Παρακλητικός Κανων εις τους Οσίους Πατέρας τους εν τη Σκήτη της Αγίας Άννης Διαλάψαντας
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζονται την Κυριακή μετά των Αγίων Πάντων.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ τῶν ὁσίων ἑπταστέλεχος δῆμος, καὶ Ἀϑλητῶν τὸ ἐννεάριϑμον στῖφος, ὑπὲρ ἡμῶν πρὸς Κύριον πρεσβεύσατε, ὅπως λυτρωϑείημεν, πειρασμῶν καὶ κινδύνων, χάριν δὲ βραβεύετε, καὶ πᾶν δώρημα ϑεῖον, ἐν τῇ παρούση Σκήτῃ, τῇ σεπτῇ, ἐν ᾗ τοὺς ϑείους, ἀγῶνας ἠνύσατε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ εὐθὺς ἀρχόμεϑα τοῦ Κανόνος, οὗ ἡ ἀκροστιχίς·
Ὁσίων δῆμος ἡμᾶς φυλάττοις. Γερασίμου.
Εἰς ἔκαστον τροπάριον λέγομεν·
Ὂσιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Εἰς τὰ δύο τελευταία·
Δόξα. Και νῦν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὀσίων Πατέρων ϑεῖος χορός, οἱ τῇ Σκήτῃ, ταύτη, διαλάμψαντες ἱερῶς, ἀεὶ τὸν Σωτῆρα δυσωπεῖτε, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν.
Σαρκὸς ὡς νεκρώσαντες τὰς ὁρμάς, Γερόντιε πᾶτερ, σὺν τῷ Νήφωνι τῷ σεπτῷ, ζωῆς ἠξιώϑητε τῆς ἄνω, ἧς καὶ ἡμᾶς μετασχεῖν ἱκετεύσατε.
Ἱσχὺν Διονύσιε ἱερέ, σὺν τῷ Μητροφάνει, ἑξαιτήσασθε παρασχεῖν, ἡμῖν κατὰ πάσης τοῦ βελίαρ, ἐπιβουλῆς καὶ δυνάμεως χείρονος.
Θεοτοκίον.
Ὠς φῦλαξ καὶ ἔφορος καὶ φρουρός, τοῦ κλήρου σου Κόρη, τοῦτον σκέπε διὰ παντός, πάσης ὀλεϑρίου ἐπηρείας, τῇ κραταιᾷ προστασία σου Ἄχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοητὸς ὥφθης λύχνος, τῷ καϑαρῷ βίῳ σου, Σκήτη τῆς Προγόνου Κυρίου, πάτερ Γεράσιμε, ὅϑεν διάλυσον, παϑῶν ἡμῶν τὴν ὁμίχλην, ταῖς ἐν σοὶ λαμπρότησι, τοῦ ϑείου Πνεύματος.
Δόξης θείας ἐπόπται, ὡς ἀληϑῶς πέλοντες, σὺν τῷ ἱερῷ Σωφρονίῳ, Σάββα μακάριε, ἡμᾶς λυτρώσασϑε, τῆς τῶν παϑῶν ἀδοξίας, ταῖς πρὸς τὸν Φιλάνϑρωπον, ἡμῶν δεήσεσι.
Ἠγωνίσασϑε σϑένει, τοῦ Παντουργοῦ Πνεύματος, σὺν τῷ εὐκλεεῖ Μακαρίῳ, στεῤῥὲ Νικόδημε, κατὰ τοῦ ὄφεως, οὗ τῆς ἀπάτης καὶ πλάνης, ἀσινεῖς τηρήσατε, ἡμᾶς δεόμεϑα.
Θεοτοκίον.
Μητροπάρϑενε Κόρη, τῶν Ἀσκητῶν στήριγμα, στήριξον ἡμᾶς ἐν τῷ φόβῳ, τοῦ ἀνατείλαντος, ἐκ τῆς νηδύος σου, ὡς ἄν ἐκκλίνωμεν τάχος, πάσης παραβάσεως, τοῦ πολεμήτορος.
Διάσωσον δεκαεξάριθμον στῖφος θείων Πατέρων, ἀπὸ πάσῃς ἐπιβουλῆς τοῦ ἀλάστορος, τοὺς καταφεύγοντας πίστει ὑμῶν τῇ σκέπῃ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄.Τὰ ἄνω ζητῶν.
Προστάται ἡμῶν, ὑπάρχοντες μακάριοι, ὡς σκεύη, φωτός, καὶ τοῦ Θεοῦ ϑεράποντες, πάσης ἀνάγκης ρύεσϑε, καὶ δεινῶν σοφισμάτων τοῦ ὄφεως, τὰς διανοίας ἡμῶν καὶ ψυχάς, Ὁσίων χορεία ϑεοδόξαστε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Οἱ Χριστὸν μεγαλύναντες, εἰς μεγάλων πόνων ἡμᾶς λυτρώσασϑε, Κοσμᾶ μάρτυς ἀξιάγαστε, καὶ Λουκᾶ Ἀγγέλων ὁ συνόμιλος.
Στέφει θείῳ κοσμούμενοι, σὺν τῷ Ἱλαρίωνι τῷ θεόφρονι, ὦ Νικήτα ἱερώτατε, νικητὰς τοῦ πλάνου ἡμᾶς δείξατε.
Ἡ τριὰς τῶν Μαρτύρων σου, σὺν Δαβὶδ ὁ Παῦλος καὶ ὁ Νεκτάριος, δυσωποῦσί σε Φιλάνϑρωπε, ὡς ἂν κατοιτείρης τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Μαριάμ Μῃτροπάρϑενε, ἡ τοῦ Ὄρους Ἄθω θερμὴ βοήϑεια, τοῖς ὑμνοῦσί σε βοήϑησον, κατὰ τῶν παγίδων τοῦ ἀλάστορος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνωϑεν ἡμᾶς, νοερῶς ὁδήγει Ἅγιε, πρὸς ὁδὸν τῶν θελημάτων τοῦ Θεοῦ, τοὺς ὑμνοῦντάς σου Γερόντιε τὰ σκάμματα.
Σκέπη ἀσφαλής, ἡ πρεσβεία ὑμῶν γένοιτο, Διονύσιε Ῥητόρων καλλονή, καὶ Μητρόφανες Θεοῦ ϑεράπον γνήσιε.
Φῶς τὸ νοερόν, τῇ ψυχῇ σου εἰσδεξάμενος, πρὸς τὸ φῶς τῆς ἐναρέτου ἀγωγῆς, κωϑοδήγισον ἡμᾶς ϑεῖε Γεράσιμε.
Θεοτοκίον.
Ὓψωσον ἡμᾶς, ἐκ βυϑοῦ τῆς ματαιότητος, πρὸς ἐνάρετον ζωὴν καὶ καϑαράν, Θεοτόκε τοὺς προστρέχοντας τῇ σκέπῃ σου.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Λαμπρύνας, τῆς σωφροσύνης τῇ αἴγλῃ, τῆς ψυχῆς σου τὴν κατάστασιν Πάτερ, φωτιστικῇ σου καὶ θείᾳ πρεσβείᾳ, τὸν σκοτασμὸν τοῦ νοός μου καταύγασον, μαρμαρυγαῖς τῶν ἀρετῶν, ϑεοφόρε Σωφρόνιε ὅσιε.
Ἀγίων, ἰχνηλατήσας τὸν βίον, ἡγιάσθης ἐν ἐσχάταις ἡμέραις, ϑεομακάριστε Σάββα ϑεόφρον, καὶ ἁγιάζεις ἡμᾶς τῇ σῇ χάριτι, καὶ ἐναγῶν συλλογισμῶν, ἀπταλλάτεις τοὺς σὲ μακαρίζοντας.
Τὸ αἷμα, τὸ σὸν ἐκχέας προϑύμως, δι᾽ ἀγάπησιν Μακάριε ϑείαν, ἡμῶν πυρὶ τῆς ἀύλου ἀγάπης, τὰς διανοίας ἀνάφλεξον Ἅγιε, ὡς ἂν τὴν ὕλην τῶν παϑῶν, ἐγκρατείας τοῖς ἄνϑραξι φλέξωμεν.
Θεοτοκίον.
Τον Κτίστην, καὶ Πουντὴν τῶν ἀπάντων, ἀποῤῥήτως τετοκυῖα Παρϑένε, αὐτὸν δυσώσει ῥυσϑῆναί με πάσης, ἐπιβουλῆς τοῦ δεινοῦ πολεμήτορος, καὶ δοῦναί μοι ἁμαρτιῶν, τῶν πολλῶν Θεοτόκε τὴν ἄφεσιν.
Διάσωσον δεκαεξάριθμον στῖφος θείων Πατέρων, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ ἁλάστορος, τοὺς καταφεύγοντας πίστει ὑμῶν τῇ σκέπῃ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοις των αιμάτων σου.
Δεκαεξάριθμον ἅγιον σύστημα, τῇ Παναγία Τριάδι πρεσβεύσατε, ἀύλῳ φωτὶ καταυγάζεσϑαι, τὰς διανοίας ἡμῶν καὶ τὰ πρόσωπτα, τιμώντων ὑμῶν τὴν συνέλευσιν.
Καὶ εὐϑὺς τὸ Προκείμενον.
Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στίχος. Ἄσατε τῷ Κυρίῳ ἄσμα καινόν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἶμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τῶν σῶν Ὁσίων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅμιλε ὑπέρτιμε, τῶν ϑεοφόρων Ἁγίων, τῆς Θεοπρομήτορος, Σκήτης ἄνϑη εὔοσμα καὶ ἀμάραντα, τῶν παϑῶν ῥύσασϑε, πάσης δυσωδίας, τὰς ψυχὰς ἡμῶν δεόμεθα, τὴν τοῦ ἀλάστορος, καϑ᾽ ἡμῶν μανίαν ἐκτρέποντες, καὶ φῶς ἡμῖν αἰτούμενοι, καὶ πλημμελημάτων συγχώρησιν, Ὁσιομαρτύρων, ὁ δῆμος καὶ Ὁσίων ὁ χορός, οἱ τόνδε χῶρον λαμπρύναντες, πόνοις τῆς ἀσκήσεως.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὀ νικήσας τυράννων, τῇ στεῤῥᾷ σου αϑλήσει πᾶσαν τῆν ἔνστασιν, Νικόδημε παμμάκαρ, ἐνίσχυσον νικῆσαι, τὴν μανίαν τοῦ δράκοντος, τοὺς ἀνυμνοῦντας τοὺς σούς, μαρτυρικοὺς ἀγῶνας.
Ἰλασμὸν ἡμῖν αἴτει, καὶ πταισμάτων τὴν λύσιν Κοσμᾶ μακάριε, ἡμῖν τοῖς σὲ τιμῶσι, καὶ δίδου εὐκοσμίως, πᾶσι δύναμιν ἄνωϑεν, διαπερᾷν τῆς ζωῆς, ἁπάσας τὰς ἡμέρας.
Σὺν Ἀγγέλοις δυσώπει, καὶ στεῤῥοῖς ἀϑλοφόροις Λουκᾶ μακάριε, κινδύνων πολυτρόπων, καὶ πάσης ἁμαρτίας, ἐκλυτροῦσϑαι τοὺς ψάλλοντας, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γεωγεῖν ἐγκρατεία, τοὺς καρποὺς τῆς ἀγάπης ἡμᾶς ἐνίσχυσον, Ὑπερευλογημένην, τοὺς τῷ σεπτῷ σου κλήρῳ, ἐνοικοῦντας καὶ ψάλλοντας, χαῖρε Παρϑένε ἁγνή, ἀνϑρώπων σωτηρία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐλαίῳ Μάρτυς, τῶν ἱερῶν πρεσβειῶν σου, καϑιλάρυνον ἡμῶν τὰς διανοίας, τῶν σὲ ἀνυμνούντων, ϑεόφρον Ἱλαρίων.
Ῥώμην παράσχου, ἱερομάρτυς Νικήτα, νίκην ἄρασθαι ἡμᾶς κατὰ τῆς πλάνης, τοῦ ἀντικειμένου, ἐχϑροῦ τοῦ βροτοκτόνου.
Ἂνω τὸ ὄμμα, ἔχειν πρὸς δόξαν τὴν θείαν, καταξίωσον ἡμᾶς τῆς διανοίας, ἵνα σὲ τιμῶμεν, Δαβὶδ ὁσιομάρτυς.
Θεοτοκίον.
Σὺ εἶ Παρϑένε, τεῖχος καὶ σκέπη τοῦ Ἄϑω, ὅϑεν πάντοτε κηρύττομεν τοῖς πᾶσι, τῆς σῆς προστασίας, τὰς δαψιλεῖς ἐκφάνσεις.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλύος τῶν ἐν κόσμῳ, ὁσιομάρτυς Παῦλε, τὰς διανοίας ἡμῶν ἀποκάϑαρον, ἐν τῷ πυρὶ τῆς ἀγάπης τοῦ σὲ δοξάσαντος.
Μαρτύρων τῆς εὐκλεῖας, κατηξιωμένος, Ὁσιομάρτυς ϑεόφρον Νεκτάριε, ζωῆς τῆς ϑείας τὸ νέκταρ ἡμῖν ἐνστάλαξον.
Ὁσίων ἡ χορεία, καὶ Ὁσιομαρτύρων, τὸ ἐννεάριθμον ἅγιον σύστημα, ταύτην τὴν Σκήτην φρουρεῖτε καὶ περισκέπετε.
Θεοτοκίον.
Ὑμνοῦμέν σε απαύστως, ὡς ἡμῶν προστάτιν, καὶ εκ μυχίων βοῶμέν σοι Ἄχραντε, τοῦτον τὸν κλῆρόν σου ῤύου πάσῃς κακώσεως.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Εἶτα τὰ παρόντα Μεγαλυνάρια τῶν Ἁγίων·
Ὅμιλος ἑπτάριθμος καὶ σεπτός, Ὁσίων Πατέρων, οἱ τῆς Σκήτης ταύτης φρουροί, σὺν τῇ ἐννεάδι, τῶν Ὁσιομαρτύρων, δεινῶν πειρατηρίων, ἡμᾶς λυτρώσασϑε.
Χαίρετε Πατέρες πανευκλεεῖς, δεκὰς σὺν ἑξάδι, οἱ τῆς Σκήτης φωταγωγοί, χαίρετε μεσῖται, ἡμῶν πρὸς τὸν Δεσπότην, καὶ ἐν κινδύνοις ῥῦσται, οἱ ἑτοιμότατοι.
Χαίροις ὦ Γερόντιε ἱερέ, Νήφων ϑεοφόρε, καὶ Γεράσιμε ϑαυμαστέ, οἱ δι᾽ ἐγκρατείας, νεκρώσαντες τὸν ὄφιν, οὗ τῆς δεινῆς μανίας, ἡμᾶς λυτρώσασϑε.
Ῥῆτωρ Διονύσιε ἱερέ, σὺν τῷ Μητροφάνει, τῷ ὁσίῳ σου φοιτητῇ, Σωφρόνιε πάτερ, καὶ Σάββα ϑεοφόρε, αἰτεῖσϑε ἡμῖν πᾶσι χάριν καὶ ἔλεος.
Σὺν τῷ Μακαρίῳ Λουκᾷ Κοσμᾷ, Νικόδημε Παῦλε, καὶ Νικήτα σὺν τῷ Δαβίδ, Νεκτάριε μάκαρ, ὁμοῦ καὶ Ἱλαρίων, ἡμῖν τὸν πάντων Κτίστην, ἐξιλεώσασϑε.
Πάσης ἐσπρείας τε καὶ ὀργῆς, καὶ πικρῶν σκανδάλων, διασώσατε ἀσινῆ Ἄννης τῆς Ἁγίας, τὴν Σκήτην ϑεοφόροι, ὑμῶν ἐγκαυχωμένην, τοῖς ϑείοις σκάμμασι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης τοῦ ἐχϑροῦ ἐπιβουλῆς, καὶ πειρατηρίων παντοίων, καὶ περιστάσεων, Ἅγιοι ἑκκαίδεκα, Σκήτεως ταύτης φρουροί, ταῖς ὑμῶν παρακλήσεσιν, ἀτρώτους τηρεῖτε, τοὺς πιστῶς προστρέχοντας, τῇ ἀντιλήψει ὑμῶν, λύοντες παϑῶν τὰς ἐφόδους, καὶ πταισμάτων λύσιν αἰτοῦντες, τοῖς ὑμῶν γεραίρουσι τὰ σκάμματα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Δέξασϑε ἑκκαίδεκα ϑεῖοι Πατέρες
ἧν ὑμῖν Γεράσιμος δέησιν φέρει.

