Παρακλητικός Κανών Οσίου Ιλαρίωνος του Ίβηρος
Ποίημα Παναγιώτου Σόμαλη

†Εορτάζεται στις 19 Νοεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ Τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς θεοφόρος τοῦ Σωτῆρος θεράπων, μὴ διαλίπῃς ἐκτενῶς ἱκετεύων, ὑπὲρ ἡμῶν δεόμεθα ἀοίδιμε, πάσης περιστάσεως, καὶ ἀνάγκης καὶ βλάβης, Ἱλαρίων ὅσιε, καὶ παντοίων κινδύνων, ῥύεσθαι Πάτερ πάντας τοὺς πιστῶς, τῶν πρεσβειῶν σου, τῇ σκέπῃ προστρέχοντας.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τῇ η΄ καὶ θ΄ ᾠδή· Παναγιώτου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὑμνῆσαι τολμήσας ὁ ἐναγής, τὴν σὴν πολιτείαν, Ἱλαρίων θαυματουργέ, τὴν σὴν ἐξαιτοῦμαι μεσιτείαν, πρὸς τὸν λαμπρῶς σὲ δοξάσαντα Κύριον.
Ἐκ βρέφους Κυρίῳ ἀνατεθείς, πάτερ Ἱλαρίων, ὡς ὁ δίκαιος Σαμουήλ, τῆς χάριτος γέγονας δοχεῖον, καὶ ἀσκητῶν ἱερὸν ἐγκαλλώπισμα.
Τὴν ἔρημον ὤκησας Καρετζᾶ, καὶ τὴν πολιτείαν ἐμιμήσω τοῦ Βαπτιστοῦ, νηστείαις μακραῖς καὶ ἀγρυπνίαις, σαρκὸς νεκρώσας τὸ φρόνημα Ὅσιε.
Βιώσας ὡς Ἄγγελος ἐπὶ γῆς, Ἀγγέλων τῆς δόξης, ἠξιώθης ἐν οὐρανοῖς, μεθ’ ὧν ἐκδυσώπει Ἱλαρίων, δοῦναι ἡμῖν τῶν πταισμάτων συγχώρησιν.
Θεοτοκίον.
Ἡ σώζουσα πάντας τοὺς γηγενεῖς, ἀεί τε κινδύνων, λυτρουμένη τῶν χαλεπῶν, σῷζε νῦν ἐκ βλάβης σοὺς ἱκέτας, κατακρατούσης ἡμᾶς Θεονύμφευτε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐν σπηλαίῳ βιώσας ὡς ἐν σαρκὶ Ἄγγελος, ἀσκητῶν συνήθροισας δῆμον, αὐτῶν ἡγούμενος, καὶ σὺν ἐκείνοις αἰνῶν, ἀδιαλείπτως τὸν Κτίστην, ὃν ἡμῖν ἱλέωσαι, τοῖς εὐφημοῦσί σε.
Τὸν σὸν ἄμεμπτον βίον καὶ τὴν πολλὴν ἄσκησιν, βλέπων ὁ ἐπίσκοπος Πάτερ, καθαγιάζει σε, ὡς ἱερέα Θεοῦ, σὺ δὲ ἀνθρώπων τὴν δόξαν, φεύγων τὴν ταπείνωσιν, μᾶλλον ἠγάπησας.
Τῶν ληστῶν σε λυτροῦται ἐπιδρομῆς Ὅσιε, ὁ Σωτὴρ καὶ γὰρ προσκυνῆσαι, αὐτοῦ ἠθέλησας, τάφον τὸν ἅγιον, ἐν τῇ Σιὼν Ἱλαρίων, Ἰβηρίας βλάστημα, τὸ ἱερώτατον.
Ἀνωτέρους ἐκ πάσης ἐπιφορᾶς φύλαττε, πάτερ Ἱλαρίων τοὺς πίστει, σὲ μακαρίζοντας, καὶ δίδου ἅπασι, ταῖς πρὸς Θεόν σου πρεσβείαις, φωτισμὸν καὶ ἴασιν, καὶ μέγα ἔλεος.
Θεοτοκίον.
Ἡ περίδοξος πόλις καὶ λογικὴ Δέσποινα, τοῦ Παμβασιλέως δυσώπει, Θεοχαρίτωτε, τῆς ἄνω πόλεως, οἰκήτορά με γενέσθαι, καὶ μὴ καταισχύνῃς με, τῆς προσδοκίας μου.
Διάσωσον, θαυματουργὲ Ἱλαρίων ταῖς σαῖς πρεσβείαις, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς ἀνυμνοῦντας τὴν θείαν σου πολιτείαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμήν, Χριστῷ τῷ Παντοκράτορι, τῷ σὲ δωρεαῖς, θαυμάτων μεγαλύναντι, Ἱλαρίων ὅσιε, μὴ παύσῃ προσφέρων δεόμεθα, ἵνα ῥυσθῶμεν πάσης συμφορᾶς, οἱ πόθῳ ἀνυμνοῦντές σου τὴν ἄσκησιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐν τῇ Λαύρᾳ κατώκησας, τοῦ ἡγιασμένου Σάββα μιμούμενος, τὰ ἐκείνου κατορθώματα, πάτερ Ἱλαρίων τῇ ἀσκήσει σου.
Τοῦ πατρός σου τὴν κοίμησιν, ὁραθεῖσα Ὅσιε σοὶ ἐμήνυσε, Θεοτόκος ἡ Πανάχραντος, ὥσπερ ἐκλεκτῷ αὐτῆς θεράποντι.
Ἐπιστρέψας ἀοίδιμε, εἰς τὴν Ἰβηρίαν χαίρων διένειμας, εἰς τοὺς πένητας τὸν πλοῦτόν σου, τὴν πτωχείαν τοῦ Χριστοῦ μιμούμενος.
Σωτηρίαν ἐξαίτησαι, τὴν κατὰ ψυχὴν καὶ σῶμα τοῖς σπεύδουσι, Ἱλαρίων παναοίδιμε, τῇ πρὸς τὸν Σωτῆρα ἱκεσίᾳ σου.
Θεοτοκίον.
Δωρεάν με ἐλέησον, νόσων τε παντοίων Κόρη ἀπάλλαξον, καὶ κολάσεως ἐξάρπασον, ἡ καταφυγὴ καὶ προστασία μου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵδρυσας Μονήν, τοῦ πατρός σου εἰς μνημόσυνον, καὶ κατεύθυνας μονάσαι ἐν αὐτῇ, Ἱλαρίων θεοφόρε τὴν μητέρα σου.
Ἄγγελος Θεοῦ, διασώζει σε μακάριε, φιλαργύρου συγγενοῦς σου τοῦ θυμοῦ, σὺ δὲ τοῦτον κατευθύνεις πρὸς μετάνοιαν.
Φεύγων νουνεχῶς, τῶν βροτῶν μάκαρ τὸν ἔπαινον, μετανάστης ὤφθης ὥσπερ Ἀβραάμ, τῆς πατρίδος σου φιλήσας τὴν ταπείνωσιν.
Βλέψον ἱλαρῶς, Ἱλαρίων παμμακάριστε, ἐφ’ ἡμᾶς τοὺς δεομένους σου πιστῶς, παρέχομενος ἑκάστῳ τὰ αἰτήματα.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Παναγία ἀειπάρθενε, τὴν χρανθεῖσάν μου καθάρισον ψυχήν, καὶ φωτὶ τῆς μετανοίας με καταύγασον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὀλύμπου, καταλαβὼν θεσπέσιε, Ἱλαρίων τὸ περίφημον ὄρος, ἀγγελικὴν πολιτείαν διῆλθες, καὶ τῶν δαιμόνων τὰς φάλαγγας ὤλεσας, ὅθεν διάσωσον ἡμᾶς, τῆς μανίας αὐτῶν ταῖς πρεσβείαις σου.
Κακόδοξον, σὲ νομίσας ὑπάρχειν, ὁ Μονῶν Ὀλύμπου ἀρχιμανδρίτης, τὴν Θεοτόκον ἐλέγχουσαν τοῦτον, θαυματουργὲ Ἱλαρίων ἑώρακε, θεράποντά τε ἀληθῆ, τοῦ Σωτῆρος Χριστοῦ μαρτυροῦσάν σε.
Φθονήσας σε, ὁ ἀρχέκακος ὄφις, ἀδελφὸν τὸν σοὶ κομίζοντα ἄρτον, πλήττει σφοδρῶς, ἀλλὰ σὺ Ἱλαρίων, αὐτῷ ὑγείαν παρέχεις πρεσβείαις σου, ἥνπερ παράσχου καὶ ἡμῖν, τὰς ἡμῶν ἀσθενείας ἰώμενος.
Θεοτοκίον.
Ὡς τεῖχος, καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα, ὦ Δέσποινα καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Διάσωσον, θαυματουργὲ Ἱλαρίων ταῖς σαῖς πρεσβείαις, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς ἀνυμνοῦντας τὴν θείαν σου πολιτείαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἰβηρίας γόνος ὁ σεπτὸς καὶ πανθαύμαστος, Ἱλαρίων τῆς Θεσσαλονίκης τὸ καύχημα, μὴ παρίδῃς ἁμαρτωλῶν, δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς συμπαθής, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν βοώντων σοι Ὅσιε· τάχυνον ἐξελέσθαι, παντοίων πειρατηρίων, καὶ πάσης νόσου καὶ φθορᾶς, τοὺς πιστῶς προσκαλουμένους σε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ . 17 – 23).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τελέσας, πρὸς τὴν ἐπουράνιον, δόξαν προσεχώρησας ἀγαλλόμενος, καὶ χοροῖς ἥνωσαι, τῶν Ἀγγέλων μάκαρ, τῶν καμάτων σου τὰ ἔπαθλα, λαμπρῶς δεχόμενος, παρὰ τοῦ τῶν ὅλων δεσπόζοντος, ᾧπερ ἀπὸ νεότητος, πάτερ Ἱλαρίων ἐδούλευσας· ὃν ἀεὶ δυσώπει, λυτροῦσθαι πειρασμῶν παντοδαπῶν, καὶ πάσης νόσου καὶ θλίψεως, τοὺς σὲ μακαρίζοντας.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸν παράλυτον Πάτερ γεωργὸν θεραπεύεις θαυμάτων δύναμιν, λαβὼν παρὰ Κυρίου, τῶν σῶν πολλῶν καμάτων, ὡς ἀντάξιον ἔπαθλον, καὶ νοσημάτων δεινῶν, πολλοὺς καὶ πόνων ῥύῃ.
Τὸν αἰχμάλωτον ὄντα καὶ αἰτούμενον πίστει τὴν σὴν βοήθειαν, Διάκονον λυτροῦσαι, παμμάκαρ Ἱλαρίων, τῷ Κυρίῳ κραυγάζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Παῤῥησίαν ὡς ἔχων πρὸς Θεὸν Ἱλαρίων τὸν σὲ δοξάσαντα, μὴ παύσῃ ἱκετεύων, ὑπὲρ τῶν σὲ τιμώντων, λυτρωθῆναι ἐκ θλίψεων, καὶ τῶν παγίδων ἐχθροῦ, τοῦ βροτοκτόνου Πάτερ.
Ἱλαρὸς τὴν καρδίαν καὶ τῷ πνεύματι ζέων Πάτερ ἐγνώρισαι, ποιήσας καὶ διδάξας, τὰς ἐντολὰς Κυρίου, ᾧ ὁσίως ἐδούλευσας, σαρκὸς νεκρώσας ὁρμάς, δεήσει καὶ νηστείᾳ.
Θεοτοκίον.
Ἀπειρόγαμε Κόρη, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, πολλαῖς κυριευθεῖσαν, ἀτόποις ἁμαρτίαις, τὴν ψυχήν μου διάσωσον, εὐλογημένη Ἁγνή, ἵνα σε μακαρίζω.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Πίστει τῶν θείων, μεταλαβὼν Μυστηρίων, πρὸς τὰ ἐπουράνια ἀνῆλθες, δώματα σῶν πόνων, ληψόμενος τὰ γέρα.
Ἀγαλλιᾶται, Θεσσαλονίκη πλησθεῖσα, τῶν σῶν θαυμασίων Ἱλαρίων, καὶ Χριστὸν δοξάζει, εἰς πάντας τοὺς αἰῶνας.
Νῦν Ἱλαρίων, σὲ ἀνυμνοῦντες ἐκ πόθου, τὴν σὴν ἐν ἀνάγκαις καὶ κινδύνοις, θείαν προστασίαν, αἰτούμεθα ἐν πίστει.
Ἄναξ σε Πάτερ, ὁ εὐσεβὴς ἱκετεύει, καὶ τὴν τῶν λειψάνων σου κομίζει, λάρνακα εἰς πόλιν, αὐτοῦ ὡς εὐλογίαν.
Θεοτοκίον.
Γενοῦ μοι Κόρη, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου, τῷ οἰκτρῷ σου δούλῳ μεσιτείᾳ, ἵνα σὲ δοξάζω, τὴν Κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεων τὴν χάριν, δαψιλῶς παράσχου, τοῖς τρυχομένοις ποικίλοις νοσήμασι, ὦ Ἱλαρίων Ἰβήρων, τὸ μέγα καύχημα.
Ὡς ἔχων παῤῥησίαν, πάτερ Ἱλαρίων, πρὸς τὸν Σωτῆρα Χριστὸν καθικέτευε, τοὺς σὲ τιμῶντας ῥυσθῆναι, ἐκ πάσης θλίψεως.
Τὸν ὕμνον μου προσδέχου, καὶ ταῖς σαῖς πρεσβείαις, τοῦ αἰωνίου πυρός με ἐξάρπασον, θαυματουργὲ Ἱλαρίων, τὸν σὲ ὑμνήσαντα.
Ὁλόφωτον παστάδα, πάτερ κατοικήσας, διαπαντὸς Ἱλαρίων ἱκέτευε, ὑπὲρ τῶν πίστει ζητούντων, τὴν προστασίαν σου.
Θεοτοκίον.
Ὑπερευλογημένη, τοῦ Σωτῆρος Μῆτερ, τῆς αἰωνίου κολάσεως λύτρωσαι, τοὺς ἀληθῆ Θεοτόκον, ὁμολογοῦντάς σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἰβηρίας θεῖος βλαστός, καὶ Θεσσαλονίκης θεοδώρητος θησαυρός, Ὁσίων λαμπρότης, παμμάκαρ Ἱλαρίων, ἡμῶν πρὸς τὸν Σωτῆρα, πρέσβυς εὐπρόσδεκτος.
Βίον διανύσας ἀγγελικόν, ἐν ὅλῃ καρδίᾳ Ἱλαρίων ἀπὸ παιδός, αὐτουργὸς θαυμάτων, ἐδείχθης παραδόξων, παρὰ Χριστοῦ πλουσίαν, χάριν δεξάμενος.
Πρῶτον ἐν ἐρήμῳ τοῦ Καρετζᾶ, εἶτα ἐν τῇ Λαύρᾳ, τοῦ ὁσίου Σάββα σοφέ, ἐν ὄρει Ὀλύμπου, καὶ ἐν Θεσσαλονίκῃ, ἀσκητικοῖς ἀγῶσι, λαμπρῶς ἐξέλαμψας.
Ἐξ αἰχμαλωσίας βαρβαρικῆς, ὥσπερ ἐλυτρώσω τὸν Διάκονον θαυμαστῶς, πάτερ Ἱλαρίων, οὕτω καὶ νῦν ἐκ πάσης, ἡμᾶς ἀνάγκης ῥῦσαι, τοὺς δεομένους σου.
Πάλαι τῶν λειψάνων σου ἡ σορός, ἔβρυεν ἰάσεις Ἱλαρίων διηνεκῶς, νῦν δὲ ἡ εἰκών σου, ἡ πάντιμος θεόφρον, τοῖς κατασπαζόμενοις, αὐτὴν ἐκ πίστεως.
Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, πρέσβευε ἀπαύστως πάσης ῥύεσθαι συμφορᾶς, τοὺς τὴν ἄσκησίν σου, τιμῶντας Ἱλαρίων, καὶ ἀπεκδεχομένους, τὴν θείαν χάριν σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάτερ, Ἱλαρίων θαυμαστέ, Ἰβηρίας καύχημα μέγα, θαυμάτων θεία πηγή, νόσων καὶ κακώσεων καὶ χαλεπῶν ὀδυνῶν, πειρασμῶν καὶ στενώσεων καὶ ἐκ πάσης ἄλλης, βλάβης ῥύου πάντοτε, ἡμᾶς δεόμεθα, ταῖς σαῖς θεοδέκτοις πρεσβείαις, τοὺς ἐν ἀδιστάκτῳ καρδίᾳ, τῇ σεπτῇ σου σκέπῃ καταφεύγοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

