Παρακλητικός Κανών εις τους Οσίους Αυταδέλφους Νεκτάριο και Θεοφάνη οι Αψαράδες Κτίτορες της Ιεράς Μονής Βαρλαάμ Μετεώρων

†Εορτάζουν στις  17 Μαίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Kαὶ τὸ ἑξῆς τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῆς ἰσαγγέλου πολιτείας τοὺς λύχνους, καὶ μοναζόντων διδασκάλους ἀρίστους, ἐν ταπεινῇ καρδίᾳ ἱκετεύσωμεν, ὅσιε Θεόφανες, καὶ Νεκτάριε θεῖε, δέησιν ποιήσατε, ἐκτενῇ τῷ Κυρίῳ, ἵνα λυτρώσῃ πάντας πειρασμῶν, καὶ Παραδείσου ποιήσῃ οἰκήτορας.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄ . Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θελχθέντες τῷ πόθῳ τοῦ Ἰησοῦ, αὑτῷ μόνῳ ζήσαι, ἐποθήσατε ἐκ παιδός, καὶ σκύβαλα πάντα ἡγηθέντες, ἐν ἐρημίαις διάγειν προείλεσθε.

Ἰάσασθε Ὅσιοι τοῦ Θεοῦ, Θεόφανες μάκαρ, Νεκταρίῳ σὺν τῷ κλεινῷ, παθὼν τε καὶ νόσων ἐπωδύνων, καὶ ἐπηρείας δαιμόνων με ῥύσασθε.

Λιπόντες τὰ πρόσκαιρα καὶ φθαρτά, οὐρανίου δόξης, ἀνεδείχθητε ζηλωταί, ὁμοῦ ἐν τῇ γῇ ἀγωνισθέντες, καὶ τῷ Κυρίῳ ἀμέμπτως δουλεύσαντες.

Θεοτοκίον.
Ἀῥῤήτως ἡ τέξασα τὸν Χριστόν, ταῖς πρεσβείαις δέξαι, τῶν Ὁσίων σου λειτουργῶν, καὶ ῥῦσαι κινδύνων τὴν ψυχήν μου, ἣν ἀνατίθημι Μῆτερ τῇ σκέπῃ σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σταθηρὰν τὴν πορείαν διακρατήσαντες Ὅσιοι, πάσης ἀσταθείας καὶ πλάνης ἡμᾶς λυτρώσασθε, ἵνα νομίμως Χριστῷ, ἀθλήσαντες καὶ ἐμφρόνως, τῆς ζωῆς τὸν στέφανον, ἀποληψόμεθα.

Ἱερέων τὸ κλέος, τῶν μοναστῶν καύχημα, ὅσιε Θεόφανες μάκαρ, σεπτὲ Νεκτάριε, ἐπευλογήσατε, τῶν μοναζόντων χορείας, χάριν ἐπουράνιον, αὐταῖς δωρούμενοι.

Ὑποταγὴν πιστοτάτην πατρὶ ἁγίῳ ἐνδείξαντες, καὶ ἐν προσευχῇ καὶ ἀσκήσει, ἐνδιατρίψαντες, χάριν εἰλήφατε, Πνεύματι θείω ἑλκύειν, καὶ Χριστῷ προσάγεσθαι, ἄμωμα θρέμματα.

Θεοτοκίον.
Προεστῶσα ὑπάρχεις καὶ μοναστῶν σύμβουλος, ἄσπιλε Μαρία Παρθένε· διὸ χαρίτωσον, καὶ καταξίωσον, ἁγνὴ καρδία δουλεύειν, καὶ δοξάζειν Ἄχραντε, τὸν θεῖον Τόκον σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νῆψιν δὸς καὶ ἐγκράτειαν, τοῖς πιστοῖς Πατέρων δυὰς ὁμότιμε, καὶ παράσχου μοι διάκρισιν, ἄκρων τῶν δαιμόνων λυτρουμένη με.

Σχῆμα θεῖον καὶ ἅγιον, πανοικεί τρισμάκαρες ἐνδυσάμενοι, ὑποσχέσεις τὰς τοῦ Σχήματος, ἀκλινῶς τηρήσαι ἀξιώσατε.

Ὡς ἀκρόπολη χάριτος, Βαρλαὰμ ἡ πέτρα ὑμᾶς ἐφείλκυσεν, καὶ ἐν ταύτῃ ἀσκησάμενοι, σωτηρίας πύργον κατελίπετε.

Θεοτοκίον.
Ὦ ἀμόλυντε Δέσποινα, τὸν μεμολυσμένον τοῖς πλημμελήμασιν, κατοικτίρησον καὶ κάθαρον, ταῖς σεπταῖς πρεσβείαις τῶν Ὁσίων σου.

ᾨδὴ ε΄ . Φώτισον ἡμᾶς.
Ἰδὲ συμπαθώς, τῆς ψυχῆς μου τὴν κατάπτωσιν, καὶ παράσχου μετανοίας μοι ὁδόν, δυὰς Πατέρων, τῷ Κυρίῳ προσεδρεύουσα.

Ἴασαι ταχύ, τὴν ψυχήν μου ἀσθενήσασαν, ῥαθυμίας καὶ πορώσεως ἰώ, ὦ Θεόφανες φαρμάκῳ τῆς πρεσβείας σου.

Θρόνος καθαρός, τῆς Τριάδος ἀναδέδειξαι, δυὰς Ἁγία καὶ πανευκλεής, δι’ εὐποιίας τῷ Θεῷ εὐαρεστήσασα.

Θεοτοκίον.
Ἥλιον Χριστόν, ἐν ἀγκάλαις σου βαστάσασα, διαλύεις τῆς ψυχῆς τὸν σκοτασμόν, τῶν ζητούντων τὸ πολύ σου Μῆτερ ἔλεος.

ᾨδὴ στ΄ . Τὴν δέησιν.
Μνημόνευσον, καὶ ἡμῶν πανοικτίρμων, τῶν ἐσχάτων καὶ ἀθλίων σου δούλων, καὶ μὴ ἐάσῃς εἰς τέλος ὀλέσθαι, καὶ ἐν ῥαστώνῃ τὸν βίον διέρχεσθαι, ἱκέται πέλουσιν ἀεί, Μετεώρων οἱ θείοι αὐτάδελφοι.

Ἐκ πάντων, ἐπερχομένων δεινῶν με, λύτρωσαί με Θεόφανες πάτερ, ὡς παῤῥησίαν πολλὴν κεκτημένος, καὶ συμπαθείας ὑπάρχων τὸ πέλαγος, πενέστατος γὰρ ἀρετῶν, καὶ ἀσκήσεως ἄγευστος γέγονα.

Νοσήματα, καὶ παντοῖαι κακώσεις, τὸν ἡμέτερον ταράττουσι βίον, καὶ πειρασμῶν, λεγεὼν με συνθλίβει, εἰς ἀθυμίας ἐμβάλλουσα στένωσιν, καὶ νῦν προσφεύγω ἐφ’ ὑμᾶς, ἐξαιτούμενος θείαν παράκλησιν.

Θεοτοκίον.
Προσόρμισον, τὴν ζωήν μου Δέσποινα, Παραδείσου πρὸς τὸν θεῖον λιμένα, καὶ πάσης ῥῦσαι δεινῆς τρικυμίας, καὶ τῶν παθῶν μου τὸν κλύδωνα κόπασον, ὅπως δοξάζω ἐκ ψυχῆς, τὴν πολλὴν πρὸς ἐμὲ εὐσπλαγχνίαν σου.

Διάσωσον, ὦ πανοσία δυάς τῶν κτιτόρων, ἀπὸ παντοίων κινδύνων τοὺς δούλους σου, καὶ στήριξον Ὀρθοδόξων τὰ πλήθη.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Δυὰς ἐκλεκτὴ ὁμαίμων τῷ σώματι, χρηστὴ ξυνωρίς, ὁμόφρων τῷ πνεύματι, σὺν Νεκταρίῳ Θεόφανες πάντιμε, Χριστὸν τὸν Θεὸν ἱκετεύσατε, ὅπως λυτρώσῃ ἡμᾶς πειρασμῶν, καὶ ἐν τοῖς οἴκοις παράσχῃ ὁμόνοιαν.

Προκείμενον.
Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὁσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὑτοῦ· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὑτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τῶν σῶν Ὁσίων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νέοι στῦλοι ὤφθητε, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, Μετεώρων σέμνωμα, ἅγιοι Θεόφανες καὶ Νεκτάριε, πᾶσαν γὰρ νείμαντες, πατρικὴν οὐσίαν, ἐν χερσὶ πενήτων μάκαρες, Χριστὸν ὠνήσασθε, ὄλβον ἐσαεὶ διαμένοντα· δι’ ὅνπερ συσταυρούμενοι, Βαρλαὰμ τῷ στύλῳ ἀνήλθετε, ἔνθα ἐλλαμφθέντες, τοῦ Πνεύματος ταῖς θείαις ἀστραπαῖς, θεοφανείας ἐγεύθητε, νέκταρ τὸ ἀείζωον.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσχὺν καὶ ἀφοβίαν κατ’ ἐχθρῶν ἀοράτων ψυχή μου δώρησαι, δυὰς τῶν αὐταδέλφων, ὁμοῦ σὺν Βενεδίκτω, τῷ λαμπρῷ ὑπηκόῳ σου, ἁγιασθέντι ταχύ, τῇ σῇ ποδηγεσίᾳ.

Τὴν ἀθλίαν ψυχήν μου κατανύξεως θείας καὶ εὐλαβείας θερμῆς, ἐμπλήσατε Πατέρες, τὸν ῥύπον ὅπως πλύνω, τῶν ἀμέτρων πταισμάτων μου, καὶ προσκυνήσαι τολμῶ, ὑμῶν σεπτὴν εἰκόνα.

Τὴν θείαν τελευτήν σου ὦ Θεόφανες μάκαρ ἀστὴρ ἐδόξασεν, ἐλλάμπων τῇ σῇ κέλλῃ, καὶ πᾶσιν ἐνδεικνύων, τὸν ὑπέρσεμνον βίον σου, καὶ τὴν πρὸς σὲ τοῦ Θεοῦ, ὑψίστην εὐδοκίαν.

Θεοτοκίον.
Ὄρος ἅγιον θεῖον εὐσκιόφυλλον δένδρον ὁμοῦ καὶ πάντερπνον, ὑπάρχεις Θεοτόκε, τοῖς ἐπικαλουμένοις, σὴν γλυκείαν ἐπίκλησιν, καὶ αἰτουμένοις θερμῶς, ψυχῆς φωτίσαι σκότος.

ᾨδὴ η΄ . Τὸν Βασιλέα.
Στάλαξον θείου, γλυκασμοῦ εὐφροσύνην, ὦ Νεκτάριε ψυχῆς ἐμῆς προστάτα, ὡς ζωῆς τὸ νέκταρ, ἀλήκτως ἀπολαύων.

Εἰς ἀθυμίαν, ἐκ πολλῆς ῥαθυμίας, περιπέπτωκα ὁ δείλαιος Πάτερ, ἀλλὰ λύτρωσαί με, Θεόφανες εὐχαῖς σου.

Σκέπε καὶ φρούρει, τὰς Ἁγίας σου Μάνδρας, ὦ ἀοίδιμε δυὰς τῶν δομητόρων, πᾶσι χορηγοῦσα, ψυχῶν τὴν σωτηρίαν.

Θεοτοκίον.
Θεράπευσόν μου, τὸ ἀσθενές τῆς ψυχῆς μου, ὦ Παντάνασσα καὶ πανοικτίρμων Μῆτερ, ὅπως μεγαλύνω, τὴν σὴν παραμυθίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰωαννίνων πόλις, ἐφ’ ὑμῖν καυχᾶται, καὶ τῇ πρεσβείᾳ ὑμῶν διασῴζεται, ἀπὸ παντοίων κινδύνων καὶ περιστάσεων.

Ὁσίως ἐκτελέσαι, τὸν λοιπόν μου βίον, καταξιώσατε θείοι δομήτορες, οἱ σὺν Ἀγγέλοις ἀύλοις νῦν ἀγαλλόμενοι.

Ἐκδέξασθε προφρόνως, πανόσιοι Πατέρες, τὸ ταπεινὸν ἡμῶν τοῦτο ἐφύμνιον, καὶ γένεσθέ μοι ἰσόβιοι ἀντιλήπτορες.

Θεοτοκίον.
Ἰδεῖν Χριστοῦ τὴν δόξαν, τὴν πεποθημένην, καὶ Παραδείσου τὰ κάλλη τὰ ἄῤῥητα, άξιωσόν με Πανάμωμε ἀειπάρθενε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῶν Ἰωαννίνων εὖχος λαμπρόν, Θεόφανες θεῖε, καὶ Νεκτάριε ἱερέ, Μετεώρων δόξα, κανὼν τε μοναζόντων, ὑμῶν τιμίας μάνδρας, εὐχαῖς στηρίξατε.

Πρεσβείαν ποιήσατε τῷ Χριστῷ, δυὰς τῶν κτιτόρων, Βαρλαὰμ σὺν τῷ παλαιῷ, ἀσκητὴ ὁμοῦ τε, τῷ θείω Βενεδίκτῳ, ὑπὲρ τῶν εὐφημούντων, ὑμῶν τὴν ἄθλησιν.

Ὦ δυὰς Ὁσία καὶ φωταυγής, κλέος τῶν Πατέρων, τοῦ Σωτῆρος λαμπροὶ πυρσοί, οἱ ἐν τῇ ἀσκήσει, ἐκλάμψαντες συμφώνως, ψυχῆς ἡμῶν τὸ σκότος, καταφωτίσατε.

Ἰσαγγέλου βίου τὴν κορυφήν, φθάσαντες προθύμως, ὦ Πατέρων δυὰς σεπτή, ῥύσασθε ἰλύος, βυθοῦ τῆς ῥαθυμίας, τοὺς ἐπικαλουμένους ὑμῶν τὸ ὄνομα.

Ἄρατε τὰς χεῖρας πρὸς τὸν Θεόν, δομήτορες θείοι, ἱκετεύοντες ἐκτενῶς, καὶ καθοδηγοῦντες, τὰς τάξεις μοναζόντων, εἰς ἀρετῶν τὴν κτῆσιν, νοός τε κάθαρσιν.

Ὀφθέντες στυλῖται ἄλλοι σοφοί, Βαρλαὰμ τῇ πέτρᾳ, ἐδομήσασθε τὴν Μονήν, ἔνθα πτερωθέντες, τὸν νοῦν θεία δυνάμει, ἀνήλθετε προθύμως, πρὸς τὰ οὐράνια.

Δέησιν ποιήσατε τῷ Θεῷ, Ἰὼβ θεοφόρε, καὶ Ὁσία Καταφυγή, σὺν λαμπρὴ χορεία, πεντάδος μοναζόντων, οὖς τῷ Χριστῷ προφρόνως, καθιερώσατε.

Φύλαττε ἐκ νόσων τῶν δυσμενῶν, δυὰς τῶν κτιτόρων, καὶ παγίδων σατανιστών, τοὺς προσερχομένους, τῇ θείᾳ ὑμῶν Μάνδρα, καὶ πίστει ἐκζητοῦντας, τὸ θεῖον ἔλεος.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δέξαι, τὴν ἱκέσιον ᾠδήν, δέξαι μου τὸν αἶνον κτιτόρων δυὰς πανθαύμαστε, ἅγιε Θεόφανες, σὺν Νεκταρίῳ ὁμοῦ, καὶ Κυρίῳ προσάγαγε, σὴν ἱκετηρίαν, ὑπὲρ τοῦ τιμῶντός σε, πίστει καὶ πόθῳ πολλῷ, ἵνα σῇ σεπτῇ μεσιτείᾳ, ἄνεσιν ἐν θλίψεσιν εὕρῳ, καὶ Ἁγίου Πνεύματος παράκλησιν.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.