Παρακλητικός Κανών εις τους Αγίους Τρείς Νέους Ιεράρχες Φωτίου του Μεγάλου, Γρηγορίου του Παλαμά, Μάρκου του Ευγενικού

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἱεράρχαι εὐκλεεῖς τῆς Τριάδος, καὶ Ὀρθοδόξων ὁδηγοὶ καὶ προστάται, πάσης ἀνάγκης ῥύσασθε καὶ θλίψεως, Φώτιε μακάριε, καὶ Γρηγόριε θεῖε, καὶ Μᾶρκε θεόσοφε, ταῖς ὑμῶν ἱκεσίαις, τοὺς τῇ πρεσβείᾳ σπεύδοντας ὑμῶν, ὡς παρρησίαν, πλουτοῦντες πρὸς Κύριον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
Σῷζε ἡμᾶς τριὰς τῶν Πατέρων. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφίᾳ ἐκλάμψαντες θεϊκῇ, πάσης σοφιστείας, καὶ ἀπάτης τοῦ δυσμενοῦς, Φώτιε Γρηγόριε καὶ Μᾶρκε, ἀεὶ λυτροῦσθε ἡμᾶς ἱκετεύομεν.

Ὡς πάντων προστάται καὶ ὁδηγοί, Φώτιε καὶ Μᾶρκε, καὶ Γρηγόριε θαυμαστέ, πρὸς τρίβους ἡμᾶς δικαιοσύνης, ἐξ ἀνοδίας παθῶν κατευθύνατε.

Ζωῆς ἐναρέτου μυσταγωγοί, Ἅγιοι Πατέρες, ὡς τοῦ Πνεύματος θησαυροί, ἡμᾶς πολιτεύεσθαι ἀμέμπτως, ἐνδυναμώσατε πάντας δεόμεθα.

Θεοτοκίον.
Ἐτέχθη αἱμάτων σου ἐξ ἁγνῶν, ὁ ἄναρχος Λόγος, ἀλογίας τῆς τῶν παθῶν, λυτρούμενος ἄχραντε Παρθένε, τοὺς Ὀρθοδόξως ὑμνοῦντας τὴν δόξαν σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ Τριὰς ἡ Ἁγία, οἱ τῶν πιστῶν ἔφοροι, Φώτιε Γρηγόριε Μᾶρκε, ἡμῶν προΐστασθε, ἐν πάσαις θλίψεσι, λύοντες πᾶσαν ὁμίχλην, πόνων καὶ κακώσεων ὑμῶν δεήσεσι.

Μυστηρίων ἁγίων, μυσταγωγοὶ ἔνθεοι, Φώτιε Γρηγόριε Μᾶρκε, μυσταγωγήσατε, βίου λαμπρότητος, τὰς μυστικὰς ἀναβάσεις, τοὺς ὑμῶν τῇ χάριτι, πίστει προστρέχοντες

Ἀκλινεῖς διαμένειν, καὶ ἀῤῥαγεῖς πάντοτε, τῆς Ὀρθοδοξίας τῇ πέτρᾳ δύναμιν δίδοσθε, Ἅγιε Φώτιε, σὺν Γρηγορίῳ καὶ Μάρκῳ, τοῖς θερμῶς προστρέχουσιν, ὑμῖν ἑκάστοτε.

Θεοτοκίον.
Σαρκωθεὶς ἀποῤῥήτως, ὁ τοῦ παντὸς αἴτιος, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, δι’ ἀγαθότητα, κόσμον ἐνέπλασεν, ἐκ τῆς ἀρχαίας κατάρας, Μῆτερ ἀειπάρθενε· ὅθεν ὑμνοῦμέν σε.

Διάσωσον, Ἱεραρχῶν θεοφόρων τριὰς ἁγία, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμῇ.

Προστάται ἡμῶν, καὶ θεῖοι ἀντιλήπτορες, ὡς μύσται Χριστοῦ, καὶ ἱεράρχαι Ὅσιοι, Γρηγόριε καὶ Φώτιε, σὺν τῷ Μάρκῳ Χριστὸν ἱκετεύσατε, διδόναι τὸν θεῖον ἱλασμόν, καὶ λύσιν πταισμάτων καὶ κακώσεων.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὰς αἱρέσεις συντρίψατε, τὰς καινοφανεῖς Πατέρες τρισάριθμοι, καὶ τῆς λύμης τούτων ῥύσασθε, τοὺς ὑμῖν ἐν πίστει καταφεύγοντας.

Ῥῶσιν δίδοσθε πάντοτε, τὴν κατὰ ψυχὴν καὶ σῶμα μακάριοι, τοῖς αἰτοῦσι μετὰ πίστεως, τὴν ὑμῶν ἀντίληψιν ἑκάστοτε.

Ἱεράρχαι θεόληπτοι, Φώτιε παμμάκαρ, Μᾶρκε, Γρηγόριε, γρηγορεῖν ἡμᾶς σθενώσατε, ἐν ταῖς ἐντολαῖς τοῦ Παντοκράτορος.

Θεοτοκίον.
Ἀεπάρθενε Δέσποινα, τὴν ἐσκοτισμένην ψυχήν μου πάθεσι, τῇ σῇ χάριτι καταύγασον, καὶ ἐχθροῦ μανίας μὲ ἐξάρπασον.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Σκέπη ἀσφαλής, ἡμῖν ἔσεσθαι δεόμεθα, πάτερ Φώτιε καὶ Μᾶρκε ἱερέ, καὶ Γρηγόριε, ῥυόμενοι τῶν θλίψεων.

Τὰς ἐπιβουλάς, καθ’ ἡμῶν πάσης αἱρέσεως, ἀποτρέψατε δεήσεσιν ὑμῶν, Ἱεράρχαι τῆς Τριάδος οἱ τρισμέγιστοι.

Ὡς πλήρεις φωτός, πάτερ Φώτιε θεσπέσιε, καὶ Γρηγόριε καὶ Μᾶρκε οἱ κλεινοί, σκοτασμοῦ ἁμαρτιῶν ἡμᾶς λυτρώσασθε.

Θεοτοκίον.
Νέκρωσον Ἁγνή, τῆς σαρκός μου τὰ φρονήματα, καὶ πρὸς τρῖβον τῆς ἐν πνεύματι ζωῆς, καθοδήγησόν με, Κόρη, ἱκετεύω σε.

ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Πατέρων, ἡ τρισαυγὴς συστοιχία, πάτερ Φώτιε Γρηγόριε Μᾶρκε, τὴν Παναγίαν Τριάδα ἀπαύστως, ἐκδυσωπεῖτε εὑρεῖν ἡμᾶς ἔλεος, καὶ λύτρωσιν δυσχερειῶν, καὶ πταισμάτων πολλῶν τὴν συγχώρησιν.

Ἀγγέλων, χοροστασίαις συνόντες, ἐν ὑψίστοις Ἱεράρχαι Κυρίου, τοὺς ἐπὶ γῆς τὴν ὑμῶν πολιτείαν, ἀνευφημοῦντας κινδύνων λυτρώσασθε, καὶ τῶν σκανδάλων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν ῥύσασθε Ἅγιοι.

Τῆς λύμης, τῆς ἐκ Δυσμῶν προϊούσης, τῶν αἱρέσεων ἐκεῖθεν Πατέρες, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν ἁγίαν, Φώτιε θεῖε καὶ Μᾶρκε Γρηγόριε, τηρήσατε διὰ παντός, ταῖς ὑμῶν ἱκεσίαις ἀλώβητον.

Θεοτοκίον.
Ἐπλήσθῃ, πολλῶν κακῶν ἡ ζωή μου, ἐξ ἀμέτρων Θεοτόκε πταισμάτων, διὸ τῇ σῇ καταφεύγω πρεσβείᾳ, ἵνα ῥυσθῶ τῆς εὑρούσης με θλίψεως· σὺ οὗν μὲ λύτρωσαι Ἁγνή, τῆς πικρᾶς συνοχῆς καὶ κακώσεως.

Διάσωσον, Ἱεραρχῶν θεοφόρων τριὰς ἁγία, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.

Ὡς Ἱεράρχαι Χριστοῦ ἐνθεώτατοι, καὶ οἰκονόμοι τῆς χάριτος πάνσοφοι, σὺν Μάρκῳ Γρηγόριε Φώτιε, τῶν ἐν τῷ βίῳ δεινῶν περιστάσεων, ἀτρώτους ἡμᾶς διασῴζετε.

Προκείμενον
Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καί οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καί ἀγαλλιάσονται ἐπί τῶν κοιτῶν αὐτῶν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι, ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ᾖλθον καταλῦσαι τὸν Νόμον ἤ τοὺς Προφήτας· οὐκ ᾖλθον καταλῦσαι, ἀλλά πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῇ, ἰῶτα ἕν ἤ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν· ὅς δ᾿ ἄν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν.

Δόξα.
Ταῖς τῶν Διδασκάλων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δῆμος ὁ τρισάριθμος, Ἱεραρχῶν θεηγόρων, Φώτιε πανθαύμαστε, Μᾶρκε καὶ Γρηγόριε, ἱερώτατοι, πολλαπλῶν θλίψεων, καὶ παντοίων πόνων, ἀσινεῖς διατηρήσατε, ἡμᾶς δεόμεθα, ταῖς ὑμῶν θερμαῖς ἀντιλήψεσι, καὶ πᾶσαν ἀποτρέψατε, καθ᾿ ἡμῶν βουλὴν τὴν ὀλέθριον, τῶν αἱρετιζόντων, ὡς τῆς Ὀρθοδοξίας ὁδηγοί, καὶ πρεσβευταὶ ἡμῶν μέγιστοι, πρὸς Χριστὸν μακάριοι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥείθροις θείων ναμάτων, ἐκ πηγῶν αἰωνίων ἡμᾶς ἀρδεύσατε, ὑμῶν ταῖς ἱκεσίαις, πρὸς θείαν γεωργίαν, τῶν καρπῶν τῶν τῆς πίστεως, Γρηγόριε θαυμαστέ, καὶ Φώτιε καὶ Μᾶρκε.

Ὡς πολλὴν παῤῥησίαν, πρὸς Χριστὸν κεκτημένοι Πατέρες Ὅσιοι, ἄπαυστως δυσωπεῖτε, ἐν ὤρᾳ τῆς ἀνάγκης, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος, καὶ λύτρωσιν τῶν δεινῶν, καὶ θείαν εὐφροσύνην.

Νοῦν θεόφρονα δίδου, καὶ εὐθείαν καρδίαν καὶ βίον ἄλυπον, τριὰς ἡγιασμένη, Ἱεραρχῶν Ἁγίων, τοῖς θερμῶς καταφεύγουσι, τῇ προστασίᾳ ὑμῶν, Πατέρες θεοφόροι.

Θεοτοκίον.
Γεωργὸν τῶν ἁπάντων, ἀνηρότως Παρθένε κυοφορήσασα, καρποὺς τῆς μετανοίας, ἐνίσχυσάν με Κόρη, γεωργεῖν μετὰ πίστεως, ἵνα τῆς ἄνω ζωῆς, μετὰ τὸ τέλος τύχω.

ᾨδή η΄. Τόν Βασιλέα.
Ἐκ πάσης βλάβης, ἡμᾶς τηρεῖτε ἀτρώτους, πάτερ Φώτιε Γρηγόριε καὶ Μᾶρκε, ὡς πολλὴν θεόθεν, λαβόντες θείαν χάριν.

Ῥάβδῳ ἁγίᾳ, ὑμῶν σοφῆς ποιμανσίας, θεῖε Φώτιε Γρηγόριε καὶ Μᾶρκε, ἡμᾶς ὁδηγεῖτε, πρὸς τρίβους σωτηρίας.

Ἄνωθεν δότε, τὴν πατρικὴν εὐλογίαν, ἡμῖν Φώτιε Γρηγόριε καὶ Μᾶρκε, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Σῶσόν με Κόρη, τῆς τοῦ βελίαρ μανίας, ὡς κυήσασα τὴν πάντων σωτηρία, ἵνα σὲ δοξάζω, Ὑπερδεδοξασμένη.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν κατὰ τῆς πλάνης, Ἅγιοι Πατέρες, ἡμῖν αἰτεῖσθε καὶ χάριν καὶ ἔλεος, ὡς Ὀρθοδόξων προστάται καὶ θεῖοι ἔφοροι.

Μὴ παύσησθε φρουροῦντες, Ἅγιοι Πατέρες, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν δεόμεθα, ἀπὸ παντοίας ἀνάγκης καὶ περιστάσεως.

Οἱ τρεῖς θεῖοι ποιμένες, Φὼτιε παμμάκαρ, καὶ Μᾶρκε ἅμα καὶ πάτερ Γρηγόριε, ἡμῖν ἀεὶ ἱλεοῦσθε Χριστὸν τὸν Κύριον.

Θεοτοκίον.
Ὑφάψασα τὴν φλόγα, ἐν ἐμοὶ Παρθένε, τῆς τοῦ Υἱοῦ σου ἀγάπης κατάφλεξον, τῆς ἁμαρτίας τὴν ὅλην ἐκ τῆς καρδίας μου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρετε Πατέρες θεοειδεῖς, Φώτιε καὶ Μᾶρκε, καὶ Γρηγόριε ἱερέ, τῆς Ὀρθοδοξίας, πολύφωτοι ἀστέρες, καὶ Ἐκκλησίας στῦλοι, οἱ ἀῤῥαγέστατοι.

Φῶς ἔκλαμπεις Φώτιε νοητόν, γρήγορσιν παρέχεις, Γρηγόριε ἱερέ, καὶ πιστοὺς ἐγείρεις, πρὸς εὐσεβείας πόνους, ὦ Μᾶρκε θεοφόρε, ἡμῶν ἀντίληψις.

Λόγοις τε καὶ δόγμασιν ἱεροῖς, τὴν Λατίνων πλάνην, διελέγχετε εὐσθενῶς, Φώτιε θεόφρον, Γρηγόριε καὶ Μᾶρκε, ἐξ ἧς ἡμᾶς ἀτρώτους διαφυλάξατε.

Πάσῃς ἡμᾶς ῥύσασθε ἀπειλῇς, ἐκ δοκησισόφων, καὶ ποικίλων αἱρετικῶν, Ὅσιοι Πατέρες, ἐν ἀσαλεύτῳ πέτρᾳ, ἡμᾶς διατηροῦντες, τῆς θείας πίστεως.

Χαίρει Ἐκκλησία ἡ τοῦ Χριστοῦ, ὑμᾶς νυμφοστόλους, κεκτημένη καὶ ὁδηγούς, Φώτιε καὶ Μᾶρκε, ὁμοῦ σὺν Γρηγορίῳ, καὶ μέλπει τοὺς ἀγῶνας, ὑμῶν ἑκάστοτε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Στίφος τῶν τριῶν Ἱεραρχῶν, τῆς Ὑπερουσίου Τριάδος, θεῖοι θεράποντες, Φώτιε πανθαύμαστε, Μᾶρκε μακάριε, καὶ Γρηγόριε πάνσοφε, ἡμῶν τὰς δεήσεις, δέξασθε ὡς συμπαθέστατοι, πάσης δὲ ἀνάγκης καὶ λύπης, ῥύσασθε καὶ πάσης μανίας, τοὺς ὑμῶν τῇ σκέπῃ καταφεύγοντας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον.
Ἱκέσιον δέησιν τριὰς Πατέρων,
Γερασίμου πρόσδεξαι ἐν συμπάθειᾳ.