Δύο Παρακλητικοί Κανόνες εις τους Αγίους Ισαποστόλους Κωσταντίνου και Ελένης

  1. Ποίημα Αγνώστου Συγγραφέως

  2. Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια

Παρακλητικός Κανών εις τους Αγίους Ενδόξους Μεγάλους Βασιλείς και Ισαποστόλους Κωσταντίνον και Ελένης

†Εορτάζουν στις 21 Μαίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ’ .Ὁ ὑψωθείς ἐν τῷ Σταυρώ.
Τοὕς Ὀρθοδόξων Βασιλέων προστάτας, οἱ συνεχόμενοι δεινοῖς ἀνυποίστοις, ἐκλιπαροῦντες κράξωμεν ἐκ βάθους ψυχῆς, Κωνσταντῖνε μέγιστε, καί θεόφρον Ἑλένη, λιταῖς ὑμῶν, Θεόστεπτοι, πάσης ῥύσασθε βλάβης, καί ἐκ δεινῶν λυτρώσασθε ἡμᾶς, ὡς πρεσβευταί ἀεί ἡμῶν, θερμότατοι.

Δόξα. Καί νῦν Θεοτόκιον.
Τἡ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί καί ταπεινοῖ καί προσπέσωμεν ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχής˙ Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων, μή ἀποστρέψῃς σούς δούλους κενούς˙ σε γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Καί ὁ Κανῶν οὐ ἀκροστιχίς:
ΚΩΝΣΤΑΝΤΙΝΟΝ ΕΛΕΝΗΝ ΑΝΑΚΤΑΣ ΓΕΡΑΙΡΩ.

ᾨδῇ ἀ’ . Ἦχος πλ. δ’ . Ὑγράν διοδεύσας.
Κύριε τῆς δόξης καί Βασιλεῦ, τῆς κυριευούσης, ἀσθενείας με χαλεπῆς, τῶν σεπτῶν Ἀνάκτων ἱκεσίαις, τόν σόν οἰκέτην εὒσπλάγχνως ἀπάλλαξον.

Ὦς ὄντως ἐγένου σύ ἐραστής, Κωνσταντῖνε μέγα, Βασιλείας τῶν Οὐρανῶν, οὕτω τόν σόν δοῦλον βασιλεύειν, κατά παθῶν καί δαιμόνων ἀξίωσον.

Νοός μου τό σκότος ταῖς σαῖς εὐχαῖς, Ἑλένη θεόφρον, καταλάμπρυνον ταῖς φαιδραῖς, ἆς ἀπολαμβάνεις ἀενάως, θεαρχικάς Οὐρανίας λαμπρότητας.

Θεοτόκιον.
Σὗ ὄντως τῆς θείας Ἀνατολῆς, ὑπάρχουσα Πύλη, πύλας ἀνοιξόν μοι Ἁγνῇ, μετανοίας ἀληθοῦς καί ἐκ πυλών με, τῆς ἁμαρτίας λιταῖς σου ἐξάρπασον.

ᾨδῇ γ’ . Οὐρανίας αψίδος.
Τυχείν σπεύσας ἐνθέων, ἀνταμοιβῶν, Πάνσεπτε, πλάνην σύ κατέλιπες καί σκότος πατροπαράδοτον˙ κάμε οὖν δέομαι, δαιμονικῆς σαῖς πρεσβείαις, πλάνης σκοτιζούσης μου τόν νοῦν ἀπάλλαξον.

Ἀπό πάσης ἀνάγκης, καί τῶν δεινῶν λύτρωσαι, ἅπαντας τούς πίστει Ἑλένη, σοι καταφεύγοντας, ταῖς ἱκεσίαις σου, πρός τόν τεχθέντα αφράστως, καί Σταυρόν καί θάνατον, καθυπομείναντα.

Ναὄν θεῖον, Ἑλένη, ἐν τῆ Σίων κτίσασα, καί τό ἀρραγές Χριστιανῶν, θεῖον τρόπαιον, σύ φανερώσασα, ὑπέρ τῶν ἐκδυσώπει, ἀρραγῆ καί ἄτρεπτον, τήν πίστιν τηρήσασθαι.

Θεοτόκιον.
Τὀν βυθῶ ἁμαρτίας, διηνεκῶς κείμενον, δοῦλον σου Παρθένε, ὡς εὔσπλαγχνος, σύ εξέγειρον˙ σῶσον με οἴκτειρον. Σύ γάρ λιμήν τῶν ἐν ζάλη, καί τῶν πεπτωκότων, θεία ἀντίληψις.

ᾨδῇ δ’  . Εἰσακήκοα Κύριε.
Ίλασμόν καί συγχώρησιν, τόν Παμβασιλέα Θεόν ἱκέτευε, τῶν πταισμάτων μοι δωρήσασθαι, Κωνσταντῖνε Μέδων ἁγιώτατε.

Νὗν ἀνάκτων τό καύχημα, θεῖε Κωνσταντῖνε, φωτί παρίστασαι, τῆς Τριάδος τάς ψυχάς ἡμῶν, καταλάμπων θείαις ἱκεσίαις σου.

Ὅντως Μέδων Παμπόθητε, σύ τῶν Ὀρθοδόξων εἷ τό κραταίωμα, τῶν πτωχῶν μέγας ὑπέρμαχος, καί τῶν αἰχμαλώτων ἡ ἀνάρρυσις.

Θεοτόκιον.
Νὗν ψυχήν μου Πανάχραντε, τήν εσκοτισμένην τοῖς παραπτώμασι, ὡς Θεόν σαρκί κυήσασα, φωτί Οὐρανίῳ καταλάμπρυνον.

ᾨδῇ ἐ’ . Φώτισον ἡμᾶς.
Ἕλαβες, Σεπτέ, ἐκ Θεοῦ σοφίαν ἄμετρον, καί τοῦ Σολομῶντος τήν φρόνησιν˙ διό σοφία λιταῖς σου, θεία με καταγλάϊσον.

Λάμπρυνον στολήν, τῆς ψυχῆς μου, Ἰσαπόστολε, ἤν παθῶν κηλῖσιν ἠμαύρωσα, καί εἰς νυμφῶνα, τοῦ Ὑψίστου με εἰσάγαγε.

Ἕφερες εἰς φώς, τόν κρυπτόμενον ἐν ἔτεσι, πλείστοις τοῦ Σωτῆρος τάφον τόν ἅγιον, ὄν προσκυνήσαι, ὦ Ἑλένη με ἀξίωσον.

Θεοτόκιον.
Νἔφη τῶν παθών, ἀποσόβησον, Πανάχραντε, ὡς φωτός νεφέλη ὑπάρχουσα, ἐκ τῆς ψυχῆς μου, καί σή αἴγλη με καταύγασον.

ᾨδῇ στ’ . Τήν δέησιν ἐκχεῶ.
Ἤθροισας, Κωνσταντῖνε θεόφρον, ἐν Συνόδῳ τόν χορόν τῶν Πατέρων, καί δι’ αὑτῶν τάς καρδίας ἁπάντων, Πίστεως θείας, τοῖς νόμοις εστήριξας˙ ἀξίωσον οὖν καί ἡμᾶς, τοῦ φυλάττειν τήν Πίστιν ἀμόλυντον.

Νοὖν σου, θεόφρον, εἰς τόν Πλάστην στηρίξας, τόν τοῖς πᾶσι παρέχοντα τόν βίον, εἰδωλικῆς καί ματαίου θρησκείας, ἀπεσκοράκισας ὅλως σεβάσματα˙ εὔχου δε καί ὑπέρ ἡμῶν, ἀκλινεῖς ἐν τῆ Πίστει φυλάττεσθαι.

Ἆφθόρον πολιτείαν ποθοῦσα, τήν Θεόσδοτον ἠσπάσθης θρησκείαν˙ τῷ Βασιλεῖ δε τῶν αἰώνων, Ἑλένη, ὑποταχθεῖσα χορεύεις αἰώνια, πρεσβεύουσα ὑπέρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων τήν Μνήμην σου.

Θεοτόκιον.
Νἠχέται, Πανακήρατε Κόρη, ἡ πανάθλιος ψυχή μου κακίαις˙ διό λουτρῷ μετανοίας τελείας, καί τοῖς κρουνοῖς τῶν δακρύων καθάρισον˙ καί σῶσον με τόν δυστυχῆ, ἐπί σε ἀδιστάκτως προστρέχοντα.

Ἕκ θλίψεων καί ἐκ παντοίων κινδύνων καί νόσων, Ἰσαπόστολοι θείοι, ῥύσασθε ἡμᾶς τούς πιστῶς, γεραίροντας, λιταῖς ὑμῶν πρός Θεόν ταῖς ἐνθέρμοις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις και το Κοντάκιον.
Ἦχος γ’ .
Κωνσταντίνος σήμερον, σύν τῆ Μητρί τῆ Ἑλένη, τόν Σταυρόν ἐμφαίνουσι, τό πανσεβάσμιον Ξύλον, πάντων μέν τῶν Ἰουδαίων, αἰσχύνην ὄντα, ὅπλον δε, πιστῶν Ἀνάκτων κατ’ εναντίων˙ δι’ ἡμᾶς γάρ ἀνεδείχθη, σημεῖον μέγα, καί ἐν πολέμοις φρικτόν.

Καί εὐθύς τό Προκείμενον.
Ὕψωσα ἐκλεκτόν ἐκ τοῦ λαοῦ μου ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αυτόν.
Στίχ. Ὑπέταξε λαούς ἡμῖν καί ἔθνη ὑπό τούς πόδας ἡμῶν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον. (Κεφ ιστ’ . 13 -19 ).
Τὦ καιρῶ ἐκείνῳ, ἐλθών ὁ Ἰησοῦς εἰς τά μέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τούς μαθητάς αὑτοῦ λέγων˙ Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἷναι τόν Υἱόν τοῦ ἀνθρώπου; Οἱ δε είπον˙ οἱ μέν Ἰωάννην τόν Βαπτιστήν, ἄλλοι δε Ηλίαν˙ ἕτεροι δε Ἱερεμίαν, ἤ ἔνα τῶν Προφητῶν. Λέγει αυτοίς˙ Ὑμεῖς δε τίνα με λέγετε εἷναι; Ἀποκριθείς δε Σίμων Πέτρος, είπε˙ Σύ εἷ, ὁ Χριστός, ὁ Υἱός τοῦ Θεοῦ τοῦ ζῶντος. Καί ἀποκριθείς ὁ Ἰησοῦς, είιπεν αυτώ˙ Μακάριος εἷ, Σίμων Βάρ Ἰωνᾶ, ὅτι σάρξ καί αἷμα ούκ ἀπεκάλυψε σοι, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Κἀγώ δε σοι  λέγω, ὅτι σύ εἷ Πέτρος, καί ἐπί ταύτῃ τῆ Πέτρα οἰκοδομήσω μου τήν Ἐκκλησίαν, καί πύλαι ᾄδου οὗ κατισχύσουσιν αυτής˙ καί δώσω σοι τάς κλείς τῆς βασιλείας τῶν ουρανών˙ καί ὁ ἐάν δήσῃς ἐπί τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καί ὁ ἐάν λύσῃς ἐπί τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.

Δόξα.
Ταῖς  τῶν Θεοστέπτων πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τα πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τα πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ελέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β’ . Μεταβολῇ τῶν θλιβομένων.
Μεταβολῇ τῶν αἰχμαλώτων, ἀνόρθωσιν τῶν πεπτωκότων ὑπάρχοντες, Βασιλεῖς θεοφόροι, σώσατε Πόλιν καί Λαόν, τῶν πολεμουμένων οἱ προστάται, καί ἀνορθωταί τυραννουμένων, ταῖς θείαις ἡμῶν ἐντεύξεσι.

Σῶσον ὁ Θεός τόν Λαόν σου…

ᾨδῇ ζ’ . Παῖδες Ἑβραίων.
Ἆναξ, τό κλέος ἀνεδείχθης, τῶν Ἀνάκτων σκηνώματα δ’ Ἀγγέλων, κατοικῶν τῶν πιστῶς ἡμῶν σε ἀνυμνούντων, τό κοσμικόν κλυδώνιον, καταπράϋνον λιταῖς σου.

Κύριος στέφανον, ὦ Ἄναξ, ἀπονέμει σοι γενναίως καθελόντι, τῶν εἰδώλων βωμούς, καί πάντας τούς ἀνθρώπους, εἰς Πίστιν ὁδηγήσαντι, τήν ὀρθήν καί παναγίαν.

Τἴς διηγήσεται, Ἑλένη, οὕς ὑπέστης θεοφιλεῖς ἀγῶνας, ὑπέρ Πίστεως, ἤν ἠγάπησας, θεόφρον˙ ἔν ταύτῃ οὖν στερέωσον, σαῖς λιταῖς τούς σούς οἰκέτας.

Θεοτόκιον.
Ἆχραντέ Κόρη, ἁμαρτάνων, καί δουλούμενος ἀτόποις συνηθείαις, τῆ σεπτή σου ἀεί, προστρέχω συμπαθείᾳ, ἀπηλπισμένον σῶσον με, μητρικαῖς σου ἱκεσίαις.

ᾨδῇ η’ . Τόν Βασιλέα.
Σοἵ Κωνσταντῖνε, καταφεύγων ὁ τάλας, ἀνακούφισιν ἀπολαβεῖν ἐλπίζω, τῶν κακῶν ὤν πάσχω, ταῖς θείαις σου πρεσβείαις.

Γῥαπτούς τούς ὕμνους, εὐλαβῶς σοι προσφέρω, ἱκετεύων, ὦ Ἄναξ, ὅπως σώσης, ἐκ τῶν ἐνοχλούντων, ἐχθρῶν με σαῖς πρεσβείαις.

Ἕυσεβοφρόνως, οἱ φιλέορτοι δεῦτε, προσπελάσωμεν Ἑλένη τῆ θεία, ὅπως νοσημάτων, ῥυσθῶμεν καί κινδύνων.

Θεοτόκιον.
‘Ρανίδα στάξον, θείας γνώσεως, Κόρη, ἐκ τῶν ἄνω μοι ὡς τάξας σοφίας, χορηγόν τόν θεῖον, καί φώτισον τόν νοῦν μου.

ᾨδῇ θ’ . Κυρίως Θεοτόκον.
Ἀγίως τήν ζωήν μου, τελέσας, Κωνσταντῖνε, σύν τοῖς Ἁγίοις οἰκεῖν κατηξίωσαι, ὑπέρ ἡμῶν ἱκετεύων, τόν Παντοκράτορα.

Ίἄματα παντοία, βλύζει ἡ Εἰκών σου, καί ἀπελαύνει Τυράννων φρυάγματα, ὦ Κωνσταντῖνε, διό σε πίστει γεραίρομεν.

‘Ρὕσαι ἐκ κινδύνων, πάντας, ὦ Ἑλένη, τούς μετά πίστεως σοι προστρέχοντας, καί ἐκ τῶν νόσων ἀπάλλαξον, ταῖς πρεσβείαις σου.

Θεοτόκιον.
Ὦ Θεοτόκε Κόρη, πυρός αἰωνίου, τούς προσκυνοῦντας τόν Τόκον σου, λύτρωσαι. Σύ γάρ ἡμῶν εἷ προστάτις, τῶν ἀνυμνούντων σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καί τά  παρόντα Μεγαλυνάρια,
Τὀν μέγαν Κωνσταντῖνον σύν τῆ μητρί, Ἑλένη τῆ θεία, τούς προστάτας τῶν εὐσεβῶν, καί ἀσείστους βάσεις, τῆς εὐσεβοῦς θρησκείας, ευφήμως κατ’ ἀξίαν ἀνευφημήσωμεν.

Δώρησαι, Θεόστεπτε Βασιλεῦ, τοῖς Μνήμην τελοῦσι, τήν ἀγίαν σου σαῖς λιταῖς, ἄφεσιν πταισμάτων, καί τῶν δεινῶν τήν λύσιν, ὡς ἔχων παρρησίαν πρός τόν φιλάνθρωπον.

Ὁρφανών ὑπέρμαχον καί πτωχῶν, θησαυρόν σε μέγαν, ἀπορούντων τε φροντιστήν, αἰχμαλώτων ῥύστην, καί ταπεινῶν προστάτην, εἰδότες σε τιμῶμεν , ὦ Ἰσαπόστολε.

Πληρῇς γενομένη ἁγιασμοῦ, Ἑλένη θεόφρον, Ἰαμάτων βλύζεις κρουνούς, δι’ ὤν ἀποπλύνεις, δυσώδεις ἀσθενείας, τῶν σε ἀνευφημούντων, ταῖς ἱκεσίαις σου.

Πάντες σε τιμῶμεν χρεωστικῶς, θεῖε Κωνσταντῖνε, ὡς ἀνάκτων θεοσεβῶν, πρῶτον καί κρηπῖδα, τῆς πίστεως τῆς θείας, σύν τῆ Μητρί Ἑλένη, ὕμνοις γεραίροντες.

Ίλεώς γενοῦ μοι τῷ ταπεινῶ, ὅτι πλήν σου ἄλλην, οὗ γινώσκω καταφυγήν, ὁ ἔν ἁμαρτίαις παντοίαις πεπλησμένος˙ ἐλέησον με μόνη, Χριστιανῶν ἡ ἐλπίς.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τό Τροπάριον Ἦχος δ’ .
Τοὐ Σταυροῦ σου τόν τύπον, ἐν Οὐρανῶ θεασάμενος, καί ὡς ὁ Παύλος τήν κλῆσιν, ούκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν Βασιλεῦσιν Ἀπόστολος σου, Κύριε, Βασιλεύουσαν Πόλιν, τῆ χειρί σου παρέθετο, ἤν περίσῳζε διά παντός ἐν εἰρήνη, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’ . Ὅτε ἐκ τοῦ ξύλου.
Δεὖτε ἀνυμνήσωμεν Πιστοῖ, τούς τῶν εὐσεβῶν βασιλέων, προστάτας δεῦτε φαιδρώς, τούτους εὐφημήσωμεν, ἀναβοῶντες αυτοίς˙ Κωνσταντῖνε θεόσεπτε, θεόφρον Ἑλένη, παύσατε δεόμεθα, κακῶν τήν πρόοδον, θλίψεων πραΰνατε σάλον, καί τοῖς αἰχμαλώτοις τήν ῥύσιν, ταῖς λιταῖς ἡμῶν νῦν χορηγήσατε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Χαιρετισμοί Ισαποστόλων Κωσταντίνου και Ελένης

Πηγή

Παρακλητικός Κανών εις τους Ισαποστόλους Βασιλείς Κωσταντίνον και Ελένη

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Tὸν θεασάμενον Σταυροῦ τὸ σημεῖον ἐν οὐρανῷ καὶ τροπωσάμενον τάχος ἐχθρὸν ἀνευφημήσωμεν πιστοὶ εὐλαβῶς, Κωνταντῖνον ἄνακτα, καὶ φωσφόρον Ἑλένην, τὴν βασιλομήτορα, ἀνευροῦσαν τὸ Ξύλον Σταυροῦ τοῦ θείου, κράζοντες· Αὐτοῦ δυνάμει πάντας πιστοὺς περισκέπετε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Oὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·
«Κωνσταντίνῳ καὶ Ἑλένῃ θερμὴ ἱκεσία Χ.Μ.»

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κατάστειλον πάθη τὰ σαρκικὰ ἡμῶν, Κωνσταντῖνε καὶ Ἑλένη, τῶν εὐλαβῶς σπευδόντων ὑμῶν τῇ προστασίᾳ καὶ ἀντιλήψει καὶ θείαις ἐντεύξεσιν.

Ως βάθρα τῆς πίστεως ἀῤῥαγῆ, σεπτὲ Κωνσταντῖνε καὶ Ἑλένη θεοειδές, ὑμᾶς ἀνυμνοῦντες ἱκεσίας θεοπειθεῖς τὰς ὑμῶν ἐκδεχόμεθα.

Ναοὺς ἡ δομήσασα ἱερούς, Ἑλένη Ἁγία, καθικέτευε τὸν Θεὸν σὺν τόκῳ σου θείῳ, Κωνσταντίνῳ, ἡμᾶς ναοὺς ἀναδεῖξαι χρηστότητος.

Θεοτοκίον.
Στηρίζουσα πάντας Χριστιανοὺς μὴ παύσῃ, Παρθένε, ἐν τῇ πίστει τοὺς εὐλαβῶς ὑμνοῦντάς σε, Κεχαριτωμένη, καὶ μεγαλύνοντας πλῆθος χαρίτων σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τοῦ Σταυροῦ τῇ δυνάμει θεοειδῆ ἄνακτα, Μέγαν Κωνσταντῖνον, ἀπίστους τὸν θριαμβεύσαντα ἀνευφημοῦντες λαμπρῶς βοῶμεν· Τήρει ἀτρώτους τῶν βελῶν τοῦ δράκοντος πάντας ἱκέτας σου.

Ἀφθαρσίας πρὸς δρόμους τοῦ οὐρανοῦ ἴθυνον, ἀγλαὴ Ἑλένη, τοὺς ὕμνοις σὲ μεγαλύνοντας ὡς εὐσεβείας πηγὴν ἰσχύος βλύζουσαν ὕδωρ θεῖον καὶ δυνάμεως τοῖς εὐφημοῦσί σε.

Νῦν σεπτὸν Κωνταντῖνον ψαλμοῖς φαιδροῖς μέλποντες καὶ τὴν θεοφόρον Ἑλένην ὡς ἄστρα πίστεως φωτοειδῆ προσευχὰς αὐτῶν πρὸς Ἐσταυρωμένον Ἰησοῦν τὸν εὔσπλαγχνον ἀπεκδεχόμεθα.

Θεοτοκίον.
Τῆς ἡμῶν σωτηρίας πανευλαβῶς πρόξενον, οὐρανοῦ καὶ γῆς τὴν Κυρίαν, Θεογεννήτριαν, στέφοντες ὕμνων τερπνῶν ῥόδοις κραυγάζομεν· Χαῖρε, ἀρωγὲ καὶ πρόμαχε τῶν προστρεχόντων σοι.

Στηρίξατε ἡμᾶς ἐν πίστει σῳζούσῃ Σταυροῦ δυνάμει, Κωνσταντῖνε σὺν τῇ μητρί, Ἑλένῃ τῇ θείᾳ σου, ἐνθέων ἀρχέτυπα Βασιλέων.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σταυρῶσαι ἡμᾶς τὰ πάθη ἀξιώσατε δυνάμει Σταυροῦ Χριστοῦ τοῦ πανοικτίρμονος, Κωνσταντῖνε ἔνδοξε καὶ Ἑλένη, πίστεως πρόβολοι, τῶν βασιλέων ἄστρα παμφαῆ, φωτὶ εὐσεβείας τὰ λαμπόμενα.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἰσχυρὰ ἀναδείξατε, μάκαρ Κωνσταντῖνε, πιστῶν τὰ τάγματα, καὶ Ἑλένη παναοίδιμε, ἐν ταῖς καθ’ ἡμέρας μάχαις, ὄλβιοι.

Νικηφόρως τὰ σκάμματα διανῦσαι βίου ἡμᾶς ἀξίωσον, Κωνταντῖνε θεοδόξαστε, Ἀποστόλων τρόποις ὁ ἑπόμενος.

Ὼς τῆς πίστεως ἔρεισμα ἀκλινῶς, Ἑλένη, σὲ μακαρίζοντες ταῖς πρεσβείαις σου προστρέχομεν πρὸς τὸν ζωοπάροχον Θεάνθρωπον.

Θεοτοκίον.
ΚαταπράBνον δούλων σου τὰς ὁρμὰς σαρκίου, Θεογεννήτρια, καὶ κατάστειλον κινήματα ταύτης τῷ φαρμάκῳ σῶν δεήσεων.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἂναξ θεαυγές, Κωνσταντῖνε, πέμψον ἅπασι προσευχαῖς σου τὰ ἐλέη τοῦ Θεοῦ, Οὗ τὸ κράτος βασιλείᾳ σου ἐδόξασας.

Ἲλεων ἡμῖν τὸν Παντάνακτα ἀπέργασαι καὶ φιλάνθρωπον, Ἑλένη, Λυτρωτήν, ἁγιάσαντα Σταυρὸν Αὐτοῦ τοῖς αἵμασιν.

Εὗρόν σε πιστοί, Κωνσταντῖνε, μέγα στήριγμα ἐν κινδύνοις καὶ παντοίαις συμφοραῖς, ἱδρυτὰ εὐάνδρου Κωνσταντινουπόλεως.

Θεοτοκίον.
Λάμψον μοι τὸ φῶς τὸ ἀπρόσιτον τοῦ Τόκου σου, Θεοτόκε, καὶ διάλυσον παθῶν χαμαιζήλων σοῦ ἱκέτου τὴν σκοτόμαιναν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπόμβρισον ὑετὸν σῆς χάριτος, Κωνσταντῖνε, Βασιλέων φαιδρότης τῶν εὐσεβῶν, τοῖς θερμοῖς σου ἱκέταις καὶ τὰς αὐχμώσας καρδίας κατάρδευσον ἡμῶν τιμώντων σε λαμπρῶς δωρεῶν ὡς νεφέλην οὐράνιον.

Νικήτορας δεῖξον τοὺς ἱκέτας σου ἐν ταῖς μάχαις, θεοφόρε Ἑλένη, κατὰ τοῦ πλάνου, πτερνίζοντος γένος βροτῶν ἀπαύστως, ἡ πόνοις ἰδίοις σου εὑροῦσα Ξύλον τοῦ Σταυροῦ,
Ἐκκλησίας Χριστοῦ ὡραιότητος.

Ἠγίασε, Κωνταντῖνε ἔνδοξε, σὲ Χριστός, ὁ τὸν Σταυρὸν ἁγιάσας Αὐτοῦ αἱμάτων τοῖς ῥείθροις, καὶ πάντων τῶν εὐσεβῶν ἔδειξέ σε ἀκέστορα ταχὺν καὶ θεῖον ἀρωγὸν ἐν τοῦ βίου δειναῖς περιστάσεσι.

Θεοτοκίον.
Θεόνυμφε, Παναγία Δέσποινα, ὑπερφώτους οὐρανῶν πρὸς σκηνώσεις τοὺς σοὺς οἰκέτας κατεύθυνον ὕμνοις σὲ μελιχροῖς μεγαλύνοντας πάντοτε ἀπλανεστάτην ὡς πιστῶν πρὸς ἀφθίτους ἐπάλξεις ἰθύντειραν.

Στηρίξατε ἡμᾶς ἐν πίστει σῳζούσῃ Σταυροῦ δυνάμει, Κωνσταντῖνε, σὺν τῇ μητρί, Ἑλένῃ, τῇ θείᾳ σου, ἐνθέων ἀρχέτυπα Βασιλέων.

Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν Κωνσταντῖνον τὸνΜέγαν τιμήσωμεν καὶ τὴν Ἑλένην, μητέρα τὴν πάνσεπτον αὐτοῦ, ὡς βάσεις στεῤῥὰς θείας πίστεως καὶ ἀρωγοὺς ἐν ἀνάγκαις ἀείποτε τῶν εὐσεβῶν καὶ δειναῖς περιστάσεσι.

Προκείμενον. Ἦχος δ΄.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Εὐαγγέλιον· κατὰ Ἰωάννην (Κεφ. ι΄ 9 – 16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· Ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δἑ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τῶν Σῶν Ἁγίων πρεσβείαις, Ἐλεῆμον

ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου….
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κωνσταντῖνε ὄλβιε, κανὼν σεπτῶν βασιλέων, καὶ Ἑλένη ἄνασσα, ξυνωρὶς πανθαύμαστε, σκεύη Χάριτος, εὐσεβῶν πρόμαχοι, οὐρανῶν ἐκ δόμων ἐποπτεύετε τοὺς πρόσφυγας ὑμῶν τῆς χάριτος καὶ ἐπιβραβεύετε ἅπασι τοῖς μέλπουσιν ἐν ᾄσμασι καὶ ψαλμοῖς καὶ ὕμνοις εμπρέπουσιν ὥσπερ εὐσεβείας ὑμᾶς παμφαεστάτους φρυκτωροὺς ἄμφω ἰσχὺν καὶ ὑγίειαν, σθένος τε καὶ δύναμιν.

Σῶσον, ὁ Θεὸς, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Έξ ἐχθρῶν ἀοράτων τοῦ Σταυροῦ τῇ δυνάμει πιστοὺς ἀσφάλιζε τοὺς μεγαλύνοντάς σε, τρισμάκαρ Κωνσταντῖνε, ὁ ἰδὼν τὸ ἐπίγραμμα «ἐν τούτῳ νίκα» σαφῶς σὺν τοῦ Σταυροῦ τῷ τύπῳ.

Ῥῦσαι πλάνου μανίας τοῦ Σταυροῦ τῇ ἰσχύ, Ἑλένη πάνσεμνε, τοὺς ὕμνοις σε τιμῶντας, ἡ ζωηφόρον Ξύλον εὑραμένη καὶ πάνσεπτον, ἐν ᾧ ἐτάθη Χριστός, ἐν Ἱεροσολύμοις.

Μὴ ἐάσῃς, Ἑλένη, σοὺς ἱκέτας γενέσθαι πυρὸς ἀνάλωμα ἀστέκτου ἐν ἡμέρᾳ ἐτάσεως εὐχαῖς σου πρὸς τὸν εὔσπλαγχνον Κύριον, ἐσταυρωμένον Χριστόν, Οὗ τὸν Σταυρὸν ἀνεῦρες.

Θεοτοκίον.
Η ἑτοίμη σῶν δούλων προστασία καὶ σκέπη, Θεογεννήτρια, ἐπόπτευε θεόθεν τοὺς σὲ ὑμνολογοῦντας καὶ πρὸς δόμους κατεύθυνε παμφώτους τῶν οὐρανῶν τοὺς μεγαλύνοντάς σε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰσχύν, Ἑλένη, δίδου ἡμῖν θριαμβεῦσαι τὸν ἐχθρὸν τοῦ Σταυροῦ τῇ δυνάμει, Ὃν ἐκ γῆς λαγόνων ἐξήνεγκας, τρισμάκαρ.

Κινδύνων ῥῦσαι σοὺς ὑμνητάς, Κωνσταντῖνε, Χριστωνύμων φρουρὲ καὶ προστάτα, βλάβης τοῦ Βελίαρ καὶ λυπηρῶν παντοίων.

Εὐκλείας θείας καταξιώσατε πάντας ἀπολαῦσαι ὑμᾶς τοὺς ὑμνοῦντας, μάκαρ Κωνσταντῖνε καὶ θεαυγὲς Ἑλένη.

Θεοτοκίον.
Σωφρόνως πάντας καὶ εὐσεβῶς καὶ δικαίως καταξίωσον βίον ἀνῦσαι, Κεχαριτωμένη, τοὺς μακαρίζοντάς σε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχύος, Κωνσταντῖνε, πλῆσον σοὺς ἱκέτας Σταυροῦ δυνάμει συντρίψαι τὰ ἔνεδρα, ἀνάκτων κλέος ἐνθέων, τοῦ παναλάστορος.

Ἀγίαζε τὰ ἔργα τῶν πιστῶν, Ἑλένη, ἡ τὸν Σταυρὸν ἀνευροῦσα τὸν τίμιον, τὸν ἁγιάζοντα πάντας τοὺς εὐσεβόφρονας.

Χρηστότητος δοχεῖα δείξατε τοὺς ὕμνοις ὑμᾶς τιμῶντας, Ἑλένη πανθαύμαστε καὶ εὐλαβὲς Κωνσταντῖνε, φανοὶ τῆς πίστεως.

Θεοτοκίον.
Μετὰ τοῦ Κωνσταντίνου καὶ σεμνῆς Ἑλένης, μητρὸς αὐτοῦ, καθαγίαζε ἅπαντας σὲ μεγαλύνοντας πόθῳ, Θεογεννήτρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

καὶ τὰ παρόντα Μεγαλυνάρια·
Χαίροις, Κωνσταντῖνε, ὁ κατιδὼν τοῦ Σταυροῦ τὸν τύπον ἐν τῷ μέσῳ τοῦ οὐρανοῦ καὶ «ἐν τούτῳ νίκα», ἐπίγραμμα τὸ θεῖον, ἀνάκτων θεοφόρων ἔμπνουν θησαύρισμα.

Χαίροις, ἡ εὑροῦσα τὸ τοῦ Σταυροῦ ζωηφόρον Ξύλον, θεοδόξαστε βασιλίς, τὸ ἐγκεκρυμμένον ἐν Ἱεροσολύμων λαγόσι γῆς, Ἑλένη, κλέος τῆς πίστεως.

‘Ρύεσθε κινδύνων καὶ συμφορῶν, μάκαρ Κωνσταντῖνε καὶ Ἑλένη πανευλαβές, πάντων Χριστωνύμων χορείας ἀνυμνούσας ὑμῶν τὴν θείαν μνήμην καὶ πανσεβάσμιον.

Σκέπετε τὸν δῆμον τῶν εὐσεβῶν σπεύδοντα ἐν δίναις καὶ ἀνάγκαις καὶ συμφοραῖς ταῖς ὑμῶν πρεσβείαις πρὸς Κύριον, Ἑλένη καὶ πάνυ Κωνσταντῖνε, ἔνθεοι ἄνακτες.

Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοὶ μέγαν Κωνσταντῖνον καὶ Ἑλένην τὴν εὐκλεῆ, πίστεως ὀφθέντας κοσμήτορας καὶ πάντων προστάτας Χριστωνύμων ὕμνοις ἐμπρέπουσι.

Χαίροιτε, ἁπάντων Χριστιανῶν ἀκλινεῖς προστάται, ἀντιλήπτορες καὶ φρουροί, χαίροιτε, Ἑλένη καὶ θεῖε Κωνσταντῖνε, οἱ τοῦ Σταυροῦ δυνάμει πλάνον νικήσαντες.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον· Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Σταυρὸν ἐν ὁραμάτι θεασάμενον Χριστοῦ, σεπτὸν Κωνσταντῖνον, ὡς βασιλέων σεπτῶν ἐγκαλλώπισμα πιστῶς ἀνευφημήσωμεν καὶ τὴν μητέρα τὴν κλεινὴν καὶ πανεύφημον αὐτοῦ, Ἑλένην, Σταυρὸν τὸν θεῖον τὴν ἀνευροῦσαν, πρεσβείας αὐτῶν πρὸς Κύριον αἰτούμενοι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Μέγαν Κωνσταντῖνον ἐκτενῶς μέλψωμεν καὶ θείαν Ἑλένην, τῆς εὐσεβείας πυρσούς, βασιλέων ἔκτυπα καὶ θείας πίστεως τοῦ Χριστοῦ καλλωπίσματα θερμῶς ἐκβοῶντες· Ῥύσασθε κακώσεων ὑμῶν τοὺς πρόσφυγας σθένει τοῦ Σταυροῦ τοῦ τιμίου, οὗ ἐν οὐρανοῖς ἐμφανείᾳ καὶ εὑρέσει κόσμον κατηυφράνατε.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Tετράστιχον.
Κωνσταντῖνε καὶ Ἑλένη, Ἀμβρόσιον,
Παρασκευὴν καὶ Χαραλάμπη σκέπετε.
Νικηφόρον, Τηλλυρίας Ἱεράρχην,
Ἅγιοι, φρουρεῖτε, βοᾷ Χαραλάμπης.

 

Χαιρετισμοί εις τους Αγίους Βασιλείς και Ισαποστόλους Κωσταντίνου και Ελένης