Δύο Παρακλητικοί Κανόνες εις τους Αγίους Θεοπάτορες Ιωακείμ και Άννης

  1. Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ

  2. Ποίημα Ιερομονάχου Ευφρόσυνου Σαββαίτου

Παρακλητικός Κανών εις τους Αγίους και Δικαίους Θεοπάτορας Ιωακείμ και Άννης

Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ

†Εορτάζουν στις 9 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τἀ ἑξῆς  τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ἰωακεὶμ τοῦ θαυμαστοῦ καὶ τῆς Ἄννης, τῶν παραδόξως τὴν Παρθένον τεκόντων, πίστει ἡμεῖς δεόμεθα κραυγάζοντες· ῥύσασθε Προπάτορες, τοῦ Σωτῆρος ἐκ νόσων, θερμαῖς ὑμῶν δεήσεσι, πειρασμῶν καὶ κινδύνων, καὶ ταῖς γαστρὶ ἐχούσαις γυναιξί, τὴν εὐτοκίαν ταχέως δωρήσασθε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τοὺς σοὺς Γονεῖς, Πάναγνε, λιγαίνω πόθω.

ᾨδὴ α΄. Ἦχός πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τοὺς ἀξιωθέντας τεκεῖν ἐν γῆ, τὴν ὑψηλοτέραν, ἀσυγκρίτως τῶν Σεραφεὶμ, Ἰωακεὶμ καὶ Ἄνναν τοὺς ἐνθέους, ἐκδυσωπεῖν ὑπὲρ ἡμῶν ἱκετεύσωμεν.

Ὀλοτρόπω νεύσει πρὸς τὸν Θεόν, προσέχοντες ὄντως, οἱ Προπάτορες τοῦ Χριστοῦ, ἐκύησαν φύσεως τοῖς νόμοις, τὴν Θεοτόκον ἣν δυσωπεῖν οὐ παυόμεθα.

Ὑπερτέραν ζῶντες ἤδη ζωήν, ἐν ἀφθάρτῳ βίῳ, ἱκετεύσατε τὸν Θεόν, Ἰωακεὶμ καὶ Ἄννα, παρασχεῖν μοι, τῷ τεθλιμμένῳ χαρὰν ὑπερκόσμιον.

Θεοτοκίον.
Σαρκός μου τὰ πάθη τὰ χαλεπά, αἴτησαι σὸν Τόκον, θανατώσαι ὦ Μαριάμ, καὶ νεκρὸν με ὄντα ἁμαρτίαις, ἀναζωώσαι ὡς φύσει φιλάνθρωπος.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Στειρεύουσα, ἔνθεε τεκεῖν ὡς Κτίστην, ἱκεύτευες οὕτω καὶ νῦν, δυστοκίας πάσης, τὰς ἐγκύους ἀπάλλαξον.

Ὁ χάριν τὴν ἔνθεον, τεκεῖν πλουτήσας Θεόπαιδα, Ἰωακεὶμ πρέσβευε Κυρίῳ, λυτρωθῆναι κινδύνων με.

Ὕμνους νῦν προσάξωμεν, πρὸς τοὺς Θεόπαιδα τέξαντας, Ἰωακεὶμ καὶ Ἄνναν τὴν θείαν, καὶ πιστῶς μακαρίσωμεν.

Θεοτοκίον.
Σὲ πλουτοῦντες στήριγμα, καὶ προστασία, Πανάχραντε, τῶν πειρασμῶν, καὶ δεινῶν παντοίων, ἐκλυτρούμεθα τάχιον.

ᾨδὴ δ΄. Εισακήκοα Κύριε
Γηθοσύνως γεραίρομεν, καὶ πιστῶς νυνὶ ἱκετεύομεν, τοῦ Σωτῆρος τοὺς Προπάτορας, ἵνα λυτρωθῶμεν πάσης θλίψεως.

Οἱ Σωτῆρος Προπάτορες, Ἄννα καὶ Ἰωακεὶμ οἱ Θεόληπτοι, αὐτῷ δέησιν προσάξατε, πάσης ἡμᾶς ῥύσασθαι κακώσεως.

Νεκρωθέντα με πταίσμασι, καὶ δεινοῖς παντοῖοι ἐξαναστήσατε, Θεοπάτορες πανένδοξοι, καὶ εἰς ἀφθαρσίαν ὁδηγήσατε.

Θεοτοκίον.
Ἐν δεινοῖς ἁμαρτήμασι, τὴν ψυχὴν μολύνας ὁ ἄθλιος, πρὸς τὴν σκέπην σου Θεόνυμφε, καταφεύγω λύσιν ἐξαιτούμενος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἰθῦνον ἀεί, ξυνωρὶς Θεομακάριστε, πρὸς τὰ τοῦ Κυρίου προστάγματα, πάντα μου βίον, καὶ πρὸς φῶς με καθοδήγησον.

Σώφρονι ζωή, ἐλλαμθέντες Θεοπάτορες, πάντας σωφρονεῖν ἀξιώσατε, καὶ καθαρότητος πληρώσατε.

Πάντας Ἀγαθοί, ἀγαθότητος στειρεύοντας, θείω φέγγει ἡμᾶς λάμψατε, ὡς παρθενίας τὸ ἀγλάισμα γεννήσαντες.

Θεοτοκίον.
Ἄσπιλε Θεόν, ἡ τεκοῦσα τὴν καρδίαν μου, μολυνθεῖσαν πάθεσι σὺ ἁγίασον, ἁγιωτέρα τῶν Ἀγγέλων οὖσα, Πάναγνε.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι.
Νενεκρωμένον τὸν νοῦν, ἐκ τῶν κακῶν μου, Θεόληπτοι, ὑμῶν πρεσβεῖαι θερμαῖς, ἤδη ἀναστήσατε, καὶ πάσης με ῥύσασθε, θλίψεως καὶ νόσου, καὶ δεινῶν τοῦ πολεμήτορος.

Ἀπωθοῦ, ὦ ταπεινή, φορτία δυσβάστακτα, ἁμαρτιῶν καὶ Χριστοῦ, Προπάτορσι βόησον· ἀεὶ ἐνισχύειν σε, τὸν φόρτον βαστάζειν, τοῦ Χριστοῦ τὸν ἐλαφρότατον.

Γενοῦ μοι καταφυγή, ὦ Ξυνωρὶς ὑπερθαύμαστε, τῶν Προπατόρων Χριστοῦ, καὶ θείᾳ ἀντίληψις, τῇ πασχούσῃ δούλη σου, ὑπὸ δυστοκίας, ᾖς ἀπάλαξόν με δέομαι.

Θεοτοκίον.
Νοσοῦντες καὶ πειρασμοῖς, δεινοῖς ἀεὶ συνεχόμενοι, Παρθενομῆτορ ἁγνή, πρὸς σε καταφεύγομεν, καὶ πίστει βοῶμεν· ῥῦσαι τοὺς σοὺς δούλους, περιστάσεων καὶ θλίψεων.

Διάσωσον, Ξυνωρὶς θείᾳ τῶν Θεοπατόρων, Ἰωακεὶμ καὶ Ἄννης ἡμᾶς ἀπὸ θλίψεων, καὶ νόσων ταῖς ὑμῶν ἱκεσίαις.

Ἄχραντε. ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄.
Ὡς μέγιστοι δύο ἀστέρες ἠνέγκατε, τὴν Αὐγὴν ὄντως τὴν πάμφωτον, τὴν τῷ κόσμῳ τὸν μέγαν Ἥλιον ἐξανατείλασαν· διὸ σὺν Αὐτῇ Αὐτὸν ἱκετεύσατε, Ἰωακεὶμ καὶ Ἄννα Θεόφρονες, σωθῆναι τοὺς πίστει ὑμᾶς γεραίροντας.

Εἶτα τὸ Προκείμενον.
Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.
Στίχος. Ἀγαλλιάσθαι, δίκαιοι ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. η΄. 16-21).
Εἶπεν ὁ Κύριος· Οὐδείς, λύχνον ἅψας, καλύπτει αὑτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν· ἀλλ’ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. Οὐ γὰρ ἐστι κρυπτόν, ὁ οὐ φανερὸν γενήσεται· οὐδὲ ἀπόκρυφον, ὁ οὐ γνωσθήσεται, καὶ εἰς φανερὸν ἔλθῃ. Βλέπετε οὖν πως ἀκούετε· ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὁ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτόυ· παρεγένοντο δὲ πρὸς αὺτὸν ἡ Μήτηρ καὶ οἱ ἀδελφοὶ αὑτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὑτῷ διὰ τὸν ὄχλον. Καὶ ἀπηγγέλθη αὐτῷ, λεγόντων· ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες. Ὁ δε ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί σου εἰσὶν , οἱ τὸν λόγον τοῦ Θεοῦ ακούοντες, καὶ ποιοῦντες αὐτόν.

Δόξα.
Ταῖς τῶν Θεοπατόρων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Μεταβολῇ τῶν θλιβομένων.
Μεταβολῇ παντὸς κινδύνου, ἀπαλλαγῇ παντοίων νόσων ὑπάρχουσα, Δυᾷς εὐλογημένη, Ἰωακεὶμ καὶ Ἄννα, σώσατε πόλιν καὶ λαόν, ταῖς ὑμῶν ἐνθέρμοις ἱκεσίαις, πρὸς τὸν ἐκ Παρθένου γεννηθέντα, ἐκ πάσης ἀσθενείας καὶ θλίψεως.

Σῶσον ὁ Θεός τὸν λαὸν σου…..
Κύριε, ἐλέησον (12κις).

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἐλέους οἱ τέξαντες τὴν βρύσιν, ὦ προπάτορες Χριστοῦ τοῦ Ζωοδότου, ταῖς πρεσβείαις ὑμῶν, παύσατε ψυχὰς νόσον, τοὺς πρὸς ὑμᾶς προσφεύγοντας, καὶ τὰ πάθη τῆς καρδίας.

Λάμψει Προπάτορες Σωτῆρος, τοῦ Υἱοῦ τῆς θεόπαιδος Μαρίας, καταυγάσατε νῦν, ψυχὰς τῶν ἀνυμνούντων, καὶ τὴν ὑμῶν πανήγυριν μετὰ πόθου ἐκτελούντων.

Ἰδέ, Ἰωακεὶμ θεόφρον, τὴν ἀσθένειαν ψυχῆς μου τῆς ἀθλίας, καὶ ἐχθρῶν τῶν δεινῶν, καὶ πάσης ἄλλης βλάβης, ῥῦσαι με ταῖς πρεσβείαις σου , ἳν’ ἀεὶ σὲ μακαρίζω.

Θεοτοκίον.
Γένος, Παρθένε, Ὀρθοδόξων, συνεχόμενον κινδύνοις τε καὶ νόσοις, σοι προστρέχει θερμῶς, καὶ πίστει ἀνακράζει, σῶσον με Παναμώμητε, παναγίαις σου πρεσβείαις.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀπεγνωσμένῳ, ὦ Ξυνωρὶς μακαρία, ἐκ τοῦ πλήθους παθών τῶν ψυχοφθόρων, βίου ἐναρέτου, γενοῦ μοι ὁδηγία.

Ἰλεῶν Ἄννα, τὸν Σωτῆρα γενέσθαι, ταῖς πασχούσαις ἀεὶ ἐκδυσώπει, καὶ τῆς δυστοκίας, αὐτὰς ἐλευθέρωσαι.

Νοσούντων πάντων, Θεοπάτορες θείοι, ἰατροὺς ὑμᾶς ἀναγνωρίζων, πίστει καταφεύγω, ὑμῶν τῇ προστασία.

Θεοτοκίον.
Ὡς ὀρθοδόξων, ἡ ἀντίληψις Μῆτερ, καὶ βοήθεια ἐλπὶς τε καὶ σκέπη, τὸν σὺ προσφυγόντα, σκέπασον ὦ Παρθένε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Παρθένου τῆς Πανάγνου, Γεννήτορες ὄντες, τοὺς ἐκτελοῦντας τὴν μνήμην ὑμῶν, Πανένδοξοι δεινῶν παντοίων, λυτρωθῆναι καθικετεύσατε.

Οἰκτήρατε Πατέρες, τῆς Ἀειπαρθένου, ὡς συμπαθεῖς ἐμὲ τὸν ἀκάθαρτον, καὶ λαμπηδόνων φωτός, τοῦ θείου ἐμπλήσατε.

Θεόν τὸν σαρκωθέντα, Ἰωακεὶμ καὶ Ἄννα, ὑπὲρ ἡμῶν ἱκετεύειν μὴ παύσητε, τοῦ λυτρωθῆναι κινδύνων, καὶ νόσων καὶ θλίψεων.

Θεοτοκίον.
Ὧ Θεοτόκε κόρη, σῶσον τὸν σὸν δοῦλον, καὶ ἐκ κινδύνων καὶ νόσων ἀπάλλαξον, ταῖς μητρικαῖς σου χρωμένη, πρεσβείαις Ἄσπιλε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε εὐφημήσομεν οἱ πιστοί, Ἰωακεὶμ καὶ Ἄνναν, τοὺς Προπάτορας τοῦ Χριστοῦ, τοὺς ἐξ ἐπαγγελίας καὶ τῆς φύσεως νόμοις, τεκόντας τὴν Παρθένον καὶ Θεομήτορα.

Σώσατε Προπάτορες τοῦ Χριστοῦ, τὰς ἐγκυμονούσας, καὶ λυτρώσατε ταῖς εὐχαῖς, ὑμῶν δυστοκίας καὶ πάσης ἄλλης βλάβης, ὡς παῤῥησίαν ἔχοντες πρὸς τὸν Κύριον.

Πρεσβεύσατε θεόληπτοι τῷ Χριστῷ, ῥυσθῆναι ἐκ νόσων, καὶ παντοίων ἁμαρτιῶν, τοὺς πίστει τιμῶντας τὴν σεπτὴν ὑμῶν μνήμην, καὶ δοῦναι εὐτοκίαν πάσαις ἐπίτευξιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ τροπάριον. Ἦχος β΄.
Τῶν δικαίων Θεοπατόρων, Κύριε, τὴν μνήμην ἑορτάζοντες, δι’ αὐτῶν σε δυσωποῦμεν, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Δεῦτε φιλοδίκαιοι πιστῶς, δεῦτε οἱ Ὀρθόδοξοι πάντες, συνεορτάσωμεν, τὴν σεπτὴν πανήγυριν, τῶν Προπατόρων Χριστοῦ, καὶ συμφώνως ὑμνήσωμεν, αὐτοὺς ἐκβοῶντες· ῥύσασθε Θεόληπτοι, ἡμᾶς ἐκ θλίψεων, νόσων καὶ πολλῶν ἐγκλημάτων, καὶ λιταῖς ὑμῶν εὐτοκίαν, πάσαις ταῖς ἐπίτευξι δωρήσασθαι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Παρακλητικός Κανών εις τους Αγίους Θεοπάτορας Ιωακείμ και Άννα

Ποίημα Ιερομονάχου Ευφρόσυνου Σαββαίτου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωϑείς.
Τὴν ξυνωρίδα τὴν λαμπρὰν καὶ ἁγίαν, Θεοπατόρων τὴν δυάδα τὴν ϑείαν, Ἰωακεὶμ καὶ Ἄνναν τοὺς γονεῖς τοὺς ἱερούς· τῆς Θεογεννήτορος Μαριὰμ ἀνυμνοῦμεν, καὶ πιστῶς τὸ ἔλεος, δι᾽ αὐτῶν ἐκζητοῦμεν· ἐν παῤῥησίᾳ γὰρ πρὸς τὸν Θεόν, ἡμῖν αἰτοῦνται, πταισμάτων συγχώρησιν.

Δόξα.
Ὅμοιον.

Ὀνειδισμοῦ τῆς ἀτεκνίας λυϑέντες, καὶ σωφροσύνης ὡς φωστῆρες δειχϑέντες, ἐν τῇ γεννήσει Ἅγιοι Μητρὸς τῆς τοῦ Θεοῦ· γόνιμον ποιήσατε καὶ ἡμῶν τὴν καρδίαν, ἄκαρπον ὑπάρχουσαν, καὶ ἁγνότητα ϑείαν, ψυχῆ καὶ σώματος διηνεκῆ, ἡμῖν δωρεῖσϑε, σεπτοὶ Θεοπάτορες.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς·
Σώφρονά με ποιήσατε, Ἅγιοι Θεοπάτορες.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σὠφρόνως τεκόντες τὴν Μαριάμ, μόνην ὑπὲρ πάντας, τοὺς ἀνθρώπους τὴν καϑαράν, σωφρόνως ἡμᾶς πολιτευϑῆναι, Ἰωακεὶμ τε καὶ Ἄννα ποιήσατε.

Ὠ πάντιμον ζεῦγος καὶ ἱερόν, πάντῶν τῶν Ἁγίων, ὑπερήρϑητε καὶ βροτῶν· ἀλλὰ καὶ ἡμᾶς τῶν ἐπιγείων, καὶ τῶν φϑαρτῶν ἀνωτέρους ἐργάσασϑε.

Φὠνῆς Ἀρχαγγέλου τοῦ Γαβριήλ, ἀκούσαντες Ἄννα, καὶ σὺ πάτερ Ἰωακεὶμ, ἡμᾶς ἀξιώσατε ἀκούειν, τὰ τοῦ Θεοῦ καὶ γεννᾶν τὴν εὐσέβειαν.

Θεοτοκίον.
Ῥωσϑεῖσα τῇ Χάριτι τοῦ Θεοῦ, ἔστης ἐν Ἁγίοις, τῶν Ἁγίων τοῦ Ἱεροῦ, καὶ χρόνοις ἐν δώδεκα Παρϑένε, ἑτοιμασϑῆναι γεννῆσαι τὸν Κύριον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οἰ ἀμώμητοι ὄντες, καὶ τῷ Θεῷ δίκαιοι, ὦ Ἰωακεὶμ τε καὶ Ἄννα, οἱ ϑεοτίμητοι, πᾶσι δωρήσασϑε, τοῖς ἐν τῷ κόσμῳ συζύγοις, τὴν εὐλαβικὴν διὰ βίου πιστότητα.

Ναοῦ ἔξω βληϑέντος, Ἰωακεὶμ δίκαιε, σοῦ δι᾽ ἀτεκνίας τὸ βάρος, πράως ὑπέμεινας, ὅϑεν μοι βράβευσον, ἀδικουμένῳ γαλήνην, καὶ εἰρηνικὴν καρτερίαν ἐν ϑλίψεσι.

Ὰκλινῆ τὴν ἐλπίδα, εἰς τὸν Θεὸν ἔχοντες, καὶ τῇ προσευχῇ καὶ νηστείᾳ, πόϑῳ προσέχοντες, γονεῖς γεγόνατε, τῆς Θεοτόκου καὶ πάσης, ὦ Ἰωακεὶμ τε καὶ Ἄννα, τῆς κτίσεως.

Θεοτοκίον.
Μἀριὰμ Παναγία, στειροφυὲς ἄνϑισμα, καὶ τῆς Ἐκκλησίας τὸ μέγα, ὄντως ϑησαύρισμα, τοῖς μακαρίζουσι, τοὺς σοὺς γονεῖς καὶ τιμῶσι, τὴν σὴν εὐλογίαν καὶ χάριν ἀπόστειλον.

Διάσωσον, Θεοπατόρων δικαίων δυὰς Ἁγία, τοὺς πιστῶς αἰτουμένους ὑμῶν τὴν βοήϑειαν, ἐκ ϑλίψεως καὶ παντοίας ἀνάγκης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τήν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάϑισμα.
Ἦχος β΄. Πρεσβεία ϑερμή.
Σεπτή ξυνωρίς, Προπάτορες μακάριοι, τιμία δυάς, ἐκλάμπουσα ἐν Χάριτι, τῷ Χριστῷ πρεσβεύσατε, ἐξ ὑμῶν σαρκὶ ἀνατείλαντι, τοῦ δοῦναι ἄφεσιν ἀμαρτιῶν, ἡμῖν τῆς αὐτοῦ Μητρὸς δεήσεσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐποφείλοντες Ἄννα σοι, καὶ Ἰωακεὶμ ὠδὴν χαριστήριον, ἐξαιτούμεϑα εὐχαῖς ὑμῶν, βίου ἐπανόρϑωσιν σωτήριον.

Πλουτοδότιδα ἔλλαμψιν, Ἅγιοι καὶ δίκαιοι Θεοπάτορες, ταῖς ψυχαῖς ἡμῶν δωρήσασϑε, ὡς Ἁγίων πάντων προεξάρχοντες.

Οἱ ἐν δάκρυσι σπείραντες, τὴν ἡμᾶς λυτροῦσαν τῆς κατακρίσεως, Θεοπάτορες πανάγιοι, δάκρυά μοι δότε κατανύξεως.

Θεοτοκίον.
Ἰλαράν τε καὶ εὔσπλαγχνον, δεῖξον τῆς καρδίας μου τὴν διάθεσιν, ἡ τὸν Ἵλεων κυήσασα, Δέσποινα τὸν δόντα ἡμῖν ἄφεσιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἢδιστον ὑμῶν, τὸν καρπὸν τῷ κόσμῳ τέξαντες, Θεοπάτορες γλυκάνατε ἡμᾶς, πᾶσαν πικρίαν τῆς καρδίας μετατρέψαντες.

Σβέσατε παϑῶν, ἀγριαίνουσαν τὴν κάμινον, Θεοπάτορες τῇ δρόσῳ τῆς ὑμῶν, νῦν παῤῥησίας, πρὸς Θεὸν τὸν ὑπεράγιον.

Ἄννα εὐκλεής, ὡς ἐπώνυμος τῆς Χάριτος, χαροποίησον ἡμᾶς πνευματικῶς, χάριν διδοῦσα, ταῖς ψυχαῖς ἡμῶν οὐράνιον.

Θεοτοκίον.
Τεῖνον πρὸς ἡμᾶς, στοργικῶς Ἁγνὴ τὴν χεῖρά σου, τὴν βαστάσασαν μητρῴως τὸν Θεόν, τὸν σαρκωϑέντα, ἀποῤῥήτως ἐν τῇ μήτρᾳ σου.

ᾨδὴ στ΄. Τήν δέησιν.
Εἰσήκουσε, τῆς ἡμῶν δεήσεως, ἐν τῷ γήρᾳ ὁ Θεὸς παραδόξως, ὑπομονῇ γενομένης καὶ πίστει, Ἰωακεὶμ τε καὶ Ἄννα μακάριοι, δι’ ὧν ἡμᾶς τῶν ἀρετῶν, ἄχρι τέλους τιμήσατε Ἅγιοι.

Ἀνήδονον, ἀπαϑῆ ἁγίαν τε, τὴν ὑμῶν ἀξιωϑέντες λοχείαν, μόνον αὐτοῦ κοινωνοῦσαν τοῦ πάλαι, προγονικοῦ τοῖς βροτοῖς ἁμαρτήματος, παντὸς ἡμᾶς ἡδονικοῦ, Θεοπάτορες ῥύσασϑε κύματος.

Γεννήτορες, γεγονότες Ἅγιοι, τῆς τὸν Κτίστην ἐν σαρκὶ γεννησάσης, τὴν εὐτεκνίαν βραβεύσατε πᾶσιν, Ἰωακεὶμ τε καὶ Ἄννα τοῖς ϑέλουσι, καρπὸν κοιλίας ἐκ Θεοῦ, καὶ ὑμᾶς κατὰ χρέος γεραίρουσι.

Θεοτοκίον.
Ἰσότιμον, τῷ Πατρὶ καὶ Πνεύματι, ἀπεκύησας τὸν Λόγον Παρϑένε, σωματικῶς διὰ σοῦ σαρκωϑέντα, ὃν καὶ ἡμᾶς συλλαμβάνειν ἀξίωσον, ἐν διανοίᾳ καϑαρᾷ, καὶ εἰρήνην γεννᾶν τὴν σωτήριον.

Διάσωσον, Θεοπατόρων δικαίων δυὰς Ἁγία, τοὺς πιστῶς αἰτουμένους ὑμῶν τὴν βοήϑειαν, ἐκ ϑλίψεως καὶ παντοίας ἀνάγκης.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τό Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὀλοτρόπως πρὸς τὸν οὐρανὸν ἀτενίζοντες, καὶ Παράδεισον τὸν λογικὸν ἀποκτήσαντες, σωτηρίας, πάσης γεγόνατε οἱ ἀρχηγοί, σεμνὴ Ἄννα καὶ Ἰωακείμ, τὴν Παναγίαν ἐκ Θεοῦ, εἰληφότες ἀντίδωρον, ὅϑεν ὑμᾶς ὑμνοῦμεν, καὶ πόϑῳ ἐκδυσωποῦμεν, τὴν ϑεοσέβειαν ἡμῖν, Θεοπάτορες δίδοσϑε.

Εἶτα τὸ Προκείμενον. Ἦχος δ΄.
Ἂγαλλιᾶσϑε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. (δίς)
Στίχος. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Ἂγαλλιᾶσϑε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κέφ. η΄, 16-21).

Εἲπεν ὁ Κύριος· Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. Οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἐὰν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. Καὶ ἀπηγγέλη αὐτῷ λεγόντων· ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες. Ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.

Δόξα.
Ταῖς τῶν γεννητόρων, τῆς σῆς Μητρὸς πρεσβείαις, ἀπόσβεσον Οἰκτεῖρμον, τὰς ἡμῶν ἁμαρτίας,

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑει, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Αἴγλῃ καϑαρότητος, λελαμπρυσμένοι ὡς ζεῦγος, ϑρόνῳ τῆς Θεότητος, εὐκλεῶς παρίστασϑε Θεοπάτορες, ὡς ἐν γῇ σύνοικοι, καὶ πιστοὶ σύζυγοι, ὥσπερ ἥλιος σελήνη τε, Ἄννα ϑεόκλητε, καὶ Ἰωακεὶμ ϑεοτίμητε, πρεσβεύσατε πρὸς Κύριον, πᾶσι δωρηϑῆναι σωτήριον, καρπὸν μετανοίας, καὶ σκέπην ἐκ παντοίων πειρασμῶν, τοῖς τὴν ὑμῶν μεγαλύνουσι, Κόρην τὴν μητρόϑεον.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου….

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἰ ἐν νομῶ φωστῆρες καὶ ἐν χάρητι ἢλιοι Θεοπάτορες, ἡμᾶς ἐσκοτισμένους, ἐν πάϑεσι ποικίλοις, ἱλαρῶς καταυγάσατε, Ἄννα Προμήτωρ Χριστοῦ, Ἰωακεὶμ τε ϑεῖε.

Ἰκεσίαις ἀπαύστοις, ἐν ναῷ ὑμῶν ἅγιοι Θεοπάτορες, ὑμᾶς πιαρακαλοῦμεν, ἐν χρόνοις τῆς ἐσχάτης, ἀνομίας δωρήσασϑαι, ζωὴν ἁγνείας ἡμῖν, καὶ πνεῦμα ἐγκρατείας.

Θησαυρὸν σωτηρίας, τὴν ὑμῶν ϑυγατέρα ὡς τετοκότες ἡμῖν, Ἰωακεὶμ καὶ Ἄννα, πρεσβεύσατε Κυρίῳ, δι᾽ αὐτῆς ἡμᾶς ῥύσασϑαι, καὶ δι᾽ ὑμῶν ταῖς εὐχαῖς, ὡς ϑείων Προπατόρων.

Θεοτοκίον.
Εὑχαρίστως Παρϑένε, σοὶ τὸ χαῖρε βοῶντες καϑικετεύομεν, τῆς Χάριτος τὸ γάλα, μὴ παύση τοῦ ϑηλάζειν, μητρικῶς τοὺς κραυγάζοντας· χαῖρε πηγὴ τῆς ζωῆς, κυρία Θεοτόκε.

ᾨδὴ η΄. Τόν Βασιλέα.
Ὂλβιον ζεῦγος, Ἰωακεὶμ τε καὶ Ἄννα, ἀγχιστεῖς κατὰ σάρκα τοῦ Κυρίου, ῥύσασϑέ με βλάβης, παϑῶν τοῦ ἀλλοτρίου.

Πάρεστε μέσον, ἡμῶν Προπάτορες ϑεῖοι, εὐλογίαν ἡμῖν μεταδιδόντες, τὴν εὐλογημένην, Παρϑένον ὡς τεκόντες.

Ἀδιαλείπτως, τὴν σωτηρίαν τοῦ κόσμου, Θεοπάτορες ἅγιοι αἰτεῖσϑε, καὶ ἡμῖν τοῦ βίου, διόρϑωσιν δωρεῖσϑε.

Θεοτοκίον.
Τῆν ὑπὲρ λόγον, τὸν Θεὸν Λόγον τεκοῦσαν, μεγαλύνωμεν ὡς δεδοξασμένην, τὴν ἁγνὴν Μαρίαν, καὶ Κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὀμόνοιαν ὑγιείαν, καὶ παρηγορίαν, Ἰωακεὶμ τε καὶ Ἄννα χαρίζεσϑε, ὡς μνηστευθεῖσι καὶ πάσαις οἰκογενείαις τε.

Ῥυσθείημεν ἐκ πάσης, ϑλίψεως γεννώσις, πνευματικὸν Θεοπάτορες ϑάνατον, ὑμῶν εὐχαῖς τῶν τεκόντων, τὴν Ἀειπάρϑενον.

Ἐπάρατε τὰς χεῖρας, ὑμῶν τὰς ὁσίας, Ἰωακεὶμ τε καὶ Ἄννα πρεσβεύοντες, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον.
Σωφρόνησον ἐν τάχει, ϑείᾳ βοηϑείᾳ, τῶν σεμνοτάτων Παρϑένε γονέων σου, Ἰωακεὶμ τε καὶ Ἄννης, τὴν νεολαίαν σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε τὴν δυάδα τὴν ϑαυμαστήν, τῶν Θεοπατόρων, εὐφημήσωμεν οἱ πιστοί, Ἄνναν τὴν ἁγίαν, Ἰωακεὶμ τὸν ϑεῖον, γονεῖς τῆς Παναγίας καὶ Θεομήτορος.

Χαίρετε τὸ ζεῦγος τὸ ἱερόν, σωφρόνως τεκόντες, τὴν γεννήσασαν τὸν Χριστόν, Ἄννα ϑεοφόρε, Ἰωακεὶμ ϑεόφρον, ἁπάντων τῶν Ἁγίων οἱ προεξάρχοντες.

Ἒχοντες πλουσίαν ἀπὸ Θεοῦ, τὴν χάριν τοῦ λύειν, τῆς στειρώσεως τοὺς δεσμούς, δότε τοῖς ἐν πίστει, ἡμῖν προσερχομένοις, συζύγοις εὐτεκνίαν, ὦ Θεοπάτορες.

Σώφρονες ὑπάρξαντες ἐπὶ γῆς, σώφρονας ποιεῖτε, Θεοπάτορες τοὺς γονεῖς, καὶ ἐν ὁμονοίᾳ αὐτοὺς πορευομένους, Ἰωακεὶμ καὶ Ἄννα, ϑεομακάριστοι.

Χαίροις μακαρία ἡ ξυνωρίς, τῶν Θεοπατόρων, τοῦ Σωτῆρος γὰρ συγγενεῖς, ὥσπερ γεγονότες, Ἅγιοι κατὰ σάρκα, ὑπὲρ ἡμῶν ἀπαύστως καϑικετεύετε.

Τοὺς διακονοῦντας ταῖς ἱεραῖς, ὑμῶν ἐκκλησίαις, ἐν νηστείαις καὶ προσευχαῖς, καὶ ἐπιτελοῦντας τὴν ϑείαν ὑμῶν μνήμην, Ἰωακεὶμ καὶ Ἄννα, χάριν δωρήσασϑαι.

Ἐχόντες ϑυγατέρα τὴν Μαριάμ, πρὸς Θεὸν ἀπαύστως, ἱκετεύσατε δι᾽ ἡμᾶς, τοὺς αὐτὴν τιμῶντας, ἀεὶ ἐν ὑμνῳδίαις, γονεῖς εὐλογημένοι, τῆς Θεομήτορος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ ᾿Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Ζεῦγος ἄγιον, καὶ ϑεοφόρον, οἱ γεννήσαντες τὴν Θεοτόκον, Ἰωακεὶμ τε καὶ Ἄννα μακάριοι, ὡς συγγενεῖς κατὰ σάρκα ὑπάρχοντες, τοῦ Θεοῦ Λόγου ἁγνοὶ Θεοπάτορες, μὴ ἐλλείπτιτε τὸν Κύριον ἱκετεύοντες, δωρήσασϑαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεϑ᾽ ἣν ψάλλομεν τὸ ἀκόλουθον τροπάριον·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἂννα, ἱερὲ Ἰωακεὶμ, ἅγιοι γονεῖς τῆς Παρϑένου καὶ Θεομήτορος, χάριν ὡς κατέχοντες καὶ παῤῥησίαν πολλήν, ἐκτενῶς δυσωπήσατε, δοϑῆναι εἰρήνην, ἔλεος καὶ ἄφεσιν ἁμαρτιῶν ἐκ Θεοῦ, πᾶσι τοῖς ἐν ὅλῃ καρδίᾳ, καὶ εἰλικρινεῖ μετανοίᾳ, ὑμᾶς Θεοπάτορες, γεραίρουσι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Οἱ σωφρόνως τέξαντες τὴν Θεοτόκον,
σωφροσύνην Ἅγιοι δωρήσατέ μοι.