι, ὤφθητε, Ἐφέσου καύχημα τερπνὸν καὶ Ἐκκλησίας ἀκλόνητον στήριγμα.
Πρεσβεύσατε, τῷ Χριστῷ, πανεύφημοι, τῷ τοῦ κόσμου Λυτρωτῇ καὶ Σωτῆρι ὑπὲρ ἡμῶν, τῶν ἀεὶ πιστευόντων εἰς τὴν τῶν πάντων βεβαίαν Ἀνάστασιν, ὡς μάρτυρες αὐτοπαθεῖς καὶ ἰδίαν τὴν πεῖραν κατέχοντες.
Θεοτοκίον.
Προμήτορος ἡ ἀρὰ ἐξέλιπεν καὶ τοῦ θήλεος ἡ φύσις νῦν χαίρει· ὅτι Παρθένος ἐκύησεν κόσμῳ τὴν σωτηρίαν ἁπάντων καὶ λύτρωσιν, τὸν Ἀναστάντα ἐκ νεκρῶν καὶ ἀνάστασιν πᾶσι δωρούμενον.
Φωτίσατε, ὡς εἰληφότες τῆς Ἀναστάσεως πεῖραν, τὰς διανοίας ἡμῶν φωτὶ θείας γνώσεως, Ἐφέσου ἑπτάριθμοι θεῖοι Παῖδες.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοις των αιμάτων σου ῥείθροις.
Θωρακισθέντες δυνάμει τοῦ Πνεύματος, τὸν εἰδωλόφρονα Δέκιον κατῃσχύνατε καὶ νίκης βραβεῖα ἤρατε, Ἐφέσου Παῖδες ἑπτάριθμοι· ὑμᾶς γὰρ ὁ Κύριος ἐξαναστήσας ἐνθέως ἐδόξασεν.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄ 12-16).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματος μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διά τὸ ὄνομα μου καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἑπταρίθμους μέλψωμεν, Ἐφέσου Παῖδας ὁσίους, τοὺς ἀπὸ νεότητος τὸν Θεὸν καὶ Κύριον ἀγαπήσαντας· οὗτοι γὰρ ἤνυσαν μαρτυρίου τρίβον ἐν σπηλαίῳ ἐγκλειόμενοι καὶ προσευχόμενοι μὴ παραδοθῆναι τῷ εἰδωλόφρονι, ἐπὶ μακρὸν θ’ ὑπνώσαντες χάριτι Θεοῦ ἐξανέστησαν, ἵνα πάντες γνῶσιν ἀνάστασιν καὶ κρίσιν τῶν νεκρῶν, ἃς προσδοκῶμεν γηθόμενοι καὶ ζωὴν τὴν μέλλουσαν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Θείου Πνεύματος σκεύη καθαρὰ καὶ εὐώδη οἱ Παῖδες ὤφθησαν, τῆς Ἐκκλησίας στῦλοι καὶ ἄγκυρα ἐλπίδος τοῖς ὑμνοῦσι καὶ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Κραταιούμενοι δόξῃ, εὐσεβῶς πιστωσάμενοι τῆς Ἀναστάσεως τὸ κορυφαῖον δόγμα, ἀνήλθετε εἰς ὕψος μελῳδοῦντες καὶ κράζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τοῖς Παισὶν ἐν σπηλαίῳ ἐκ Θεοῦ παραδόξως τὸ φῶς δεδώρηται ζωῆς καὶ ἀφθαρσίας· διὸ οἱ πρὶν θανέντες ζωωθέντες ὑπέψαλλον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Θλιβομένων ἐν βίῳ, πλανωμένων διόρθωσις καὶ ἀντίληψις ὑπάρχεις, Θεοτόκε, ἐλπὶς ἀπηλπισμένων, οἱ εὐγνώμονες ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥίζαν πικρίας αἱρετιζόντων δογμάτων, ἀναφύουσαν δεινῶς, οἱ θεῖοι Παῖδες ἔτεμον τῆς πλάνης καὶ τῆς κακοδοξίας.
Τῶν Ἐφεσίων οἱ ἀρχηγοὶ καὶ προστάται, Παῖδες ἅγιοι ἑπτὰ καὶ ἀθλοφόροι, Ἐκκλησίας στῦλοι ἐδείχθησαν ἐνθέως.
Στεῤῥοὶ φανέντες προασπισταὶ ἀληθείας καὶ ἰσάριθμοι δειχθέντες Μακκαβαίων, πᾶσιν εὐσεβείας δεικνύετε τὴν τρίβον.
Θεοτοκίον.
Πᾶς ὁ προστρέχων ἐπὶ τῇ σκέπῃ σου Κόρη, τὰ τῆς πίστεως ἐλπίδας κεκτημένος, δωρεὰν λαμβάνει,τῶν θείων χαρισμάτων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δοχεῖον μυστηρίων καὶ θείων θαυμασίων ἡ τῶν Ἁγίων ἐδείχθη ἀνάστασις· σαρκὶ θανόντες γὰρ πάλαι, νῦν ἐξανέστησαν.
Τῆς ῥώσεως ταμιεῖον καὶ πίστεως βεβαίας τὸ τῶν Ἁγίων καθέστηκεν σπήλαιον, προκαταγγέλλον τὸ κλέος τῆς Ἀναστάσεως.
Ὡς τετιμημένοι οἱ Παῖδες ἐν Ἐφέσῳ, τῷ ἀριθμῷ τε καὶ πίστει Χριστοῦ τοῦ Θεοῦ, τῆς Ἐκκλησίας ἐδείχθησαν λίθοι πολύτιμοι.
Θεοτοκίον.
Ἠράσθη τοῦ σοῦ κάλλους ὁ Κύριος τῆς δόξης καὶ τὴν γαστέρα σου θρόνον ἐποίησεν καὶ τὴν κοιλίαν σου Μῆτερ, θεῖον παλάτιον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ ἑπτάφωτος ἀθλητῶν Ἐφεσίων Παίδων, λύχνος ὄντως ὁ παμφαής, τὴν κοινὴν ἐμφαίνων Ἀνάστασιν ἀνθρώπων τῷ ἄνακτι καὶ πᾶσι τοῖς εὐσεβόφροσιν.
Δόγμα ἀκυροῦται νεκροποιοῦν· οἱ γὰρ θεῖοι Παῖδες ἀναστάντες ἐκ τῶν νεκρῶν ἐδήλωσαν πᾶσι τὴν μέλλουσαν γενέσθαι ἐν τῇ ἐσχάτῃ ὥρᾳ βροτῶν Ἀνάστασιν.
Στῦλοι τῆς σοφίας θεοειδεῖς, ἰσάριθμοι Παῖδες τῆς Ἐφέσου πανευκλεεῖς, φρύαγμα δαιμόνων καὶ μῆνιν τοῦ τυράννου ἐθραύσατε τῇ πέτρᾳ στεῤῥά τῆς πίστεως.
Δεῦτε, ἀνυμνήσωμεν οἱ πιστοὶ ἱερὰν ἑπτάδα τῆς Ἐφέσου τὴν ἐκλεκτήν, πόθῳ ἐκβοῶντες· ὦ θεῖοι Ἀθλοφόροι, δότε ἡμῖν τὴν πεῖραν τῆς Ἀναστάσεως.
Νεκρῶν τὴν ἀνάστασιν ἐσαεὶ κηρύττετε πᾶσι, τῆς Ἐφέσου φωταγωγοί, ὕπνον ἐν σπηλαίῳ ἀνύσαντες καὶ ξένως, θελήματι Κυρίου, ἐξανιστάμενοι.
Ὡς χίλια ἔτη ἡμέρα μιᾷ καὶ ἡμέρα μία χίλια ἔτη παρὰ Χριστῷ· ταύτην τὴν ἀλήθειαν οἱ Παῖδες βεβαιοῦσι, λαβόντες παραδόξως πεῖραν τοῦ θαύματος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ Πνεύματι ἀφθαρτισθέντες, πολυχρόνιον ἤνυσαν ὕπνον οἱ ἐν Ἐφέσῳ ἑπτάριθμοι Μάρτυρες καὶ ἀναστάντες πιστοὺς ἐβεβαίωσαν τὴν τῶν ἀνθρώπων κοινὴν ἐξανάστασιν· ὅθεν ἅπαντες συμφώνως τούτους τιμήσωμεν, δοξάζοντες Χριστὸν τὸν πολυέλεον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, Ἐξακουστωδιανέ, Μαρτινιανέ, Κωνσταντῖνε, σεπτὲ Ἰάμβλιχε, Ἰωάννη ἔξοχε καὶ Μαξιμιλιανέ, Διονύσιε ἔνδοξε, ἑπτὰς Ἀθλοφόρων, τὴν κοινὴν Ἀνάστασιν στεῤῥῶς κηρύξαντες, ζόφωσιν σκεδάσαντες πλάνης καὶ τῆς ἀληθείας τῷ φέγγει πᾶσαν τὴν ὑφήλιον φωτίσαντες.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Εὐχαριστῶ θερμῶς τὸν ἐν Χριστῷ ἀδελφὸν Ἀθανάσιο,
διὰ τὴν παραχώρησιν τῆς Παρακλήσεως.