Παρακλητικός Κανών εις τους Αυταδέλφους Οσίους Παρθένιον καί Ευμένιον Ι. Μονής Κουδουμά

† Εορτάζουν στις 10 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Kαὶ τὰ ἐξῇς τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς οὐρανῶν κατατρυφῶντες τῆς δόξης ἑξευμενίσατε ἡμῖν τὸν Δεσπότην, θαυματουργοί αὐτάδελφοι, Μονῆς Κουδουμά ἔμπνοα κλείσματα καὶ τῆς Κρήτης φωστῆρες, πάνσοφε Παρθένιε καὶ Εὐμένιε μάκαρ, ἀνυμνῶ τὴν μνήμην ἐν ᾠδαῖς θεοπρεπέσιν γηθόμενοι
μέλπομεν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών.

ᾨδὴ α΄. Ἦχὸς πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παρθένιε μάκαρ, ἡμῶν λιτὰς σὺν τῶν Εὐμενίῳ τῷ ὁσίῳ σου ἀδελφῷ προσδέχου καὶ πέμψον οὐρανόθεν ἡμῖν ὑγιείαν κατ’ ἄμφω καὶ σύνεσιν.

Ἀπόκρουσον πάσας τοὺς δυσμενοῦς βελίαρ ἐφόδους τῇ δυνάμει σῶν πρεσβειῶν, Παρθένιε, νέε ἀντιλήπτωρ πιστῶν, πρὸς ὃν ἐκ καρδίας ἠγάπησας.

Ῥεόντων τὸν κλύδωνα ὡς φυγών, Εὐμένιε πάτερ, πρὸς ἀχείμαστον ἀληθῶς λιμένα κυβέρνησον ὑψόθεν τούς τῇ σεπτῇ ἀρωγῇ σου προστρέχοντας.

Θεοτοκίον
Θεόνυμφε, σκέδασον τὴν ἀχλύν τοῦ φαύλου μου βίου καὶ ἀνάτειλον παμφαῆ ἠῶ τῷ ὑμνούσι σε ὡς θρόνον φωτοειδῆ τοῦ Θεοῦ καὶ Παντάνακτος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκτενῶς δυσωπεῖτε τὸν Λυτρωτήν, Ὅσιοι, μάνδρας Κουδουμά, θεοφόροι ὄντως προΐστορες, εἰρήνην πέμψαι ἡμῖν, σοφὲ Παρθένιε μάκαρ, καὶ στεῤῥόν, Εὐμένιε, βάθρων συνέσεως.

Νοσηρᾶς συνηθείας καὶ ἐμπαθοῦς ἕξεως πρὸς ῥευστά, Παρθένιε, πάντα καὶ τὰ χαμαίζηλα τοῦ σοῦ ἱκέτου τὸν νοῦν, ἀρτιφανὲς θεῖον ἄστρον, καθαρὸν καὶ δίδαξον ἕλκεσθαι ἄῤῥευστα.

Ἰησοῦν ἀγαπήσαι τὸν ἐκ φθορᾶς ῥύσαντα γένος τὸ ἀνθρώπινον ἅπαν, πάτερ Εὐμένιε ἀξίωσόν με ταχύ, ὁ πρὸς Αὑτὸν ἐκπετάζειν χεῖρας γνοὺς ἀείποτε, ἄυλε ἄνθρωπε.

Θεοτοκίον
Εὐσυμπάθητε Μῆτερ τοῦ Λυτρωτοῦ, ὕψωσον, πρὸς αὐλὰς χαρᾶς παναῤῥήτου νῦν τοὺς καθεύδοντας, ἐν τῇ ζοφώδει σκιὰ τῶν στεναγμῶν καὶ παντοίων θλίψεων, βοῶμέν σοι, σθένει τῷ θείῳ σου.

Διάσωσον, πνευματοφόρων ἀζύγων δυὰς ἁγία, ἐκ κινδύνων ὑμᾶς τοὺς νῦν τιμῶντας, Παρθένιε καὶ σῶφρον Εὐμένιε, καθ’ ἑκάστην.

Eπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Παθῶν χαλεπῶν, Εὐμένιε τρισόλβιε καὶ σκεῦος λαμπρὸν τοῦ Πνεύματος, Παρθένιε, ἡμᾶς ἀπαλλάττοιτε ταῖς ὑμῶν πρὸς Κτίστην ἐντεύξεσιν θερμοὶ γὰρ πρέσβεις πάντων πρὸς Θεὸν καὶ ῥύσται ἐκ θλίψεων ὑπάρχετε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Καταισχύναντες ὄφεως τὴν ἰσχύν, Παρθένιε καὶ Εὐμένιε, κακουχίαις χάριν εὕρατε δυσωπεῖν ὑπὲρ ἡμῶν τὸν Κύριον.

Ἀσκητῶν τὴν αὐτάδελφον ξυνωρίδα ὕμνοις φαιδροῖς Παρθένιον καὶ Εὐμένιον γεραίροντες τὰς λιτὰς αὑτῶν ἀπεκδεχόμεθα.

Ἱκετεύσατε Κύριον δοῦναι τοῖς τιμῶσιν ὑμᾶς, Παρθένιε καὶ Εὐμένιε, μετάνοιαν, ἵνα σὺν ὑμῖν ἀγαλλιώμεθα.

Θεοτοκίον
Ἔχοντές σε Πανάχραντε, πρὸς Θεὸν μεσίτριαν οἱ σοὶ πρόσφυγες ἀντιλήψει τῇ πανσέπτῳ σου καὶ λιταῖς ταῖς θείας σου προσφεύγομεν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψιστον Θεόν, ὃν ἀσκήσεσιν ἐδόξασας ἐν τῷ βίῳ καθικέτευε ὁρμὰς καταστείλε τοῦ σαρκίου μου, Παρθένιε.

Μέμνησο ἡμῶν εὐμενῶς σοφὲ Εὐμένιε, τῶν στεφόντων σε τοῖς ἄνθεσιν ᾠδῶν καὶ διάσωσον ἐν ὤρα τῆς ἐτάσεως.

Εὕρομεν ὑμᾶς ἄρτι θείους ἀντιλήπτορας ἐν τοῖς κλύδωσιν, Εὐμένιε κλεινὲ καὶ Παρθένιε ἀσκήσεως ἀκρώρεια.

Θεοτοκίον
Νέκρωσον παθῶν τὰ ὁρμήματα Πανάμωμε, καὶ τὸν νοῦν μου πρὸς ἐγρήγορσιν ταχύ, Θεοτόκε ἀειπάρθενε, ἀνάστησον.

ᾨδὴ στ΄. Τὴν δέησιν
Ἰάτρευσον, ῥωστικὴ πρεσβεία σου, τὸ δεινοτάτῳ καρδίας μου ἄγχος, καὶ εἰρηναῖον παράσχου μοι βίον, τηρῶν μακράν μου ἐχθροῦ τὰ τοξεύματα, αὑτοῦ ὁ ἄρτι ὀλετήρ, ἐποφθεὶς ἐνασκήσει, Παρθένιε.

Ἐπίβλεψον, ἱλαρῷ σου ὄμματι, ἐφ’ ἡμᾶς τοὺς ἀνατρέχοντας πόθῳ, ταῖς πρὸς Θεὸν εὐμενέσι λιταῖς σου, θεοφορούμενε πάτερ Εὐμένιε, καὶ ἀνακούφισον ἡμῶν, τὰς ὀδύνας τοῦ βίου, δεόμεθα.

Εὐφρόσυνον, ἐν τῷ πόλῳ βίωσιν, ἀπολαύοντες, ὁμαίμονες θεῖοι, ὡς ἐρασταὶ προσευχῆς καὶ νηστείας, αὑτοῦ καὶ πάντας ἡμᾶς ἀξιώσατε, ὑμᾶς Παρθένιε λαμπρὲ καὶ Εὐμένιε, ὕμνοις τοὺς μέλποντας.

Θεοτοκίον
Στενώσεως, ψυχικῆς ἀπάλλαξον, τοὺς οἰκέτας σου ἁγνὴ Θεοτόκε, καὶ χαρμονῆς πλήρου πάντας τοὺς πίστει, σε εἰς αἰῶνας τρανώς μεγαλύνοντας, Θεοκυήτορ, ὡς πηγὴν ἀενάου χαρᾶς πολυχεύμονα.

Διάσωσον, πνευματοφόρων ἀζύγων δυὰς ἁγία, ἐκ κινδύνων ὑμᾶς τοὺς νῦν τιμῶντας, Παρθένιε καὶ σῶφρον Εὐμένιε, καθ’ ἑκάστην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων, τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῦ Κουδουμά τῆς Μονῆς ἀντιλήπτορες. Πνευματοφόρε Παρθένιε πάντιμε καὶ χάριτος ῥεῖθρον, Εὐμένιε, ὑπὲρ ὑμῶν δυσωπεῖτε τὸν Κύριον ὑμᾶς τῶν τιμώντων ἑκάστοτε.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὑτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον,
(Κεφ. ια΄ 27-30)
Εἰπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγὸν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἶμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσεται ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὃ γὰρ ζυγὸς μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Ὅλην ἀποθέμενοι.
Ἔχοντες πρὸς Κύριον καὶ Λυτρωτὴν παῤῥησίαν κράζομεν πρεσβεύσατε ἐκτενῶς Παρθένιε καὶ Εὐμένιε ῥύσασθαι ἅπαντας πάσης στενώσεως καὶ ποικίλων περιστάσεων τοὺς καταφεύγοντας ταῖς ὑμῶν θερμαῖς παρακλήσεσι κοπάζοντες τὸν τάραχον τῶν περικλυζόντων ἑκάστοτε θλίψεων, φωσφόροι, αὑτούς, πνευματοφόροι ἀσκηταί, οἱ ἐν ἐσχάτοις τοῖς ἔτεσι κόσμον καταυγάσαντες.

Σῶσον ὁ Θεός τὸν λαὸν σου…..

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν πατρῴαν λιπόντες στέγην, ἄνικμα σπέη τῆς γῆς ᾠκήσατε διὰ τὴν τοῦ Κυρίου αὐτάδελφοι ἀγάπην, ᾖς ἡμῖν ὑπεδείξατε τὰς σωστικὰς ἀτραπούς, καὶ γλυκυτάτας τρίβους.

Ἐκ Θεοῦ δεδεγμένος, δωρημάτων τὴν χάριν κλυτὲ Παρθένιε, ὀμβρίζεις οὐρανόθεν, ἰάματα νοσοῦσι, τοῖς πιστῶς καταφεύγουσι, τῇ σῇ θερμὴ ἀρωγή, πατέρων κοσμιότης.

Μελετᾶν τοῦ Κυρίου, ἐντολὰς τὰς ἁγίας καταξιώσατε, ὡς τηρηταί τοῦ νόμου, Παρθένιε θεόφρον, καὶ Εὐμένιε πάνσεμνε, τοὺς μελῳδοῦντας ὑμῶν, τὰς θείας ἀριστείας.

Θεοτοκίον
Ὁδοδείκτης γενοῦ μοι, πρὸς τὴν πόλιν τὴν ἄνω, Θεογεννήτρια, τιθέντι τῆς ψυχῆς μου, τοὺς οἴακας χερσί σου, ταῖς ἁγίαις καὶ κράζοντι, ἴσθι ἐμοῦ στιβαρᾷ, τοῦ βίου κυβερνῆτις.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰσχὺ μοι δότε, κατά τῶν παθῶν ἀκαθάρτων, Κουδουμά τοῦ σεμνείου φωστῆρες, ὅπως τοῦ Κυρίου ἀξιωθείην δόξης.

Ἀγγέλων βίον, καταξιώσατε πάντας, διαλύσαι, Παρθένιε μάκαρ, καὶ ἀζύγων κύδος, Εὐμένιε θεόφρον.

Ῥύου ἀπαύστως, ἀνάγκης βίου ἀπᾴσῃς, τοὺς εὐντεύξεις Παρθένιε σῶφρον, σου ἐκδεχομένους, πρὸς τὸν Θεὸν τῶν ὅλων.

Θεοτοκίον
Ὡς σωτηρίας, ἡμῶν πυξίον Παρθένε, σε ὑμνοῦντες πιστῶς ἐκβοῶμεν, ῥῦσαι συνοχῆς με, παθῶν τῶν ἀκαθάρτων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γηθόμενοι βοῶμεν, ῥύσασθε κινδύνων, καὶ συμφόρων κατοδυνῶν Παρθένιε, ἡμᾶς ταμεῖον συνέσεως καὶ Εὐμένιε.

Οἱ πίστει προσιόντες, σου τῇ ἀντιλήψει, λυτροῦνται ἄλγους Παρθένιε ὅσιε, καὶ κατὰ χρέος αἶνον προσφέρω σου Εὐμένιε, ὡς ἂν σοι αἶνον προσφέρω λαμπρὸν ἀείποτε.

Θεοτοκίον
Χαρίτων ἐκμαγεῖον, Μῆτερ τοῦ Ὑψίστου, τῆς σῆς λαμπρότητος φέγγει καταύγασον τὴν σκοτισθείσαν ψυχήν μου, ἵνα δοξάζω σε.

Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρετε, ἀστέρες φωτοειδεῖς Κουδουμὰ τῆς μάνδρας, οἱ συντόνῳ ἀρτιφανῶς λάμψαντες τῷ κόσμῳ ἀσκήσει καὶ νηστεία Εὐμένιε καὶ θεῖε πάτερ Παρθένιε.

Χαίρετε αὐτάδελφοι ἱεροί, οἱ ἐν τοῖς σπηλαίοις τοῖς ἀνίκμοις διὰ Χριστοῦ τὴν ἀγάπην πόθῳ οἰκήσαντες καὶ μάνδρας τοῦ Κουδουμὰ ὀφθέντες νέοι δομήτορες.

Χαίροις παρθενίας ὁ ἐραστὴς καὶ τῆς ἐναρέτου πολιτείας ὁ ἀκρεμών, χαίροις ἀσκουμένων νεόφωτε λυχνία, Παρθένιε τῆς Κρήτης ἔμπνουν θησαύρισμα.

Χαίροις ἐρημίας ὁ πολιστής, ἄνθος μυροβόλον καὶ νεόφυτον τῆς Χριστοῦ, Ἐκκλησίας πάτερ Εὐμένιε παμμάκαρ, ὁ ἀρεταῖς μυρίζων κόσμου τὰ πέρατα.

Πάσης δυσχερείας καὶ ἀπειλῆς τοῦ ἐχθροῦ ἀτρώτους συντηρεῖτε ὑμᾶς, σεμνοὶ Κουδουμὰ πατέρες Παρθένιε, πρεσβείαις ὑμῶν καὶ θεόφορε πάτερ Εὐμένιε.

Πρέσβευε Παρθένιε τῷ Χριστῷ σὺν τῷ Εὐμενίῳ αὐταδέλφῳ σου τῷ σεπτῷ ἄφεσιν πταισμάτων ἡμῖν ἀεὶ διδόναι τοῖς σπεύδουσι τῇ θεία σκέπη ἑκάστοτε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομα Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένῃ Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρίᾳ τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Κουδουμά τοῦ σεμνείου τοὺς νέους κτίτορας, τοὺς αὐταδέλφους Ὁσίους ἐν τοῖς ἐσχάτοις καιροῖς, ἐγκρατείας καὶ εὐχῆς βολαῖς ἐκλάμψαντας, θεῖον Εὐμένιον ᾠδαῖς καὶ Παρθένιον σοφὸν τιμῶντες ἀξιόχρεως, ὑπὲρ ὑμῶν τὰς πρεσβείας, πρὸς τὸν Χριστὸν αὑτῶν αἰτούμεθα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας τοὺς προστρέχοντας ὑμῖν, ὅσιοι Πατέρες καὶ ὕμνοις, ἀνευφημοῦντας ὑμᾶς, ὄλβιε Παρθένιε ἀστὴρ νεόφωτε, ἀρετῶν καὶ πανεύοσμον, Εὐμένιε ῥόδον, εὐσεβείας ῥύσασθε δεινῆς κολάσεως, ἵνα Κουδουμὰ τοῦ σεμνείου, ἐνθεοῖ κοσμήτορες πάντες, τῆς ἀγήρω δόξης ἀπολαύσωμεν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

 

Πηγή