Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Σωφρόνιον τον του Έσσεξ τον Αθωνίτη

Συντεθείς υπ’ ανωνύμου λαϊκού υμνογράφου, κενοδόξου και αμαρτωλού, υπέρ σωτηρίας του οποίου εύχεσθε. Έτει σωτηρίω 2006

†Εορτάζεται στις 11 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καί τά ἐξῇς Τροπάρια·

Τόν τάφον Σου, Σωτήρ. Ἦχος α΄.
Διψώσιν οἱ λαοί διδασκάλους ἁγίους, ἀγάπης ὁδηγούς, θεοφόρους Πατέρας, καί Κύριος εδώρισεν, ὡς πηγήν ἁγιάσματος, σε, Σωφρόνιε, τόν ἀληθῆ θεομύστην, τόν ἀντλήσαντα ἐκ τῆς ἀρρήτου σοφίας καί κόσμον ἀρδεύοντα.

Δόξα. Ὅμοιον.
Ρὠσίας ὁ πυρσός, ἡ λαμπάς τῆς Εὐρώπης, τοῦ Άθωνος φωστήρ, Βρεταννίας ἡ δόξα, Θεοῦ εἰκόνα ἔνδοθεν σεαυτόν εζωγράφισας• ὅθεν φύλαττε τούς αἰτουμένους εὐχήν σου, ὦ Σωφρόνιε, τῆ πρός Θεόν παρρησία ἤν εὗρες ὡς ἅγιος.

Καί νῦν. Θεοτοκίον. Ὅμοιον.
Ὦ Δέσποινα ἐμή καί τῶν πάντων πλασμάτων, κλαιόντων ἡ στοργή καί χαιρόντων ἡ χάρις, ἐκ ζήλου νῦν κινούμενος, πλήν αφρόνου, ὡς ἄσοφος, κἀν ἀκάθαρτος, θεοτοκίον ψελλίζω, κἀν ἀδέξιος, ὕμνον δειλώς ἐξυφαίνω, ὀν δέξαι ὡς εὔσπλαγχνος.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Καὶ ὸ κανών φέρων ἀκροστιχίδα•
Τήρει τόν νοῦν σου ἐν ᾄδῃ καί μή ἀπελπίζου.

ᾨδῇ α΄. Ὑγράν διοδεύσας.
Τιτρώσκουσι βέλη τά τῶν παθῶν ψυχήν καί καρδίαν καί συνείδησιν τήν ἐμήν. Πώς ὕμνον πρός ἅγιον συνθέσω; Κύριε, δός μοι καί νοῦν καί κατάνυξιν.

Ἡφαίστειον μέγα καί φοβερόν εἰς βάθη ψυχῆς μου ὑποφώσκει πυριφλεγές• ἐκ τούτου ζητῶ τήν σωτηρίαν τῆ προστασία σου, πάτερ Σωφρόνιε.

Ῥωγμήν ὑφιστάμενος τῆ ψυχή, ἀπώλεσα, πάτερ, αὐτεξούσιον ἀληθές• ἀνεύρεσιν τούτου δίδαξόν με, ὡς Ἐκκλησίας πατήρ καί διδάσκαλος.

Ἕν πόνοις ὑπάρχω καί στεναγμοῖς, ψυχικῇ ὀδύνη, ἀσθενείᾳ σωματική• σύ, πάτερ, ὑγείαν μοι παράσχου, τῆ φλογερά σου πρεσβεία πρός Κύριον.

Θεοτοκίον.
Ίσοῦται τῷ βίῳ μου τό μηδέν, ἄβυσσος ἐντός μου καί σκοτία ὀλισθηρά• άπλωσόν μοι χεῖρα, Θεοτόκε, καί πρός οὐράνιον ὕψος ἀνέλκυσον.

ᾨδῇ γ΄. Οὐρανίας ἁψῖδος.
Τὀν θεόπτην πατέρα καί ταπεινόν σέβομαι• εἰ καί ταπεινός οὐχ ὑπάρχω, τούτῳ προσέρχομαι. Πάτερ Σωφρόνιε, σύ μοι ταπείνωσιν δεῖξον, φλέγων μου ὡς ἄκανθαν τήν ἐγωπάθειαν.

Ὁυρανού διδασκάλῳ γονυπετής ἔρχομαι, πλήν ἐγωισμοῦ τάς ἀκάνθας οὑκ εξερίζωσα• ὡς γάρ ζιζάνια ἐμήν σποράν καταπνίγει• σύ μοι, πάτερ, συνδραμόν, πρός εκβοτάνισιν.

Νοὑν Χριστοῦ κατακτήσας καί λαμπρυνθείς Πνεύματι, βάθη ταπεινώσεως ἔχεις, πάτερ Σωφρόνιε, καί προσευχόμενος ὑπέρ τοῦ κόσμου δακρύζεις, πλήν μή παύσῃ, ἅγιε, πάντες δεόμεθα.

Θεοτοκίον.
Νὗν βεβύθισμαι πάλιν εἰς φοβεράν ἄβυσσον, ἦς, Αβυσσοτόκε Ἀγάπης, σπεῦσον ἀνάσυρε! Τῆ γάρ δυνάμει Σου ἄβυσσος πᾶσα πληροῦται, γεφυρούνται χάσματα, βράχοι βλαστάνουσι.

Διάσωσον τήν οἰκουμένην ἐκ φόνων καί μολυσμάτων, σβέσον δε τοῦ μίσους τάς φλόγας, πάτερ Σωφρόνιε, καί ἴασαι πεπληγμένην ψυχήν μου.

Ἕπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἡμῶν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῶν ψυχῶν τάς διχάσεις.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ὁ ὑψωθείς ἐν τῷ σταυρῶ. Ἦχος δ΄.
Ἕν τῷ ἀΰλῳ Σου Φωτί, ὁ Θεός μου, πᾶσα καρδία ταπεινή λελουμένη καταλαμπρύνει σύμπαντα πυρί νοερῷ• οὕτω καί ἡμῶν Σωφρόνιος ὁ πατήρ καί διδάσκαλος, ὡς φωστήρ πολύφλογος πυρπολεῖ δι’ ἀγάπης, βάθη συνειδήσεων καί ψυχῶν καταυγάζων• τούτου τούς λόγους, φίλοι, ταπεινῶς, ἐγκολπωθῶμεν πρός ὕψους ἀνάβασιν.

ᾨδῇ δ΄. Εἰσακήκοα, Κύριε.
Ὁ ἐκπλύνων τά πταίσματα καί τάς ἁμαρτίας καθαίρων Κύριος, τούς μισοῦντας με συγχώρησον τῆ ἁγνή πρεσβεία Σωφρονίου Σου.

Ὗπέρ πάντων τῶν φίλων μου καί ἐχθρῶν μου πρέσβευε, πάτερ ἅγιε• κἀν ἀνάξιος ὑπάρχω σου, ἐνθυμούμενος σούς λόγους δέομαι.

Νἔον ἅγιον ἔδειξας τοῖς ἀνθρώποις, Δέσποτα, καί διδάσκαλον• τοῦτον φέρω Σοι δεόμενος ὡς σπουδαῖον πρέσβυν ὑπέρ κόσμου Σου.

Σωφρονίω προσέρχομαι, τῆς αὑτοῦ πρεσβείας ἱκέτης ἄθλιος, ὡς ταπείνωσιν διδάξαντι καί Χριστοῦ ἀγάπην ἐφαρμόσαντι.

Θεοτοκίον.
Ὁυρανού πλατυτέρα, Σύ, καί Θεοῦ παντάνακτος Θρόνε πύρινε, τῆ πρεσβεία Σου πρός Κύριον οἰκουμένην πίπτουσαν ἀνόρθωσον.

ᾨδῇ ε΄. Φώτισον ἡμᾶς.
Ὗψωσον ἡμᾶς προσευχή σου, πάτερ ὅσιε, πρός τῆς ζωῆς τόν Τριπλοῦν Ποταμόν, Ὅστις απαύστως ἀρδεύει συμπάντων πέρατα.

Ἕνωσον ἡμᾶς τῆ πρεσβεία σου, Σωφρόνιε, διῃρημένους μαχαίρᾳ ἐγωισμοῦ, Θεοῦ εἰρήνην ἐμπνέων τήν παραδείσιον.

Νἔφη τά πυκνά καί ζοφώδη τῆς καρδίας μου πνοή σου, πάτερ, ὡς ἄνεμος, δίωξον, ὀδόν ἀνοίγων χαράς πρός ἡλιοφάνειαν.

Θεοτοκίον.
Ἆνάσσα σεμνή, κλῖμαξ γῆθεν ἄνω φέρουσα, ὡς ἐν ἀγκάλαις βαστάσασσα τόν Θεόν, σῷζε στοργή Σου γλυκεία βρέφη καί νήπια.

ᾨδῇ στ΄. Τήν δέησιν ἐκχεῶ.
Δεδούλονται ταῖς ἀνάγκαις πένητες, οἱ δε πλούσιοι φθαρτοῖς ἀργυρίοις, καί ἰσχυροί κατεδούλωσαν πλήθη καί τῷ χρυσίῳ λαοί θυσιάζονται! Ὦ πάτερ, ἄνωθεν ἐλθών, τούς ἀθῴους βασάνων διάσωσον!

Ἡ σκέψις μου τοῦ Θεοῦ μακρύνεται καί συνείδησις ἐμή καθιζάνει, καί ἀρετῆς μου ἀγρός ἐρημοῦται καί τῆς ἀγάπης οἰκία κρημνίζεται! Ὦ πάτερ, ἄνωθεν ἐλθών, σῷζε φρένας ἐμάς, ὦ Σωφρόνιε.

Κατέκαυσα, ὡς τό πρίν Ἀλέξανδρος, τῆς ἐλπίδος μου τόν στόλον ὁ ἄφρων• καί νῦν ὀρῷ τῶν ἐχθρῶν μου τά στίφη καί εἰς ἀπέλπιδα ζόφον βυθίζομαι• ἀλλ’ ἄνωθεν ὡς ἀετός πεπτωκότα με, πάτερ, ἀνόρθωσον.

Θεοτοκίον.
Ἀστέρισον τῆς ζωῆς μου, Δέσποινα, τήν πικράν τε καί ἀσέληνον νύκτα, ἶνα Φωτός ἀπολαύσω ἰκμάδα καί λυτρωθῶ σκοτασμοῦ, ὀν ἐπέλεξα• καί ώθησον πρός οὐρανόν τῆ εὐόσμῳ χειρί Σου, πανθαύμαστε!

Διάσωσον τήν οἰκουμένην ὀλέθρου τῆς ἀπληστίας, σβέσον ἐκδικήσεως φλόγας, πάτερ Σωφρόνιε, καί φύλαττε ὀρφανούς ἐκ τοῦ μίσους.

Ἕπίβλεψον ἐν εὐλογία, πανάχραντε Θεομήτωρ, ἐπί τήν ἐχθρῶν μου καί φίλων λύμην κακώσεων καί λύτρωσον ἀθεΐας καί πλάνης.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Τόν τάφον Σου, Σωτήρ. Ἦχος α΄.
Κυψέλης ἐκ Φωτός ὡς βασίλισσα, πάτερ, μελίσσων λογικῶν ἐξεγέννησας σμῆνος, καί μέλι τό ἀθάνατον καί κηρίον συνήγαγες• καί κηρόπλαστον καθεδρικόν τοῦ Θεοῦ σου ὑπερύψωσας εἰς Βρεταννίας τήν νῆσον, Σωφρόνιε ὅσιε.

Ἀναβαθμοί. Ἦχος δ΄.
ἝΚ νεότητος μου πολλά πολεμεῖ με πάθη, ἀλλ’ Αὑτός ἀντιλαβοῦ καί σῶσον, Σωτήρ μου (δις).
Ὁί μισοῦντες Σίων αἰσχύνθητε ἀπό τοῦ Κυρίου, ὡς χόρτος γάρ πυρί ἔσεσθε απεξηραμένοι (δις).

Δόξα.
Ἀγίω Πνεύματι πᾶσα ψυχή ζωούται καί καθάρσει ὑψοῦται, λαμπρύνεται τῆ Τριαδική Μονάδι ιεροκρυφίως.

Καί νῦν.
Ἀγίω Πνεύματι ἀναβλύζει τά τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τήν κτίσιν πρός ζωογονίαν.

Προκείμενο.
Δίκαιος ὡς φοίνιξ ανθίσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὑτῶν ἐστίν ἡ βασιλεία τῶν οὐρανῶν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (ι΄ 1-4 καί 17-24).
Τὦ καιρῶ ἐκείνῳ, ἀνέδειξεν ὁ Κύριος καί ἑτέρους ἑβδομήκοντα, καί ἀπέστειλεν αὑτούς ἀνά δύο πρό προσώπου αὑτοῦ εἰς πᾶσαν πόλιν καί τόπον οὗ ἤμελλεν καί αὑτός ἔρχεσθαι. Ἔλεγεν οὑν πρός αὑτούς• ὁ μέν θερισμός πολύς, οἱ δε ἐργάται ὀλίγοι• δεήθητε οὑν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τόν θερισμόν αὑτοῦ. Ὑπάγετε• ἰδού ἐγώ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. Ὑπέστρεψαν δε οἱ ἑβδομήκοντα μετά χαράς λέγοντες• Κύριε, καί τά δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματι σου. Εἶπε δε αὑτοῖς• ἐθεώρουν τόν σατανᾶν ὡς ἀστραπήν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδού δίδωμι ὑμῖν τήν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καί σπορπίων καί ἐπί πᾶσαν τήν δύναμιν τοῦ ἐχθροῦ, καί οὐδέν ὑμᾶς οὐ μή ἀδικήσῃ. Πλήν ἐν τούτῳ μή χαίρετε, ὅτι τά πνεύματα ὑμῖν ὑποτάσσεται• χαίρετε δε ὅτι τά ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.
Ἐν αὑτῇ τῆ ὤρα ηγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καί εἶπεν• ἐξομολογοῦμαι σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καί τῆς γῆς, ὅτι ἀπέκρυψας ταύτᾳ ἀπό σοφῶν καί συνετῶν, καί ἀπεκάλυψας αὑτά νηπίοις• ναΐ, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθεν σου. Καί στραφείς πρός τούς μαθητάς εἶπε• πάντα μοι παρεδόθη ὑπό τοῦ πατρός μου• καί οὐδείς επιγινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μή ὁ πατήρ, καί τίς ἐστιν ὁ πατήρ, εἰ μή ὁ υἱός καί ὦ ἐάν βούληται ὁ υἱός ἀποκαλύψαι. Καί στραφείς πρός τούς μαθητάς κατ’ ἰδίαν εἶπε• μακάριοι οἱ ὀφθαλμοί οἱ βλέποντες ἀ βλέπετε. Λέγω γάρ ὑμῖν ὅτι πολλοί προφῆται καί βασιλεῖς ἠθέλησαν ἰδεῖν ἀ ὑμεῖς βλέπετε, καί οὑκ εἶδον, καί ἀκούσαι ἀ ἀκούετε, καί οὑκ ἤκουσαν.

Δόξα.
Ταῖς τοῦ σου ἀγίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ελέησόν με, ὁ Θεός κατά τό μέγα έλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τό ἀνόμημα μου.
Προσόμοια.
Ὅλην ἀποθέμενοι. Ἦχος πλ. β΄.
Τᾆδε λέγει Κύριος• τοῖς ταπεινοῖς ὁμοιάζω, τούς πτωχούς ἠγάπησα, εἰς βρεφῶν συνείδησιν ἀναπαύομαι• κόσμῳ δεδώρημαι, ἐν ἐσχάτοις χρόνοις, τόν μακάριον Σωφρόνιον, Φωτός διδάσκαλον, καί Σιλουανόν τόν παμμέγιστον• τούτων οὑν τοῖς λόγοις εὐήκοον ποιήσατε τό οὕς, καί ἐξ ἀμπέλου τῆς χάριτος θεῖον οἶνον γεύσασθε.

Οὐδείς προστρέχων ἐπί Σοι.
Σοφέ σοφότερε σοφῶν, σῶφρον σωφρόνων σωφρονέστερε Πνεύματι, φιλοσοφότερε Σωκράτους, τούς ἀσόφους σοφίζων, σωφρονίζων τούς ἄφρονας, κάλεσον πάντας εἰς ἑνότητα.

Μεταβολή τῶν θλιβομένων.
Ἕν τῆ τοῦ λόγου τυραννίδι καί τῆ τῶν πάντων καταχρήσει, Σωφρόνιε, ὡς ἀστήρ ἀνατείλας, πῦρ ἀνάπτων τοῖς λαοῖς, πάντας τούς ἀλήθειαν διψῶντας, πάντας τούς εἰρήνευσιν πεινῶντας, πρός νέαν καθοδηγεῖ Βηθλεέμ.

ᾨδῇ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ίερεύ τοῦ Ὑψίστου, σεαυτόν ὁ προσφέρων εἰς ὁλοκαύτωμα, σταυρῶ τῷ τῆς ἀγάπης ὑψώθης τῶν γηίνων, προσευχόμενος πάντοτε πρός τόν Σωτῆρα Χριστόν ὑπέρ παντός τοῦ κόσμου.

Μἡ παρίδῃς, ὦ πάτερ, τήν ἐμήν ἀγωνίαν ὑπέρ οἰκείων μου• καί στήριξον εὐχαῖς σου, κινδύνων ἀπαλλάττων καί καλῶν εἰς παράδεισον, ὅπου λαμπρῶς ἐνοικεῖς σύν πᾶσι τοῖς ἁγίοις.

Ἡ σοφία σου, πάτερ, θεολόγους ἐκπλήσσει, ἀνδρίζει νήπια, διό καί σοι προσφεύγω, ζητῶν τήν εὐλογίαν καί ψυχῶν καθοδήγησιν, πρός τόν νυμφῶνα Χριστοῦ, ἐχθρῶν μου τε καί φίλων.

Θεοτοκίον.
Ἀληθώς, Θεοτόκε, οὑκ ἀξίως ὑφαίνω τήν Σήν παράκλησιν, πλήν θάρρος προσπορίζω ἐκ Σής τῆς βαθυτάτης ταπεινῆς ἀγαπήσεως• ὦ Βασιλίς τῶν λαῶν, εὐλόγει τούς Σούς φίλους.

ᾨδῇ η΄. Τόν Βασιλέα τῶν οὐρανῶν.
Πύργον ἀγάπης οἰκοδομῶν ἐν καρδία, σύ μοι σύνδραμε, Σωφρόνιε πάτερ, ἶνα κατοικήσω σύν φίλοις καί Θεῶ μου.

Ἕν ᾄδῃ φίλους καί τούς προγόνους μου πάντας ἔχω, ἅγιε, καί δέησιν ψάλλω, σκότους ἑκουσίου σωθῆναι σαῖς πρεσβείαις.

Λάμψον εὐχαῖς σου τοῖς ἐν τῷ ᾄδῃ νεκροῖς μου, καί πρός Κύριον μεσίτευε, πάτερ, ὑπέρ σωτηρίας πάντων τῶν τεθνεώτων.

Θεοτοκίον.
Πἄντας σωθῆναι, οὕτως ποθεῖ ὁ Υἱός Σου, πλήν ἀγάπην ὁ τυφλός ἀπορρίπτει• πρέσβευε οὑν, Κόρη, ὑπέρ ψυχῶν ἐν σκότει.

ᾨδῇ θ΄. Κυρίως Θεοτόκον.
Ίἄσεων ἡ βρύσις, ὁ κρουνός σοφίας, ὁ ποταμός τῶν χαρίτων ὁ ἅγιος, ἡμιθανής καί διψῶν σοι, πάτερ, προσέρχομαι.

Ζωήν τοῖς τεθνήκωσι, φώς τοῖς σκοτισθείσι δίδου πρεσβείαις σου, πάτερ, πρός Κύριον, ἔμπιστος φίλος ὑπάρχων Αὑτοῦ, Σωφρόνιε.

Ὁυράνιον λειμῶνα, πάμφωτον αὐλαία, ἔμπροσθεν πάντων, σοῖς λόγοις, διάνοιξον, ἶνα ποθώντες Χριστόν ἔνδον ἔλθωμεν.

Θεοτοκίον.
Ὗψίστη προστασία, δειλῶν παρρησία, παρηγορία πενθούντων, Θεόνυμφε, τῶν ὀρφανῶν ψυχοτρόφε, σῷζε τούς πάσχοντας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Σωφρόνιε πάτερ, ὁ ταπεινός, πώς τολμῶ ψελλίσαι σοι υμνίδιον πενιχρόν; Ἀνάξιος ὅλως ὑπάρχω σε τιμήσαι, πλήν θάρρος μοι παρέχεις τῆ ταπεινώσει σου.

Διδάσκαλον ἤθους ἐπί τῆς γῆς, θησαυρόν ἀγάπης καί ἐλπίδα τῶν ταπεινῶν, ἀνέδειξας, Σῶτερ, Σωφρόνιον τόν μέγαν, ὡς ἔφηβον ἀστέρα εἰς νύκτα δύσβατον.

Τἴς γνωρίσει, πάτερ, ἐπακριβῶς τήν ὑψίστην γνῶσιν ἤν ἐγνώρισας ἐν Χριστῷ; Οὐ σχολῶν ἑδράνοις καί θύραθεν παιδεία, ἀλλ’ εἰς τό τῆς ἀγάπης πανεπιστήμιον!

Ἀγάπην ἐδίδαξας ἐν Χριστῷ, ταύτην ἐφαρμόσας ἐν τῷ βίῳ σου ταπεινῶς, ὅλον δαπανήσας ὑπέρ τῶν ἀδελφῶν σου καί λαμπρυνθείς ὡς μέγας ἀνήρ παγκόσμιος!

Τῥαφείς ὡς ἐν βράχῳ ἄνθος λευκόν, Σωφρόνιε πάτερ, ὑψιπέτα καί φλογερέ, δίδου σου τούς λόγους, τροφήν ἀθανασίας, πεινῶσι καί διψῶσι πρός ἐπιβίωσιν.

Στρέψατε τά ὦτα, ὦ ἀδελφοί, σοφοῦ διδασκάλου θεοδίδακτον διδαχήν τηρήσατε πάντες, μανθάνοντες ἀγάπην, καί κῆπον παραδείσου τήν γῆν ποιήσατε.

Ὦς ἄνευ ἀκάνθων ῥόδα σεπτά, Σωφρόνιον μέγαν καί πατέρα Σιλουανόν, ζητήσωμεν πάντες εἰς Άθωνος λειμῶνα, ὡς μέλισσαι τρυγήσαι νέκταρ τῆς χάριτος.

Παγκόσμιε πάτερ Σιλουανέ, Τίς ἐστιν ἀλήθεια, δεῦρο, δίδαξον τούς λαούς, σύν τῷ Σωφρονιῶ πρεσβεύων ὑπέρ πάντων καί πᾶσι τοῖς ἁγίοις τοῖς ἐν τῷ Άθωνι.

Φώτισον, Σωφρόνιε, λαμπηδόν, ἄνθος τῆς ψυχῆς μου τοῦ στραφῆναι πρός οὐρανόν, ἶνα δρέψῃ θέρμην τοῦ νοητοῦ Ἠλίου καί σπόρον ωριμάση τῆς ταπεινώσεως.

Ὦ πάτερ πατέρων, ποιμήν ἁγνέ, ἐν ἀγάπη στήσας τόν σταυρόν ἶνα σταυρωθῇς, Βρεταννίας νῆσον καί χώρας τῆς Εὐρώπης καί πᾶσαν οἰκουμένην εὐχαῖς σου στήριξον!

Ὦ πάτερ πατέρων, ποιμήν ἁγνέ, τοῦ Προδρόμου φίλε, τῶν ἁγίων ὦ μαθητά, ἀδελφούς μου πάντας καί τέκνα καί γονεῖς μου, ἐχθρούς μου τε καί φίλους εὐχαῖς σου στήριξον!

Τἄξεις τῶν ἀγγέλων αἱ φωτεινέ, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετά τῆς Θεοτόκου σύν θείω Σωφρονιῶ κόσμῳ συνδράμετε!

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Απολυτίκιο. Τούς τρεῖς μεγίστους φωστῆρας. Ἦχος α΄.
Μητρός Ῥωσίας τό ῥόδον, ἁγνόν πατέρα Σωφρόνιον, τόν εἰς Βρεταννίαν φρουροῦντα Κῆπον ἀγάπης καί χάριτος, τόν ὡς τά βρέφη καθαρόν τῆ καρδία καί ἀντί μελάνης σοφῶς κινοῦντα φλογός γραφίδα καί Πνεύματος, τόν μέγαν θεολόγον καί πρωτίστως πράξει διδάξαντα καί συγγραφέα τόν θεῖον παγκοσμίων μεταφράσεων, ὡς φίλον Κυρίου τιμῶμεν αὑτόν, μαθητήν ἁγίων καί ἅγιον, ἐκεῖνος δε φυλάττει τούς ἀγαπῶντας ἐκ προθέσεως.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι. Οὐδείς προστρέχων ἐπί Σοι.
Ἀγνών Γερόντων μαθητά καί τῶν ἁγίων ἁπάντων ἰσάξιε, πάτερ Σωφρόνιε τρισμάκαρ, Βρεταννίαν, Ἑλλάδα καί Ῥωσίαν ἁγίασον καί τήν Εὐρώπην πᾶσαν δίδαξον.

Καί νῦν. Θεοτοκίον. Ὅμοιον.
Περαίνων ὕμνον ταπεινῶς, ὦ Θεομήτωρ, ὡς κλέπτης ἐντρέπομαι ὑπό τούς πράους ὀφθαλμούς Σου• πλήν θαρρῶν τῆ στοργή σου ὡς υἱός Σοι προσέρχομαι, τόν ἐμόν βίον καταθετῶν Σοι.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Τέλος καί τῷ Θεῶ δόξα.

 

Πηγή