Παρακλητικός Κανών εις τους Αγίους Ενδόξους Οσιομάρτυρας εν τη Ιερά Μονή Άββα Θεοδοσίου του Κοινοβιάρχου Αναιρεθέντας
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζουν στις 13 Ιανουαρίου
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Κοινοβιάρχου ἡ Μονὴ ἐγκαυχᾶται, ὑμῶν ἀσκήσεως συντόνοις καμάτοις, καὶ πόνοις τῆς ἀθλήσεως Ἀββᾶδες σεπτοί, καὶ Πατέρες ἔνθεοι Ὁσιόαθλοι θεῖοι, πᾶσα δὲ σεμνύνεται τοῦ Χριστοῦ Ἐκκλησία, ὑμῶν λιταῖς ἐνθέρμοις πρὸς Αὐτόν, ἔλεος πᾶσιν ἀφθόνως δωρούμενον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Θεοδοσιᾶται Ὁσιομάρτυρες, χαίρετε. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεοῦ ἱερεῖα ὡς ἐκλεκτά, ἐτύθητε θεῖοι, Ὁσιόαθλοι τῆς Μονῆς, Ὁσίου Θεοδοσίου πάντας, ὑμᾶς τιμῶντας κινδύνων λυτρώσασθε.
Ἐξ ὕψους εὐκλείας ὑμῶν πιστούς, ἀπαύστως φρουρεῖτε, Ὁσιόαθλοι ἐκλεκτοί, σεμνείου Θεοδοσίου θείου, ἀνευφημοῦντας ὑμῶν κατορθώματα.
Ὁσίαν πνύμνητοι ἀγωγήν, Θεοδοσιᾶται, διελθόντες μαρτυρικήν, εἰλήφατε χάριν ἱκετεύειν, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον Κύριον.
Θεοτοκίον.
Δυνάμωσον πάντας τοὺς ἀσθενεῖς, οἰκέτας Σου Μῆτερ, ἀντιστῆναι τοῦ πονηροῦ, ἰσχύϊ Κυρία Θεοτόκε, τοὺς μεγαλύνοντας πλῆθος χαρίτων Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανῶν κληρονόμοι διηνεκοῦς μέτοχοι, εὐφροσύνης Θεοδοσίου, Μάνδρας οἱ ἔνοικοι, οἱ μιαιφόνοις χερσίν, ἀποκτανθέντες θεόθεν, πάντα περισκέπετε, δῆμον Χριστώνυμον.
Σελασφόροι Πατέρες ἀθλητικοῖς σκάμμασιν, οἱ τελειωθέντες φρουρεῖτε, Ὁσιομάρτυρες, Θεοδοσίου Μονῆς, Κοινοβιάρχου τοὺς πίστει, ταῖς ὑμῶν δεήσεσι, πάντοτε σπεύδοντας.
Ἰαμάτων χειμάῤῥους ὑμῶν σορὸς πέφηνε, τῶν χαριτοβρύτων λειψάνων, Ὁσιομάρτυρες, τοῖς προσκυνοῦσιν αὐτά, σεμνοὶ Θεοδοσιᾶται, εὐλαβῶς ἑκάστοτε, θεομακάριστοι.
Θεοτοκίον.
Ἀειπάρθενε Μῆτερ Χριστιανῶν καύχημα, Κεχαριτωμένη Παρθένε, Θεογεννήτρια, ῥῦσαι ἡμᾶς πειρασμῶν, καὶ λυπηρῶν καὶ κινδύνων, τοὺς ψαλμοῖς καὶ ᾄσμασι, Σὲ μεγαλύνοντας.
Στηρίζετε, ὑμῶν δεήσεσι πάντας τοὺς κλονουμένους, Ὁσιόαθλοι θαυμαστοὶ ὑμᾶς μεγαλύνοντας, ἐκθύμως σεπτοὶ Θεοδοσιᾶται.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μονῆς ἀσκηταὶ Θεοδοσίου ἔμφρονος, ἀνόμων ἐχθρῶν οἱ μιαφόνοις ξίφεσι, κτανθέντες πρεσβεύσατε, τῷ Χριστῷ ἐκτενῶς Ὁσιόαθλοι, ὑπὲρ πιστῶν λειψάνων εὐλαβῶς, ὑμῶν προσκυνούντων θήκην πάνσεπτον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῆς ἐρήμου οἰκήτορες, Θεοδοσιᾶται Ὁσιομάρτυρες, ἁγιάζετε καὶ ῥύεσθε, πειρασμῶν ὑμῖν τοὺς καταφεύγοντας.
Ἀσκητῶν ἀκροθίνια, καὶ Μαρτύρων κύμινα εὐωδέστατα, Θεοδοσιᾶται πάνσεπτοι, ἔστε ταχινοὶ ἡμῶν ἀκέστορες.
Ἰθυντῆρες πρὸς δώματα, ἔστε τὰ οὐράνια ἀπλανέστατοι, Θεοδοσιᾶται ἅγιοι, στεφηφόροι Μάρτυρες πανόσιοι.
Θεοτοκίον.
Οὐ παυόμεθα Δέσποινα, πλῆθος θαυμασίων Σου μεγαλύνοντες, καὶ δοξάζοντες τὸν Τόκον Σου, Λόγον τοῦ Θεοῦ τὸν ὑπεράγαθον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπετε ἀεί, καὶ περιφρουρεῖτε ἅπαντας, εὐσεβεῖς Ὁσιομάρτυρες σεπτοί, τοῦ Θεοδοσίου Μάνδρας κρίνα εὔοσμα.
Ἴασμοι τερπνοί, Θεοδοσιᾶται ἅγιοι, κατευφράνατε δεήσεων ὑμῶν, ταῖς ὀδμαῖς πιστῶν χοροὺς Ὁσιομάρτυρες.
Ὄλβοι τιμαλφεῖς, γενναιότητος βραβεύσατε, τὴν ὑγείαν ἡμῖν τοῖς εὐλαβῶς, μακαρίζουσιν ὑμᾶς Ὁσιομάρτυρες.
Θεοτοκίον.
Μέμνησο ἡμῶν, Σὲ τιμώντων Μητροπάρθενε, ὡς πιστῶν Χριστιανῶν καταφυγήν, καὶ τῶν ὄντων ἐν ταῖς λύπαις παραμύθιον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀγάλματα, θεῖα ὁσιότητος, τὴν Μονὴν Θεοδοσίου τοῦ θείου, πανευκλεῆ μαρτυρίου κονίστραν, οἱ ἀναδείξαντες Ὁσιομάρτυρες, ὑμῶν λειψάνων τὴν σορόν, προσκυνοῦντας πιστῶς ἁγιάζετε.
Ῥωννύμενοι, πάντες Ὁσιόαθλοι, ταῖς ὑμῶν λιταῖς Θεοδοσιᾶται, πρὸς τὸν Θεὸν εὐλαβῶς προσκυνοῦμεν, ὑμῶν λειψάνων σοτὸν τὴν προχέουσαν, πιστοῖς ἰάσεις ὡς κρουνόν, ἰαμάτων ἀστείρευτον Ἅγιοι.
Τοὺς Μάρτυρας, ἀσκητὰς γεραίροντες, τῆς Μονῆς Θεοδοσίου Ὁσίου, ἐν εὐλαβείᾳ αὐτοῖς ἐκβοῶμεν· Χριστὸν ἡμῖν ἀκλινῶς Ὁσιόαθλοι, καθιλεοῦσθε τοῖς πιστῶς, ἀνυμνοῦσιν ὑμῶν κατορθώματα.
Θεοτοκίον.
Ὑμνοῦντές Σε, ὡς προστάτιν ἄγρυπνον, καὶ ταχεῖαν βοηθὸν ἐν κινδύνοις, Θεογεννῆτορ προσφεύγομεν πίστει, ταῖς πρὸς Υἱόν Σου θερμαῖς παρακλήσεσι, τὸν πᾶσαν δόσιν ἀγαθήν, οὐρανόθεν πιστοῖς ἀπονέμοντα.
Στηρίζετε, ὑμῶν δεήσεσι πάντας τοὺς κλονουμένους, Ὁσιόαθλοι θαυμαστοὶ ὑμᾶς μεγαλύνοντας, ἐκθύμως σεπτοὶ Θεοδοσιᾶται.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Ὁσιομάρτυρες Μάνδρας θειότατοι, Θεοδοσίου σεπτοῦ ἐποπτεύετε, ἐξ ὕψους δόξης ἡμᾶς τοὺς ἐν ᾄσμασιν, ἀνευφημοῦντας ὑμῶν τὴν ἐνάσκησιν, καὶ τὴν σφαγὴν ἐν ἐρήμῳ τὴν ἄδικον.
Προκείμενον
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ὁσίους Αὐτοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-33).
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· ακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν. Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε. Οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. Οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν. ᾿Αλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. Παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι.
Δόξα.
Ταῖς τῶν Σῶν Ἁγίων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ῥύσασθε στενώσεων, καὶ ἐπηρείας τοῦ πλάνου, τοὺς ὑμῖν προσπίπτοντας, πίστει Ὁσιόαθλοι, καλλιμάρτυρες, τῆς Μονῆς λείρια, τοῦ Θεοδοσίου, τοῦ Κοινοβιάρχου πάντερπνα, οἱ καταστέφοντες, Ἐκκλησίαν πᾶσαν ἀσκήσεσιν, ὑμῶν καὶ ἐναθλήσεως, πόνοις ἐν ἐρήμῳ μακάριοι, τριβώνιον οἱ χρώσαντες, τῆς ὑμῶν ἀσκήσεως αἵμασι, καὶ Χριστῷ δραμόντες, ἀπαύστως συνευφραίνεσθαι σεπτοί, τῷ δαψιλκῶς πᾶσι νέμοντι, στέφη ἀφθαρτότητος.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥαντισμῷ Ἀθλοφόροι ἁγιάζετες πάντας ὑμῶν δεήσεων, πρὸς Κύριον τοὺς πίστει, λειψάνων προσκυνοῦντας, τὴν ὑμῶν χαριτόβρυτον, σορὸν ἐν Μάνδρᾳ σεπτῇ, κλεινοῦ Θεοδοσίου.
Ἐκ δωμάτων τοῦ πόλου παμφαῶν εὐλογεῖτε καὶ ἐποπτεύετε, πιστοὺς ἀνευφημοῦντας, ὑμῶν στεῤῥοὺς καμάτους, ἰσαγγέλου βιώσεως, καὶ πόνους ἀθλητικούς, ὦ Θεοδοσιᾶται.
Συνωδᾷ εὐφημοῦντες τοὺς ὑμῶν θεαρέστους Ὁσιομάρτυρες, καμάτους καὶ τοὺς πόνους, ἐνδόξου μαρτυρίου, ταῖς ὑμῶν καταφεύγομεν, λιταῖς ἀμνοὶ τῆς Μονῆς, σεπτοῦ Θεοδοσίου.
Θεοτοκίον.
Χαῖρε Θεογεννῆτορ Παναγία Παρθένε πιστῶς κραυγάζοντες· αἰτούμεθα εὐχάς Σου, πρὸς τὸν μονογενῆ Σου, Ἰησοῦν τὸν φιλάνθρωπον, Λόγον Ὑψίστου Θεοῦ, ὑπερευλογημένη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀμώμου ἄρνας, Θεοδοσίου Ὁσίου, τῆς Μονῆς εὐφημοῦντες πρεσβείας, τὰς αὐτῶν πρὸς Κτίστην, αἰτούμεθα τὰς θείας.
Ἰσχὺν θεόθεν, ἡμῖν ὀμβρίσατε θεῖοι, Ὁσιόαθλοι Θεοδοσίου, Μάνδρας τοῖς τιμῶσιν, ὑμῶν στεῤῥοὺς καμάτους.
Ῥαίνοντες ὕμνων, τοῖς μύροις μνήμην τὴν θείαν, τὴν ὑμῶν ὦ Θεοδοσιᾶται, χάριν ἐκζητοῦμεν, ὑμῶν καὶ προστασίαν.
Θεοτοκίον.
Εὐλόγει Μῆτερ, τοὺς μεγαλύνοντας πόθῳ, θαυμασίων Σου ἄμερον πλήθος, Κεχαριτωμένη, Κυρία Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τοὺς κατασπαζόμενους, ὑμῶν λειψάνων θήκας, ἐπευλογεῖτε ἀεὶ Ὁσιόαθλοι, Θεοδοσίου Ὁσίου Μονῆς σεβάσματα.
Εὑρεῖν τὸν μαργαρίτην, τοὺς ὑμᾶς τιμῶντας, τὸν πολυτίμητον καταξιώσατε, Χριστὸν Ὃν εὕρατε ἄθλοις Ὁσιομάρτυρες.
Χαρᾶς ἡμῶν καρδίας, Θεοδοσιᾶται, Ὁσιομάρτυρες τάχος ἐμπλήσατε, τοὺς εὐφημοῦντας ἐκθύμως ὑμῶν τὰ σκάμματα.
Θεοτοκίον.
Μὴ παύσῃ δυσωποῦσα, Σὸν Υἱὸν Παρθένε, ὑπὲρ ἡμῶν τῶν τιμώντων ἐν ᾄσμασι, τὴν προστασίαν Σου Μῆτερ πρὸς πάντα στένοντα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Ὁσιομαρτύρων σεπτοὺς χορούς, τοῦ Θεοδοσίου, τοῦ Ὁσίου λαμπρᾶς Μονῆς, μέλψωμεν ἐκθύμως, στυγνῶς σφαγιασθέντας, ὡς ἄρνας ἐν ἐρήμου, βάθει γηθόμενοι.
Τοὺς ἐν τῇ ἐρήμῳ ἀσκητικοῖς, λάμψαντας καμάτοις, καὶ ἀθλήσεως εὐσθενοῦς, πόνοις εὐσχημόνως, Μονῆς Ὁσιοάθλους, Θεοδοσίου θείου, πάντες ὑμνήσωμεν.
Χαίρετε Ἀββᾶδες θεοειδεῖς, καὶ σεπτοὶ Πατέρες, τοῦ σεμνείου τοῦ εὐκλεοῦς, τοῦ Κοινοβιάρχου, Θεοδοσίου πάντες, δεινῶς σφαγιασθέντες, ἄρνες ὡς ἄμωμοι.
Θεοδοσιᾶται πιστῶν χορούς, Μάρτυρες φρουρεῖτε, καὶ ἀπήμονας τοῦ ἐχθροῦ, τῶν βελῶν τηρεῖτε, ἐν πίστει προσκυνοῦντας, ὑμῶν λειψάνων θήκην, τὴν χαριτόβρυτον.
Εὔχεσθε Ἀββᾶδες ὑπὲρ ἡμῶν, καὶ σεπτοὶ Πατέρες, προσκυνούντων πανευλαβῶς, τοὺς σοροὺς λειψάνων, ὑμῶν σημειοφόροι, Θεοδοσίου Μάνδρας, Ὁσιομάρτυρες.
Τοῦ Κοινοβιάρχου σεπτῆς Μονῆς, τοὺς Ὁσιοάθλους, εὐφημήσωμεν ἐν χορῷ, τοὺς ἀποκτανθέντας, ὡς ἄρνας μιαιφόνοις, παλάμαις τῶν ἀπίστων, πάντες Χριστώνυμοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, με’ ἣν ψάλλομεν τὸ ἑξῆς.
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, ἀσπασώμεθα πιστῶς, θήκην τῶν τιμίων λειψάνων, Θεοδοσίου Μονῆς, Ἀθλοφόρων κράζοντες· Ὁσιομάρτυρες, οἱ φοινίξαντες τρίβωνα, αἱμάτων ῥανίσι, τῆς ὑμῶν ἀσκήσεως, καὶ πορφυρώσαντες, χθόνα τῆς ῤήμου θεόθεν, τοὺς ὑμᾶς τιμῶντας φρουρεῖτε, καὶ ἐν τοῖς κινδύνοις περισκέπετε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον·
Θεοδοσιᾶται Μάρτυρες, σκέπετε
Ἰερόθεον, Χαραλάμπης κραυγάζει.