Παρακλητικός Κανών εις τον δια της Οικονομικής Κρίσεως και Πτωχεύσεως Παιδαγωγούντα ημάς Ευσημπάθητον Κριτήν Ιησού Χριστόν

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια,
Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ εξής Τροπάρια·

Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ πλουτιστὴρ καὶ εὐεργέτης τοῦ γένους τῶν χοϊκῶν, Υἱὲ Θεοῦ τοῦ Ὑψίστου, εἰς πίστιν τοὺς πτωχεύσαντας οἰκέτας τοὺς Σοὺς καὶ εἰς ἐπιείκειαν, οἰκτιρμοὺς καὶ ἐλέη, κρίσεως ἐξάρπασον τάχος οἰκονομίας καὶ τῶν ἠθῶν, φιλάνθρωπε Χριστέ, κατακαυχᾶται οὗ θριαμβεύει τὸ ἔλεος κρίσεως.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Κρίσεων ἡμᾶς ἀνωτέρους, Ἰησοῦ, τήρει. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κριτὰ δικαιότατε, Ἰησοῦ, εἰκὼν εὐσπλαγχνίας, ἐν ἐλέει καὶ οἰκτιρμοῖς ὁ πλούσιος, δὸς ἡμῖν πτωχεύειν εἰς ἀπιστίαν καὶ ἔργα κακότητος.

Ῥαθύμους οἰκέτας σου, Ἰησοῦ, ἐν ἤθει καὶ ἔργοις τοὺς πτωχεύσαντας καὶ δεινὴν βιοῦντας οἰκονομίας κρίσιν ἐν ἐγρηγόρσει συντήρει σῇ χάριτι.

Ἱκάνωσον δούλους σου, Ἰησοῦ, τοὺς ἐκδαπανῶντας τῆς καρδίας πλοῦτον κακῶς τὴν κρίσιν δεινῆς οἰκονομίας ὡς εὐλογίαν λογίζεσθαι θείαν σου.

Θεοτοκίον.
Σωτῆρα τεκοῦσα καὶ Λυτρωτὴν ἡμῶν, Θεοτόκε, ῥῦσαι κρίσεως ἠθικῆς καὶ πάσης ἀνάγκης σοὺς οἰκέτας τοὺς εἰς Αὐτὸν ἐπιῤῥίπτοντας μέριμναν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εὐσυμπάθητε Σῶτερ, Λόγε Θεοῦ Κτίσαντος, ἔλεος οὗ κατακαυχᾶται κρίσεως, ἄλλαξον ῥοῦν βιοτῆς τῶν λαῶν τῶν πτωχευσάντων σπατάλῃ καὶ ταῖς καταχρήσεσιν ἤθους σῇ χάριτι.

Ὡς Θεὸς πανοικτίρμων καὶ συμπαθής, Κύριε, παραπικρανάντων σε πλήθους τάχος ἐπάκουσον καὶ ταχινὸς βοηθὸς γενοῦ ἡμῖν τοῖς ἐν κρίσει καὶ πτωχεύσει στένουσι δούλοις ἀχρείοις σου.

Νῦν θερμῶς δυσωπῶ σε, Παιδαγωγὲ ἄριστε τῶν λαῶν, γενοῦ μοι, Οἰκτίρμον, διὰ πτωχεύσεως καὶ δι’ οἰκονομικῆς κρίσεως, Λόγε Ὑψίστου, ἰθυντὴρ πρὸς ἄνεσιν διαιωνίζουσαν.

Θεοτοκίον.
Ἡἑτοίμη σῶν δούλων ἐν συμφοραῖς, ἄχραντε, προστασία, Θεογεννῆτορ, κρίσεως ἅπαντας οἰκονομίας ἡμᾶς καὶ ἠθικῆς ὑπερόπτας δεῖξον τοὺς ἀείποτε σὲ μακαρίζοντας.

Πτωχεύσασιν ἐξ ἀσωτίας κατάδειξον καὶ σπατάλης σοῦ ἐλέους καὶ οἰκτιρμῶν ἡμῖν πλοῦτον, Κύριε, ὀνόματος ἕνεκεν τοῦ σεπτοῦ σου.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ὁπαιδαγωγῶν τοὺς δούλους σου ἀείποτε, Χριστὲ ὁ Θεός, οἰκονομίας κρίσεως καὶ δεινῆς ἐξάρπασον νῦν πτωχείας λαόν σου, Φιλάνθρωπε, ἡμαρτηκότα, οἴμοι, καὶ τὴν σὴν ὁργίσαντα ἄκραν ἀγαθότητα.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Μετανοίας διάνοιξον πύλας τῷ λαῷ σου καὶ ἐκ τῆς κρίσεως τῆς οἰκονομίας λύτρωσαι, ὡς τοὺς Νινευΐτας, τοὺς οἰκέτας σου.

Ἀπομάκρυνον πτώχευσιν ἐκ λαοῦ σου, Σῶτερ, εἰς σὲ πιστεύοντος, ὅτι ἔλεός σου πάντοτε θριαμβεύει κρίσιν τὴν δικαίαν σου.

Σὲ λατρεύομεν, Κύριε, εἰ καὶ σοὶ ἑκάστοτε ἁμαρτάνομεν, σοὶ βοῶντες ἐκδεχόμεθα χάριν σου πολλὴν ἐν ὥρᾳ κρίσεως.

Θεοτοκίον.
Ἀειπάρθενε Δέσποινα, πλοῦτον δαπανῶντα κακῶς, ὅν Τόκος σου ἔδωκέ μοι, ταμιεύειν με νουνεχῶς ἐν πόλῳ καταξίωσον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νεῦσον ταῖς ἡμῶν παρακλήσεσι, Θεάνθρωπε, ἐκ τῆς κρίσεως ἐξάγων τῶν ἠθῶν καὶ δεινῆς οἰκονομίας τοὺς οἰκέτας σου.

Ὥσπερ συμπαθὴς ἐκ τοῦ λάκκου ἀπωλείας με καὶ ἐκ κρίσεως ἐξάγαγε δεινῆς τῆς οἰκονομίας, Σῶτερ, τὸν πολύστηνον.

Τρέμω τὴν φρικτὴν ὥραν Κρίσεώς σου, Κύριε, ἐν ᾗ βίβλον διανοίξεις μου φρικτῶν ἐγκλημάτων, πανευΐλατε Θεάνθρωπε.

Θεοτοκίον.
Ἔλεος ἡμῖν τοῦ Υἱοῦ σου ἐξαπόστειλον τοῖς ἐν κρίσει καὶ πτωχείᾳ ἀλγεινῇ οὖσι δούλοις σου, Κυρία Μητροπάρθενε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥιψάσπιδας ἐν πολέμῳ, Κύριε, καθ’ ἡμέραν σοὺς οἰκέτας μὴ δείξῃς, ὑπὲρ ἠθῶν τῶν χρηστῶν καὶ δογμάτων τῶν πατρικῶν, Ἰησοῦ πολυεύσπλαγχνε, ἐν κρίσει πέλοντας δεινῇ ἀσωτίας καί, οἴμοι, πτωχεύοντας.

Ὁεὔσπλαγχνος Ἰησοῦς διάθρεψον σοὺς οἰκέτας, Ἠλιοὺ ὡς Θεσβίτην ἀποκρυβέντα Χοῤῥὰθ ἐν χειμἀῤῥῳ διὰ στρουθίου διέθρεψας, Κύριε, πτωχεύσαντας διὰ πληθὺν παρανόμων, Θεάνθρωπε, πράξεων.

Ὑφέρποντος τῆς σπατάλης ὄφεως κεφαλὴν οἰκονομίας μαχαίρᾳ κατασυντρίψαι ἀξίωσον, Σῶτερ, μόνον εἰς σὲ τοὺς ἐκθύμως πιστεύοντας ἀλλά, φεῦ, ἔργοις ἀλγεινοῖς ἀσωτίας ἀεί σε πικραίνοντας.

Θεοτοκίον.
Σπατάλης με ὑπερόπτην, Δέσποινα, δεῖξον δοῦλόν σου ἀσώτως βιοῦντα, ἔχοντα μόρφωσιν, φεῦ, εὐσεβείας, ἀλλὰ αὐτῆς ἀρνησάμενον δύναμιν καὶ ἐν ἰλύϊ τῶν παθῶν κυλινδούμενον, Θεογεννήτρια.

Πτωχεύσασιν ἐξ ἀσωτίας κατάδειξον καὶ σπατάλης σοῦ ἐλέους καὶ οἰκτιρμῶν ἡμῖν πλοῦτον, Κύριε, ὀνόματος ἕνεκεν τοῦ σεπτοῦ σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Οἰκονομίας ἐν κρίσει τρυχόμενον λαὸν πιστὸν μὴ ἐάσῃς, Φιλάνθρωπε, πτωχεῦσαι, πᾶσι τὸν πλοῦτον σῆς χάριτος ὁ καθ’ ἑκάστην δωρούμενος, Κύριε, τοῖς ἐκζητοῦσι σὸν ἄμετρον ἔλεος.

Προκείμενον.
Τὸ ἔλεός Σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.
Στίχος. Τοῦ ἐλέους Σου, Κύριε, πλήρης ἡ γῆ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ιβ΄ 19 – 36 ).
Τῶ καιρῷ ἐκείνῳ συμβούλιον ἐποίησαν οἱ Φαρισαῖοι κατὰ τοῦ Ἰησοῦ καὶ εἶπον πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; Ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων, ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. Οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας καὶ ἠρώτων αὐτὸν λέγοντες˙ Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. Ἔρχεται Φίλιππος καὶ λέγει τῷἈνδρέᾳ καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος λέγουσι τῷ Ἰησοῦ˙ ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων˙ Ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει˙ ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτὴν καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξῃ αὐτήν. Ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολου θείτω καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τι εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης˙ ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ˙ Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. Ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι˙ ἄλλοι ἔλεγον˙ Ἄγγελος αὐτῷ λελάληκεν. Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν˙ Οὐ δι’ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι’ ὑμᾶς. Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω˙ κἀγώ, ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Τοῦτο δὲ ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος˙ Ἡμεῖς ἠκού σαμεν ἐκ τοῦ νόμου, ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα καὶ πῶς σὺ λέγεις, ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀν θρώπου; Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς˙ Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ’ ὑμῶν ἐστι˙ περιπατεῖτε, ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.

Δόξα.
Ῥῦσαί με πτωχείας, Δικαιοκρῖτα Σῶτερ, καὶ Κρίσεως δικαίας ἐν ἐτάσεως ὥρᾳ.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν  ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κρίσεως ἐκλύτρωσαι οἰκονομίας σὸν δοῦλον καὶ δεινῆς πτωχεύσεως τὸν λαόν σου, Κύριε πολυεύσπλαγχνε, τρυφηλαῖς πράξεσι καὶ σπατάλαις βίον, φεῦ, ἀσώτως δαπανήσαντα ἀλλ’ εἰς μετάνοιαν νῦν ἐπανελθόντα, φιλάνθρωπε, καὶ ἐκ μυχίων κράζοντα τῆς καρδίας· ἥμαρτον, Κύριε· δέξαι με ὡς ἕνα μισθίων σου καὶ Κρίσεως δεινῆς ἐν ὥρᾳ με συναρίθμησον μετὰ τῶν δικαίων σου.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰησοῦ πανοικτίρμον, ὁ πτωχεύσας πλουσίους κατὰ τὴν κρίσιν σου καὶ πένητας πλουτίσας, ἐκ τῆς οἰκονομίας ἀπολύτρωσαι κρίσεως καὶ ἐκ πτωχείας λαὸν σοῦ τὸν ἠγαπημένον.

Ἠνομήσαμεν, Σῶτερ, οἱ φρικτοὶ ἀλαζόνες καὶ ἄγαν φίλαυτοι καὶ ἀγαθότητά σου σπατάλαις ἐν τῷ βίῳ παρωργίσαμεν, Κύριε, οἱ ἀπολαύοντες νῦν καρπῶν τῆς ἁμαρτίας.

Σὲ θερμῶς δυσωποῦμεν ἀσωτίας τοῦ ἄρτου οἱ προγευσάμενοι καὶ νῦν οἰκονομίας, πανοικτίρμον, ἐν κρίσει, καταντήσαντες, Κύριε, Κρίσεως ῥῦσαι ἡμᾶς ὡς συμπαθὴς ἐσχάτης.

Θεοτοκίον.
Οἱ πατήσαντες πάγας τῶν δυνάμεων σκότους, Θεογεννήτρια, γλυκὺ πικρὸν λεγόντων καὶ πρόοδον τὴν πτῶσιν τῶν ἠθῶν, δυσωποῦμέν σε· Τήρει ἡμᾶς ἀσινεῖς αὐτῶν τῆς δυναστείας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὕψωσον κέρας τῶν ταπεινῶν οἰκετῶν σου, φοβουμένων δικαίαν σου κρίσιν, καὶ σὲ δοξαζόντων ἀπαύστως, Ἰησοῦ μου.

Τετρυχωμένῳ ἐκ τῆς πτωχείας λαῷ σου δίδου πλοῦτον σοῦ θείου ἐλέους, Λόγε τοῦ Ὑψίστου Θεοῦ, παντελεῆμον.

Ἡμαρτηκότι λαῷ συγχώρησον βίουἀνομίας ὡς εὔσπλαγχνος, Σῶτερ, νῦν βιοῦντι κρίσιν δεινὴν οἰκονομίας.

Θεοτοκίον.
Ῥοὰς δακρύων λαοῦ πτωχεύσαντος, Μῆτερ, μανδηλίῳ τῆς σῆς εὐσπλαγχνίας σμῆξον, Θεοτόκε ὑπερευλογημένη.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐπάκουσον λαοῦ σου καὶ τοὺς ἀδικοῦντας αὐτὸν ἐνδόξους τῆς γῆς, δικαιότατε Χριστέ, ἰσχύϊ σου θείᾳ ταχὺ ταπείνωσον.

Ἰσχύος πλῆσον, Σῶτερ, πάντας ἀδυνάτους, ἀλλὰ πιστούς σου οἰκέτας, Θεάνθρωπε, τοὺς ἰσχυροὺς καταισχῦναι δυνάμει θείᾳ σου.

Χαρᾶς δικαίων πάντων καταξίωσόν με τῆς ἐν τῷ πόλῳ ὡς ἄγαν φιλάνθρωπος, ὁ εἰς χαρὰν μεταλλάσσων τὰς λύπας δούλων σου.

Θεοτοκίον.
Μὴ παύσῃ δυσωποῦσα τὸν ἐκ σοῦ τεχθέντα ἡμᾶς πλουτίζειν προνοίᾳ Αὐτοῦ καὶ χάριτι, Θεογεννῆτορ, οἰκέτας τοὺς σοὺς πτωχεύοντας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια·
Κρίσεως οἰκέτας σου ἠθικῆς, Σῶτερ πανοικτίρμον, ῥῦσαι καὶ οἰκονομικῆς, φεῦ, τοὺς δαπανῶντας τὸν πλοῦτον ἀσωτίαις, σπατάλαις καὶ ἀνόμοις λόγοις καὶ πράξεσιν.

Οἴμοι, ἐπτωχεύσαμεν, Ἰησοῦ! Σπεῦσον βοηθῆσαι σοῖς οἰκέταις, Λόγε Θεοῦ, τοῦς φωνοῦσι· Πάτερ, ἱλάσθητι, Παντάναξ, ἡμῖν ἐν ἀσωτίαις βίου καθεύδουσι.

Ὁπροστεταγμένους καιροὺς ἐθνῶν καὶ ὁροθεσίας κατοικίας αὐτῶν, σεπτὲ Λόγε τοῦ Ὑψίστου, ὁρίσας, τὸν λαόν σου ἐχθρῶν μανίας τήρει, Σῶτερ, ἀπήμονα.

Κρίσιν νῦν ἐπέτρεψε τῷ λαῷ, φεῦ! τῷ ἀποστάντι ὁ εὐΐλατος Πλαστουργὸς τῆς οἰκονομίας καὶ πτώχευσιν ἀνόμων καὶ μὴ μετανοούντων ἐξ ἁμαρτήματος.

Σῶτερ, τοὺς βιοῦντας ἐν ἠθικῇ παρακμῇ τε σήψει, ἀσωτίᾳ, διαφθορᾷ καὶ κακίᾳ ῥῦσαι πτωχεύσεως ἐν βίῳ καὶ Κρίσεως δικαίας καὶ ἀδεκάστου σου.

Φιληδόνους δούλους σου, προπετεῖς, ἀπειθεῖς γονεῦσιν, ἀλαζόνας καὶ ἀκρατεῖς διὰ τῆς πτωχείας καὶ κρίσεως ὁδήγει πρὸς τρίβους μετανοίας, Σῶτερ φιλάνθρωπε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐν ἀφάτῳ ἀγάπῃ ὁ μόνος πλούσιος, ὁ τοὺς πτωχοὺς ἐν τῇ πίστει παιδαγωγῶν, Ἰησοῦ, διὰ κρίσεως ἐν βίῳ καὶ πτωχεύσεως, δεῖξον ἡμῖν τοῦ πλουτισμοῦ τὴν ὁδὸν εἰς οἰκτιρμοὺς πρὸς πάντας ἐμπεριστάτους καὶ εἰς τὴν σῴζουσαν πίστιν, δικαιοκρῖτα εὐσυμπάθητε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Κρίσεως ἐξ οἰκονομικῆς ῥῦσαι τοὺς δοξάζοντας, Σῶτερ, ὄνομα σὸν ἱερὸν καὶ δεινῆς πτωχεύσεως ἡμᾶς ἐξάρπασον τοὺς «ἡμάρτομεν» κράζοντας, εὐΐλατε Πάτερ, ὥς ποτε ὁ ἄσωτος, καὶ ἐν δικαίᾳ σου Κρίσει μετὰ πάντων Ἁγίων τάξον τοὺς σοὺς δούλους, ὁ θέλων σῶσαι ἅπαν γένος τὸ μερόπειον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ἐν ὥρᾳ Κρίσεως δεῖξον σὸν ἔλεος
Νικηφόρῳ, Κύριε, καὶ Χαραλάμπει.

Ὁ Παρακλητικὸς Κανὼν στὸν Κύριό μας, ποὺ μᾶς παιδαγωγεῖ μὲ τὴν  οἰκονομικὴ κρίση καὶ τὴν πτωχεία, ἂς ἀποτελέσει τὴν καθημερινή μας ἱκετευτικὴ προσευχὴ πρός Αὐτόν, τὸ φιλάνθρωπο κυρίαρχο τῆς ζωῆς μας, αὐτὲς τὶς δύσκολες ἡμέρες ποὺ περνοῦμε ὡς ἔθνος. Θερμὲς εὐχαριστίες ὀφείλουμε στὸ φίλτατό μας Καθηγητή, Δρα Χαράλαμπο Μπούσια, ποὺ ἐμπνεύσθηκε καὶ συνέθεσε καὶ αὐτὸν τὸν Παρακλητικὸ Κανόνα, τὸν τόσο ἐπίκαιρο σήμερα. Μὲ αὐτὸν ἐμπλουτίζουμε καὶ τὸ Ἐγκόλπιο Ἡμερολόγιο τῆς Μητροπόλεώς μας τοῦ σωτηρίου ἔτους 2012 καὶ εὔχομαι, ὅπως σύντομα, περνώντας διὰ πυρὸς καὶ σιδήρου, ἐξέλθωμεν εἰς ἀναψυχήν, δοξολογοῦντες ἀκατάπαυστα τὸν παδαγωγό μας Ἰησοῦ Χριστό.

Εὐχέτης πρὸς Κύριον
ὁ Μητροπολίτης ὁ Κύκκου καὶ Τηλλυρίας
Νικηφόρος