Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Απόστολον και Ευαγγελιστήν Μάρκο

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 25 του Απρίλη. Εάν όμως το Πάσχα πέφτει μετά τις 25 Απρίλη, τότε εορτάζεται την Τρίτη της Δικαινησίμου.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς συγγραφεὺς Εὐαγγελίου τοῦ θείου, πλουσίαν χάριν οὐρανόθεν ἐδέξω, ἀρήγειν τοῖς τιμῶσι σε καὶ σκέπειν ἀεί, τοὺς ὡς θεοκίνητον σε ὑμνοῦντας γραφίδα, τοῦ Χριστοῦ τὴν δύναμιν, δι᾽ ἀπείρων θαυμάτων, ἐνεργουμένην πᾶσι τοῖς βροτοῖς, θεόφρον Μᾶρκε, σαφῶς καταγράψασαν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Εὐαγγελιστοῦ Μάρκου λιτὰς αἰτοῦμαι. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εὐίλατον Κύριον καὶ Θεὸν ἱκέτευε, Μᾶρκε, ὑπὲρ πάντων τῶν εὐλαβῶς, τιμώντων σοῦ μνήμην τὴν ἁγίαν, πνευματοκίνητε, θεῖε ἀπόστολε.

Υἱέ τῆς Μαρίας τῆς εὐσεβοῦς, Βαρνάβα τοῦ πάνυ, αὐταδέλφης υἱοὺς φωτὸς , ἀνάδειξον Μᾶρκε τοῦ ἀστέκτου, ἡμᾶς τοὺς πίστει καὶ πόθῳ ὑμνοῦντάς σε.

Ἀπόστολε Μᾶρκε θεοειδές, Βαρνάβα καὶ Παύλου, συνοδῖτα καὶ συνεργέ, ὦ Κύπρον σαφῶς περιοδεύσας, πρὸς σωτηρίας ἡμᾶς τρίβους ἴθυνον.

Θεοτοκίον.
Γιγνώσκοντες πάντες σε ἀρωγόν, ταχεῖαν Παρθένε, ἀντιλήπτορα βοηθό, καὶ ῥύστην ἐκ πάσης βίου ζάλης, τῇ πανσθενεῖ σου προσπίπτομεν χάριτι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γραμματεὺς χρηματίσας τῆς τοῦ Χριστοῦ πίστεως, Μᾶρκε, κορυφῆς ἀποστόλων, Πέτρου παρέδωκας, ἡμῖν τὰς θείας ἀρχάς, τοῖς σὲ τιμῶσιν εὐσχήμως, καὶ τῇ ἀντιλήψει σου, σπεύδουσι πάντοτε.

Ἐκκλησίας κοσμῆτορ καὶ συγγραφεῦ ἔνθεε, τοῦ Εὐαγγελίου τοῦ θείου, Μᾶρκε τὸν Κύριον, μὴ διαλίπῃς ἀεὶ, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν ἀνευφημούντων σε ὡς βάθρον
πίστεως.

Λυτρωθῆναι μανίας τοῦ βδελυροῦ ὄφεως, καὶ αὐτοῦ δεινῆς κακουργίας, Μᾶρκε τοὺς σπεύδοντας, τῇ σῇ θερμῇ ἀρωγῇ, Χριστὸν ἀπαύστως δυσώπει, οὗ τὸ θεῖον Ὄνομα, κόσμῳ ἐκήρυξας.

Θεοτοκίον.
Ἰησοῦ παναγάθου Μῆτερ ἁγνὴ πρόσδεξαι, τὰς ἱκετηρίους δεήσεις, τῶν προστρεχόντων σοι, καὶ τῶν πταισμάτων ἡμῶν, ἐξαίτει ἄφεσιν πάντων, ὡς Θεογεννήτριαν τῶν εὐφημούντων σε.

Διάσωσον, πνευματοκίνητε Μᾶρκε, τοὺς σὲ ὑμνοῦντας, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοῦ ἀλάστορος, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Οἰκεῖε Χριστοῦ καὶ συνεργὲ ἀκάματε, Αὐτοῦ μαθητῶν, τὸ θεῖον Εὐαγγέλιον, ὁ συγγράψας, δώρησαι τοῖς ἱκέταις σου ἄμφω ὑγίειαν τοῖς σὲ τιμῶσιν ὕμνοις μελιχροῖς ἑκάστοτε, Μᾶρκε πνευματέμφορε.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Σῶν γραφῶν τοῖς πυρσεύμασι, Μᾶρκε, ὁ φωτίσας τοῦ κόσμου πέρατα, φώτισόν μου τὴν σκοτόμαιναν, τὴν ζοφώδη βίου τοῦ ἀνόμου μου.

Τὸν σεπτὸν χριστοκήρυκα, τῆς Ἀλεξανδρείας καὶ ἀρχιποίμενα, Μᾶρκον ὕμνοις μεγαλύνοντες, τὰς αὐτοῦ θερμὰς λιτὰς αἰτούμεθα.

Ὁ τοῦ Παύλου συνέκδημος, ἐν δεσμοῖς, ἀπάλλαξον τοὺς ἱκέτας σου, τῶν δεσμῶν φιλαμαρτήμονος, βίου Μᾶρκε πάνσοφε ἀπόστολε.

Θεοτοκίον.
Ὑπερόπτας ἀνάδειξον, σχέσεων προσύλων τοὺς σὲ γεραίροντας, Θεοτόκε ἀειπάρθενε, καὶ προσδεχομένους τὴν σὴν εὔνοιαν.

ᾨδὴ ε΄ Φώτισον ἡμᾶς.
Μᾶρκε θεαυγές, σὺν τῷ θείῳ κατὰ σάρκα σου, τῷ Βαρνάβᾳ ὁ κηρύξας τὸν Χριστὸν, ἐν τῇ Κύπρῳ, δίδαξόν με τὰ σωτήρια.

Ἄνθος μυριστόν, Ἐκκλησίας Μᾶρκε πάντιμε, εὐωδίασον ἡμῶν τὴν βιοτὴν, ἀμωμήτοις λογισμοῖς καὶ θείαις πράξεσι.

Ῥύου συμφορῶν, τοὺς τιμῶντάς σε ἀπόστολε, ἐκ τῆς Κύπρου ὡς ὁρμώμενον σεπτέ, τῆς νεόδμητον ναὸν νῦν ἐγειράσης σοι.

Θεοτοκίον.
Κόπασον παθῶν, ζοφερῶν ἡμῶν τὸν τάραχον, Θεοτόκε, καὶ πρὸς ὅρμον γαληνόν, ἀπαθείας τοὺς οἰκέτας σου ὁδήγησον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ ἄοκνος, τοῦ Χριστοῦ ἀπόστολος, Εὐαγγέλιον Αὐτοῦ ὁ κηρύξας, ἐν τῇ Αἰγύπτῳ καὶ Ἀλεξανδρείας, ἀρχιερεύς Μᾶρκε πρῶτος γενόμενος, μὴ διαλίπῃς τὸν Θεόν, ἱκετεύων ὑπὲρ τοῦ ποιμνίου σου.

Ὑμνοῦμέν σε, μαθητήν τὸν τίμιον, τῆς τριάδος Πέτρου Παύλου Βαρνάβα, τῶν κορυφαίων Χριστοῦ ἀποστόλων, καὶ ὑφηλίου κηρύκων κραυγάζοντες, γενοῦ ἡμῖν καταφυγή, ἐν ἀνάγκαις τοῖς σὲ μακαρίζουσι.

Λοιμώττοντας, ἀνιάτως πρόσφυγας, τοὺς σοὺς νόσους ἀποκάθαρον τάχος, ὡς ἰατρόν τῶν ψυχῶν καὶ σωμάτων, τοὺς σὲ γεραίροντας Μᾶρκε ἀπόστολε, Εὐαγγελίου ἱεροῦ, τοῦ Χριστοῦ συγγραφεῦ ἐνθεώτατε.

Θεοτοκίον.
Ἰθύντειρα, τῶν πιστῶν πρὸς θέωσιν, Παναγία Θεοτόκε παρθένε, τῆς μετανοίας ὑπάνοιξον πύλας, τοῖς σοῖς οἰκέταις καὶ δεῖξον σωτήριον, ἡμῖν ὁδὸν τοῖς ἐν χορῷ, μεγαλύνουσι σὲ Θεονύμφευτε.

Διάσωσον, πνευματοκίνητε Μᾶρκε, τοὺς σὲ ὑμνοῦντας, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοῦ ἀλάστορος, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Εὐαγγελίου σου, Μᾶρκε, πυρσεύμασι Χριστοῦ θαυμάτων κηρύττοντος ἄβυσσον σκεδάζεις ἡμῶν τὴν ἀσθένειαν καὶ εὐφροσύνην παρέχεις καὶ δύναμιν αὐτὸ ἀναγνῶσαι τοῖς σπεύδουσι.

Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ… ᾿
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ…

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. ι΄ 16-21).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καί τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.  Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθεν σου.

Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μᾶρκε ἀξιάγαστε, τοῦ θείου Πνεύματος σκεῦος, διαυγές ὁμόζηλε Ἀποστόλων πίστεως καὶ ἐπίσκοπε, πρῶτε τῆς πόλεως, τῆς Ἀλεξανδρείας, ὁ τὸν λέοντα ὡς σύμβολον, ἔχων περίδοξον τοῦ Εὐαγγελίου τοῦ θείου σου, τοὺς πόθῳ προσιόντας σοι, καὶ ἐξαιτουμένους σὴν προστασίαν σου, τῶν θηρῶν παγίδων, ἐξάρπασον ταχύ τῶν νοητῶν, καὶ βασιλεῦσαι ἀξίωσον πάντας σὺν τῷ Κτίσαντι.

Σῶσον, ὁ Θεός, τὸν λαὸν Σου….

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τοὺς καρποὺς σωτηρίας γεωργεῖν τὸν ἱκέτην τὸν σὸν ἐνίσχυσον, ὡς ἄν τῆς ἁμαρτίας, ἐκφύγω τὴν ἀπάτην, καὶ χαρᾶς τῆς ἀτέρμονος, ἐπαπολαύσω λιταῖς, ταῖς σαῖς, θεόφρον Μᾶρκε.

Ἀποστόλων οἰκεῖος ἐκ νεότητος Μᾶρκε, ὀφθεὶς ἐζήλωσας, αὐτοῖς διακονῆσαι, καί τοῦ Χριστοῦ συγγράψαι, τὸ σεπτὸν Εὐαγγέλιον, οὗ καὶ ἡμᾶς τὰς ἀρχὰς, ἀξίωσον τηρῆσαι.

Σὸν ἱμάτιον Μᾶρκε ὁ λιπὼν προδοσίας ἐν ὥρᾳ Κτίσαντος, Γεθσημανῇ ἐν κήπῳ, Αὐτοῦ ἵνα οἰκεῖος, μὴ γνωσθῇς καταξίωσον, ἄχρι θανάτου Χριστόν, ὁμολογεῖν με χαίρων.

Θεοτοκίον.
Ἀπειρόγαμε Κόρη, ἐν χερσί σου ὡς βρέφος Χριστόν βαστάσασα, ὃν ἔτεκες ἀφράστως, χειρῶν με τοῦ βελίαρ τοῦ παγκάκου ἀπάλλαξον, ἐν ἀνομίας βυθῷ, ποθοῦντος, φεῦ μὲ πνίξαι.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑμνῶν σε Μᾶρκε, ὡς συγγραφέαν θεόπνουν, καὶ ποιμένα τῆς Ἀλεξανδρείας, πρῶτον ἐξαιτοῦμαι, τὰς πρὸς Θεὸν εὐχαῖς σου.

Τροφήν μου πέμψον, ὑψόθεν Μᾶρκε ἀγήρω, βιοτῆς τὸν ὡς θεῖον τιμῶντα, χριστωνύμων πάντων, τῷ ὄντι τροφοδότην.

Ὁ ἐκ τῆς Κύπρου, καταγωγὴν ἕλκων Μᾶρκε, ἕλκυσόν με πρὸς πόλιν τὴν ἄνω, ἵνα σὺν ἀγγέλοις, Χριστὸν ἀεὶ δοξάζω.

Θεοτοκίον.
Ὑψίστου θρόνε, περικλεές Θεοτόκε, ἀρετῆς θρόνους ποίησον πάντων, τῶν πιστῶν καρδίας, τῶν σὲ μεγαλυνόντων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ διαλίπῃς Μᾶρκε, Ἀποστόλων γέρας, ἐνί ἑκάστῳ παρέχειν ἑκάστοτε, ἄμφω ὑγίειαν, ῥώμην, ἰσχὺν καὶ δύναμιν.

Ἀγγέλων συμπολῖτα, Μᾶρκε θεολόγων, ἡ μεγαλόφωνος σάλπιγξ προσάγαγε, ἡμῶν αἰτήσεις Κυρίῳ τῷ Παντοκράτορι.

Ἰχνηλατεῖν τὰς τρίβους, τῶν θεοκηρύκων, ἡμᾶς σεπτῶν ἀποστόλων ἀξίωσον, ὄν ἠκολούθησας, Μᾶρκε, ὁδοῖς γηθόμενος.

Θεοτοκίον.
Χαρᾶς μου τὴν καρδίαν, πλῆσον Θεοτόκε, τοῦ θείου Μάρκου πρεσβείαις καὶ δίωξον, μακρὰν ὀμίχλην ζοφώδη, πασῶν μου θλίψεων.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις, ὁ ἀπόστολος τοῦ Χριστοῦ, πνευματοκινήτως, Εὐαγγέλιον ἱερὸν ὁ συγγράψας Μᾶρκε, πρὸς κόσμου σωτηρίαν, καὶ ἄνοδον πρὸς δόμους ἀιδιότητος.

Χαίρει σε τιμῶσα πανευλαβῶς, νῆσος τῶν Κυπρίων, ὡς συνέκδημον συνεργὸν καὶ πνευματοφόρον ἀνεψιὸν Βαρνάβα, δοχεῖον Παρακλήτου, Μᾶρκε πανεύφημε.

Κλέισμα τοῦ θρόνου καὶ ἀπαρχή, τῆς Ἀλεξανδρείας, Μᾶρκε, ὄνομα τοῦ Χριστοῦ ἐν Νειλῴᾳ χώρᾳ ἐκήρυξας πανσόφως, καὶ ἔμψυχον ἀγέλην ταύτης ἐποίμανας.

Πέτρου κορυφαίου σεπτὸς υἱός, ὤφθης κατὰ πνεῦμα, ὡς ἐκεῖνος ὁμολογεῖ, Μᾶρκε θεοφόρε, Εὐαγγελίου θείου, γραφεῦ καὶ Ἀποστόλων πάντων ὁμόσκηνε.

Μὴ ἐλλίπῃς Μᾶρκε ἐκδυσωπῶν, τὸν Δεσπότην πάντων, καταπέμψαι ἡμῖν ταχύ, ἄφεσιν πταισμάτων καὶ σωτηρίους δόσεις, τοῖς σὲ ὑμνολογοῦσιν ὡς συμπαθέστατος.

Μᾶρκε ἀποστόλων ἡ καλλονή, θείου σου Βαρνάβα, ἠκολούθησας ταῖς ὁδοῖς, καὶ αὐτοῦ τὸ σκῆνος κηδεῦσαι ἠξιώθης, πανευλαβῶς ἐν Κύπρῳ τῇ νῦν τιμώσῃ σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀποστόλων Κυρίου σεπτὸν συνέκδημον, Βαρνάβα Πέτρου καὶ Παύλου, καὶ συγγραφέα λαμπρόν, ἱεροῦ Εὐαγγελίου ἀναμέλψωμεν, Μᾶρκον, ὡς πίστεως φανὸν καὶ ποιμένα στοργικόν, τὸν πρῶτον Ἀλεξανδρείας, βοῶντες φώτισον πάντας, ἐν ἀγνωσίᾳ τοὺς καθεύδοντας.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Μᾶρκε, ἀποστόλων συνεργέ, Πέτρου καὶ Βαρνάβα καὶ Παύλου, ὁ τὸ θεόπνευστον γράψας Εὐαγγέλιον, ἡμῶν τὴν δέησιν, τῶν τιμώντων σε πρόσδεξαι, καὶ ῥῦσαι θανάτου, τοῦ διαιωνίζοντος τοὺς εὐφημοῦντάς σε, ὥσπερ θείου Πνεύματος λύραν, τὴν πιστοὺς ἡδύνουσαν πάντας, θαύματα Χριστοῦ ἀναγιγνώσκοντας.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Σκέδασον ζόφωσιν, ἀπόστολε Μᾶρκε,
Χαραλάμπους σπεύδοντος τῇ ἀρωγῇ σου.