Παρακλητικός Κανών εις τους Αγίους Τρείς Παίδας εν τη Καμίνω Ανανία Αζαρία και Μισαήλ Προστάτας του Πυροσβεστικού Σώματος

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζουν στις 17 Δεκεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ἐν καμίνῳ τοῦ πυρὸς μὴ φλεχθέντες, Ἅγιοι Παῖδες τῇ τοῦ Πνεύματος δρόσῳ, τῶν πειρασμῶν τὴν φλόγα κατασβέσατε, δύναμιν παρέχοντες, ἐν πυρὸς τοῖς κινδύνοις, ταῖς ὑμῶν δεήσεσι, πρὸς τὸν πάντων Δεσπότην, τοῖς πυροσβέσταις πίστει ἀκλινεῖ, τῇ προστασίᾳ, ὑμῶν καταφεύγουσι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
Δότε ἡμῖν δύναμιν ὦ Παῖδες. Γερασίμου.

Εἰς ἕκαστον τροπάριον λέγομεν·
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Εἰς τὰ δύο τελευταῖα.
Δόξα. Καὶ νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖα τῆς χάριτος τοῦ Θεοῦ, Παῖδες θεοφόροι, πάσης βλάβης καὶ συμφορᾶς, ἀτρώτους ἡμᾶς διατηρεῖτε, τοὺς τῇ πρεσβείᾳ ὑμῶν πίστει σπεύδοντας.

Οὑδόλως ἐφλέχθητε τῷ πυρί, Παῖδες θεοφόροι, ὡς θεράποντες τοῦ Θεοῦ, διὸ ἐμπρησμῶν τῶν ὀλεθρίων, τὰς καθ᾽ ἡμῶν ἀπειλὰς καταπαύσατε.

Τῷ σώματι Παῖδες πυροσβεστῶν, ἀεὶ βοηθεῖτε, τῶν ἀνδρείως κατὰ πυρός, ἡμῖν ἀπειλοῦντος μαχομένων, οἷα προστάται ἡμῶν ἑτοιμότατοι.

Θεοτοκίον.
Ἐκ πάσης ἀνάγκης καὶ συμφορᾶς, κεχαριτωμένη παντευλόγητε Μαριάμ, ἀτρώτους συντήρει τοὺς πίστει, τῇ θαυμαστῇ σου πρεσβείᾳ προστρέχοντας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ τριὰς ἡ Ἁγία, ἡ τῷ φωτὶ λάμψασα, τῆς ὑπερουσίου Τριάδος, Παῖδες μακάριοι, σκότους λυτρώσασθε, πολυειδῶν συμπτωμάτων, τοὺς ὑμῶν γεραίροντας, τὰ προτερήματα.

Μὴ φλεχθέντες ῥιφέντες ἐν τῷ πυρὶ Ἅγιοι, ἐν πυρκαϊῶν κατασβέσει, ἀφλέκτους σώσατε, τοὺς κατασπεύδοντας, ἀναχειρίσασθαι πᾶσαν, τῶν φλογῶν ἀνάδοσιν, ὡς συμπαθέστατοι.

Ἰλασμὸν ἐξαιτεῖται καὶ τῶν παθῶν ἴασιν, Παῖδες τοῦ Θεοὔ θεοφόροι, ἡμῖν ἑκάστοτε, καὶ ἀναχαίτισιν, πυρκαϊῶν ὁλεθρίων, οἷα ἡμῶν ἔφοροι, καὶ ἀντιλήπτορες.

Θεοτοκίον.
Νᾶμα ἄυλον θεῖον, ζωοποιόν, Ἄχραντε, λῦσον πολυχεύμων ὡς κρήνη, ἡμῖν τοῖς δούλοις σου, διψῶσι πάντοτε, τῆς τοῦ Θεοῦ εὐσπλαχνίας, ῥεῖθρα τὰ γλυκύῤῥοα, μόνη Πανύμνητε.

Διάσωσον τριὰς ἁγία τῶν Παίδων τῶν θεοφόρων, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, καὶ ἐμπρησμῶν τοὺς ἐν πίστει ὑμᾶς τιμῶντας.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται θερμοὶ πυροσβεστῶν ὑπάρχοντες, ὦ Παῖδες Θεοῦ, καὶ θεῖοι ἀντιλήπτορες, βραβεύετε ἑκάστοτε, τὴν θερμὴν ὑμῶν τούτοις ἀντίληψιν, ὡς ἂν πυρκαϊῶν τῆς φθορᾶς, ἐν πάσῃ ἀνάγκῃ περιγένωνται.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δυνατοὺς ἁπεργάσασθε, ἐν πυρκαϊῶν κατασβέσει δεόμεθα, ἡμᾶς Παῖδες τρεῖς μακάριοι, πῦρ ἰσχύος θείας ἀποπνέοντες.

Ὑπὲρ πάντων πρεσβεύετε, τῷ Θεῷ τῶν ὅλων ὡς ἂν ῥυσθείημεν, πειρασμῶν καὶ περιστάσεων, καὶ παντοίας βλάβης Παῖδες ἅγιοι.

Νοσημάτων καὶ θλίψεων, καὶ ἐξ ἀπειλῆς πυρὸς πάντα φλέγοντος, ἀσινεῖς διαφυλάξατε, τοὺς ὑμᾶς τιμῶντας Παῖδες ἅγιοι.

Θεοτοκίον.
Ἀπειρόγαμε Δέσποινα, ἡ τὸν Θεὸν Λόγον ἀφράστως τέξασα, τὴν ζωὴν ἡμῶν κυβέρνησον, πρὸς τὴν τοῦ Υἱοῦ σου εὐαρέστησιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγιστοι φρουροί, ἡμῶν πέλοντες μακάριοι, ἐν μεγίσταις ἐμπρησμῶν ἐπαγωγαῖς, τὴν ταχίστην ἡμῶν δίδοσθε βοήθειαν.

Ἴασιν ψυχῶν, καὶ σωμάτων ἐξαιτήσασθε, καὶ ποικίλων πειρασμῶν ἀπαλλαγήν, τοῖς προστρέχουσιν ὑμῖν Παῖδες τρισάριθμοι.

Νόμου πληρωταὶ τοῦ Κυρίου ὡς ὑπάρχοντες, τῶν ἀνόμων καὶ δεινῶν πυρομανῶν, τὴν μανίαν καταπαύσατε μακάριοι.

Θεοτοκίον.
Ὤφθης τοῦ Θεοῦ, καθαρώτατον παλάτιον, διὸ σκεῦος οὐρανίων ἀρετῶν, τὴν καρδίαν μου ἀνάδειξον Πανάμωμε.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Πυρὸν μέν, ἰσχὺν πατήσαντες Παῖδες, ἡμῖν δρόσον δὲ δυνάμεως θείας, Προφητικῶς ἐκ πηγῶν τοῦ Σωτῆρος, ἀναβλυστάνοντες πῦρ τὸ ἀλλότριον, σβεννύετε διὰ παντός, ψυχοφθόρων παθῶν καὶ στενώσεων.

Ἀπάσης πυρκαϊᾶς, ἀβλαβεῖς διατηρεῖτε ἀπαύστως, ἅγιοι Παῖδες ἡμῶν τὰς ἑστίας, καὶ ἅπαν δάσος καὶ δένδρον καὶ φύτευμα, ταῖς ἀντιλήψεσιν ὑμῶν, ὡς μεσῖται ἡμῶν πρὸς τὸν Κύριον.

Ἰλύος, φθοροποιῶν παθημάτων, ἐκκαθάρατε ἡμῶν τᾶς καρδίας, ὦ Μισαὴλ καὶ κλεινὲ Ἀνανία, καὶ Ἀζαρία αὐτάδελφοι ἔνδοξοι, οἱ ἐν καμίνῳ τοῦ πυρός, τὸν Θεὸν θαυμαστῶς μεγαλύναντες.

Θεοτοκίον.
Δυνάμει, τοῦ σαρκωθέντος ἀῤῥήτως, ἐξ ἀχράντου σου γαστρὸς Θεοτόκε, τὴν ἀσθενοῦσαν καρδίαν μου ῥῶσον, καὶ δυνατὴν αὑτὴν ἔργασαι δεόμαι, κατὰ ποικίλων μηχανῶν, τοῦ ζητοῦντος ἡμῶν τὴν ἀπώλειαν.

Διάσωσον τριὰς ἁγία τῶν Παίδων τῶν θεοφόρων, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, καὶ ἐμπρησμῶν τοὺς ἐν πίστει ὑμᾶς τιμῶντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὠς παῤῥησίαν πλουτοῦντες πρὸς Κύριον, ἅγιοι Παῖδες Τριάδος ἰσάριθμοι, ἀεὶ δυσωπεῖτε δεόμεθα, πάσης ἀνάγκης λυτροῦσθαι καὶ θλίψεως, τοὺς πίστει ὑμᾶς μακαρίζοντας.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἀγίοις αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν γῇ αὐτοῦ ἐθαυμάστωσε ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ια’ , 47 – 54, ιβ’ 1).

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. Ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα. Διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν· ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ ἐκδιώξουσιν, ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης, ἀπὸ τοῦ αἵματος Ἄβελ ἕως τοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. Οὐαὶ ὑμῖν τοῖς νομικοῖς ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. Λέγοντος δὲ αὐτοῦ πρὸς αὐτοὺς ταῦτα ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, ἐνεδρεύοντες αὐτόν, ζητοῦντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα κατηγορήσωσιν αὐτοῦ. Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὡς καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.

Δόξα.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πῦρ τὸ θεῖον φέροντες τῆς τοῦ Κυρίου ἀγάπης, ἐν καρδίᾳ Ἅγιοι, πῦρ οὐκ ἑπτοήθητε τὸ ὁμόδουλον, καὶ στεῤῥῷ βήματι, ἔνδον τῆς καμίνου, ἀκατάφλεκτοι χορεύοντες, πάντας ἠγείρατε, πρὸς δοξολογίαν τοῦ Κτίσαντος, ᾧ ἐκτενῶς πρεσβεύετε, ῥύεσθαι παθῶν τῆς φλογώσεως, καὶ τῶν ἐν τῷ βίῳ, στενώσεων καὶ πάσης ἀπειλῆς τρισάριθμοι ἅπαντας, τοὺς ὑμᾶς γεραίροντας.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Ἐν πυρὶ τῆς καμίνου, ἀκατάφλεκτοι ὥφθητε δρόσῳ κρείττονι, διὸ ἀκαταφλέκτους, ὦ Παῖδες θεοφόροι, διασώζετε πάντοτε, ἐν κατασβέσει πυρός, ἡμῶν τοὺς πυροσβέστας.

Συμφωνία ἁγίᾳ, ἐν καμίνῳ ὑμνεῖτε Θεὸν τὸν σώσαντα, διὸ ἡμῶν τοὺς ὕμνους, ὦ Παῖδες θεοφόροι, ὥσπερ δῶρα προσδέξασθε, καὶ τὰς αἰτήσεις ἡμῶν, πληροῦτε καθ᾽ ἑκάστην.

Γεγηθότες τὴν φλόγα, τῆς καμίνου ὑπήλθετε Παῖδες ἅγιοι, καὶ δρόσον οὐρανίαν, δεχόμενοι ἀύλως, ὁμοφώνως ἐκράζετε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἐν γαστρὶ συλλαβοῦσα, τὸν Ὑπέρθεον Λόγον ὑπὲρ κατάληψιν, διπλοῦν αὐτὸν τῷ κόσμῳ, ἐκύησας Παρθένε, διασώζοντα ἅπαντας, τοὺς ἀνυμνοῦντας πιστῶς, τὸν ἄφραστόν σου τόκον.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥώμην ὑψόθεν, τοῖς πυροσβέσταις ὦ Παῖδες, χορηγήσατε ἡνίκα κατασβέσαι, σπεύδουσι τὰς φλόγας, πυρὸς τοῦ μαινομένου.

Ἄνωθεν Παῖδες, τὴν καθ᾽ ἡμῶν τοῦ βελίαρ, καταπαύσατε μανίαν ὀλεθρίαν, καὶ εἰρήνην πᾶσιν, ἡμῖν ἀεὶ αἰτεῖσθε.

Σωμάτων ῥῶσιν, καὶ τῶν ψυχῶν θεραπείαν, ἡμῖν δίδοσθε, ὦ Παῖδες θεοφόροι, ταῖς ὑμῶν πρεσβείαις, πρὸς τὸν Θεὸν τῶν ὅλων.

Θεοτοκίον.
Ἴλεων Κόρη, τὸν σὸν Υἱὸν καὶ Δεσπότην, ἡμῖν ἔργασαι ὦ Κεχαριτωμένη, καί δύναμιν δίδου, ἐν πάσῃ δυσχερείᾳ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγίστην παῤῥησίαν, ἔχοντες Κυρίῳ, μεγάλων τόκων καὶ θλίψεων ῥύσασθε, ἅγιοι Παῖδες τοὺς πόθῳ ὑμᾶς γεραίροντας.

Ὀλόφωτοι Κυρίῳ, ἤδη παρεστῶτες, ἐξ ἐμπρησμῶν και πικρῶν περιστάσεων, ἅγιοι Παῖδες ἀτρώτους ἡμᾶς φυλάξατε.

Ὑπέρτεροι φανέντες, φλογὸς φθειρομένης, ἐκ φλογοφόρων κινδύνων καὶ θλίψεων, ἅγιοι Παῖδες λυτρώσασθε τὴν ζωὴν ἡμῶν.

Θεοτοκίον.
Ὑψαύχενα μανίαν, σύντριψον Παρθένε, τοῦ καθ᾽ ἡμῶν ἐφορμῶντος ὡς λέοντος καὶ ἐν γαλήνῃ συντήρησον τὴν ζωὴν ἡμῶν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρετε τρεῖς Παῖδες πανευκλεεῖς, μάκαρ Ἀνανία, Ἀζαρία καὶ Μισαήλ, χαίρετε μεσῖται, ἡμῶν πρὸς τὸν Δεσπότην, καὶ βοηθοὶ ἐν πᾶσι, καὶ ἀντιλήπτορες.

Ναβουχοδονόσορος τῇ βουλῇ εἰς ἑπταπλασίως, ἐκκαυθεῖσαν ὕλη πολλῇ, κάμινον ῥιφθέντες, ἐφλέχθητε οὐδόλως, ὦ Παῖδες θεοφόροι, δρόσῳ τοῦ Πνεύματος.

Χαίροις Ἀνανία διὰ παντός, χαίροις Ἀζαρία, χαίροις ἔνδοξε Μισαήλ, χαίρετε Τριάδος, θεράποντες τῆς θείας, Ἀγγέλων συμπολῖται, καὶ ἰσοστάσιοι.

Ἔφοροι καὶ φύλακες συμπαθεῖς, πυροσβεστῶν ὄντες, Παῖδες ἅγιοι τοῦ Θεοῦ, δίδοσθε ὑψόθεν ἡμῖν ἰσχὺν καὶ θάῤῥος, ἡνίκα πρὸς κατάσβεσιν, πυρὸς σπεύδωμεν.

Πᾶσης ἐπηρείας τοῦ δυσμενοῦς, ἀτρώτους τηρεῖτε, Παῖδες ἅγιοι τοῦ Θεοῦ, τοὺς ὑμῶν αἰτοῦντας τὴν θείαν προστασίαν, καὶ εὐφροσύνης θείας, ἡμᾶς πληρώσατε.

Ἐξ ἀνυποστάτου πικρᾶς φλογός, κινδύνων καὶ πόνων, καὶ παντοίων ἐπιφορῶν ἀσινεῖς τηρεῖτε, ὦ Παῖδες θεοφόροι, τοὺς πίστει προσιόντας, ὑμῖν ἑκάστοτε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Παῖδες οἱ τρισάριθμοι Θεοῦ, σκεύη τῆς Ἁγίας Τριάδος, περιφανέστατα, Μισαὴλ μακάριε καὶ Ἀνανία σοφέ, Ἀζαρία θεόληπτε, ἐκ πάσης ἀνάγκης, πάντας ἀπαλλάξατε, τοὺς προσιόντας ὑμῖν, λύοντες παθῶν τὰς φλογώσεις, καὶ τοῖς πυροσβέσταις ἀπαύστως, νέμοντες ἰσχὺν καί θάῤῥος ἄνωθεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ταύτην τὴν παράκλησιν δέξασθε Παῖδες
ἣν ὑμῖν Γεράσιμος πιστῶς προσάγει.