Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ιεροσολυμίτισσαν

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ιεροσολυμίτισσαν Ieroso10

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς προσκυνοῦντας σὴν ἁγίαν εἰκόνα τὴν ἀχειρότευκτον, Ἁγνὴ Θεοτόκε, ἐν τῷ πανσέπτῳ τάφῳ σου ἐν Γεθσημανή σκέπε καὶ διάσῳζε, τῶν Ἱεροσολύμων σέμνωμα, κακώσεων, ἀκηδίας, ῥᾳστώνης καὶ χαμαιζήλων ἅπαντας παθῶν, ἵνα σε πόθῳ ψυχῆς μεγαλύνωμεν.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἱεροσολυμίτισσα Θεοτόκε, βοήθει μοί. X.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἱκανῶσον πάντας τοὺς εὐσεβεῖς τοῦ ὄφεως τάχος, Θεοτόκε, τὴν κεφαλὴν συντρῖψαι πτερνίζοντος τὸ γένος, τῶν χοϊκῶν, Ἱεροσολυμίτισσα.

Ἐπίβλεψον, Μῆτερ, ἐξ οὐρανοῦ καὶ ἰδέ τοὺς πόθῳ προσκυνοῦντας τὴν σὴν μορφήν, τὴν ἄνευ χειρὸς ἱστορηθεῖσαν βροτείου, ὦ Ἱεροσολυμίτισσα.

Ῥανίδας δακρύων μου σῶν εὐχῶν, ἀπόσμηξον μάκτρῳ, εὐσυμπάθητε Μαριάμ, τοῦ σπεύδοντος χάριτι σου θεῖα, τῇ μητρική, Ἱεροσολυμίτισσα.

Οὐράνωσον φρόνημα τῶν πιστῶν, ποθεῖν  τὰ ἐν πόλῳ διαμένοντα ἀκλινῶς, καὶ νέκρωσον λογισμοὺς ἀτάκτους, σῶν ἱκετῶν, Ἱεροσολυμίτισσα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σὴν εἰκόνα κατεῖδε, Τατιανή, Δέσποινα, ἔκπληκτος φωτὶ ηὔγασμένην, ὦ ξένου θαύματος, ἐν τῷ κελλίῳ αὐτῆς ἄνευ χρωστῆρος χρωσθεῖσαν, χοϊκοῦ Μητρόθεε, κόσμου βοήθεια.

Ὄλβος πέλει ναοῦ σοῦ τοῦ ἱεροῦ τάφου σοῦ, τὸ ἀχειροποίητον, Μῆτερ, θεῖον σου ἔκτυπον, οἱ προσκυνοῦντες πιστῶς άναβοώμεν βοήθει, σὲ τοῖς μακαρίζουσιν ἐν βίου κλύδωσι.

Λῦσον τῆς ἐμπαθείας σῶν ἱκετῶν ζόφωσιν καὶ εἰρήνην τῇ Ἐκκλησία δώρησαι Δέσποινα, ἵνα σὲ πάντες ἐνί, στόματι ἀνευφημῶμεν, καὶ μορφήν σου ἄχραντον κατασπαζώμεθα.

Ὑπερύμνητε Μῆτερ, Γεθσημανής σέμνωμα, σοῦ τὴν ἀχειρότευκτον ὄντως, κατασπαζόμενοι, μορφὴν βοῷμεν τρανώς, φανὲ Ἱεροσολύμων, τὴν ἡμῶν σκοτόμαιναν δίωξον θλίψεων.

Εἰρήνευσον, ζωὴν σῶν δουλῶν καὶ σύντριψον πολεμίους, ταῖς πρεσβείαις σοῦ πρός τὸν σὸν Υἱόν τὸν εἰρήναρχον, ἀκέστορ σεμνὴ Ἱεροσολύμων.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κακῶσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῇ.
Λιταῖς σου θερμαῖς, Ἱεροσολυμίτισσα, πιστῶν οἱ χοροὶ ἑκάστοτε προσφεύγοντες, εὐλαβῶς κραυγάζομεν· πρὸς Θεοῦ αἶνον χεῖρας ἀνύψωσον ἡμῶν σὴν ἀχειρότευκτον μορφὴν πιστῶς προσκυνούντων, Μῆτερ ἄχραντε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μητροπάρθενε Δέσποινα, τάφῳ ἐν πανσέπτῳ σου ἀσπαζόμενοι, Ἱεροσολύμων κλεῖσμα, σὴν εἰκόνα χάριτος πληρούμεθα.

Ἱεροσολυμίτισσα, Παναγίου Τάφου τὴν ἀδελφότητα, θερμοπύλας τὴν φυλάττουσαν, πίστεως ἐνίσχυε καὶ κράτυνε.

Τὴν εἰκόνα σου, Ἄχραντε, τὴν ἀχειροποίητον καὶ πανθαύμαστον, προσκυνοῦντες ἀπολαύομεν, πλούτου δωρεῶν τῆς συμπαθείας σου.

Ἰαμάτων ἡ χάρις σου ποταμὸς ἀστείρευτος ὤφθη ἅπασιν, ὦ Ἱεροσολυμίτισσα, ἀλγεινῶς νοσοῦσι, χαριτόβρυτε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στήριξον ἡμᾶς ἐν τῇ πίστει βακτηρίᾳ σου, προσευχῶν πρός τὸν Υἱόν σου καὶ Θεόν, τοὺς ὑμνοῦντάς σε, Ἱεροσολυμίτισσα.

Στέψον τοὺς πιστῶς προσκυνοῦντας σου τὸ ἔκτυπον, τὸ σεπτὸν ἀφθάρτῳ στέφει, οὐρανῶν Βασιλὶς κλεινῇ, Ἱεροσολυμίτισσα.

Ἄνωθεν ἡμῖν φῶς, Ἱεροσολυμίτισσα, ἐγρηγόρσεως κατάπεμψον ταχὺ τοῖς ἐν ζόφῳ ἀκηδίας, φεῦ, καθεύδουσι.

Θραῦσον τοὺς δεσμοὺς, ἁμαρτίας μου καὶ ἕλκυσον, τὸν σὸν πρόσφυγα πρὸς δόμους οὐρανῶν, θεοτίμητε Ἱεροσολυμίτισσα.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐπάκουσον, τῆς φωνῆς δεήσεως, τῶν πιστῶς ἀσπαζομένων εἰκόνα, σὴν ἀχειρότευκτον, Θεογεννήτορ, Τατιανήν ἡ σῇ θέᾳ εὐφρανοῦσα, τῇ λελουσμένη ἀστραπαῖς, θεϊκαῖς, Ἱεροσολυμίτισσα.

Οὖς ἅπασι, τάχιστα εὐήκοον, κλῖνον τοῖς ἐπιζητοῦσι σὴν χάριν, καὶ σὴν ἀντίληψιν καὶ προστασίαν, Μῆτερ Θεοῦ, Παϊσίου ἀγλάϊσμα τοῦ Ἀθωνίτου νεαυγοῦς ἀσκητοῦ, Ἱεροσολυμίτισσα.

Τῷ ἄρτῳ με, σῶν εὐχῶν διάθρεψον, τὸν πενόμενον οἰκέτην σου Μῆτερ, ἡ τῶν πιστῶν οἰκονόμος ὀξείᾳ, καὶ τῶν προσφύγων σου διαχειρίστρια, σοῦ τάφου ἐν Γεθσημανή θησαυρέ, Ἱεροσολυμίτισσα.

Ὁδήγησον, πάντων διαβήματα, πρὸς λειμῶνας ἀφθαρσίας παντέρπνους, τοὺς προσκυνοῦντας μορφήν σου, Παρθένε, τὴν ἱλαράν, Ἱεροσολυμίτισσα, ὀμβροβλυτοῦσαν τοῖς πιστοῖς τοῦ Υἱοῦ σου τὸ ἄμετρον ἔλεος.

Εἰρήνευσον, ζωὴν σῶν δούλων καὶ σύντριψον πολεμίους ταῖς πρεσβείαις σου πρὸς τὸν σὸν Υἱόν τὸν εἰρήναρχον, ἀκέστορ σεμνὴ Ἱεροσολύμων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἰμάτων σου.
Τὴν ἀχειρότευκτον θείαν εἰκόνα σου, περικλεὲς Ἱεροσολυμίτισσα, διακοσμοῦσαν τὸν πάνσεπτον τάφον σου πανευλαβῶς οἱ πιστοὶ ἀσπαζόμενοι χάριν τὴν σὴν δαψιλῶς ἐκδεχόμεθα.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος Σου ἐν πάσῃ γενεὰ καὶ γενεά.
Στίχος. Τὸ πρόσωπον σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκάν.
(Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπί τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπό τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου, τῆς Γεθσημανητίσσης, πρεσβείαις, Ἐλεῆμον, ῥῦσαι βλάβης με πλάνου.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθῃ τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σὴν ἀχειροποίητον καὶ παναγίαν εἰκόνα, τὴν κοσμοῦσαν τάφον σου, τὸν σεπτόν, Παντάνασσα ἀσπαζόμενοι, εὐλαβῶς κράζομεν· Κεχαριτωμένη, ὦ Ἱεροσολυμίτισσα, ὡς πάλαι ηὔφρανας τὴν Τατιανήν κατιδοῦσαν σε, μονάστριαν πυρσεύμασι, περιηυγασμένην καὶ χάριτι, χαραχθεῖσαν θεία, ἀφράστως ἐν κελλίῳ τῷ αὐτῆς, οὐτῷ κἀμὲ περιαύγασον φέγγει προστασίας σου.

Σῶσον, ὁ Θεός, τὸν λαὸν Σου…

ᾨδὴ ζ΄. Οἳ ἐκ τῆς Ἰουδαίας.
Κατ’ ἐχθρῶν ἀοράτων νίκας δίδου, Παρθένε, τοῖς σοὶ προσφεύγουσι, καὶ πόθῳ σὴν εἰκόνα, τὴν Ἱεροσολύμων θείαν κλῆσιν κατέχουσαν, ἀσπαζομένοις πιστῶς, Κυρία Θεοτόκε.

Εὐσυμπάθητε Μῆτερ, σωφροσύνης πυξία ἡμᾶς ἀνέδειξον, τοὺς σὲ ὑμνολογοῦντας, ἑκάστοτε καὶ πόθῳ, ἐκζητοῦντας τὴν χάριν σου, ἵνα τοῦ βίου σοφῶς, ἀνύσωμεν τὴν τρίβον.

Βάθρον τῆς παρθενίας, Παναγία παρθένε, τοὺς καταφεύγοντας, τῇ πάνσθενεί σου σκέπη, ἁγνείας μυροθήκας, ἡδυπνεύστους ἀνάδειξον, διώκουσα τῶν παθῶν, ἡμῶν τὴν δυσωδίαν.

Ὅρμον χειμαζομένων ἐν θαλάσσῃ τοῦ βίου ἀεὶ σε ἔγνωμεν, τῶν Ἱεροσολύμων, ἐπώνυμε Παρθένε, ὅθεν πόθῳ βοῷμεν σὸν, κατάπαυσον τῶν παθῶν, τὰς τρικυμίας, Μῆτερ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἡ ἐν ταῖς λύπαις, πιστῶν χορεία Παρθένε, τῇ σῇ χάριτι σπεύδουσα κράζει· δεῖξον μοι ἀφάτου, χαρὰς σκηνάς, Παρθένε.

Θεογεννήτορ, παῦσον ῥοάς τῶν δακρύων, οἰκετῶν σου πιστῶς προσκυνούντων, σὴν μορφὴν ἐν τάφῳ, Γεθσημανή σεπτῷ σου.

Ἐν ταῖς ἀνάγκαις, σὲ οἰκονόμον γιγνώσκω, καὶ ἰάτειραν ἐν ἀσθενείαις, χαλεπαῖς ὁ πρόσφυξ τῆς χάριτος σου, Μῆτερ.

Ἱλάσθητι μοι, τῷ προσκυνοῦντι μορφήν σου, ἥν βροτῶν οὐκ ἐχάραξε, Μῆτερ χείρ εὐλογημένῃ, Γεθσημανής κοσμῆτορ.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Μετόχους ἀθανάτων ἀγαθών σοὺς δούλους, Μῆτερ Θεοῦ, Ἱεροσολυμίτισσα, τοὺς προσκυνοῦντας εἰκόνα τὴν σὴν ἀνάδειξον.

Οὐδόλως ἀνανεύων, σχέσεως τοῦ πλάνου σὴν μητρικήν, Ἱεροσολυμίτισσα, αἰτοῦμαι χάριν καὶ κράζω· λῦσον μου πώρωσιν.

Ἰάτρευσον πληγάς μου τοῦ τραυματισθέντος, νόος ἐχθροῦ, Ἱεροσολυμίτισσα, ἀπάτῃ κράζω ὁ τάλας, δοῦλος σὴς χάριτος.

Χαρὰς ἀστασιάστου, πρόξενε Παρθένε, τῶν εὐσεβῶν, Ἱεροσολυμίτισσα, τῶν λυπηρῶν σῶν προσφύγων ἀχλὺν ἐκδίωξον.

Ἄξιόν ἐστὶν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ  παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν  ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε, ἀσπασώμεθα τὴν μορφήν, τῆς ἀειπαρθένου, ποιηθεῖσαν ἄνευ χειρὸς, ἀληθῶς βροτείου ἐν Ἱεροσολύμοις, καὶ ἔχουσαν τὴν κλῆσιν αὐτῶν τὴν πάνσεπτον.

Χαίροις τῆς νεότητος ποδηγὸς πρὸς τὴν σωτηρίαν καὶ προστάτις καὶ ἀρωγὸς σοὶ τῶν προσφευγόντων ἐν πάσαις βίου ζάλαις, Γεθσημανής κοσμῆτορ, πάνσεπτε Δέσποινα.

Τὴν σεπτὴν μορφήν σου, ἥν τῷ φωτὶ περιηὔγασμένην ἐν κελλίῳ Τατιανή τῷ αὐτῆς κατεῖδεν ἐν πίστει προσκυνοῦμεν, Κυρία Θεοτόκε, ὡς ἀχειρότευκτον.

Σὴν προσωνυμοῦσαν, Μῆτερ Θεοῦ, Ἱεροσολύμοις προσκυνοῦντες πανευλαβώς, θαυμαστὴν εἰκόνα λαμβάνομεν ἀφθόνως, τὴν ἐξ αὐτῆς τοῖς πᾶσι χάριν ἐκβλύζουσαν.

Δεῦτε ἀσπασώμεθα εὐλαβῶς, σὴν σεπτὴν εἰκόνα, ἐν τῷ τάφῳ Γεθσημανή, Ἱεροσολύμων λαμπρὰν προσωνυμίαν τὴν φέρουσαν, παρθένε Θεογεννήτρια.

Παρειμένον ἤγειρας θαυμαστῶς, ἐν τῇ Βουλγαρία καὶ ἠνέωξας ὀφθαλμοὺς ἐν αὐτή ἀρτίως τυφλῆς κατασπασθείσης σὸν ἔκτυπον, Παρθένε, τὸ ἀχειρότευκτον.

Δεῖξον τοῖς προστρέχουσιν εὐλαβῶς, σῷ πανσέπτῳ τάφῳ προσκυνήσαι τὴν σὴν μορφὴν, τρῖβον τὴν εὐθεῖαν ἀπάγουσαν πρὸς πόλον, τῶν Ἱεροσολύμων κλέος, Παντάνασσα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τὸ Ἀπολυτικόν. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Βοηθῆσαι σοῖς πρόσφυξι σπεῦσον, Δέσποινα, τοῖς εὐλαβῶς προσκυνοῦσι, ἐν τάφῳ Γεθσημανῆ, τῷ πανσέπτῳ σὴν μορφὴν ἀχειροποίητον, ὀμβροβλυτοῦσαν δαψιλῶς, ἰαμάτων ὀχετοὺς καὶ νάματα συμπαθείας, τοῖς σὲ ὑμνοῦσι Παρθένε, λαμπρῶς,Ἱεροσολυμίτισσα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Σὴν ἀχειροποίητον μορφήν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, κατασπαζόμενοι, θησαυρὸν ὑπάρχουσαν ὄντως πολύολβον, τοῦ ναοῦ τοῦ ἁγίου σου, ἐν τάφῳ σεπτῷ σου δύναμιν λαμβάνομεν τὴν ἀποῤῥέουσαν, ἐξ αὐτῆς καὶ πόθῳ βοώμεν· Χαῖρε, Παναγία Παρθένε, ἀγλαὴ Ἱεροσολυμίτισσα.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Εἰρηναῖον, Ἰεροσολυμίτισσα, Πατριάρχην
σκέπε, βοᾷ Χαραλάμπης.

 

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ιεροσολυμίτισσαν

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ιεροσολυμίτισσαν Ieroso10

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Βασιλέα τοῦ παντὸς τετοκυῖα, τὰ δευτερεῖα τῆς Τριάδος κατέχεις, Ἱεροσολυμίτισσα Παρθένε ἀγαθή, ὅθεν τῇ εἰκόνι σου, θείαν χάριν παρέσχες, ᾗ περ οἱ χριστώνουμοι, καταφεύγοντες πίστει, ὡς ἐκ πηγῆς πληρούμεθα ζωῆς, καὶ ἐκ παντοίων, παθῶν ἐκλυτρούμεθα.

Δόξα.
Ὅμοιον.

Ὥσπερ ἐτμήθη ὁ Ὑπέρθεος Λόγος, ἄνευ χειρὸς ἐκ τῆς σαρκός σου Παρθένε, Ἱεροσολυμίτισσα οὕτως καὶ ἡ εἰκών, ἡ σεπτὴ ἱστόρηται, ἐν Σιὼν τῇ ἁγίᾳ, ἄνευ χειρὸς Δέσποινα, ὑπὲρ φύσιν ὡς οἶδας, ἣν προσκυνοῦντες οἱ χριστιανοί, τῶν αἰτημάτων, τὴν λύσιν λαμβάνομεν.

Καὶ νῦν.
Ὄμοιον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὦ Ἱεροσολυμίτισσα, βοῶ κἀγώ σοι· Χαῖρε. Ἀ(θανάσιος).

ᾨδὴ α´. Ἦχος πλ.δ´. Ἁρματηλάτην φαραώ.
Ὡραιοτάτην σε εὑρὼν ὁ Κύριος, ἀπὸ πασῶν γενεῶν, Πνεύματι σκηνώσας, ἐν γαστρὶ ἁγίᾳ σου, Ἱεροσολυμίτισσα, σοὶ παρέσχε τὴν χάριν, πληροῦν ἀεὶ τὰ αἰτήματα, τῶν πιστῶς τιμώντων εἰκόνα σου.

Ἱερομύσται Προφητῶν προεῖδόν σου, τὴν καθαρότητα,καὶ ψυχῆς τὴν χάριν, ἐν σεπτοῖς ὁράμασιν· ὅτε δὲ ἦλθε πλήρωμα, ὁ ὑπέρθεος Λόγος, ἐκ σοῦ ἐτέχθη ὡς ἄνθρωπος, ἵνα σώσῃ Κόρη τὸν ἄνθρωπον.

Ἐν τῷ Σπηλαίῳ Βηθλεὲμ ἐγέννησας, Δημιουργὸν τοῦ παντός, καὶ ἐκ τῶν μαζῶν σου, Τοῦτον ἐγαλούχησας, Ἱεροσολυμίτισσα, καὶ ὡς βρέφος χερσί σου, μητροπρεπῶς ἐτιθήνησας.

Ὤ! τοῦ παραδόξου θεάματος. Ῥοὰς δακρύων χεομένων Δέσποινα, πρὸ τῆς εἰκόνος σου, ἴδε τῶν σῶν τέκνων, καὶ τὴν λύσιν χάρισαι, τῶν προβλημάτων τάχιστα, ὅπως σὲ προσκυνοῦντες, δοξάζωμεν τὸν δοξάσαντα, σὲ τὸν Ἰησοῦν τὸν γλυκύτατον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανὸς ἐγεγόνεις, τὸν οὐρανῶν Κύριον, ἐκ τῶν σῶν σπλάγχνων τεκοῦσα, Θεομακάριστε, καὶ δῶρον εἴληφας, ἐκ τῶν σεπτῶν σου εἰκόνων, χάριν χέειν ἄφθονον, ταύταις προστρέχουσι.

Στόμασί τε καρδίαις, ἀγγελικῶς κράζομεν, Χαῖρε Ἀρχαγγέλου Παρθένε, πρὸ τῆς εἰκόνος σου, ἣν πεπλουτήκαμεν, ἐκ τῆς Σιὼν προελθοῦσαν, καὶ θαυμάτων δύναμιν, ἡμῖν παρέχουσαν.

Οὓς ἐκτήσω Παρθένε, Χριστιανοὺς φύλαττε, ταῖς πρὸς τὸν Δεσπότην πρεσβείαις, καὶ δεῖξον ἅπαντας, οἴκους τῆς χάριτος, καὶ ἀρετῶν πανδοχεῖα, ὅπως τέκνα φαίνωνται, Χριστοῦ φωτόμορφα.

Λύτρωσαί με Κυρία, ἐκ τῶν παθῶν ἅπερ με, κτείνουσι ψυχὴν τὴν ἀθλίαν καὶ ὁδηγοῦσί με, πρὸς τὴν ἀπώλειαν, καὶ μακρυσμὸν τοῦ Υἱοῦ σου, ὅπως τὴν εἰκόνα σου, πόθῳ ἀσπάζωμαι.

Διάσωσον, ἀπὸ κινδύνων καὶ βλάβης ἀντικειμένου, τοὺς προστρέχοντας πίστει ἁγία εἰκόνι σου, καὶ δίδου χάριν μητρικὴν, Ἱεροσολυμίτισσα, πᾶσιν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀσπόρως Χριστόν, ἐκύησας Πανάμωμε, καὶ ἄνευ χειρῶν, ἱστόρησας εἰκόνα σου, Ἱεροσολυμίτισσα, ἐν Γεθσημανῆ θείᾳ χάριτι, ἥν περ ὡς δῶρον ἐκ σεπτῆς Σιών, τοῖς εὐλαβέσι, Ὀρθοδόξοις δεδώρησαι.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Ὑπερφυῆ Δέσποινα, τὰ μεγαλεῖά σου, οἷς Υἱός σε κατεμεγάλυνεν, καὶ ἡ πρεσβεία σου τῶν εὐχῶν, πέφυκε μεγίστη, διὸ οἱ πίστει τιμῶντές σε, προστρέχομεν βοῶντες, ἐν ἀνάγκαις τοῦ βίου, μὴ ἐλλείπῃς ἡμᾶς κινδυνεύοντας.

Μεῖνον ἀεὶ Πάναγνε, τοῖς δεομένοις σου, καὶ ὡς Μήτηρ πάντας καθοδήγησον εἰς ἀγαθὸν τὸ ψυχωφελές, ὅπως προσκυνῶμεν, σεπτὴν εἰκόνα σου πάντοτε, ἣν δέδωκας ὡς δῶρον, Ὀρθοδόξοις Παρθένε, ἐκ Σιὼν φιλοτέκνῳ ἀγάπῃ σου.

Ἰατρικὴν ἔχουσα, δύναμιν Πάναγνε, ἀσθενείας ἴασαι τῶν τέκνων σου, ψυχῆς ὁμοῦ σώματος ταχύ, δύνασαι γὰρ Μῆτερ, ὡς μεσιτείαν κατέχουσα, πρὸς τὸν γλυκὺν Υἱόν σου, Ὃν ὠς βρέφος βαστάζεις, ἐν εἰκόνι βλυζούσῃ τὰ θαύματα.

Τὸ πανάχραντον σῶμα, σοῦ ὁ Τάφος Δέσποινα οὐ κατεκράτησεν, ἀλλὰ πρὸς Δεσπότην, ὡς ναὸν πανευώδη ἀπέστειλεν, ἐν Γεθσημανῇ δέ, δέδωκας θείαν σου εἰκόνα, αὐτομάτως γραφεῖσαν τοῖς τέκνοις σου.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἵλεών μοι Δεσπότην, ποίησον Πανάμωμε τὸν Ἐλεήμονα, Ὃν ταῖς ἁμαρτίαις, καθ’ ἡμέραν λυπῶ ὡς ἀνόητος, καὶ τῆς μετανοίας, τὰς πύλας ἄνοιξον εὐχαῖς σου, τὴν ἁγίαν μορφὴν προσκυνοῦντί σου.

Σοῦ τὰ πάντα Παρθένε, φέρουσι σφραγῖδα τῆς μεγαλειότητος, καὶ τὸν νοῦν ἀνθρώπων, καταπλήττουσι ἐμφαντικώτατα, ὅθεν καὶ εἰκόνος, Γεθσημανῆ ὁ θεῖος τύπος, ὑπὲρ φύσιν καὶ λόγον ἱστόρηται.

Στέφος θείων χαρίτων εἴληφας Παρθένε διὰ τὴν ἁγνείαν σου, ἣν καταφιλήσας, ὁ ὑπέραγνος Κύριος εἴληφεν, ἐκ σαρκός σου σάρκα, καὶ ὡμοιώθη τοῖς ἀνθρώποις, οἷς μεσίτριαν σὲ ἐδωρήσατο.

Ἀναπλάσασα Κόρη, φύσιν τὴν ἀνθρώπειον πεσοῦσαν τόκῳ σου, δύναμιν κατέχεις, ἐνεργεῖν φυσικῶς τὰ θαυμάσια· ὅθεν καὶ εἰκόνα, ἀχειροποίητον παρέσχες, ἐν Σιὼν τῇ ἁγίᾳ Θεόνυμφε.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι, Σωτήρ.
Βάρη ποικίλα παθῶν, τὰ τὰς ψυχὰς Μῆτερ θλίβοντα, ὡς νέφαλα σαῖς εὐχαῖς, ταχέως ἀφάνισον, καὶ χαρὰν χορήγησον, ἀγαθοῦ Δεσπότου, ὦ Ἱεροσολυμίτισσα.

Ὁ νοῦς μου Σεμνὴ σκιρτᾷ, καὶ ἡ καρδία ἀγάλλεται, εἰκόνα θαυματουργόν, φιλοῦντος ἐκ πόθου σου, καὶ εἰρήνη ἄσειστος, ἔνδον βασιλεύει, ὦ Ἱεροσολυμίτισσα.

Ὡς βρέφος κλαίω θερμῶς, καὶ εὐγνωμόνως δοξάζω σε, εὐεργεσίας πολλάς, μνημονεύων Ἄχραντε, καὶ θείῳ σκιρτήματι, πρὸ μορφῆς σου πίπτω, ὦ Ἱεροσολυμίτισσα.

Κλῖνον τὸ οὖς σου Ἁγνή, καὶ ἄκουσον δέησιν, ἀσπαζομένων σεπτῶς, τὴν θείαν εἰκόνα σου, λύουσα αἰτήματα, καὶ τὰς παρακλήσεις, ὦ Ἱεροσολυμίτισσα.

Διάσωσον, ἀπὸ κινδύνων καὶ βλάβης ἀντικειμένου, τοὺς προστρέχοντας πίστει ἁγία εἰκόνι σου, καὶ δίδου χάριν μητρικὴν, Ἱεροσολυμίτισσα, πᾶσιν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς Σιών, Ἱεροσολυμίτισσα, κατοικεῖν ὁ Δεσπότης ηὐδόκησεν, οὕτω Μῆτερ, ἀπὸ πασῶν γενεῶν τῶν γυναικῶν, εὑρών, ἁγνοτάτην σε σκηνήν, καὶ πλατυτέραν οὐρανῶν, ὑπὲρ φύσιν σεσάρκωται. Ὅθεν ὡς Θεοτόκος, ἔχεις ἀεὶ τὴν χάριν, ἣν περ παρέχεις τοῖς πιστοῖς, τὴν εἰκόνα προσκυνοῦσί σου.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκάν
(Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός μεϗ Ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ Ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ἱεροσολυμιτίσσης, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἱεροσολυμίτισσα, ἡ τὸν Σωτῆρα τεκοῦσα, ὑπὲρ φύσιν ἅπασαν, καὶ τὴν ἀνθρωπότητα, ἐκλυτρώσασα, τὴν σεπτὴν εἰκόνα σου ἀχειροποιήτως, ἱστορήσασα ὡς ἔγνωκας, ταύτην παρέδωκας, ὡς καταφυγὴν τοῖς τιμῶσί σε. Ἣν πίστει ἀσπαζόμενοι, χάριτας λαμβάνομεν Ἄχραντε, καὶ δοξολογοῦμεν, ὡς ἔμψυχον Σιών σε ἐν ψαλμοῖς, οἱ ὀρθοδόξως πιστεύοντες, εἰς αἰῶνας ἅπαντας.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Παῖδες ἑβραίων.
Ἄγγελοι σὺν τοῖς Ἀποστόλοις, τὴν Μετάστασιν, σοῦ ὕμνησαν Παρθένε, ἐν Σιὼν θαυμαστῶς, πάντοθεν συναχθέντες, ἡμεῖς δὲ τὴν εἰκόνα σου, ἐν ᾠδαῖς καταφιλοῦμεν.

Γνῶσιν συλλήψεως οὐκ ἔγνως, Ἀειπάρθενε, ὡς ἔφης τῷ Ἀγγέλῳ, καὶ ἰδοὺ σὴ εἰκών, ἀχείρως ἐτυπώθη, τὴν χάριν φανεροῦσάν σου, ἣν πλουτεῖς ὡς Θεοτόκος.

Ὥσπερ συνάγει τὰ νοσσία, ὄρνις Δέσποινα, συνάγαγε σὰ τέκνα, τὰ ἐγγὺς καὶ μακράν, τιμῶντα σὴν εἰκόνα, καὶ λύσιν ψυχωφέλιμον, τῶν αἰτήσεων παράσχου.

Σῶσον τοὺς πόθῳ σε τιμῶντας, Μῆτερ ἄνανδρε, καὶ ἴασαι τὰς νόσους, τὴν ὑγιείαν αὐτοῖς, ἀκλόνητον διδοῦσα, καὶ προκοπὴν φιλόχριστον, ἐν τοῖς πράγμασι τοῦ βίου.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει.
Οὐρανόφοιτον δῶρον ἐχαρίσθη, ἡ σεπτή σου εἰκών, Ἁγίᾳ Ἐκκλησίᾳ, Ἱεροσολυμίτισσα, ἡ μυστικὴ καθέδρα, τοῦ Λόγου Ὃν ἐκύησας, ἐκ πανάγνων σου αἱμάτων.

Ἱερεῖα ἀνάδειξον Παρθένε, τοὺς τιμῶντάς σου, τὴν πάνσεπτον εἰκόνα, θανατοῦντας σοφῶς, τὰ ψυχοφθόρα πάθη, Ἱεροσολυμίτισσα, μητρικαῖς σου ἱκεσίαις.

Βρύει ῥεῖθρα τῆς Χάριτος μορφή σου, ἡ πανάμωμος, Παρθένε Θεομῆτορ, δι’ ὧν πάντες πιστοί, λαμβάνουσιν ἰάσεις, καὶ κατὰ χρέος ψάλλουσιν, εὐγνωμόνως σοι τό, Χαῖρε.

Ἁμαρτήμασι κατακεχραμένοι, προσερχόμεθα ἁγίᾳ σου εἰκόνι, ἐκκαθαρθῆναι Μῆτερ ἱκεσίαις σου, καὶ στολὴν φορέσαι, ἣν περ ὁ Δεσπότης, δίδωσι μετανοίας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἱεροσολυμίτισσα ἀγαθή, μὴ λιποῦσα Σιὼν δι’ εἰκόνος σου μητροπρεπῶς, ἀχειροποιήτου τε καὶ σεπτῆς, πόλιν Σεῤῥῶν ηὐλόγησας, ἥτις ὥσπερ ἄλλη Γεθσημανῆ, τιμᾷ ταύτην ἐνθέως, καὶ πάσας τὰς ἐλπίδας, πιστῶς ἐν σοὶ προσανατίθεται.

Ῥητόρων οὐκ ἰσχύουσιν αἱ φωναί, ὅπως ψάλλωσι Μῆτερ τὴν δόξαν σου, δι’ ἧς Υἱός, ὁ Μονογενής σου ὁ Ἰησοῦς, ἐδόξασέ σε Δέσποινα, ὑπὲρ ἅπαν ἄλλο τι ἐπὶ γῆς, διὸ καὶ οἱ τιμῶντες, σὴν πάναγνον εἰκόνα, σιγῇ καὶ πόθῳ ἀνυμνοῦμέν σε.

Εὑρίσκομεν κατάλληλον τὴν φωνήν, συγγενοῦς Ἐλισάβετ Πανάχραντε, δι’ ἧς ποτε, σὲ καθυπεδέξατο ἐν χαρᾷ, Εὐλογημένη λέγουσα, σὺ παρὰ Κυρίου ἐν γυναιξί, καὶ ὁ καρπὸς κοιλίας, ὑπερευλογημένος, δι’ Ὃν τοιαύτην δόξαν εἴληφας.

Ἀγκάλας σου ὑφάπλωσον μητρικάς, καὶ τιθήνησον πάντα τὰ τέκνα σου, Γεθσημανῆ, σκέπη καὶ κραταίωμα ἱερόν, Ἁγίους Τόπους Δέσποινα, ταῦτα θείῳ Πνεύματι μυστικῶς, δεικνύουσα καὶ μέλη, Σιὼν τῆς ἄνω Κόρη, καταξιοῦσα ταῖς πρεσβείαις σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἱεροσολυμίτισσα θαυμαστή, τοὺς ἀσπαζομένους, τὴν εἰκόνα σου τὴν σεπτήν, σκέπε καθ’ ἑκάστην, ἀπὸ παντὸς κινδύνου, καὶ Βασιλείαν δίδου, τὴν ὑπερπόθητον.

Ἀχειροποιήτως ἡ σὴ Μορφή, ἱστόρηται Μῆτερ, ὡς ηὐδόκησεν ὁ Θεός, ἐν τῷ ἱερῷ σου Μνημείῳ ἔνθα πάντες, Χριστιανοὶ τιμῶμεν, ταύτην Πανάχραντε.

Ὥσπερ ἐξ ἡλίου παντοειδεῖς, ἀκτῖνες Παρθένε, καταλάμπουσι πᾶσαν γῆν, οὕτως αἱ σεπταί σου καὶ ἱεραὶ εἰκόνες, πᾶσαν τὴν Ἐκκλησίαν, καταφαιδρύνουσι.

Χαῖρε χριστοφόρε Γεθσημανῆ, ἡ φιλοξενοῦσα, τὸ πανάχραντον καὶ σεπτὸν, Μνῆμα τῆς Παρθένου, ἅμα καὶ τὴν εἰκόνα, ἥ ἀχειροποιήτως, ξύλῳ τετύπωται.

Ὡς εὐλογημένη πόλις Σεῤῥῶν, ὅτι ἐν σοῖς κόλποις, ἔχεις σέβασμα ἱερόν, τῆς Μητρὸς Κυρίου εἰκόνα ζωηφόρον, ἐξ Ἱεροσολύμων, χάριτας βρύουσαν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β.΄ Ὅτε ἐκ τοῦ ξύλου σε.
Πόθῳ καὶ ἀγάπῃ τεκνικῇ, θείαν σου εἰκόνα τιμῶμεν καὶ ἀσπαζόμεθα, Ἱεροσολυμίτισσα, ἣν ὁ Χριστὸς ἐκ Σιών, ὡς οὐράνιον δώρημα, Σεῤῥαίων τῇ πόλει, φιλοτέκνως δέδωκε, ᾗ καταφεύγοντες, λύσιν αἰτημάτων ζητοῦμεν, καὶ τὴν οὐρανῶν Βασιλείαν, θείαις μεσιτείαις σου Πανάμωμε.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Ἱερουσαλὴμ τῆς ἄνω πολίτας δεῖξον,
Ἱεροσολυμίτισσα, τοὺς σὲ τιμῶντας.

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ιεροσολυμίτισσα

Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ιεροσολυμίτισσαν Ieroso10

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς τὴν Κυρίαν, τὴν ὑπερτέραν τοῦ χοροῦ τῶν Ἀγγέλων, τὴν τῶν πιστῶν ἀντίληψιν, τοῦ κόσμου τὴν χαράν, Ἱεροσολυμίτισσαν, Παναγίαν Παρθένον, δεῦτε μεγαλύνωμεν· καὶ γὰρ αὕτη συνέσχε, βρεφοπρεπῶς ἀγκάλαις μητρικαῖς, τὸν Βασιλέα, καὶ Κτίστην τοῦ σύμπαντος.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἱερολυμίτισσαν Κόρην ᾅδω. Ισιδώρας

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰδού τὴν Εἰκόνα σου τὴν σεπτήν, κατέχω ὡς πλοῦτον, καὶ ἁγίασμα ἱερόν, ὦ Μῆτερ Θεοῦ εὐλογημένη, Ἱεροσόλυμα πόλις σοι φθέγγεται.

Ἐνθέοις ἐν ᾄσμασιν οἱ πιστοί, ὑμνήσωμεν δεῦτε, τὴν πανύμνητον Μαριάμ, τὸ χαῖρε αὐτῇ ἀναβοῶντες, Σιών Ἁγίας Κυρία καὶ Ἔφορε.

Ῥητόρων πολύφθογγοι λαλιαί, σφραγίζονται ὅλως· οὐ γὰρ δύνανται ἐξειπεῖν, τὸν ἄφραστον τρόπον τοῦ σοῦ Τόκου, Θεογεννῆτορ Ἁγνὴ ἀπειρόγαμε.

Ὁ Λόγος ἐσκήνωσεν ἐπὶ σέ, παρθένε Μαρία, εὐδοκίᾳ τῇ τοῦ Πατρός, Ἁγίου τε Πνεύματος ἐλεύσει, καὶ Θεοτόκον εὐθὺς σὲ εἰργάσατο.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σοί τὸ χαῖρε βοῶμεν, Μῆτερ Θεοῦ ἄχραντε· χαῖρε τῆς χαρᾶς ἡ αἰτία, λύπης ἀναίρεσις, ἀπηλπισμένων ἐλπίς, τῶν ἀσθενούντων ἡ ῥῶσις, Ἱεροσολύμων τε πόλεως ἔφορε.

Ὀρφανῶν σὺ ὑπάρχεις, καί τῶν χηρῶν στήριγμα, τῶν πολεμουμένων τὸ τεῖχος, τὸ ἀπροσμάχητον, χειμαζομένων λιμήν, παντός τοῦ κόσμου ἡ σκέπη, ἀσθενῶν ἐπίσκεψις, κόρη Μητρόθεε.

Λυτρωτὴν καὶ Σωτῆρα, ὑπερφυῶς τέξασα, Ἄχραντε παρθένε Μαρία, πύλας ἠνέῳξας, τοῦ Παραδείσου ἡμῖν, ἔνθα ζωῆς αἰωνίου, ἐν χαρᾶς πληρότητι, ἐπαπολαύομεν.

Ὑετίζουσαν χάριν, καὶ δωρεὰς κρείττονας, Πνεύματος Ἁγίου βραβεύεις, τοῖς τὴν Εἰκόνα σου, Θεοκυῆτορ Ἁγνή, εὐλαβουμένους ἐκ πόθου, εἰς Ἱεροσόλυμα, ἀχειροποίητον.

Ἀγάλλονται, τῇ σῇ Εἰκόνι, πανάχραντε Παναγία, τὸ χωρίον Γεθσημανῆ, Σιών Ἁγία τε, ἁρμόδιον ὕμνον σοι προσφωνοῦσαι.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐκ πόθου τῇ σῇ, προσπίπτω ἀγαθότητι, ὦ Μῆτερ Θεοῦ, Ἱεροσολυμίτισσα, ἐκβοῶν· τῷ δούλῳ σου, φιλευσπλάγχνως Δέσποινα πρόστηθι, καὶ τὴν ταχεῖαν δεῖξον σου ῥοπήν, ἐν πάσαις τοῦ βίου περιστάσεσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μεγαλύνομεν Ἄχραντε, τὰ ὑπερφυέστατα μεγαλεῖά σου, καὶ θαυμάζομεν θαυμάτων σου, τῶν ἀπείρων, Κόρη, τὰ δωρήματα.

Ἱερῶς ἐπαγάλλονται, τὰ Ἱεροσόλυμα τῇ Εἰκόνι σου, τῇ σῇ σκέπῃ δὲ προστρέχουσιν, οἰκουμένης πάντα τὰ πληρώματα.

Τὶς ἀξίως αἰνέσει σου, τὴν ὑπὲρ κατάληψιν ἀγαθότητα, ἣ τὶς πάλιν διηγήσεται, Παναγία Κόρη, τὰ ἐλέη σου;

Ἰσχυρότατον ἔρεισμα, Παναγία Δέσποινα, ἐν ταῖς θλίψεσι, τὴν πρεσβείαν σου κατέχομεν, πρὸς Θεόν τὸν μόνον παντοδύναμον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σοὶ γονυκλινῶς, οἱ ἱκέται σοῦ προσπίπτομεν, Παναγία, ἐκζητοῦντες ἐκτενῶς, τὴν σὴν βεβαίαν καὶ φιλόστοργον ἀντίληψιν.

Σέβω καὶ τιμῶ, τὴν Εἰκόνα τὴν ἁγίαν σου, Παναγία, ἐν τῇ πόλει τῆς Σιών, χαριτωθεῖσαν, εὐπρεπείας ταῖς λαμπρότησι.

Ἄγαμαι τὴν σήν, Παναγία, ὡραιότητα, καὶ θαυμάζω σου τὴν δόξαν καὶ τιμήν, ἥν τῶν Ἀγγέλων, αἱ χορεῖαι καταπλήττονται.

Νήπιον Θεόν, ταῖς χερσί σου, Κόρη, ἔφερες, Παναγία, τὸν βαστάζοντα χειρί, πᾶσαν κτίσιν, ἐν σοφίᾳ ᾗ ἐποίησεν.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Κραταίωμα, ἰσχυρὸν κατέχομεν, ἐν ἀνάγκαις οἱ πιστοὶ Θεοτόκε, τὴν ἱερὰν καὶ σεπτήν σου Εἰκόνα, Γεθσημανῆ ἐν χωρίῳ ὑπάρχουσαν, ἐν πόλει Ἱερουσαλήμ, ἐπὶ γῆς ἔνθα ἔζησας, Δέσποινα.

Ὁλόλαμπρον, καὶ γλυκύ τὸ κάλλος σου, ἡ μορφή σου θαυμαστὴ καὶ ὡραία, ἡ δὲ τιμή τῆς σῆς δόξης ὑψίστη, τούς τῶν Ἀγγέλων χοροὺς καταπλήττουσα, Μαρία Μῆτερ τοῦ Θεοῦ, Ἐκκλησίας Σιών ἡ εὐπρέπεια.

Ῥανάτωσαν, αἱ νεφέλαι ἄνωθεν, γλυκασμὸν καὶ εὐφροσύνην τὰ ὄρη· σύμπασα γῆ ἐν χαρᾷ ἀγαλλέσθω, οἱ οὐρανοὶ τε συμφώνως σκιρτάτωσαν, καὶ πόλις Ἱερουσαλήμ, τὴν Παρθένον ὑμνείτω τὴν ἄχραντον.

Ἡ χάρις σου, ποταμὸς πληρέστατος, τῶν θαυμάτων τε γλυκύῤῥοος κρήνη, τῶν ἐν δεινοῖς ἀσφαλέστατον τεῖχος, καὶ συμπαθὴς βοηθός τῶν ἐν θλίψεσιν, καὶ σκέπη πάντων κραταιά, Παναγία ἐδείχθη Μητρόθεε.

Ἀγάλλονται, τῇ σῇ Εἰκόνι, πανάχραντε Παναγία, τὸ χωρίον Γεθσημανῆ, Σιών Ἁγία τε, ἁρμόδιον ὕμνον σοι προσφωνοῦσαι.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τὴν Εἰκόνα τὴν θαυματουργὸν καὶ τιμίαν σου, μετὰ δέους ἱεροπρεποῦς ἀτενίζοντες, Παναγία, αἰνετικοῖς βοῷμέν σοι ᾠδαῖς· χαρᾶς πλήρωσον πνευματικῶς, τὰ αἰσθητήρια ἡμῶν, καὶ ζωῆς καταξίωσον. Ἄχραντε Θεοτόκε, τοῦ κόσμου ἡ προστασία, ἁγίας πόλεως Σιών, ἡ Κυρία καὶ Βασίλισσα.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἰδὲ καὶ κλῖνον τὸ οὖς Σου καὶ ἐπιλαθοῦ τοῦ λαοῦ Σου καί τοῦ οἴκου τοῦ Πατρός Σου καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους Σου.

Εὐαγγέλιον
ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπί τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπό τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πόλις ἐπαγάλλεται, ἡ τῆς Σιών τῆς ἁγίας, τὴν σεπτὴν Εἰκόνα σου, θησαυρὸν κατέχουσα, ἀχειρότευκτον, καὶ ἡμεῖς στρέφοντες, πρὸς αὐτήν τὸ ὄμμα, Παναγία σοῦ δεόμεθα, λαοῦ σου πρόστηθι, τοῦ ἐν πειρασμοῖς τε καὶ θλίψεσι, καὶ ζάλαις προσπαλαίοντος, καὶ ἀπεγνωσμένου καὶ στένοντος. Ἔχει γὰρ σὲ σκέπην, γαλήνιον λιμένα καὶ φρουρόν, καὶ κηδεμόνα καὶ ἔφορον, καὶ θείαν παράκλησιν.

Σῶσον ὁ Θεός τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νουνεχῶς Παναγία, τὴν θερμήν σου πρεσβείαν ἐπικαλούμεθα· Θεοῦ γὰρ οὖσα Μήτηρ, ἰσχύεις ὅσα θέλεις, συμπαθῶς τε παρίστασαι, τοῖς πεποιθόσιν εἰς σέ, καρδίᾳ ἀδιστάκτῳ.

Ἀγαλλέσθω τῇ δόξῃ, τῆς παρθένου Μαρίας Ἱεροσόλυμα, ἡ πόλις ἡ ἁγία· αὐτὴν γὰρ ἔχει σκέπην, κηδεμόνα καὶ ἔφορον· Γεθσημανῆ τε ὁμοῦ, χωρίον συνεφραίνου.

Δικαιώσεως πάλιν, διά σοῦ τὸν χιτῶνα ἐπανενεδύθημεν, οἱ πρώην γυμνωθέντες, τοῦ ὄφεως ἀπάτῃ, Παναγία πανάμωμε, καὶ Βασιλείας Θεοῦ, γεγόναμεν πολῖται.

Ὡς ὑπέλαμπρον κάλλος, καὶ ὡς στέφανος δόξης ὑπὲρ κατάληψιν, παρθένε Θεοτόκε, τὴν θείαν σου Εἰκόνα, οἱ σοὶ δοῦλοι κατέχομεν, ἐν ᾗ καυχῶνται τρανῶς, Ἱεροσολυμῖται.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰδοῦ σε πᾶσαι, αἱ γενεαί τῶν ἀνθρώπων, μακαρίζουσι κόρη Παρθένε, Ἱεροσολύμων, τῆς πόλεως Κυρία.

Σοὶ κλίνω γόνυ, ἱκετικῶς Παναγία, καὶ βοῶ ἐκ βαθέων καρδίας, σῶσον τὸν λαόν σου, ἐκ βλάβης τοῦ δολίου.

Ἰσχὺν μεγάλην, καὶ πανσθενῆ συμμαχίαν, Παναγία παρθένε σὲ ἔχει, Ἱεροσολύμων, ἡ πόλις ἡ ἁγία.

Δικαίων τάξις, καὶ Προφητῶν αἱ χορεῖαι, ἐπὶ σὲ Παναγία σκιρτῶσι· εὗρον γὰρ ἐλπίδος, ἐν σοί τὴν προσδοκίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὦ Κόρη Παναγία, Ἱεροσολύμων, ἡ προστασία καὶ σκέπη, τοῦ κόσμου παντός, μὴ διαλίπῃς πρεσβεύειν ὑπέρ τῶν δούλων σου.

Ῥητόρων πολυσόφων, χείλη σιωπῶσι, ὦ Παναγία Παρθένε τοῦ Τόκου τοῦ σοῦ, τὰ μεγαλεῖα λαλῆσαι, ὅλως οὐ δύνανται.

Ἀγάλλου καὶ εὐφραίνου, Ἱεροσολύμων, ἡ θεοβάδιστος πόλις Εἰκόνα καὶ γάρ, τῆς Παναγίας Παρθένου ἔχεις ὡς σέμνωμα.

Σοὶ κλίνοντες τὸ γόνυ, Δέσποινα τοῦ κόσμου, ἐν ἱκεσίαις βοῶμεν ἐξ ὅλης ψυχῆς, δίδου ἡμῖν τὰ ἐλέη, τῆς εὐσπλαγχνίας σου.

Καὶ εὐθύς τό·

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ ἑπόμενα Μεγαλυνάρια,
ὧν ἡ ἀκροστιχίς· Χαῖρε Παναγία.
Χαίροις Μητροπάρθενε Μαριάμ, κόσμου προστασία, καὶ βεβαία καταφυγή, Ἱεροσολύμων τῆς πόλεως Κυρία, τῆς κτίσεως ἁπάσης ἡ ὑπερέχουσα.

Ἄγαμαι τὸ κάλλος σου Μαριάμ, στέργω σου τὴν δόξαν, μακαρίζω σου τὴν τιμήν, ὕμνοις ἐκθειάζω τὴν σὴν μεγαλοσύνην, τὴν χάριν σου θαυμάζω, τὴν ἀξιέραστον.

Ἱεροσολύμων ἁγία γῆ, τέρπου καὶ ἀγάλλου, τῇ Εἰκόνι τῇ ἱερᾷ, τῆς ἀειπαρθένου Ἀχράντου Θεοτόκου, ἣν ἔχεις ὥσπερ πλοῦτον ἀχειροποίητον.

Ῥόδον παρθενίας ἁγνοπρεπές, ἄνθος καλλονῆς τε, τῆς μητρῴας σεμνοπρεπές, σὺ εἶ Παναγία, πανάσπιλε Μαρία, διὸ σε ὕμνοις πάντες, ἐγκωμιάζομεν.

Πύλας Παραδείσου εὐθυτενῶς, ἤνοιξας παρθένε, Παναγία καὶ ἐκ πυλῶν, ἔσωσας τοῦ ᾅδου, τὸ γένος τῶν ἀνθρώπων, Χριστόν τὸν Ζωοδότην, ἀποκηύσασα.

Ἄγγελοι καὶ ἄνθρωποι συνῳδά, ὕμνοις σε τιμῶσι, Παναγία Μῆτερ Θεοῦ, Ἱεροσολύμων ἡ πόλις μετὰ δόξης, καυχᾶται ἐξαιρέτως, τῇ παρουσίᾳ σου.

Νάπαι καί τὰ ὄρη καὶ οἱ βουνοί, γῆ καὶ οὐρανὸς τε, πᾶσα κτίσις τε καὶ πνοή, χαίροις σοι βοῶσι, παντάνασσα Μαρία, τῶν Ἱεροσολύμων, ἥλιε ἄδυτε.

Ἄχραντον Εἰκόνα σου προσκυνῶν, Ἱεροσολύμων, ἐν τῇ πόλει Μῆτερ Θεοῦ, χάριν ἀπὸ ταύτης λαμβάνω πολυτρόπως, τὸ σθένος βεβαιῶσαν τῆς εὐλογίας σου.

Γύμνωσιν τῆς Εὐὰς καὶ τοῦ Ἀδάμ, Κόρη περιεῖλες, Παναγία θεοπρεπῶς, δόξης τὸν χιτῶνα αὐτοῖς ἀντιδιδοῦσα, καὶ θείας Βασιλείας, τὴν ἐπανάκλησιν.

Ἴδωμεν, θαυμάσωμεν οἱ πιστοί, Ἱεροσολύμων, ἐν τῇ πόλει τῇ ἐκλεκτῇ, ἀχειροποιήτου Εἰκόνος τὰ ἐλέη, Κυρίας Θεοτόκου, ἣν προσκυνήσωμεν.

Ἄρωμεν τὰ ὄμματα οἱ πιστοί, τῇ ἀειπαρθένῳ, Θεοτόκῳ ἱκετικῶς, Ἱεροσολύμων βοῶντες Παναγία, λαοῦ μὴ ἐπιλαθοῦ, τοῦ μεμνημένου σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν σεπτήν σου Εἰκόνα, Παναγία Πανάχραντε, τὴν ἀχειροποίητον οὖσαν, εὐλαβῶς ἀσπαζόμεθα· τιμῶντες καὶ θαυμάζοντες διό, τὸ κάλλος τῆς εὐώδους σου μορφῆς, ἐκζητοῦμεν τὰ ἐλέη σου ἐν παντί, Ἱεροσολυμίτισσα. Χαίροις ἡ Πλατυτέρα τῶν οὐρανῶν, χαίροις τοῦ κόσμου γέφυρα, χαίροις ἡ ἐν χερσί σου τὸν Θεόν, τοῦ σύμπαντος βαστάσασα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίρει οὐρανὸς τε καὶ ἡ γῆ, Ἄχραντε παρθένε Μαρία, τῇ ἀντιλήψει τῇ σῇ· Ἄγγελοι θαυμάζουσι τὴν θείαν δόξαν σου· οἱ πιστοὶ εὐφραινόμενοι, τὸν ὕμνον βοῶσι, πόθῳ καταφεύγοντες τῇ ἀντιλήψει σου· πόλις ἐξαιρέτως καυχᾶται, Ἱερουσαλὴμ ἡ ἁγία, ἔχουσα σὲ φύλακα καὶ ἔφορον.

Σέβω, εὐλαβοῦμαι καὶ τιμῶ, σοῦ τὴν σεβασμίαν Εἰκόνα, ὦ Παναγία σεμνή, τὴν ἀχειροποίητον καὶ θαυματόβρυτον· ὡς ἱκέτης δὲ κράζω σοι, ἐξ ὅλης καρδίας, πρόστηθι τοῦ δούλου σοῦ, ἐν περιστάσεσι. Ἔχεις γὰρ ἰσχὺν παῤῥησίας, πρός τὸν Βασιλέα τῶν ὅλων, ὃν χερσὶ μητρῴαις σου ἐβάστασας.

Δεῦτε ἐν τῇ πόλει τῆς Σίων, Ἱερουσαλήμ τῇ ἁγίᾳ, συναθροισθῶμεν πιστοί, ᾄδοντες καὶ ψάλλοντες τῇ Θεομήτορι, χαριστήρια ᾄσματα· καὶ γὰρ περιέπει, πάντας ἐν χρηστότητι καὶ ἀγαθότητι, χάριν τοῦ ἐλέους διδοῦσα, πᾶσι τοῖς ἐν πίστει τιμῶσι, ταύτης τὴν μορφήν τὴν πολυέραστον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Πηγή

Ὀχτώηχοι Κανόνες εἰς τὴν Παναγία Ἱεροσολυμίτισσα

Ποίημα Ἱερομονάχου Εὐφροσύνου Σαββαΐτου

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ιεροσολυμίτισσαν Ieroso10

ΗΧΟΣ Α΄

Κανών, οὗ ἡ ἀκροστιχίς·
Σέ τὴν Μητέρα τοῦ Φωτὸς ἐν Σιών γεραίρω.

ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Σέ τὴν ἀνατείλασαν τὸ Φῶς, τὸ ἐκ Φωτὸς ἀπαστράψαν, Θεόνυμφε, ἅγνισον τὰ χείλη μου ἐκδυσωπῶ, καὶ πλήρωσον αἰνέσεως, τῆς ἀδιαλείπτου, καὶ ἀκορέστου σου, Δέσποινα.

Ἔστησας τὴν ῥεῦσιν τῆς φθορᾶς, τῇ σῇ ἀφθόρῳ λοχείᾳ Πανάμωμε· ὅθεν ἱκετεύω σε διαῤῥοήν, τὴν τῶν παθῶν μου ξήρανον, Ἱεροσολύμων τὸ ἀκραιφνὲς ἀγαλλίαμα.

Τάγματα Ἀγγέλων ἐν Σίων, περικυκλοῦντα τὸ Μνῆμα σου Ἄχραντε, ὕμνοις ἀσιγήτοις σου τὴν ἱεράν, μορφὴν καταγεραίρουσι, τὴν ἠγλαϊσμένην, ταῖς καλλοναῖς τῆς Θεότητος.

Ἤνοιξας Παράδεισον ἡμῖν, παρακοῇ κεκλεισμένον τὸ πρότερον, καὶ ἐν τῷ χωρίῳ σου Γεθσημανῇ, σημαίνεις τὰ ἀπόῤῥητα, τῆς ἀθανασίας, τῇ πανενδόξῳ Εἰκόνι σου.

ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.
Νενίκηνται φύσεως ἐν σοί, οἱ ὅροι Μητροπάρθενε· παρθένος ἔτεκες Ἀπειρόγαμε, καὶ μετὰ τόκον ἔμεινας ἄφθορος· διὸ νῦν τὴν ἄνευθεν χειρῶν γενομένην σου, θεοτύπωτον ὄψιν δοξάζομεν.

Μυστήριον μέγα καθορῶ, ἐν σοὶ Θεοχαρίτωτε· πῶς τὸν Ἀχώρητον ἐν τῇ μήτρᾳ σου, ἀσπόρως Κόρη ἐκυοφόρησας, καὶ ὡς βρέφος νήπιον, χερσί σου ἐβάστασας, τῆς Σιών πολυφίλητε Ἄνασσα.

Ἡλίου σελήνη νοητοῦ, ὡς οὖσα Κόρη Δέσποινα, τὸ σκότος λῦσον τῆς ἀθυμίας μου, καὶ πρὸς ἀνέσπερον φῶς ὁδήγησον, τὸν δεινῶς τυφλώττοντα ἀχρεῖον ἱκέτην σου, τῆς Σιών φωτοφόρον παλλάδιον.

Τὰ πάθη τῆς ψυχῆς μου τὰ στυγνά, θεράπευσον ὡς εὔσπλαγχνος, καὶ τὰς ὀδύνας πάσας μετέστρεψον, εἰς εὐφροσύνην καὶ ἀγαλλίασιν· μητρικὰς ὠδίνας γὰρ ὡς φυγοῦσα Πάναγνε, τῆς Σιών χαριέστατον θέαμα.

ᾨδὴ δ΄. Ὄρος Σε τῇ χάριτι.
Ἔργοις καὶ ἐννοίαις πονηραῖς κατηχρείωσα, τὸ κατ’ εἰκόνα τῆς ψυχῆς μου αὐτοθελήτως ὁ αἰσχρός· διὸ  ἱκετεύω Σε, τὴν ὑπὲρ χοίρων βορβορώδη καρδίαν μου, ὡς Σιωνίτις πηγὴ ἀποκάθαρον.

Ῥήματι σου θείῳ δι’ ἐμὲ ἐξιλέωσαι, τὸν ἐλεήμονα Θεόν, Μῆτερ Σιών ἐκδυσωπῶ· ταχὺ μοι βοήθησον, τὸ δυσαπόσβεστον χρέος διαγράψαι, ταῖς σωστικαῖς τῷ Υἱῷ σου ἐντεύξεσιν.

Ἄνωθεν καὶ σκέποις καὶ φυλάττοις τὴν ποίμνην σου, τὴν ἐξ ἀπίστων ἐμμανῶς κατεχομένην, Ἀγαθή· καί τὴν ἀδελφότητα, τὸν σὸν Πανάγιον Τάφον φυλάττουσαν, ἐν ὁμονοίᾳ Ἁγνὴ διατήρησον.

Τὴν περικαλλῆ προσκυνοῦμεν Εἰκόνα Σου, Γεθσημανῆ ἐν τῷ ναῶ Θεοκυῆτορ εὐλαβῶς, τήν τοῦ θείου ἔρωτος φωτοειδῆ ὡς παστάδα αὐγάζουσαν, τὰς διανοίας τῶν πίστει ὑμνούντων σε.

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Οἱ Προφῆται καὶ ὁ Νόμος διὰ σοῦ ἐδοξάσθησαν, καὶ αἰνίγμασι πλείστοις σὲ τρανῶς διεχάραξαν· σὺ καὶ νῦν Πανάχραντε, πόλιν  τῶν Ἱεροσολύμων, καταλαμπρύνεις Εἰκόνι σου.

Ὑπὲρ φύσιν ἡ βλαστήσασα ῥάβδος ἐτύπου σε, καὶ λυχνία Παρθένε χρυσῆ ἡ ἑπτάφωτος, τὴν ἐν ὡραιότητι τῆς χάριτος ἐλλαμπομένην, Μῆτερ Σιών Παναμώμητε.

Φωτοφόρον σε Κυρίαν ἀληθῶς καθορῶμεν σε, καθημένην πλησίον τοῦ Τάφου τῆς δόξης σου. Πάντας οὖν καταύγασον ἐσκοτισμένους διανοίᾳ, Νύμφη Σιών ἀγλαόμορφε.

Ὢ ἀῤῥήτου φωταυγείας τῆς μορφῆς τοῦ προσώπου σου, καὶ πολλῆς εὐλογίας, ἣν παρέχεις τοῖς δούλοις σου, τοῖς πιστῶς προστρέχουσι Γεθσημανῆ ἐν τῷ χωρίῳ, σοῦ τὴν μορφὴν κατασπάσασθαι.

ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς.
Τῶν θλίψεων τοῦ βίου με ἀπάλλαξον, καί τῆς ἐχθρῶν κακώσεως, ἐν ἐξόδῳ τῆς ψυχῆς μου δυσωπῶ, Ἱεροσολύμων ἐγκαλλώπισμα, Μῆτερ Θεοῦ, τὸ καταθύμιον τῶν ὑμνούντων σε.

Οἰήσεως ἰῷ φαρμακευθέντα με, ἰάτρευσόν με Δέσποινα, ἀποπλύνουσα τῷ αἵματι Χριστοῦ, ῥύπον ὑπερήφανον καρδίας μου, μόνη Ἁγνή, Σιών Πριγκίπισσα ἡ ἀμόλυντος.

σοῦ μόνη ἡ ἐπίκλησις χαρίζεται, εἰρήνην τοῖς γεραίρουσιν, ὀρθοδόξως τὴν Μετάστασιν τὴν σήν, καὶ τοῖς σωτηρίας ἱκετεύουσιν ἐπιτυχεῖν, Σιών νεᾶνις ἡ πανυπέρλαμπρος.

Ἐκ σοῦ ἡμῖν ἀπάτωρ ἐπεδήμησεν, ὁ Λόγος Μητροπάρθενε, ὁ ἀμήτωρ πρὸ αἰώνων γεννηθείς, ἐκ τῆς τοῦ Πατρὸς ἀῤῥεύστως φύσεως, πύλη φωτός, Σιών ἁγίας βολὶς ἡ ἄδυτος.

Κάθισμα. Τὸν τάφον Σου, Σωτήρ.
Θεοῦ Μῆτερ Ἁγνή, ὡς Σιών Βασιλίδα, χειμάῤῥουν τῆς τρυφῆς, σωτηρίας ἐλπίδα, ἀκτῖνα τε τῆς κτίσεως, τῆς καινῆς ἐπουράνιον, τὴν Εἰκόνα σου, ἐπεγνωκότες τὴν θείαν, φωτιζόμεθα, κατὰ ψυχὴν καὶ καρδίαν, βοῶντες τὸ χαῖρε σοι.

ᾨδὴ ζ΄. Σὲ νοητήν.
Νέου Ἀδὰμ Μήτηρ ἀναδέδειξαι, τοῦ Παντοκράτορος Θεοῦ, δοξαστὴ καὶ ἐπεραστή· νέον γὰρ κειμήλιον, Ἄχραντε ἐγνώρισας, τοῖς ἐν Σιών τὴν Εἰκόνα σου, ὡς ἁγιάσματος σκῆνος, καὶ σκεῦος θείας χάριτος.

Σὲ ἀνυμνῶ ὡς παστάδα ἄφθορον, καὶ πόλιν ἔμψυχον Θεοῦ, ἣν εὐφραίνουσι ποταμοῦ, πάντα τὰ ὁρμήματα, Ἁγνὴ ἀσπαζόμενος, τὴν ὡραιόθετον ὄψιν σου, τὴν ἐν Σιών καθηλοῦσαν, ἀνθρώπων τὰ συστήματα.

Ἵνα τὴν σὴν εἰς αἰῶνας δόξαν σου, καὶ θεωρῶ καὶ ἀνυμνῶ, Σοὶ προσῆλθον ἐκδυσωπῶν, νῦν τε προγευόμενος τῆς ἀγαθωσύνης σου, Φωτογεννῆτορ Παντάνασσα, ἡ ἐκ Σιών ὡς σαγήνη, καθέλκουσα τὰ πέρατα.

Ὡς ἐκ μαζοῦ θηλάζει τὸ νήπιον, Παρθενομῆτορ ἐν χαρᾷ, σοὶ προσπίπτω τῇ καθαρᾷ, ἔκδιψος γενόμενος, τῆς Σῆς οἰκειώσεως, πανυπερπόθητε Δέσποινα, ἡ ἐν Σιών ἀμβροσίᾳ, μεθύσκουσα τοὺς ψάλλοντας.

ᾨδὴ η΄. Αὕτη ἡ κλητή.
Νόμοι  φυσικοὶ καὶ δεσμοὶ καταργοῦνται, ἐπὰν προσατενίζω, τὸν χαρακτῆρα τὸν θεῖον, τοῦ προώπου τοῦ σοῦ, ἐν Σιών Θεοκυῆτορ Πανάμωμε, τῆς κτίσεως πάσης, τὸ ἀπαράμιλλον κάλλος.

Γέρας καὶ τιμήν τῆς Σιών Ἐκκλησίας,  τὴν ἄχραντον μορφήν σου, κατανοοῦμεν Παρθένε, εὐωδίας Χριστοῦ, ἐμπιπλῶσαν τὴν γῆν, τὸν ἀέρα τε, καὶ θείας ἀγάπης, τοὺς ταπεινούς τῇ καρδίᾳ.

Ἔγειρον Ἁγνή τὴν πεσοῦσαν ψυχήν μου, διόρθωσιν μοι δοῦσα, καί τὴν καλὴν προθυμίαν, ἡ τὸ γένος ἡμῶν, ἀνυψώσασα μόνη τῷ Τόκῳ σου, Σιών ἡ Κυρία, εὐλογημένη Μαρία.

Ῥύπον ἐμπαθῆ τῆς καρδίας μου πάντα, ἀμόλυντε Παρθένε, ἐναποκάθαρον τάχει, ἡ τεκοῦσα σαρκί, τὸν Χριστὸν ἀδιαφθόρως ἀπείρανδρε, Σιών θεῖον χάρμα, καί τῶν δαιμόνων τὸ τραῦμα.

ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς.
Ἄσμα τί σοὶ προσενέγκωμεν, τῇ κιβωτῷ τοῦ θεϊκοῦ ἀπαυγάσματος, εἰ μὴ τὴν φωνήν τοῦ Γαβριήλ τὴν χαρμόσυνον, ἀνακράζοντες· χαῖρε Πανάμωμε, τῶν Ἱεροσολύμων, τὸ ἀποστίλβον Χριστοπήγιον.

Ἵνα εἰς αἰῶνας ἅπαντας, ἐκ τοῦ πλησίον μεγαλύνω σε Δέσποινα, δέξαι μου τὸ πνεῦμα ἀκηράταις παλάμαις σου, τῷ γλυκεῖ με Νυμφίῳ προσάγουσα, Σιών τῆς ἄνω μόνη, μετανοούντων προαπόλαυσις.

Ῥόδον ἀληθῶς ἀμάραντον, εὐωδιάζον Παλαιστίνης τὴν ἄρουραν, καὶ μοσχοβολοῦν τοῦ Παραδείσου τὸ ἄρωμα, ἡ Εἰκών σου τοῖς πᾶσιν ἐπέφανεν, ὦ Σιωνίτης Νύμφη, ἡ πανωραία καὶ θελκτήριος.

Ὤ τῆς ὑπὲρ νοῦν ἐλλάμψεως, τοῦ σοῦ προσώπου Κόρη καὶ καθαρότητος, τὸν νοῦν συγκινεῖ, καί τὴν καρδίαν εἰς αἴνεσιν, ἀλαλήτοις ᾠδαῖς τῆς σῆς χάριτος· χαῖρε Σιών Αὐγοῦστα, καὶ οἰκουμένης Αὐτοκράτειρα.

Προσόμοια. Ἦχος ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.
Πανάμωμε, Μήτηρ τοῦ Χριστοῦ, Νύμφη μυροβλύζουσα, τῆς παναγνείας τὸ ἄρωμα, τὸ ὑπερκόσμιον, χαῖρε δι’ ἧς ὤφθη, ὁμωνύμῳ χάριτι, Χριστός, ὥσπερ φησὶν ἐν τῷ Ἄσματι· σοῦ γάρ τὸ ὄνομα, μύρον θεῖον ἐκκενούμενον, ὑπὲρ πάντα, ὄντως τὰ ἀρώματα.

Παρθένε ἀκήρατε Σιών, πάνσεπτον κειμήλιον, τὴν σὴν Εἰκόνα τὴν ἄχραντον, ἡμῖν ἐγνώρισας, ὡς σκηνὴν ἁγίαν, καὶ πηγὴν ἰάσεων, ὡς πέλαγος θαυμάτων καὶ χάριτος, ὡς καταφύγιον, τῶν ἐν πίστει ἐκβοώντων σοι· χαῖρε Μήτηρ, Θεοῦ Ἀπειρόγαμε.

Ὡς πάνυ ὡραία ἡ μορφή, σοῦ Θεογεννήτρια, ὡς ἱλαρόν σου τὸ πρόσωπον, καὶ ἀγλαόφωτον, τὴν παρθενικήν σου, ἐκφαῖνον λαμπρότητα, δι’ ἧς καταφαιδρύνεις τὰ σύμπαντα, καί τὸν Χριστὸν ἡμῖν, ἐνδεικνύεις χαριέστατα, ὡς τοῦ κόσμου, Σωτῆρα καὶ Κύριον.

Πανένδοξε Κόρη τῆς Σιών, Κυρία καὶ Δέσποινα, ἁμαρτωλῶν ἡ ἀντίληψις, καὶ ἡ παράκλησις, τῶν ἀπηλπισμένων, δέξαι τῆς καρδίας μου, τὴν πόθῳ προσαχθεῖσαν σοι αἴνεσιν, καὶ μὴ ἀπώσῃ με, τοῦ προσώπου σου τὸν δείλαιον, ἐν τῇ ὥρᾳ, τῆς Κρίσεως δέομαι.

Δίστιχον·
Τοὺς ψάλλοντας Σοι πρῶτον ἐν Σιών Μῆτερ,
πρώτην στολὴν ἔνδυσον ἐν δεξιοῖς Σου.

ΗΧΟΣ Β΄

Κανών, οὗ ἡ ἀκροστιχίς·
Τὴν Μητέρα τῆς ζωῆς ἐν τῇ Σιών μεγαλύνω.

ᾨδὴ α΄. Ἐν βυθῷ κατέστρωσε.
Τὴν Μητέρα πάντες τῆς ζωῆς, δεῦτε προσκυνήσωμεν, Γεθσημανῆ ἐν χωρίῳ γηθόμενοι, οἷάπερ Βασίλισσαν, τὴν δεσπόζουσαν αἰσθητῆς, νοουμένης τε, κτίσεως Παρθένον, καὶ πεποικιλμένην θείαις χάρισιν.

Ἡ ψυχή μου Πάναγνε σκιρτᾷ, πάλλεται τὸ πνεῦμα μου, εὐγνωμοσύνης πληρούμενον Δέσποινα, σέ τὴν εὐεργέτιδα, καθορῶν ἐν Εἰκόνι τοῦ βίου μου· ὅθεν ταύτην πόθῳ, πάλιν καὶ πολλάκις κατασπάζομαι.

Νυμφικὰς κροτήσωμεν ᾠδάς, τὸ ἄχραντον πρόσωπον, τῆς Θεοτόκου πιστῶς λιτανεύοντες, σώματος ἁγνότητι, καὶ ψυχῆς λογισμῶν καθαρότητι, Ἱεροσολύμων, τὸ δεδοξασμένον σεμνολόγημα.

Μελιῤῥύτοις ὕμνοις τῷ σεπτῷ, Τάφῳ συγκατέλθωμεν, τῆς πανυμνήτου Μητρός τοῦ Θεοῦ ἡμῶν, ὑποκλίσει σώματος, καὶ αὐχένος καρδίας κραυγάζοντες· Ἱεροσολύμων, χαῖρε τὸ θεόβρυτον ἁγίασμα.

ᾨδὴ γ΄. Τῆς πίστεως.
Ἡγίασας, τὸν κόσμον τῷ τοκετῷ σου, καὶ ηὔφρανας, Πανάμωμε τὸν λαόν σου, ἁγίᾳ ἐμφανείᾳ τῆς σῆς Εἰκόνος, Σιών ἁγίας Ἁγνὴ βασιλεύουσα, καὶ παραμυθίαν ἡμῖν βραβεύουσα.

Τιμῶμεν σου, τὴν Κοίμησιν Παναγία, κυκλοῦμεν σου, Εἰκόνα τὴν σεβασμίαν, τὴν ὄπισθεν τοῦ Τάφου σου ἱσταμένην, καὶ ἀπαστράπτουσαν πᾶσιν τὴν ἄκτιστον, Θεοτόκε αἴγλην τῆς σῆς λαμπρότητος.

Ἐκπλήττομαι, ὁρῶν σε Παρθενομῆτορ, ἐξίσταμαι τὴν δόξαν σου ἀτενίζων, θαμβοῦμαι τῇ ἐλλάμψει τοῦ σοῦ προσώπου, καὶ καταφλέγομαι τῇ ἀγαπήσει σου, Σιωνῖτις Δέσποινα ὁ ἀνάξιος.

Ῥοήν μου τῶν δακρύων μὴ ἀποῤῥίψῃς, φωνήν τοῦ στεναγμοῦ μου μὴ ὑπερίδῃς, φιλάγαθε Παρθένε ἡ τετοκυῖα, τῆς εὐσπλαγχνίας τὴν ἄβυσσον δέομαι, Σιωνῖτις Κόρη, ἡ προστασία μου.

ᾨδὴ δ΄. Ἐλήλυθας.
Ἀνόρυκτον, ὡς πηγήν τῆς ἀφέσεως ὕδατος, ὡς ὑπερκαλλίκαρπον, καὶ εὐθαλῆ πάντες ἄμπελον, σὲ Κόρη γικώσκομεν, καταφιλοῦντες σου, ἐν Σιών Εἰκόνα τὴν ἄχραντον.

Τὰ ὄμματα, τῆς ψυχῆς καί τοῦ σώματος ἄρωμεν, καὶ τὰς ἐμπαθεῖς ἡμῶν διανοήσεις καθάρωμεν, ἁγνῶς κατασπάσασθαι, τῆς Θεομήτορος, ἐν Σιών μορφὴν ἀχειρότευκτον.

Ἠνέωκται, διά σοῦ ὁ Παράδεισος Δέσποινα, καὶ καταπεπάτηται τοῦ διαβόλου ἡ δύναμις· μόνον τῆς Εἰκόνος σου, τῇ προσκυνήσει γάρ, πονηρὰ διώκονται πνεύματα.

Συνδράμωμεν, Ἐλαιῶν ἐν τῷ ὄρει θεάσασθαι, ἐκ ψυχῆς τὸ ἔλεος τοῖς ἀδελφοῖς χαριζόμενοι, τήν τὸ μέγα ἔλεος, ἀποκηύσασαν, τοῖς ἀνθρώποις Κόρην τὴν ἄσπιλον.

ᾨδὴ ε΄. Ὁ φωτισμός.
Ζωογονεῖς, τοὺς αἰσχρῶς συλληφθέντας τῇ ἁμαρτίᾳ, καὶ χειραγωγεῖς εἰς ὁδὸν εὐθεῖαν, τοὺς συληθέντας τῷ νοῖ Θεοτόκε, ἡ τροφός τοῦ Τροφέως τῆς Κτίσεως, καὶ ἐκ τῆς Σιών χελιδών τῆς ἀνοίξεως.

Ὡς ἐφετόν, Παναγία Παρθένε τὸ πρόσωπον σου, τὸ ἀχειροποίητον· ἐν χωρίῳ Γεθσημανῆ γάρ, τῷ σεπτῷ σου τεμένει, ἐπὶ θρόνου δόξης τρανότατα, τὴν παρθενικήν σου δηλοῖ ὡραιότητα.

Ἡ τῆς ζωῆς, καὶ χαρᾶς πληρουμένη Χριστοῦ Παρθένε, τὸν νενεκρωμένον ἀνάστησόν με, καὶ τὴν θλιβεῖσαν εὔφρανον μου καρδίαν, τῆς Σιών ζωήῤῥυτε θάλασσα, καὶ χαριστικὴ δωρημάτων Παντάνασσα.

Σὺ ἡ τρυφή, ἡδονὴ καὶ ἀπόλαυσις τῆς ψυχῆς μου· Σὺ Θεοκυῆτορ ἀναπνοή μου, καὶ εὐωδία, καὶ ἐλπὶς σωτηρίας, τῆς Σιών τὸ θεῖον ἐνθύμιον, καὶ εὐλογημένον ἡμῶν καταφύγιον.

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἐν πολλαῖς ἁμαρτίαις σκοπούμενος, σέ τὸν ἀναμάρτητον Κύριον τέξασαν, καθικετεύω Δέσποινα, φωτισμὸν καὶ συγγνώμην παράσχου μοι.

Νοεραὶ στρατιαὶ καταπλήττονται, κύκλῳ κεκυφυῖαι τῆς θείας Εἰκόνος σου, ἐν τῇ Σιών καὶ μέλπουσι, Μαριάμ τὴν ὁλόφωτον χάριν σου.

Τὶ ὡραία, ἡδεῖα καὶ πάγκαλος, λευκανθισμένη, φαιδρὰ καὶ ἀκήρατος, ἐν τῇ Σιών Πανάμωμε, ἡ ἁγία μορφή σου ἐπέλαμψεν!

Ἡ ὡς ἄμπελος βότρυν γλυκύτατον, ἐκ τῆς σῆς Εἰκόνος ἀνθοῦσα ἑκάστοτε, τόν τῆς πικρίας θλίψεων, σκοτασμόν μου διάλυσον Ἄχραντε.

Κάθισμα. Πρεσβεία θερμή.
Ὦ θῆλυ σεπτόν, Θεοῦ Μήτηρ γέγονας, καὶ πύλη φωτός, καὶ θηλειῶν διέλυσας, τὸ ἀρχαῖον ἔγκλημα, διὰ τοῦτο πιστῶς λιτανεύοντες, τὸ πρόσωπον σου Κυρία Σιών, ἐν ὕμνοις τιμῶντες σε γεραίρομεν.

ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Σοῦ ἔνδοθεν πέφυκε ἡ δόξα· καρπὸν γὰρ κοιλίας σου, τῷ κόσμῳ προσενήνοχας, Παρθένε ἀνύμφευτε, τὸν σαρκωθέντα Θεόν, δι’ ὃν καὶ ἐλήλυθας, τῶν Ἱεροσολύμων τὸ καταθύμιον.

Ἰσόβαθμος Δέσποινα οὐδεὶς εὑρέθη, τῆς Σῆς καθαρότητος, δι’ ἧς Θεὸς ἐδείματο, τὸ ἴδιον σκήνωμα· ἀλλὰ καὶ νῦν ἐν Σιών, τῆς θείας σου χάριτος, τὸ πάνσεπτον σου σκῆνος, κατασπαζόμεθα.

Ὡς πάσης ὑπέρτιμος τιμῆς Παρθένε, Εἰκών σου ἡ ἄχραντος τοῖς πᾶσι πεφανέρωται, ὡραίων ὡράισμα τὸ ὡραιότατον νῦν, ᾧ πίστει καὶ δάκρυσον, ἐν τῇ Σιών ὡραίοις, ὕμνοις προστρέχομεν.

Νικῆσαι μὴ γένοιτο τῶν πράξεων μου, τὰ ἄτοπα Δέσποινα, τὸ πλῆθος τοῦ ἐλέους σου· τὴν πρόθεσιν δέξαι μου καὶ μή τὰ ἔργα τὰ αἰσχρά· φιλάγαθος πέφυνας, τῶν Ἱεροσολύμων τὸ ἱλαστήριον.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ.
Μόνη ἀσπόρως τὸν Θεόν, ἀπεκύησας σαρκὶ Παρθενομῆτορ, καὶ κατήλλαξας κόσμον, μόνη Αὐτῷ μυστικῶς, καὶ μόνην κυρίαν προστάτιδα, κέκτηταί σε πόλις, τῶν Ἱεροσολύμων.

Ἔθρεψας Κόρη τὸν Χριστόν, τῇ τροφῇ μητροπρεπῶς τῇ ἀνθρωπίνῃ, δι’ Αὐτοῦ δὲ ἐκτρέφεις, πάντας ἡμᾶς ἀληθῶς, οὐράνιον βρῶσιν καὶ πόσιν τε, Ἱεροσολύμων, ἡ ἑστιάτωρ μήτηρ.

Γέρας καὶ καύχημα λαμπρόν, Σιωνίτιδος μητρός τῆς  Ἐκκλησίας, ἡ μορφή σου ὁρᾶται, Γεθσημανῇ τῷ σεπτῷ, χωρίῳ ἥν ὕμνοις γεραίροντες, σὲ δοξολογοῦμεν, Παρθένε Θεοτόκε.

Ἀγγελικὴν διαγωγήν, ἀπὸ βρέφους τῷ Ναῶ ἔδειξας ὄντως, τοῦ νόος τῇ καθάρσει, καί τῇ μεθέξει σαφῶς, Ἁγνὴ ταῖς ἀΰλοις ἐντεύξεσι, χάριτος τῆς θείας, Σιώνυμφε Μαρία.

ᾨδὴ θ΄. Ἀνάρχου Γεννήτορος.
Λειμὼν ὡς μυρίπνοος, καὶ θάλαμος ἀκήρατος, τῆς ἀστέκτου σου δόξης ἡμῖν γνωρίζεται, ἡ ἀχειροποίητος ὄψις τῆς σῆς μορφῆς, Σιών ἐν ἁγίᾳ, Παρθένε ἀμόλυντε, ἥν ἐν ὕμνοις μεγαλύνομεν.

Ὑπέραγνε Δέσποινα, Ἱεροσολυμίτισσα, ἡ τῆς Εὐάς τὴν λύπην ἐξαφανίσασα, τοὺς τῆς κατωδύνου καρδίας μου σταλαγμούς, Ἁγνή τῶν δακρύων, ὡς βάπτισμα πρόσδεξαι, μετανοίας με καθαίρουσα.

Νυμφὼν ἀχειρόπλοκος, καὶ κρήνη ἐλεόβρυτος, ἡ ἁγία Εἰκών σου πάλαι ἐνδέδεικται, Ἱεροσολύμων ἐκλάμπουσα ἀστραπή, καὶ ὡς κολυμβήθρα, γεννῶσα Πανάμωμε, σῳζομένους ταῖς πρεσβείαις σου.

Ὡς θρόνον πανένδοξον, καὶ κλίνην Σολομώντειον, ἥν ἑξήκοντα ἄνδρες κυκλοῦσι Δέσποινα, τὴν πολυεράσμιον ὄψιν τῆς σῆς μορφῆς, Σιών ἐν τῇ πόλει, κυκλοῦντες σεβόμεθα, καὶ θερμῶς περιπτυσσόμεθα.

Προσόμοια. Ἦχος ὁ αὐτός. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦρο, πᾶς ὁ νέος Ἰσραήλ, Ἱερουσαλὴμ ἐν ἁγίᾳ, ὁμοῦ συνδράμωμεν, ὅρασιν θεσπέσιον καὶ πανευφρόσυνον, τὴν Εἰκόνα θεάσασθαι, Μητρός τοῦ Κυρίου, σκεῦος τὸ ἀπόλεκτον τῆς Ἐκκλησίας Σιών, ὕμνοις λιτανεύοντες ταύτην, καὶ ἀνεξικάκῳ καρδία, ἀρεταῖς οἱ πλούσιοι ὑπάρχοντες.

Ἄγε, μοναζόντων ἡ πληθύς, προοδοποιήσατε πόθῳ, τὸν ἐρχομόν τῆς Ἁγνῆς, καὶ προευτρεπίσατε τῆς  Θεομήτορος, τὸ σεπτὸν ἐνδιαίτημα, Σιών ἐν ἁγίᾳ, κάλλος προαρμόζοντες δοξολογιῶν ᾠδῶν, Ταύτῃ πλατυτέρᾳ ὀφθείσῃ, κτίσεως ἁπάσης τὸ χαῖρε, τῇ Παμβασιλίδι ἀναμέλποντες.

Χαῖρε, ἀκατάλυτος ναός, μᾶλλον δὲ ὁ ἅγιος Κόρη, καθὼς βοᾷ ὁ Δαυΐδ· χαῖρε τὸ κειμήλιον τῆς Ἐκκλησίας Σιών· χαῖρε ἄδυτον τέμενος, ἀναμαρτησίας· χαῖρε τὸ πολύτιμον νάρδου ἀλάβαστρον· χαῖρε κιβωτὸς πανταχόθεν, ἡ κεχρυσωμένη Παρθένε, ψυχῇ τε καὶ σώματι ἀμόλυντος.

Δέχου, τοῦ ποθοῦντός σε θερμῶς, Δέσποινα ἀχρείου σου δούλου, τὸ νῦν ἐφύμνιον, μόνην κεκτημένου σε βίου προστάτιδα, ἀῤῥαβῶνα τε ἄλυτον, Ἁγνὴ σωτηρίας, εἰρήνην βραβεύουσα καὶ εὐφροσύνην ἐμοί, Μῆτερ, θεοδέκτοις πρεσβείαις, τοῦ Ἰωακείμ καὶ τῆς Ἄννης, τῶν σωφρόνως Ἄχραντε τεκόντων σε.

Δίστιχον·
Δεύτερος αἶνός Σοι πρέπει Κόρη,
Τὰ  δευτερείᾳ τῆς Τριάδος ἐχούσῃ.

ΗΧΟΣ Γ΄

Κανών, οὗ ἡ ἀκροστιχίς·
Τῇ Ἱεροσολυμιτίσσῃ Νύμφῃ τρισσῶς ᾄδω.

ᾨδὴ α΄. Ὁ τὰ ὕδατα πάλαι.
Τῆς Σιών σε τὴν μόνην Δέσποινα δόξαν, ὑμνοῦμεν Θεοχαρίτωτε Κόρη, ἐν ᾠδαῖς μέλποντες τὴν σὴν ἁγίαν μορφήν, πίστει τε σὺν δάκρυσι, Γεθσημανῆ τῷ χωρίῳ, ἄφεσιν αἰτούμενοι τῶν παραπτώσεων.

Ἡ ἀνθρώπους δείξασα αὖθις Ἀγγέλους, Ἀγγέλων τιμιωτέρα Παρθένε, τὸν αἰσχρὸν δοῦλον σου, ὁμοιωθέντα οἰκτρῶς, τοῖς κακίστοις δαίμοσι, τῆς μετανοίας τοῖς τρόποις δεῖξον πάλιν Ἄγγελον, Σιών ἐν πόλει σου.

Ἱερὰν Εἰκόνα σου ἱεροτάταις, γεραίρομεν μελῳδίαις συμφώνως, ἱερῶς ἅπαντες ἐν ἱερῷ σου Ναῶ, εἰς Ἱεροσόλυμα, ἱερωτάτη Μαρία, ἡ ἱεραρχήσασα τῆς σωτηρίας ἡμῶν.

Ἐν φωτὸς μετουσίᾳ Μῆτερ ἀκτίστου, ἀξίωσον τοῦ φωτός τὴν πηγὴν σε, καθαροῖς χείλεσι καὶ ἀῤῥυπώτοις ψυχαῖς, σύν τῶν Ἀσωμάτων τε καί τῶν Ἁγίων χορείαις, μεγαλύνειν ᾄσμασι, Σιών τὴν Ἄνασσαν.

ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.
Ῥεόντων πάντων τὴν σχέσιν καταφρονῶ, ὁρῶν τὴν λαμπρότητα τῆς μορφῆς τοῦ προσώπου Σου, καί τῆς παρθενίας σου, τὸ ὑπερβάλλον, Σιών Ἁγία Κόρη.

Ὁ Γαβριήλ σοι ὁ Ἄγγελος προσλαλῶν, τῷ κόσμῳ ἐδίδαξεν, ἀνυμνεῖν σε Θεόνυμφε· χαῖρε Παντευλόγητε, ἡγιασμένη, Σιώμυμφε Παρθένε.

Σκηνὴ χρύσεα καὶ κάλλος μεγαλουργόν, γινώσκεται Ἄχραντε, ἡ Εἰκών σου ἡ πάνσεπτος, εἰς Ἱεροσόλυμα, καὶ παγκοσμίου σεμνεῖον εὐφροσύνης.

Ὁ τῆς ζωῆς ἡμῶν Ἄρτος ὁ προτεθείς, ἐν σοί τοὺς μετέχοντας ἀμβροσίαν εἱστίασε, ζωηφόρε Τράπεζα, Σιών ἁγίας, Ἁγία Θεοτόκε.

ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Λάμψον μου τὸν νοῦν, τῷ φωτί τῆς σῆς ὡραιότητος, ἆρον τὸν κλοιόν μου τὸν βαρύν, τῆς συνεχοῦς δεινῆς ἀπογνώσεως, χαρὰν χορηγοῦσα μοι, καί τὴν ἐλπίδα, Σιωνῖτις Δέσποινα.

Ὕλην τὴν σαπράν, τῆς κακίας κάθαρον Ἄχραντε, ἐκ τῆς παναθλίας μου ψυχῆς, ὡς συμπαθὴς καὶ μόνη ἀμόλυντος, θεοῤῥύτῳ Αἵματι, ἁγνίζουσα με, καὶ ἀνακαινίζουσα.

Μὴ ἐν τῇ φρικτῇ, διαζεύξει μόνον ἐάσῃς με, ἀλλὰ φάνηθι μοι ἰσχυρά, τοὺς νοητοὺς ἐχθροὺς ἐκδιώκουσα, καὶ τάχιον ῥύουσα, τῆς καταδίκης, τὸν ὑμνολογοῦντά σε.

Ἵλεων ἡμῖν, τὸν Κριτὴν ἀπέργασαι Δέσποινα, τοῖς ἐν τῇ ἐσχάτῃ γενεᾷ, ἀνεπαισχύντως νῦν ἁμαρτάνουσιν, ἡ ἐκ τῆς Εἰκόνος σου, θαυματουργοῦσα εἰς Ἱεροσόλυμα.

ᾨδὴ ε΄. Πρὸς Σὲ ὀρθρίζω.
Τίνα ᾠδὴν σοι προσφθέξωμαι ὁ ἀναιδής, τῇ ὑπερβάσῃ τὰς νοερὰς Δυνάμεις, εἰ μή τὸ χαῖρε τοῦ Ἀρχαγγέλου, Ἱεροσολυμίτισσα;

Ἱλέωσαί μοι τὸν ἐλεήμονα Θεόν, τὸ ἱλαστήριον τὸ θερμόν τοῦ κόσμου, καὶ ἱλαρὸν με δεῖξον Παρθένε, Σιών Ἁγία Δέσποινα.

Σκηνὴ ἁγία τοῦ ἀπροσίτου σου φωτός, ἡ θεοτύπωτος Ἄχραντε μορφή σου, καὶ ζωηφόρος κρήνη ὑπάρχει, Γεθσημανῇ τῷ χωρίῳ σου.

Σὲ ἱκετεύω τήν τὸν  Δοτῆρα τῆς ζωῆς, ἀποτεκοῦσα εἰς πάντων σωτηρίαν, ἀνάστησόν με παραπεσόντα, τοῖς πάθεσι Πανάμωμε.

ᾨδὴ στ΄. Ἄβυσσος ἐσχάτη.
Ἡ εὐλογημένη ἐν γυναιξὶ Θεοκυῆτορ, ἀπειρόγαμε Δέσποινα, τῆς Ἁγίας Πόλεως ἔγνωσαι καταφύγιον, καὶ ἐπίλεκτον σωτηρίας προπύργιον.

Νεῦσον συμπαθείᾳ τῇ μητρικῇ σου Θεοτόκε, Σιωνῖτις Παντάνασσα, καί τὸν πολυτάραχον τῶν λογισμῶν μου κόπασον, τῇ γαλήνῃ σου, σκοτομήνιον κλύδωνα.

Ὕμνοις ἀσιγήτοις ὁ οὐρανὸς καὶ πᾶσα κτίσις, σὲ Παρθένε γεραίρουσιν· ὡς ὡραία πέφηνας Ἄχραντε ἐν Εἰκόνι σου· διὰ τοῦτο σε, ἐκπληττόμενοι μέλπομεν.

Μὴ τετυπωμένη, διὰ χειρῶν Ἁγνὴ ἀνθρώπων, ἐκ Σίων πεφανέρωσαι· μὴ καὶ νῦν παρόψει με, Δέσποινα τὸν ἱκέτην σου, προσκυνοῦντα σε, ἀλλ’ ἐν τάχει βοήθει μοι.

Κάθισμα. Τὴν ὡραιότητα.
Πρό τῆς Εἰκόνος σου, Τάφος ζωήρρυτος, ἐπί τῇ μνήμῃ σου, πόθος ἀσίγαστος, θάμβος ἐν θαύμασι πολλούς, συνέχει Θεογεννῆτορ· πῶς γὰρ προσκυνήσωμεν, ἀναξίοις ἐν χείλεσι, τί δὲ σοι προσάξωμεν, εὐτελεῖς οἱ ἐν ᾄσμασι· διὸ ἐν ἀπορίᾳ κραυγάζομεν· χαῖρε, ἡ Κεχαριτωμένη.

ᾨδὴ ζ΄. Σέ τὸν ἐν πυρί.
Φέρεις ἐν χερσί τὸν Κτίσαντα, κόσμον θείῳ βουλήματι, καὶ δεικνύεις ὡς Θεὸν αὐτὸν θελήσαντα, σαρκωθῆναι ἀσπόρως, ἐξ ἁγίας γαστρός σου· εὐλογητὴ ἐν Σιών, ὑπάρχεις Κόρη Ἁγνή.

Ηὔγασται νῦν ἀγαλλίαμα, Δέσποινα ἐν τῇ μνήμῃ σου, καταθέλγον τοὺς πιστῶς τὴν θείαν ὄψιν σου, ἐν σεπτῷ σου τεμένει, προσκυνοῦντας Παρθένε, Γεθσημανῆ, Μαριάμ, ἐν γυναιξὶν ἡ καλή.

Τεῖχος οἱ πιστοὶ κεκτήμεθα, Ἄχραντε ὀχυρώτατον, τὴν Εἰκόνα σου Ἁγνή τὴν ἀχειρότευκτον, δι’ ἧς θράση δαιμόνων, καθαιροῦνται ταχέως, ἡ Στρατηγὸς ἐκ Σιών, ὑπερμαχοῦσα ἡμῖν.

Ῥήσεις Προφητῶν πεπλήρωνται, πᾶσαι ἐν σοὶ Πανάμωμε, καὶ ῥομφαία ἡ φλογίνη νῶτα δίδωσι, τοῖς πιστῶς Θεοτόκον, μελῳδοῦσι σε Κόρη· χαῖρε ἡ κλεὶς ἐν Σιών, τῆς κεκλεισμένης Ἐδέμ.

ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Ἱστίῳ Ἁγνὴ πρεσβειῶν σου, ἴθυνον πρὸς ὅρμον σωτηρίας τὸν λαόν σου· Σοῦ γὰρ μόνης θελούσης ῥᾳδίως, τὰ πάθη ἡμῶν λύεται. Ἀνυμνοῦμεν πάντες Παρθένε τὴν δόξαν σου, Ἱεροσολύμων, Μήτηρ εὐλογημένη.

Σιών κατευτρέπιζε τόπον, καὶ ὑποδεχέσθω καθαρσίῳ σου τῷ τρόπῳ, τὴν Εἰκόνα τῆς Θεοτόκου, καὶ Παρθενομήτορος· εὐλογείτω πᾶσα ἡ κτίσις τὴν χάριν σου, Κεχαριτωμένη, εἰς πάντας τοὺς αἰῶνας.

Σιγάτω ὁ πάλαι  Προφήτης, ὁ μηδὲν καινὸν ὑπό τὸν ἥλιον προλέξας, ὅτι θαῦμα πάντων θαυμάτων, μεῖζον πεφανέρωται, μία Κόρη τιμιωτέρα τῆς κτίσεως, καὶ ἐνδοξοτέρα, τῶν ἄνω στρατευμάτων.

Ὢ πόσων χαρίτων ἐπλήσθης, τῇ ὑπακοῇ καὶ ταπεινώσει σου Παρθένε! Οὐ κοσμῇ γὰρ λίθοις χρυσέοις, ἀλλὰ Θείῳ Πνεύματι. Ψαλμικῶς ἐν ᾠδαῖς καὶ ᾄσμασι μέλπομεν, σέ τὴν Βασιλίδα, τῶν Ἱεροσολύμων.

ᾨδὴ θ΄. Ἐν νόμου σκιᾷ.
Σὺ μόνη Θεοῦ γεγένησαι, Μήτηρ καὶ πεφανέρωσαι, Εἰκόνι σου Ἁγνὴ θεοτυπώτω, πάλαι ἐν Σιών· διὸ προστρέχοντες πίστει, Γεθσημανῇ τῷ σεπτῷ, καὶ παναγίῳ χωρίῳ, σὲ Παρθένε μεγαλύνομεν.

ᾈσμάτων ἡγείσθω ἐν Πνεύματι, κρούων καί τὸ ψαλτήριον, ὁ μέγας ἐν Προφήταις Πατριάρχης, ἄναξ τε Δαυΐδ· ἐκ σῆς ὀσφύος γὰρ ῥάβδος, ἁδρυνομένη ἡμῖν, λιτανευέσθω ἐν Σιών, ἡ Θεόπαις τε καὶ Δέσποινα.

Δεσπότου Σωτῆρος γέγονας, θρόνος βασιλικώτατος· Ἐδὲμ δὲ νοητὴ χρηματίζεις, Κόρη Μαριάμ· διὸ σε πάντα τὰ ἔθνη, ὥσπερ προεῖπας Ἁγνή, ἐν πόλει Ἱερουσαλήμ, προσκυνοῦντα μακαρίζουσι.

Ὦ Μῆτερ Θεοῦ πανάμωμε, Παρθένε ἀπειρόγαμε, ἀκένωτε πηγὴ ἀθανασίας, πύλη τοῦ φωτός, ὀσμή τῆς Χριστοῦ εὐωδίας, βρύσις θαυμάτων πολλῶν, ἡ σῇ ἀκήρατος μορφή, ἐν Σιών ἡμῖν γνωρίζεται.

Προσόμοια. Ἦχος ὁ αὐτός. Ὁ τῷ Πάθει Σου Χριστέ.
Τὶς λαλήσει ἀληθῶς, τὰς αἰνέσεις σου Ἄχραντε, καὶ ἀκουστὴν ποιήσει τὴν ἔλλαμψιν, τῆς σῆς ὡραιότητος; Ἱερουσαλήμ, τὸ χαριτωθὲν δόξῃ θησαύρισμα.

Μὴ γνωρίσασα φθοράν, ἐν τῷ τάφῳ Πανάμωμε, καὶ μεταστᾶσα σύσσωμος ἔμπροσθεν, τοῦ θρόνου τῆς Χάριτος, λύτρωσαι ἡμᾶς, τῆς φθοροποιῶν παθῶν καταστάσεως.

Χαῖρε Κόρη ἡ ὁδός, πρὸς Χριστὸν καὶ ἀντίληψις, τῶν προστρεχόντων πίστει σὺν δάκρυσιν, Εἰκόνι ἁγίᾳ σου, ἐν Γεθσημανῇ, ἡ μετὰ Θεὸν θεὸς δευτερεύουσα.

Τὶς σοι χάρις παρ’ ἡμῶν, Παναγία προσγένοιτο, ἧς ἐν ἀνθρώποις οὐκ ἔστιν ἄξιον, εἰ μὴ ἡ προσφώνησις, χαῖρε Μαριάμ, Κεχαριτωμένη, Μήτηρ ἀπείρανδρε.

Δίστιχον·
Τρισσήν τὴν χάριν δώρησαι τοῖς τὸν τρίτον
ὕμνον Σοὶ δόντας, Σιωνίτισσα Κόρη.

ΗΧΟΣ Δ΄

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σοὶ πρέπει ὕμνος, τῇ Μητρί τοῦ Θεοῦ ἐν Σιών.

ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.
Σοφίαν παράσχου μοι, τῷ ἀναξίῳ Πανάμωμε, τολμῶντι ὑμνῆσαι σου τὴν παναγίαν μορφήν, ὑπερύμνητε, Κυρία Θεοτόκε, Σιών ἀγαλλίαμα καὶ ἐγκαλλώπισμα.

Οὐράνιον σύνταγμα, τῶν Ἀρχαγγέλων κροτήσατε, ᾠδὴν παναρμόνιον τῇ Βασιλίδι Μητρί· προσκυνήσωμεν, πιστοὶ μετ’ εὐφροσύνης, Εἰκόνα τὴν πάνσεπτον τῆς Θεομήτορος.

Ἰσχύσατε σήμερον, οἱ παρειμένοι τῷ πνεύματι, καὶ πόθῳ ἀθροίσθητε ἐν τῷ Ναῷ τῆς Ἁγνῆς, ἀρυσόμενοι, τὴν χάριν τῶν θαυμάτων, καὶ  ᾆσαι γηθόμενοι τὰ μεγαλεῖα Αὐτῆς.

Πηγὴν ὡς ζωήῤῥυτον, καὶ κιβωτὸν ἁγιάσματος, δοχεῖον τοῦ Πνεύματος, καὶ τιμαλφῆ θησαυρόν, τὴν Εἰκόνα σου, πλουτοῦντες Παναγία, καρδίᾳ καὶ χείλεσι δοξολογοῦμέν σε.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ῥωννύμενοι σθένει σῆς Εἰκόνος, τροπούμεθα τὰς παρεμβολάς, ἐχθροῦ τοῦ κοσμοκράτορος, τοῦ πλάνου καὶ ἀλάστρορος, ἀπὸ καρδίας κράζοντες· χαῖρε ἰσχὺς ἀκαταίσχυντος.

Ἐλέους πηγὴ καὶ εὐσπλαγχνίας, ἐλέησον Μῆτερ ἀγαθή, τοὺς πόθῳ καταφεύγοντας, ὑπό τὴν θείαν Σκέπην σου, καὶ εὐλαβῶς προσπίπτοντας, τῇ σεβασμίᾳ Εἰκόνι σου.

Πανάμωμε Δέσποινα τοῦ κόσμου, καὶ Μήτηρ ἁγία τοῦ Χριστοῦ, τοὺς ἐπικαλουμένους σε, ἐν ὤρα τῆς ἐτάσεως, τῇ φοβερᾷ ἐκλύτρωσαι, πάσης δικαίας κολάσεως.

Ἐπίβλεψον Κόρη Θεομῆτορ, ἐξ ὄρους ἁγίου σου Σιών, ἐπίσκεψαι τὴν ποίμνην σου, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν, ὅτι σὺ μόνη πέφυκας, τῶν Ὀρθοδόξων ἀντίληψις.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἱλαστήριον τοῦ κόσμου, ὑπεράγαθε Δέσποινα, ἵλεων τὸν Κτίστην, ἡμῖν τοῖς Σοῖς δούλοις ἀπέργασαι, καὶ ὀφλημάτων τὴν λύσιν ἡμῶν αἴτησαι, τῶν βοώντών σοι· χαῖρε πταιόντων συγχώρησις.

Ὑμνῳδίαις ἀσιγήτοις, σὲ Παρθένε γεραίρομεν, καὶ καταφιλοῦμεν, σταλαγμοῖς δακρύων τὸν Τάφον σου, καί τὴν σεπτήν σου Εἰκόνα ἀσπαζόμενοι, χαῖρε ψάλλομεν, Θεὸν ἀσπόρως ἡ τέξασα.

Μεγαλώνυμε Μαρία, γηγενῶν τὸ διάσωσμα, Ἱεροσολύμων, ἔξοχον καὶ θεῖον ἀγλάϊσμα, τὴν οἰκουμένην εὐχαῖς σου διατήρησον, παρατείνουσα, Θεοῦ τὸ ἄμετρον ἔλεος.

Νέον φέρεις σαῖς ὠλέναις, τὸν προάναρχον Κύριον, καί τὸν νέον Κόρη, Ἰσραὴλ φωτίζεις τῆς χάριτος, ἡ νέα Εὖα δειχθεῖσα νεοποίησον, τοὺς κραυγάζοντας· χαῖρε βροτῶν ἀνακαίνισις.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὁ Τάφος σου Δέσποινα, ἁγίασμα καὶ σκήνωμα, θεῖον τῆς σῆς χάριτος ὑπάρχει, καὶ ἡ Εἰκών σου, ἡ ἀχειρότευκτος, ἐν οἷς προσκυνοῦντες εὐλαβῶς, εἰρήνην λαμβάνομεν, καὶ σωτήριον δύναμιν.

Σιών μεγαλύνεται, καὶ χαίρει εὐτρεπίζουσα, Τάφον καὶ Εἰκόνα τῆς σῆς δόξης, ἀγαλλομένη τοῖς θαυμασίοις σου, καὶ αἶνον προσᾴδει σοι Ἁγνή, θάμβει καθορῶσα σου, τῆς μορφῆς τὸ ὑπέρλαμπρον.

Τὸ θεῖον καὶ ἄρρητον, μυστήριον τοῦ Τόκου σου, πίστει ἀνυμνοῦμεν Θεοτόκε· Σὺ γὰρ παρθένος μόνη διέμεινας, πρὸ Τόκου, ἐν Τόκῳ καὶ  μετὰ Τόκον Ἀπειρόγαμε, ἀειπάρθενε Δέσποινα.

Ἡ δόξα σου ἄφραστος, ἡ χάρις σου θαυμάσιος, ξένα τὰ ἐν σοὶ Θεοκυῆτορ, καὶ ἡ μορφὴ σου ἡ περιπόθητος, παγκόσμιος γίνεται χαρά, πᾶσι τοῖς τιμῶσι σου, ἐκ Σιών τὴν Μετάστασιν.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Μαρία Κόρη θεόνυμφε, ἐλπὶς Χριστιανῶν ἀκαταίσχυντε, χαῖρε Ἀμόλυντε· τῆς Ἐκκλησίας τὰ σχίσματα, καὶ τὰς αἱρέσεις πάσας, τάχει κατάπαυσον.

Ἡλίου δίκην ἐπέφανεν, ἡ χάρις τῆς ἀχράντου Εἰκόνος σου, ἣν ἀσπαζόμενοι, ὡς τοῦ Φωτὸς σὲ γεννήτριαν, ἐν τῇ Σιών Παρθένε καταγεραίρομεν.

Τὸν ὕμνον πρόσδεξαι Δέσποινα, καὶ δώρησαι πταισμάτων συγχώρησιν καί τὴν ὁμόνοιαν, τῇ ἱερᾷ ἀδελφότητι, τοῦ Παναγίου Τάφου, νῦν δεομένῃ σου.

Ῥητόρων γλῶσσα οὐ δύναται, τὸ μέγεθος Ἁγνὴ διηγήσασθαι τῶν θαυμασίων σου, τῶν γινομένων τοῖς κάμνουσι, καὶ τοῖς τὴν σὴν Εἰκόνα, πίστει προσάπτουσι.

Κάθισμα. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἡ περιώνυμος Εἰκών σου Παρθένε, ἡ πολυφίλητος ἁγία μορφή σου, ὡς ἱερὸν θησαύρισμα τῆς δόξης σου Ἁγνή, τὴν σὴν ἀγαθότητα προσπηγάζει τῷ κόσμῳ, ἥν περιπτυσσόμενοι, κατανύξει καρδίας, τὴν τῷ Υἱῷ σου ἄγρυπνον εὐχήν, καὶ ἱκεσίαν, ἡμῖν ἐξαιτούμεθα.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἱκετεύομεν, τὴν χάριν σου καὶ σέβομεν, τὴν θαυματόβρυτον, καὶ ἱεράν σου μορφήν, τῆς θείας Εἰκόνος σου τὴν ἀγλαόμορφον, πανυπέρτιμε, εὐλογημένη Δέσποινα, καὶ Κυρία Θεοτόκε.

Τῇ ἐνδόξῳ σου, Κοιμήσει ἐπαγάλλεται, πιστῶν τὸ πλήρωμα, καὶ σοὶ Παρθένε βοᾷ· Χριστόν τὸν Φιλάνθρωπον νῦν παρακάλεσον, τοῦ δωρήσασθαι, τῷ κόσμῳ τὴν μετάνοιαν, καί τὴν ἄνωθεν εἰρήνην.

Οὐ παυόμεθα, τὸν Τάφον σου ἀσπάζεσθαι, τὸν ζωοπάροχον, ἐξ οὗ ἀνῆλθες Ἁγνή, πρὸς θεῖα σκηνώματα καί τὴν Εἰκόνα σου, τὴν θελκτήριον, τὴν ῥέουσαν ὡς νάματα, γκυλασμόν καὶ εὐφροσύνην.

Θείου ἔρωτος, μαγνήτην καθιρῶμεν σε, Δέσποινα Ἄχραντε, ἐν τῇ Ἁγίᾳ Σιών· ἐκ γάρ τοῦ προσώπου σου ὑπερεκχέεται, ἀγαλλίαμα, καὶ εὐλογία ἄῤῥητος, μυστικῆς παραμυθίας.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἔλλαμψον ἡμῶν τὰς διανοίας, φωτί τῆς σῆς φωτοβόλου ὡραιότητος, Κόρη ἀγλαόμορφε, Νύμφη παναμώμητε, καὶ καθαρῶς ἀξίωσον τὴν καθαρὰν σε ὑμνεῖν, τὴν μόνην Θεοτόκον Παρθένον, καὶ εὐλογημένην, εἰς πάντας τοὺς αἰῶνας.

Οὕτως, ὡς ἐδόξασαν σε ὕμνοις, χοροὶ Ἀρχαγγέλων ἐξιστάμενοι, ἄνωθεν τῆς κλίνης σου, καὶ νῦν ἡμῶν πρόσδεξαι, αἴνεσιν ἐγκόσμιον ἁμαρτωλῶν ἱκετῶν, κυκλούντων τὴν Εἰκόνα σου πόθῳ, καὶ δοξολογούντων, Ἁγνὴ σε εἰς αἰῶνας.

Εἶδος τῆς μορφῆς σου καθορῶντες, ἀνάπλεον οἴκτου καὶ χρηστότητος, πλῆρες ἱλαρότητος, δόξης τε καὶ χάριτος, τῷ ἔρωτι σου Δέσποινα καταφλεγόμεθα, ἀνύμφευτε ἁγία Παρθένε, Κεχαριτωμένη, εἰς πάντας τοὺς αἰῶνας.

Νόμους καὶ δεσμοὺς καταφρονοῦμεν, τῆς φύσεως ὑπερποθῆτε Παντάνασσα, ἐπὰν ἀτενίσωμεν, τὸ θεῖον σου πρόσωπον, καὶ εὐχερῶς τροπούμεθα τάς τοῦ ἐχθροῦ προσβολάς· διὸ σὲ ὡς Κυρίαν ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Σέλας νοητόν, καὶ ἄκτιστον κέχυται ἀπό τοῦ Τάφου σου, σέλας ὑπερκόσμιον, καταπυρσεῦον ἡμῶν τὰ πρόσωπα, καὶ χάρις περιήστραπται ἐκ τῆς Εἰκόνος σου· ὅθεν πάντες, ὡς Φωτὸς Μητέρα σε, Θεοτόκε πιστῶς μεγαλύνομεν.

Ἴδωμεν λαοί, τὸ κάλλος τὸ ἄῤῥητον τῆς Θεομήτορος· ᾄσωμεν, θαυμάσωμεν, χεῖρας κροτοῦντες νῦν ἀλαλάξωμεν, χαριστηρίοις μέλεσιν ἐγκωμιάσωμεν, καὶ δακρύων ὄμβροις ἀσπασώμεθα, τὴν μορφήν τῆς Παρθένου Θεόπαιδος.

Ὤ τῆς ὑπὲρ νοῦν, καὶ ξένης ἀνόδου σου εἰς τὸν Παράδεισον! Ὢ μακαριότητος, ἧς μετὰ σώματος κατηξίωσαι, συναπολαύειν Δέσποινα, τῷ σῷ Υἱῷ καὶ Θεῷ! Οἴας δόξης τὰ ἐν σοὶ τεράστια, περιβέβληται Κόρη μυστήρια!

Νεῦσον πρὸς ἡμᾶς, εὐσπλάγχνῳ σου ὄμματι Θεογεννήτρια, φεῖσαι τῶν ψυχῶν ἡμῶν, καὶ πρὸς μετάνοιαν ἐπανάγαγε, λαὸν ἀποσκιρτήσαντα τῶν ἐντολῶν τοῦ Θεοῦ, παῤῥησίᾳ αἰτοῦσα τὸν Κύριον, σωτηρίαν λαοῦ σου καὶ λύτρωσιν.

Προσόμοια. Ἦχος ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἡ Σιών ἐπαγάλλεται, τὴν σεπτήν σου κατέχουσα, Ἄχραντε Εἰκόνα τὴν ἀχειρότευκτον, ὡς θησαυρὸν πολυτίμητον, καὶ σκήνωμα ἅγιον, τῆς σῆς χάριτος Ἁγνή, εὐφροσύνως τὸ χαῖρε σοι, ἀναμέλπουσα, Παναγία Παρθένε ἡ τεκοῦσα, ἐν σαρκί τὴν σωτηρίαν, παντός τοῦ κόσμου καὶ λύτρωσιν.

Τὶς ἀξίως ὑμνήσει σου, μεγαλεῖα τὰ ἄῤῥητα, Θεομῆτορ Δέσποινα καὶ τεράστια, ἃ καθ’ ἑκάστην τοῖς χρῄζουσι, τελεῖς θείᾳ χάριτι, ἀπὸ Ἱερουσαλήμ, εἰς τοῦ κόσμου τὰ πέρατα, Ἀπειρόγαμε, σῇ μορφῇ ἀστραπτούσῃ ἐξαισίως, θευαγῇ φωτοχυσίᾳ, τοῖς εὐλαβῶς προσκυνοῦσι Σε.

Χαῖρε ἅγιον τέμενος, τοῦ Δεσπότου τῆς κτίσεως, καὶ βροτῶν ἀντίληψις ἀκαταίσχυντος· χαῖρε Μαρία πανάμωμε, Σιών περιτείχισμα, καὶ παγκόσμιος χαρά, τῶν ἐν γλώσσῃ καὶ πνεύματι, γεραιτόντων σε, ταπεινῶν τῇ καρδίᾳ Θεοτόκε, τῶν Ἀγγέλων φωτοδότις, καί τῶν πεσόντων ἀνόρθωσις.

Εὐγνωμόνως σοι δίδωμι, τὴν ἁγνήν μου προαίρεσιν, καὶ παρακαλῶ σε Θεογεννήτρια, ὁ ὑπὲρ πάντας ἀκάθαρτος, τειχίζειν με πάντοθεν, τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ φωτίζειν ποιεῖν ἀεί, τὸ σὸν θέλημα· ἐν ἐσχάτῃ τῇ ὥρᾳ δὲ Παρθένε, τὴν ψυχήν μου σαῖς ἀγκάλαις, περικρατῆσαι καὶ σῶσαί με.

Δίστιχον·
Τοὺς τέταρτον ὕμνον ψάλλοντάς Σοι Κόρη,
τετράκις εὐλόγησον Σιών ἐν πόλει.

ΗΧΟΣ  ΠΛΑΓΙΟΣ Α΄

Κανών, οὐ ἡ ἀκροστιχίς·
Τῷ ἔρωτί Σου νύξον με, Ἱεροσολυμίτισσα.

ᾨδὴ ἆ.  Ἵππον καὶ ἀναβάτην.
Τίνα σοι προσενέγκω ἄξιον ὕμνον Ἁγνή, τῇ Μητρί τοῦ Κυρίου ὁ ἀληθῶς ἀνάξιος, εἰ μή τὴν χαρμόσυνον, τοῦ Ἀγγέλου πρόρησιν· χαῖρε Δέσποινα Σιωνίτισσα.

Ὤφθης ἱερωτάτη καταφυγὴ πρὸς Θεόν, καὶ Παράδεισος ὄντως ὁ ὑπεραγλαέστατος, σεμνὴ Παναμώμητε, ἡ καρποφορήσασα, τὸν Σωτῆρα καὶ Λυτρωτὴν ἡμῶν.

Ἔπαρον sαῖς ὠλέναις μητροπρεπῶς πρὸς Χριστόν, καὶ συγχώρησιν αἴτει ἡμῶν τῶν παραπτώσεων, τῶν πίστει ὑμνούντων σε, καὶ παρακαλούντων σε, Παναγία Σιών Πανύμνητε.

Ῥόδον εὐωδιάζον τὰς θεουργοὺς ἀρετάς, ἡ ἁγία Εἰκών σου Παρθένε ἀναδέδεικται, πρὸς ἣν ἀτενίζοντες, οἱ φιλαμαρτήμονες, εἰς μετάνοιαν ἀναγόμεθα.

ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Ὦ πάντων ἐπαίνων κρείττων Πανάχραντε, καὶ Ἀγγέλων πάνυ ἡ ὑπερέχουσα, δέξαι μου τὴν αἴνεσιν καὶ μὴ Δέσποινα ὑπερίδῃς, τὴν προθυμίαν τοῦ προσᾴδειν σοι, καί τοῦ αἰωνίως δοξάζειν σε.

Τὰ κλεῖθρα τῆς παρθενίας μὴ λυμηνάμενος, καὶ τὴν σὴν γαστέρα κατῳκισάμενος, Λόγος ὁ προάναρχος σαρκί, ὤφθη Παρθενομῆτορ· ἀποτελῶν γάρ τὸ καινότατον, ἐν αὐτῇ τῶν πάντων μυστήριον.

Ἰδοὺ γὰρ αἱ γενεαὶ σε πᾶσαι γεραίρουσιν, ὥσπερ πάλαι ἔφης Θεοχαρίτωτε· Σὺ γὰρ κεχρημάτικας Ἐδέμ Κόρη ἱερωτέρα, τῆς αἰσθητῆς καὶ θρόνος πάγχρυσος, ἐν ᾧ ὁ Δεσπότης ὠχήσατο.

Σὲ κόσμου δευτέρου σπέρμα φυλάξασαν, κιβωτὸς Παρθένε προεξεικόνισε· Σὺ γὰρ ἀπεκύησας Χριστόν, τὸν κλύσαντα τελείως, τὴν ἁμαρτίαν καί τὰ κύματα, ταύτης ἀληθῶς κατευνάσαντα.

ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας.
Ὁρῶντες σὴν μορφήν τὴν ἀκήρατον, ἐν τῷ χωρίῳ τῷ σεπτῷ, Γεθσημανῇ ἐξιστάμεθα, καὶ ἐκθαμβούμεθα πάντες, τὴν θείαν καλλονὴν ἀπαστράπτουσαν.

Ὑμνοῦμεν τὸν καρπόν τῆς κοιλίας σου, τὸν θεῖον Ἄρτον τῆς ζωῆς, τὸν ἀγεώργητον ἄσταχυν, καὶ ὡς συναίτιον πάντων, ἡμῶν τῆς σωτηρίας σε μέλπομεν.

Νεάζω τῇ καρδίᾳ θεώμενος, τὴν καταθέλγουσαν μορφήν, τοῦ σοῦ προσώπου Ἀμόλυντε· καὶ ἁγιάζομαι αὖθις, καὶ μόνον ἐννοῶν σε ὁ ἄθλιος.

Ὑπερδεδοξασμένη, Πανάμωμε, χαῖρε παγκόσμιε λιμήν, τῆς σωτηρίας τῶν θλίψεων, τοῖς ἐν πελάγει τοῦ βίου, δεινῶς χειμαζομένοις ἑκάστοτε.

ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Ξένα καὶ παράδοξα, τὰ σὰ μυστήρια, εὐλογημένη Θεοκυῆτορ· διὰ σοῦ ἐπλάσθη γάρ, μητρικῷ σου λόγῳ, Λόγος Πατρὸς ὁ ἄναρχος.

Ὁ τῆς δόξης Κύριος, φωνῇ τοῦ κτίσματος, ἐκτίσθη Κόρη ἐν τῇ γαστρί σου· ὧ γλυκείας γλώσσης σου, ἀνακαλεσάσης, τὴν οἰκουμένην ἅπασαν!

Νάρδος ἀποστάζουσα, τὸν θεῖον ἔλεος, καὶ θλιβομένων παραμυθία, ἡ Εἰκών σου Δέσποινα, ἡμῖν ἐπεγνώσθη, τοῖς ἐπὶ σὲ ἐλπίζουσι.

Μήτηρ Θεοῦ πέφυκας, μόνη Πανάμωμε, ὦ θεῖον θῆλυ εὐλογημένον! Διά σοῦ γὰρ Δέσποινα, τό τῆς παρθενίας καλὸν διαπεπλάτυνται.

ᾨδὴ στ΄. Ἐκύκλωσε με ἄβυσσος.
Ἐν πόλει τῇ ἁγίᾳ σου, ἐν τόπῳ σκηνώματος δόξης σου, προσπίπτομεν δάκρυσι τῇ θείᾳ Εἰκόνι σου, χαῖρε βοῶντες, Ἱεροσολυμίτισσα.

Ἱλέωσαι τὸν δοῦλον σου, Χριστὸν δυσωποῦσα τὸν Κύριον, καὶ ῥῦσαι κολάσεως φρικτῆς με τὸν δείλαιον, τῇ σῇ πρεσβείᾳ, Ἱεροσολυμίτισσα.

Ἐν ὤρα τῆς ἐξόδου μου, ἐλθὲ στοργικῶς με σκεπάζουσα, τῷ θείῳ ἐλέει σου Ἁγνὴ καὶ σκεδάζουσα, τάξεις δαιμόνων, Ἱεροσολυμίτισσα.

Ῥοήν τήν τῶν δακρύων μου, καί τοὺς στεναγμούς τῆς καρδίας μου, Παρθένε προσφέρω σοι, τῇ μόνῃ Κυρίᾳ μου· συγχώρησόν μοι, Ἱεροσολυμίτισσα.

Κάθισμα. Τὸν συνάναρχον Λόγον.
Χαῖρε μήτηρ  καὶ δούλη Χριστοῦ ἡ ἄχραντος, ἁμαρτωλῶν προστασία, καὶ θλιβομένων χαρά· χαῖρε πόλεως Σιών ἡ θεία ἔφορος· χαῖρε νεφέλη φωτεινή, ἐν  ἐρήμῳ τῆς ζωῆς, σκιάζουσα τὸν λαόν σου· χαῖρε ἀμόλυντε Νύμφη, μόνῃ Θεῶ εὐαρεστήσασα.

ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Ὁ ἐπιδεχόμενος τοῖς Ἀγγέλοις ὕμνησιν, τὴν σὴν ἐχαρίτωσε μορφὴν καί τὴν Κοίμησιν, ψυχήν σου τὴν ἁγίαν, ἐναγκαλισθείς ἐν δόξῃ.

Σύ τὸ ἐνδιαίτημα, τῆς συγκαταβάσεως, Παρθένε τοῦ Κτίσαντος καὶ πάσης κολάσεως, ἡ δυναμένη μόνη, ἐκβαλεῖν τοὺς  πεπτωκότας.

Ὁ ἐν τῇ Εἰκόνι σου, Λόγος ὁ προάναρχος, τὴν θείαν ἀγκάλην σου οἰκεῖ ὁ Πανάγαθος, καὶ σὲ ἡμῖν δεικνύει, ὡς Μητέρα σωτηρίας.

Λάμπρυνον τὸ ἔνδυμα, τῆς ψυχῆς μου Πάναγνε, τὸ φῶς ἡ κυήσασα καὶ πάλιν ἀνάγαγε, διά τῆς μετανοίας, εἰς τὴν πρώτην με πατρίδα.

ᾨδὴ η΄. Σοὶ τῷ Παντουργῷ.
Ὕψωσον τὸν νοῦν, βεβυθισμένον ὅλον, αἰσχροῖς ἐνθυμήμασι καὶ ἀτοπήμασι· Σὲ γὰρ κατέχων ἐλπίδα μου βεβαίαν, Δέσποινα οὐ φρίττω, τὸ τῆς ἀβύσσου φρέαρ.

Μήτηρ μου σὺ εἶ, καὶ ἀγαλλίαμα μου, τροφός, καταφύγιον, βρῶσις καὶ πόσις μου, ἔρως, πνοή μου, παράκλησις ἡδεῖα, Σιωνῖτις Κόρη, καὶ θεία προστασία.

Ἴδετε ὀσμήν, τὴν ἀποκενωθεῖσαν, τῷ μύρῳ τῆς χάριτος τῆς Θεομήτορος, καὶ εὐωδίαν τῆς ἐν Σιών Εἰκόνος, ὑπὲρ ἀρωμάτων τῶν γηγενῶν εἰκότως!

Τάφον σου φιλῶ, ὡς θεῖον προμνηστέα, ζωῆς τῆς ἀμείμονος καὶ κατασπάζομαι, Κόρη Παρθένε τὴν ἄχραντον μορφήν σου, τὴν εὐλογημένην, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.
Ἰαμάτων ῥεύματα, ἀναβλύζει ἐν Γεθσημανῇ· ὦ ὄψις φαιδρὰ καὶ εἰρηνική, ζωοῦσα Πανάμωμε, τοὺς ἡδονῶν πταίσμασι νεκρούς, καὶ φυγαδεύουσα, τὴν ψυχόλεθρον κατάθλιψιν.

Σὲ προανεφώνησεν, ὁ Προφήτης πάλαι Δανιήλ, ὡς ὄρος καὶ λίθον ἄνευ χειρῶν, τμηθέντα Πανάχραντε, καὶ ὁ Δαυΐδ ὄρος τὸ Σιών, ἐν ᾧ ηὐδόκησε, κατοικῆσαι ὁ Θεὸς ἡμῶν.

Σὺ μυριοπλάσιον, Παναγία, ἅρμα τοῦ Θεοῦ, ἀπείρους εὐθυνουμένων ψυχάς, προσάξασα Δέσποινα, τῷ Λυτρωτῇ σάρκα δι’ ἡμᾶς, ἐκ σοῦ φορέσαντι· διὸ πάντες σὲ δοξάζομεν.

Ἄνοιξόν μοι Δέσποινα, τὰς ἀγκάλας, σοῦ τὰς μητρικάς, ἐν ὥρᾳ τῆς τελευτῆς μου τὰς φοβεράς, δαιμόνων ἀπείργουσα, τελωνικὰς τάξεις τὴν ἐμήν, ψυχὴν φυλάττουσα, περισφίγγουσα καὶ θάλπουσα.

Προσόμοια. Ἦχος ὁ αὐτός. Χαίροις ἀσκητικῶν.
Χαίροις, Παρθενομῆτορ Ἁγνή, τὸ καθαρώτατον τοῦ Λόγου παλάτιον, Ἀγγέλων ἡ θυμηδία, Χριστιανῶν ἡ ἐλπίς, καταπονουμένων ἡ ἀντίληψις· αἰτία θεώσεως, τῶν βροτῶν χρηματίσασα, τῷ σῷ ἀσπόρῳ τοκετῷ Ἀπειρόγαμε, ἡ Βασίλισσα, καὶ Κυρία τῆς κτίσεως· χαῖρε Μαρία ἄσπιλε, Σιών ἀγαλλίαμα· χαῖρε παγκόσμιος δόξα, καὶ μοναζόντων τὸ στήριγμα· Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Χαίροις, ἡ ἐν Σιών καλλονή, τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, ὡραία, σεμνὴ καὶ μόνη, ἐν γυναιξὶν ἡ καλή, Κεχαριτωμένη, παντευλόγητε· τὴν θείαν Εἰκόνα σου, προσκυνοῦντες δοξάζομεν, σέ τὴν Παρθένον, καὶ Μητέρα τοῦ Κτίσαντος, κόσμον ἅπαντα, ὁρατὸν καὶ ἀόρατον· ὤ τῶν ὑπὲρ κατάληψιν, χαρίτων σου Δέσποινα, καί τῆς ἀφάτου προνοίας, καὶ μητρικῆς σου χρηστότητος, ἡμῖν τοῖς ὑμνοῦσι, τὴν ὑπέρλαμπρον μορφήν σου, καὶ πολυφίλητον!

Στάμνον, ῥάβδον καὶ βάτον Ἁγνή, νεφέλην κούφην καὶ λυχνίαν καὶ τράπεζαν, σκηνήν, κλίμακα καὶ τεῖχος, καὶ κιβωτόν τὴν χρυσῆν, ὄρος πῖον Κόρη καὶ κατάσκιον, τρανῶς προκατήγγειλαν, οἱ Προφῆται σε ἄνωθεν, ναὸν Κυρίου, καὶ φωτὸς ἐνδιαίτημα, ἱλαστήριον καὶ πηγὴν ἁγιάσματος· πύλην τὴν ἀδιόδευτον, ἐλαίαν κατάκαρπον, ἄσμα Νοῶν καὶ λαβίδα, τὸν θεῖον ἄνθρακα φέρουσαν· Σιών χαῖρε Μήτηρ, Ἱερέων χαρμοσύνη, καὶ ἀγαλλίαμα.

Δέχου, τοὺς στεναγμοὺς τῆς ψυχῆς, Θεογεννῆτορ, τοῦ ἀχρείου ἱκέτου σου, καὶ μὴ παρασιωπήσῃς, τοῦ ἱκετεύειν Χριστόν, σῶσαι με τὸν πόρνον καὶ κατάδικον· οὐδεὶς γὰρ Πανάμωμε, τῶν ἀνθρώπων ἐξώργισεν, ἐν ἀσελγείαις, τὸν πανάγαθον Κύριον, καὶ διήμαρτεν, ὡς ἐγὼ ὁ πανάθλιος· οἶδά γὰρ ὅτι δύνασαι, τοῦ ῥῦσαι κολάσεως, ἀπεγνωσμένην ψυχήν μου, πίστει εἰς σὲ ἀτενίζουσαν, τὴν μόνην ἐλπίδα, καὶ Κυρίαν τῆς ζωῆς μου, καὶ σωτηρίαν μου.

Δίστιχον·
Τοὺς ἐν παντάδι ᾄσαντας Σοι τῶν ὕμνων,
ἀντὶ πεντάθλου στέψαι Κόρη χαρίτων.

ΗΧΟΣ ΠΛΑΓΙΟΣ Β΄

Ὁ Κανών, οὐ ἡ ἀκροστιχίς·
Χαῖρε, Σιών Μήτηρ ἁγία, Θεοῦ ἐνδιαίτημα.

ᾨδὴ α΄. Ὡς ἐν ἠπείρῳ.
Χαρᾶς αἰτία ὑπάρχουσα Ἀγαθή, τὴν ἐμὴν χαρίτωσον, φιλαμάρτητον ψυχήν, καλλοναῖς μορφῆς σου τῆς σεπτῆς, χαριτόβτυτε Παρθένε Σιωνίτισσα.

Ἀπὸ χειλέων ἀπόρων καὶ ῥυπαρῶν, δέξαι μου τὴν αἴνεσιν, Παναγία δυσωπῶ, καὶ συγχώρησιν ἁμαρτιῶν, σαῖς πρεσβείαις πρὸς Χριστὸν ἀντιπαράσχου μοι.

Ἰδεῖν μοι δώρησαι πρόσωπον τὸ τερπνόν, σοῦ οὐκ ἐν αἰνίγμασιν, ἀλλ’ ἀμέσως ἱλαρόν, ψυχικοῖς Παρθένε ὀφθαλμοῖς, ἐν τῇ ὥρᾳ τῇ φρικτῇ τῆς ἐκδημίας μου.

Ῥερυπωμένοις τοῖς χείλεσι προσκυνῶν, σῆς μορφῆς τὸ ἄχραντον, Θεοτόκε ἐν Σιών, εἰς συναίσθησιν τῆς ἐναγοῦς, βιοτῆς μετανοίᾳ ἐπανέρχομαι.

ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς Σύ.
Ἐγένου Μήτηρ τοῦ Θεοῦ, ἀναδείξασα μόνη, τὸν Θεόν τοῦ ἀνθρώπου, καθ’ ὁμοίωσιν Ἁγνή, Θεὸν ἑνοῦσα σαρκί, καὶ θέουσα Κόρη τὸ ἀνθρώπινον.

σὺ Θεοτόκε κιβωτός, ἡ χρυσῆ καὶ ἁγία, τὸ οὐράνιον μάννα, δεξαμένη ἐν γαστρί, καί τῆς ἁγίας Σιών, μυροθήκη ἡ ἀχειροποίητος.

Ἴθυνον Δέσποινα καμοῦ τὴν καρδίαν μου πᾶσαν, πρὸς ἀγάπησιν μόνης, τῆς πανάγνου σου μορφῆς, ψυχήν μου, σῶμα καὶ νοῦν, κατασχοῦσα καὶ ἀνακαινίζουσα.

Ὥσπερ ἀντίδωρον πτωχόν, σοὶ προσφέρω τὸν πόθον, καί τὴν αἴνεσιν ταύτην, προαιρέσει ἀγαθῇ· μόνον οὖν ἓν ἐκζητῶν, Παναγία, μὴ ἐγκαταλίπῃς με.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Νεφέλην κούφην σε, Ἁγνὴ ἐγνώκαμεν, τὴν βλαστήσασαν μόνην παρθενικῶς, Λόγον τὸν προάναρχον, καὶ ἐπομβρήσασαν ἡμῖν, δρόσον ὄντως τὴν σωτήριον.

Μεσῖτις γέγονας, καὶ κλῖμαξ Δέσποινα, τῆς Θεοῦ καταβάσεως πρὸς ἡμᾶς, πύλη τε εἰσάγουσα, ἐκ τοῦ θανάτου πρὸς ζωήν, Θεοτόκε τοὺς ὑμνοῦντας σε.

Ἡ ἀγαλλίασις, τῶν ἀγαπώντων σε, καταπέτασμα ἅγιον τοῦ Χριστοῦ, σκῆνος τε τῆς Χάριτος, ἐκ τῆς Σιών σου ἡ Εἰκών, πᾶσι Κόρη ἀναδέδεικται.

Τὴν παρθενεύουσαν, εἰ καὶ λοχεύουσαν, καθορῶντες ἐν θάμβει Γεθσημανῇ, τόπῳ μακαρίσωμεν, ὥσπερ Μητέρα τοῦ Χρίστου, Βασιλίδα πάσης κτήσεως.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου.
Ἤνοικται Δέσποινα δι’ ἡμᾶς, καὶ ὑπὲρ ἁπάντων τῶν βροτῶν, τὰ θεοκίνητα χείλη σου, πρὸς ἐξιλασμόν τοῦ Θεοῦ, ἀπαύστως ἡμῶν, Παρθένε ἐξαιτούμενα τὴν συγχώρησιν.

Ῥοὴν δακρύων μου Ἀγαθή, δέξαι ὥσπερ μύρον καθαρόν, ἀπὸ μυχοῦ τῆς καρδίας μου· ἰδέ μου τὸν πόθον πρὸς σέ, ἐν πόλει Σιών, ἐκπλύνουσα τὸν ῥύπον τῶν ἐπταισμένων μοι.

Ἀφραρτισθεῖσα θεοπρεπῶς, ἀκτινολαμπεῖς τῇ θευαγεῖ, τῆς σῆς μορφῆς ὡραιότητι, πᾶσι τοῖς λαοῖς σχετικῶς, τὸν σὸν ἀσπασμόν, ἀεὶ προτιθεμένη εἰς ἀγαλλίασιν.

Γένος ἀγάλλου τῶν γυναικῶν, δόξαν κληρωσάμενον λαμπράν, ἀντὶ κατάρας τὸ πρότερον· πόλις εὐφραινέσθω Σίων, Εἰκόνα σεπτήν, πλουτοῦσα τῆς Παρθένου τὴν ἀχειρότευκτον.

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Ἰδοὺ ἡ Παντάνασσα, ὡς πηγή τοῦ Σιλωάμ, τῆς ἀφθαρσίας νάματα, βρύει πᾶσιν ἡ ἄσπιλος Μαριάμ, τὴν δίψαν ἐκπαύουσα τοῦ θανάτου· ἀντλήσωμεν γηθόμενοι.

Ἁγνείας λαμπρότητι, ὑπερέχεις τοῦ φωτός, καὶ παρρησίας χάριτι, ὑπερτερεῖς τῶν Ἀγγέλων παναληθῶς· Χριστὸν οὖν ἱκέτευε, Θεομῆτορ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Θαυμάσια ἅπαντα, Παναγία τὰ ἐν σοί· καὶ θαυμαστὴ ἡ δόξα σου, ἣν δεικνύεις ἐν τόπῳ Γεθσημανῇ, ἀφθόνως παρέχουσα, εὐλογίαν πιστοῖς τοῖς προσκυνοῦσι σε.

Ἐχόμενοι Δέσποινα, τῆς μορφῆς σου τῆς σεπτῆς, ἐν Σιών ἀπέχομεν, τῆς τῶν δαιμόνων βλάβης καὶ ἀπειλῆς, ὡς τεῖχος σε ἔχοντες, στρατηγὸν καὶ ὀχύρωμα καὶ δύναμιν.

Κάθισμα. Ὁ αὐτός. Ἀγγελικαὶ δυνάμεις.
Αἱ τῶν Ἀγγέλων τάξεις περί τὸν Τάφον σου, καί τὴν Εἰκόνα σου, Δέσποινα ἵστανται· καὶ πλήθη προσκυνοῦσι σε ἐν πόθῳ, ζητοῦντα τὴν χάριν σου Παρθένε· εἰσήχθης εἰς νυμφῶνα τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, πρεσβεύεις ἀενάως εἰς τὸ σωθῆναι ἡμᾶς· ἡ μεταστᾶσα θαυμαστῶς, Ἄχραντε δόξα σοι.

ᾨδὴ ζ΄. Ἄφραστον θαῦμα.
Ὁ ὑπὲρ πάντας, ἐξαμαρτήσας ἱκέτης σου, Σοὶ προσπίπτω, καὶ παρακαλῶ· ὡς θεία πηγή, τοῦ ἐλέους οἴκτιρον, καὶ σωτηρίαν παράσχου μοι βοῶντι· χαῖρε Νύμφη, ἀνύμφευτε Μαρία.

Ὕμνους ἀπαύστους, ἀπὸ ψυχῆς καὶ χειλέων μου, σοὶ προσᾴδω, Μῆτερ τοῦ Θεοῦ· ἐν πόλει Σίων, προσκυνῶν τὸν Τάφον σου, καί τὴν Εἰκόνα τῆς δόξης σου κραυγάζων· χαῖρε Κόρη, τῆς κτίσεως Κυρία.

Ἔχεις Παρθένε, τὴν παῤῥησίαν πρὸς Κύριον, τοῦ λυτροῦσθαι τοὺς ἁμαρτωλούς· διὸ καὶ αἰτῶν, τῶν πολλῶν πτασιμάτων μου, ἐκ σοῦ τὴν ἄφεσιν δάκρυσι βοῷ σοι· χαῖρε Μῆτερ, τοῦ κόσμου Παναγία.

Νεύσει Σου μόνῃ, κάμφθητι νῦν μοι Πανάχραντε, δεχομένη μου τοὺς στεναγμούς· καὶ δὸς μοι ἰσχύν, τοῦ ἁγνῶς ἐργάζεσθαι, καὶ εὐχαρίστως κραυγάζειν σοι ἐν θλίψει· ἡ ἐλπίς μου, μὴ με ἐγκαταλίπῃς.

ᾨδὴ η΄. Ἐκ φλογός τῆς Ὁσίοις.
Δολιότητος πάσης καὶ ὑποκρίσεως, λύτρωσαί με Παρθένε καὶ κατακρίσεως, ἐν τῇ φοβερᾷ τῇ ἡμέρᾳ τῆς Κρίσεως, ἵνα σε δοξάζω, τὴν μόνην Θεοτόκον.

Ἱλαρότητα ἤθους καί τὴν ταπείνωσιν, κοσμιότητα τρόπων καί τὴν οἰκείωσιν, τῆς χαροποιοῦ ἀληθῶς κατανύξεως, δίδου μοι Παρθένε, ἁγία Θεομῆτορ.

Ἀπειρόγαμε κόρη Θεογεννήτρια, Σιωνίτισσα νύμφη καὶ ἀντιλήπτρια, τῶν ἁμαρτωλῶν, ἀγαθύνουσα φάνηθι, τοῖς κεκακωμένοις, ἐν θλίψεσι τοῦ βίου.

Ἰσχυρότατον πάντων τῶν πολεμούντων με, δαιμονίων τῶν μάτην ὑπερμισούντων με, ποίησον Ἁγνή, ἐν εἰρήνῃ φυλάττουσα, καὶ μακροθυμίᾳ, ψυχὴν μου τὴν ἀθλίαν.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Τὴν μόνην ἄμωμον μεγαλύνωμεν, τῶν Ἱεροσολύμων τὴν πανύμνητον Ἄνασσαν, ἐν καθάρσει καρδίας, ἁγνότητι, καὶ ἀνεξικακίᾳ, χαῖρε κραυγάζοντες, ἡ μετὰ Θεὸν ἡμῶν ἐλπὶς καὶ ἀγαλλίασις.

Ἡττᾶσθε πάντες οἱ αἱρετίζοντες, καί τὴν ἁγνὴν Παρθένον μὴ ὀρθῶς δογματίζοντες, ὡς Μητέρα Θεοῦ ἀπειρόγαμον, ὄντως τε καὶ κυρίως· Αὕτη κεφάλαιον, πέφυκεν ἡμῶν τῆς σωτηρίας, ἣν δοξάσωμεν.

Μητέρες πᾶσαι νῦν χορευέτωσαν, καί τῶν Παρθένων τάξεις ἐν σπουδῇ συντρεχέτωσαν· ἡ Παρθένος καὶ Μήτηρ γὰρ πρόκειται, εἰς ἀσπασμὸν τῷ κόσμῳ· δεῦτε γηθόμενοι ἐν Γεθσημανῆ ἐν εὐλαβείᾳ προσκυνήσωμεν.

Ἁγνὴ Παρθένε σὺ μοι βοήθησον, καὶ ἐν σαρκὸς πολέμῳ καθαρὸν με συντήρησον, τοὺς ἀσάρκους ἐχθρούς μου αἰσχύνουσα, ὅταν ἐπικαλῶμαι, τὸ ὑπεράγιον, ὑπερποθητόν καὶ παντοδύναμον σου ὄνομα.

Προσόμοια. Ἦχος ὁ αὐτός. Ὅλην ἀποθέμενοι.
Χαῖρε πολυώνυμε, καὶ κοσμοκράτειρα Κόρη· χαῖρε ἀπειρόγαμε, Μῆτερ ἀδιάφθορε τοῦ Παντάνακτος· τῆς Σιών Δέσποινα, Νύμφη Παναγία, προσκυνοῦμεν σου τὴν ἄχραντον, καὶ χαριτόβρυτον, ἐν Γεθσημανῇ τοῦ προσώπου σου, μορφήν τὴν ἀχειρότευκτον, τὴν παρθενικὴν καὶ ἀμόλυντον· καὶ σὲ δυσωποῦμεν, μνημόνευσον ἡμῶν ὡς ἀγαθή, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως, τῶν ἀνυμνηκότων σε.

Ἀκόρεστον θέαμα, ἀκατονόητον θαῦμα, γλυκύτατον ἄκουσμα, καὶ ἀκαταμάχητον περιτείχισμα, τῆς σεπτῆς πόλεως Ἱεροσολύμων, σὺ ὑπάρχεις Παναμώμητε, Θεογεννήτρια, καί τῶν εὐσεβῶν ἡ βοήθεια· ὁδήγησον καὶ στήριξον, φρούρησον ἡμᾶς καὶ ὀχύρωσον, σοῦ ταῖς παναγίαις, ὁμοῦ καὶ θεοδόχοις σου χερσί, πρὸς σωτηρίαν τοὺς πίστει σε, καὶ πόθῳ γεραίροντας.

Ἐλπίς μου καὶ ὕμνησις, καταφυγή μου καὶ σκέπη, μὴ ἐγκαταλείπῃς με, τὸν ἐν ἁμαρτίαις ἐγκυλινδούμενον· ὡς οὐδεὶς ἄλλος γάρ, ἐπὶ σοὶ ἥμαρτον, ἀλλὰ πάλιν ἐπανέρχομαι, πρὸς σὲ τὴν εὔσπλαγχνον, δάκρυσιν αἰτῶν τὴν συγχώρησιν, ἀγνοίᾳ ὧνπερ ἔπραξα, καὶ ὧνπερ ἐν γνώσει ἠθέτησα, ἐπαγγελιῶν μου, τοῦ Σχήματος μου τοῦ Ἀγγελικοῦ· Σὺ οὖν με οἴκτηρον Δέσποινα, τὸν ἀναπολόγητον.

Πηγὴν Σιωνιτίσσαν, τῆς τοῦ Σωτῆρος ἀγάπης, τὸν ῥύπον ἐκπλύνουσαν, τῶν ἐν μετανοίᾳ παρακαλούντων σε, καὶ γλυκὺ ὕδωρ σε, ἔγνωμεν Παρθένε, ἀναψῦχον τοὺς ἐν καύσωνι, λιποψυχήσαντας, τῶν βιοτικῶν περιστάσεων, καί τοὺς ἐξαμαρτήσαντας, ἀπάτῃ σαρκὸς ἀπολαύσεων. Ἀνύμφευτε Κόρη, ἡ Μήτηρ τοῦ Φωτὸς καί τῆς Ζωῆς, πρὸς αἰωνίαν εἰσάγαγε, ζωήν τοὺς τιμῶντάς σε.

Δίστιχον·
Τοὺς ἕκτον ὕμνον Σοι πλέξαντας Παρθένε,
ἐκτὸς κολάσεως φύλαξον εὐχαῖς Σου.

ΗΧΟΣ ΒΑΡΥΣ

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἡ Εἰκών Σου Μαριάμ χαρίζηται μοι χαράν.

ᾨδὴ α΄. Νεύσει σου πρὸς γεώδη.
Ἦρας ἀράν τὴν πάλαι, τῆς σῆς Προμήτορος Εὐάς, χαρὰν ἐνυπόστατον, ἀπειρογάμως τέξασα· ὅθεν Παρθένε Μαρία, πλήρωσον χαρᾶς ἀληθοῦς τὴν καρδίαν μου.

Ἔπαρον πρός τὸν Κτίστην, τὰς μητρικάς σου ὠλένας, ἡμῖν τὴν συγχώρησιν αἰτοῦσα καί τὸ ἔλεος, ὡς μὴ λιποῦσα τὸν κόσμον, Δέσποινα Σιών ἐν τῇ θείᾳ Κοιμήσει σου.

Ἴον Ἁγνὴ εὐῶδες, καὶ πανακήρατον πέλεις, τὸ ἄρωμα βλύζουσα τῆς παρθενίας ἅπασι, καὶ ἀφθαρσίας τὴν χάριν, Ἱεροσολύμων τὸ ἄνθος Πανάχραντε.

Κόπασον τὴν μανίαν τῶν πειρασμῶν Παναγία, ὀργὴν ἀναστέλλουσα δικαίαν τοῦ Θεοῦ ἡμῶν, καὶ διαστέλλουσα σπλάγχνα, Κόρη οἰκτιρμῶν τοῦ Υἱοῦ καὶ Κυρίου σου.

ᾨδὴ γ΄. Ὁ κατ’ ἀρχάς τοὺς οὐρανούς.
Ὦ θεόδεγμον Μαριάμ, ἡ εὐφροσύνη τοῦ κόσμου, χαροποίησόν μου τὴν ψυχήν, καὶ τέρψον ἐν πνεύματι τὸν δοῦλον σου, ἵνα ὡς πύλην τοῦ Φωτός, καὶ Ζωοτόκον Μητέρα, ὕμνοις ἐν Σιών καταγεραίρω σε.

Νοῦν Χριστοφόρον ἀληθῶς, ἡμῖν πρυτάνευσον Κόρη, ὡς ταμίας οὖσα τοῦ Χριστοῦ Ἁγνή, καί τῆς Χάριτος ὡς πρύτανις, ἵνα νοῖ τε καὶ ψυχῇ, καὶ καθαρᾷ τῇ καρδίᾳ, μόνην Θεοτόκον σε δοξάζωμεν.

Σὺ ἑστιάτωρ καὶ τροφός, τῶν κεκληκότων τοῖς γάμοις, τοῦ Υἱοῦ σου Μῆτερ καὶ Θεοῦ· καὶ κάλλιστον Δέσποινα ἀντίδωρον, δημιουργίας τῆς κτιστῆς, πρός τὸν Θεὸν τε καὶ Πλάστην, πίστει ἐξ ἡμῶν τῶν προσκυνούντων σε.

Οὐδεὶς σῳζόμενος ἡμῶν, εἰ μὴ ἐκ Σοῦ Θεομῆτορ, καὶ οὐδεὶς ἂν ἔλθοι πρὸς Θεόν, εἰ μὴ διά Σοῦ Παρθένε Ἄχραντε, τῆς ἐξαιρέτως ἐκ Σιών, ἠξιωμένης ἀξίως, πάντων τὰ πρεσβεῖα Παναμώμητε.

ᾨδὴ δ΄. Ὁ πατρικοὺς κόλπους.
Ὑπὲρ ἡμῶν πρός τὸν Υἱόν σου, μητροπρεπῶς ἱκετηρίας ποίησον, καὶ καλῶς ἡμᾶς ὁδήγησον, εἰς Αὐτοῦ ἀγάπησιν, τῇ διπλῇ σου Ἁγνὴ μητρότητι.

Μήτηρ Θεοῦ πέλεις ἀληθῶς, καὶ σὲ τιμῶμεν ὀρθοδόξως Δέσποινα, ὡς αἰτίαν τὲ καὶ ὄργανον, τῆς ἡμῶν θεώσεως, καὶ σωτήριον ἀντιλήπτριαν.

Ἀπὸ ὀργῆς, λύπης καὶ παθῶν, καὶ πολυπλόκων πειρασμῶν καὶ θλίψεων, Παναγία ἐλευθέρωσον, τοὺς εἰς σέ τὴν εὔσπλαγχνον, μετὰ πίστεως καταφεύγοντας.

Ῥύπον ψυχῆς Δέσποινα ἐμῆς, τῇ ῥυπτικῇ σου μεσιτείᾳ ἔκπλυνον, ἡ τὸν μόνον ἀναμάρτητον, ἐν γαστρὶ χωρήσασα, τὸν παρθένον σὲ συντηρήσαντα.

ᾨδὴ ε΄. Κύριε ὁ Θεός μου.
Ἴθυνον Θεοτόκε, ὅλον μου τὸν νοῦν πρός τὰ ἄνω, ἡ μόνη ἐφύπερθεν, τῶν σαρκικῶν κινήσεων, καί τῶν λογισμῶν γενομένη, Μήτηρ τῆς Σιών ἡ ἀμόλυντος.

Ἄληπτα καὶ θειώδη, τὰ σὰ μεγαλεῖα Παρθένε· τὸ ὄμμα γὰρ γέγονας, τῆς βροτείας φύσεως, τῆς πρὶν τυφλωθείσης καὶ πρώτη, πρό τοῦ Παρακλήτου παράκλητος.

Μόνη καταπλουτοῦσα, Δέσποινα μητρόθεα σπλάγχνα, οἰκτίρησον, πρόφθασον, τὸν Χριστὸν δυσώπησον, τῆς σῆς συμπαθείας πελάγει, βύθισον πταισμάτων τὸ πέλαγος.

Χαῖρε ἡ γῆ ἡ νέα, ἐξ ἧς ἡ ἀνάπλασις κόσμου, τὸ ἔμψυχον ἄγαλμα, καὶ δόγμα τὸ ζωήῤῥυτον· χαῖρε τῆς Σιών ὡραιότης, θέαμα καὶ θαῦμα ὑπέρξενον!

ᾨδὴ στ΄. Ναυτιῶν τῷ σάλῳ.
Ἄφατον ἀγάπην, τὴν ἀπὸ Θεοῦ πρὸς ἀνθρώπους, καὶ ἄβυσσον τῆς Αὐτοῦ εὐσπλαγχνίας, ἐδημοσίευσας πᾶσι Πανάμωμε, συγγραφεὺς καὶ τόμος γενονυῖα, ἐν ᾧπερ ὁ Λόγος, τοῦ Πατρὸς ἐγγέγραπται.

Ῥώμην τὴν μητρῴαν, ἔχουσα μεγίστην προσνέμεις, συγχώρησιν τοῖς πολλὰ ἐπταικόσι, πρός τὸν Χριστόν, Ὃς ἀκούει σου Δέσποινα, αὖθις κατὰ πάντα καὶ ἐν πᾶσι, καὶ διά τὰ πάντα, ὡς Αὐτὸν γεννήσασα.

Ἴαμα ἐγένου, Κόρη τοῖς νοσοῦσιν ἀνθρώποις, συναίτιος τῆς ἡμῶν σωτηρίας· τὶς γὰρ ἠλλοίωσε κόσμον ἅπαντα; Σὺ γὰρ ἀνεγέννησας τὴν κτίσιν, σπλάγχνον σου Παρθένε, σχοῦσα τὸν Παράδεισον.

Ζῇς καὶ μετὰ πότμον, σώματι Ἁγνὴ πανενδόξῳ, ἀφθάρτῳ,  ζωοτελεῖ καὶ ἀγήρῳ, καί τῇ ἀχράντῳ μορφῇ τῆς Εἰκόνος σου· Ἱεροσολύμων ἡ Κυρία, σῴζεις τοὺς εἰς σὲ γὰρ σεπτῶς μεγαλύνοντας.

Κάθισμα. Ἦχος ὁ αὐτός. Ὁ δι’ ἐμὲ ἀνασχόμενος.
Ὃν πᾶσα κτίσις ἀνύμνησε, φόβῳ καὶ τρόμῳ ἐκύησας, καί τὴν χαρὰν ἐδωρήσω, ἐκ τῆς Σιών πᾶσι Πανύμνητε.

ᾨδὴ ζ΄. Κάμινον Παῖδες.
Ἥνωται πάντα, τὰ πρὶν Παναγία, καί τὰ καινὰ τῷ προσώπῳ σου· Διαθηκῶν ἐπισφράγισμα οὖσα γάρ, σφράγισον τοὺς δούλους σου, τῇ Εἰκόνι τῆς σῆς ἀγαθότητος.

Τὴν ἐκδημίαν καλλίστην ὡς σχοῦσα, ἀπό τῆς γῆς Μητροπάρθενε, καὶ ἐνδημίας τυχοῦσα ἀμείνονος, πάσαις ἐπιδήμησον, ταῖς καρδίαις ἡμῶν τῶν ὑμνούντων σε.

Ἁμαρτιῶν μου τὰ ἄμετρα πλήθη, ταῖς σαῖς πρεσβείαις ἐξάλειψον, τὸν Ἀναμάρτητον τέξασα Κύριον, Κόρη ἀναμάρτητε, λογισμοῖς ἐν ἰδίοις καὶ πράξεσιν.

Ἴδιον βίον, τὸν νοῦν καί τὸν λόγον, τῇ πολιτείᾳ νικήσαντα, ἐναγωνίως Ἁγνὴ ἐξασκήσασα, λῦσον μου τὸ ἄγονον, τῆς ψυχῆς ὡς ἐκ στείρας βλαστήσασα.

ᾨδὴ η΄. Ἄφλεκτος πυρί.
Μεῖνον μεθ’ ἡμῶν, ἐξαίρουσα τὰς ὀδύνας, τῶν ἐν θλίψει βοώντων σοι, καὶ εὐλαβείᾳ προσκυνούντων πιστῶς, τὴν σὴν ἁγίαν μορφήν, Γεθσημανῇ ἐν τῷ σεπτῷ, τόπῳ ᾧ ψάλλομεν· πάντα τὰ ἔργα Κυρίου, ὡς μόνην Θεοτόκον, σὲ δοξολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Οἶκος τοῦ Θεοῦ, καθαρώτατος Παρθένε, καὶ φωτὸς ἐνδιαίτημα, νοητική τοῦ Παρακλήτου παστάς, καὶ μυστικὴ κιβωτός, ὤφθης τοῖς μέλπουσι· χαῖρε Σιών τῆς ἁγίας, ἁγίασμα καὶ κλέος, Κόρη Θεομήτωρ εἰς πάντας τοὺς αἰῶνας.

Ἰδέ τῆς ψυχῆς, Παναγία τὴν ὀδύνην, καὶ γαλήνην παράσχου μοι, τῷ ἐν πολλοῖς περιπεσόντι δεινοῖς, ἐκ τῆς ἁγίας Σιών, λύσιν διδοῦσα μοι, ὅπως ὑμνῶ σου τὴν χάριν, καί τὴν εὐεργεσίαν, μόνη τῶν ἐν θλίψει ἐλπὶς καὶ προστασία.

Χάριν ἀνυμνῶ, τὴν ἐκ σοῦ Θεοκυῆτορ, καθορῶν τὴν Εἰκόνα σου, τῆς ἀγωνίας ἐν τῷ κήπῳ ἑστώς, ἐν ᾧ ὡς μήτηρ κάμε, διαφυλάττεις στοργικῶς, καὶ ἐνθαῤῥύνεις με, πάντα τὸν χρόνον αἰνεῖν σε τῆς ζωῆς μου, τὴν εὐλογημένην Μητέρα καὶ Παρθένον.

ᾨδὴ θ΄. Μή τῆς φθορᾶς.
Ἄχραντε κόρη παρθένε Γεθσημανίτισσα, τῆς ζοφερᾶς μου καρδίας μόνη Βασίλισσα, φώτισον δέομαι τὸ σκότος τῆς ψυχῆς μου, ἡ λύσις τῶν δεσμῶν μου, ταχὺ σὲ δυσωπῶ ἐπάκουσον μου, ἵνα δοξάζω σε.

Ῥῶσις γενοῦ Παναγία καὶ ποδηγία μου, ἡ θεία δρόσος καὶ μόνη ψυχαγωγία μου, τῶν ἀνιάτων μου τραυμάτων θεραπεία, πτωχείας μου ὁ πλοῦτος, ῥανίς τῆς ξηρανθείσης μου καρδίας, μὴ ἀποῤῥίψῃς με.

Ἄνθος καὶ κῆπος χαρίτων Θεοχαρίτωτε, ἡ παλαιὰ Διαθήκη ἔμψυχος Δέσποινα, μύρισον τάχιστα τὸν νοῦν μου τὸν δυσώδη, ὀσμὴ ἐαρινὴ τε, καὶ θεία ἐκ Σιών μυροβλησία, σὲ μεγαλύνομεν.

Νῦν ἀπολύοις τὸν δοῦλον σου Παναμώμητε, ἐν εὐφροσύνῃ Παρθένε, Μήτηρ ἀμόλυντε, ὅτι ἐγεύθην τὴν εἰς τέλος σου ἀγάπην, ἀνάξιος ὑπάρχων τῆς σῆς ἀπεριγράπτου εὐσπλαγχνίας, σὲ κατασπάζομαι.

Προσόμοια. Ἦχος ὁ αὐτός. Σήμερον γρηγορεῖ.
Χαῖρε θεαυγεστάτη νεφέλη, τοῦ Θεοῦ καταπέτασμα· χαῖρε ἡ χρύσεα Παρθένε λυχνίᾳ, ἡ φωταγωγοῦσα τὸν σύμπαντα κόσμον· χαῖρε ἡ σεμνύσασα Ἁγίων τε τὰ Ἅγια, καὶ ἡ καταργήσασα τοῦ Νόμου  τὰ σφάγια· χαῖρε θεῖον ὄχημα, χωρίου Γεθσημανῆ τὸ ἐγκαλλώπισμα.

Χαῖρε ῥωμαλεότητι γνώμης, καὶ ψυχῆς καθαρότητι, πρὸς ἔρωτα μόνη Θεὸν τοῖς ἀνθρώποις, ἑλκύσασα κάλλει Παρθένε ἰδίῳ· χαῖρε ἡ ἐκλάμψασα Ἀγγέλων καθαρώτερον, καὶ διαφυλάξασα τὸ σῶμα ἀμόλυντον· χαῖρε Σιωνίτισσα, γυνὴ περιβεβλημένη τὸν ἥλιον.

Χαῖτε αὐτοκελεύστῳ προθέσει, τῷ Θεῷ προσχωρήσασα· χαῖρε τριετὴς ἔτι οὖσα Παρθένε, ἀφιερωθεῖσα Κυρίῳ τελείως· χαῖρε τὸν Παράδεισον ἐν τῷ Ναῷ βιώσασα, καὶ ἀπαρασκεύαστον ζωὴν κατορθώσασα· χαῖτε τὸν ἀμήχανον, ἡμῖν προξενοῦσα θεῖον ἔρωτα.

Κράτυνον ἀσθενοῦσαν Παρθένε, τὴν ἀχρείαν καρδίαν μου, καὶ μὴ με ἐάσῃς ἐκ σοῦ χωρισθῆναι, ἀπάτῃ τοῦ πλάνου καί τῆς ἁμαρτίας· κράτησόν μου Δέσποινα τὸν νοῦν τὸν ἀλιτήριον, εἰς μόνην ἐνθύμησιν τῆς σῆς ὡραιότητος, ὅπως εὐχαρίστως σε, δοξάζω καὶ ἀνυμνῶ τὸν θεῖον Τόκον σου.

Δίστιχον·
Τὸν ἕβδομον αἶνον Σοι πλέξαντα Κόρη,
ἑπτὰ θανασίμων παθῶν λύτρωσαί με.

ΗΧΟΣ ΠΛΑΓΙΟΣ Δ΄

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Εὐφραίνου Γεθσημανῆ καὶ εὔφρανον με. Ἐ(ὐφροσύνου).

ᾨδὴ α΄. Ἁρματηλάτην Φαράω.
Εὐχαριστήριον ᾠδὴν σοι ᾄσομαι, τῇ Εὐεργέτιδι, καὶ Θεοῦ Μητρὶ τε, εἰς Ἱεροσόλυμα, Γεθσημανῆ χωρίου σου, πολιοῦχε Παρθένε, ἁμαρτιῶν μου συγχώρησιν, δάκρυσιν αἰτῶν ὁ ἀνάξιος.

Ὑψηλοτάτη ὑψηλῶν Βασίλισσα, Θεογεννῆτορ Ἁγνή, χαῖρε ἡ τὸ σῶμα, καὶ ψυχὴν ἀστράψασα, χειροτονίας ἄνωθεν, μετασχοῦσα τε θείας, πνευματικὸν σὺ ἀνάδειξον, νοερᾶς εὐχῆς ἱερέα με.

Φωτοκυῆτορ Παναγία Δέσποινα, τὸ ὡραιότατον, τῶν ὡραίων πάντων, ἀληθῶς ὡράισμα, τὴν πρώτην ὡραιότητα, τῆς ψυχῆς μου ὡραίᾳ, τῇ σὴ μορφῇ μοι χορήγησον, ἣν ταῖς ἁμαρτίαις ἠμαύρωσα.

Ῥῆμα Θεοῦ ὑπὸ Ἀγγέλου Πάναγνε, καὶ γλῶσσαν ἄῤῥητον, ἤκουσας ἐμφρόνως, συλλαβοῦσα Κύριον· καὶ νῦν ἡμῶν διάνοιξον, τῆς καρδίας τὰ ὦτα, ἀγγελικῶς ἀκροάζεσθαι, καὶ ποιεῖν Θεῷ τὰ εὐάρεστα.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἄκουσον θύγατερ ψυχή, καὶ ἐπιλαθοῦ λαοῦ σου, κοσμικῆς τε προσπαθείας ἁπάσης, ἳν’ ὁ πάντων Βασιλεύς, καὶ ἡ Παρθένος Ἄνασσα, ἐπερασθῇ σου κάλλους, καὶ ἐκ Σιών ἐνσκηνώσῃ σοι.

Ἱκετηρίαν ἐκτελῶν, ἐν τῷ σεπτῷ σου τεμένει, πρό τῆς θείας σου Εἰκόνος Μαρία, καὶ τῷ Τάφῳ σου ἑστώς, γονυκλινὴς κραυγάζω σοι· τὰς νοεράς μου κόρας, Κόρη σεμνὴ φωταγώγησον.

Νέαν μοι δώρησαι ζωήν, ἡ τὴν Ζωὴν τετοκυῖα, πρό τοῦ τέλους τῆς ἐνθάδε ζωῆς μου, ἵνα ζήσω διὰ σέ, τὴν Ζωοδόχον Δέσποιναν, ζωοποιῷ σου νεύσει, παρά τὴν ζῶσαν Εἰκόνα σοῦ.

Ὄρθρος ὑπάρχεις φαεινός, τῆς ἀπορρήτου ἡμέρας, καὶ γεννήτρια Ἡλίου ἀδύτου· διὰ τοῦτο οὖν καγώ, πρὸς Σὲ ὀρθρίζω Ἄχραντε, ψυχὴν καὶ νοῦν καὶ σῶμα, Γεθσημανῇ τῷ χωρίῳ σοῦ.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Ὕμνος σὺ εἶ, τῶν Χερουβίμ, Ἀρχαγγέλων τε, ὕψος πέλεις, ἄβατον, ἀπρόσιτον, τοῖς ἀνθρωπίνοις συλλογισμοῖς, Ψαλμῶν καὶ Γραφῶν τε, ἀκροστιχὶς καὶ ὑπόθεσις· διὸ πρό τῆς μορφῆς σου, Σιωνίτισσα Νύμφη, σὲ αἰνῶ καὶ θερμῶς κατασπάζομαι.

Γόνυ ψυχῆς, γόνυ καὶ σώματος κλίνω σοι, ὑψωσάσῃ, τὸ γένος τὸ βρότειον, ἀπό τοῦ γήρως καί τῆς φθορᾶς, γονῇ ἀπειράνδρῳ, Ὑπεραγία πανάμωμε, γυνὴ εὐλογημένη, καὶ σὴν ὄψιν γεραίρων, ὥσπερ γέρας Σιών περιπτύσσομαι.

Ἐπιλαβοῦ, ὡς συμπαθής τοῦ ἱκέτου σου, ἐν τῇ ὥρᾳ, τῇ φρικτῇ τοῦ τέλους μου, καὶ μὴ ἐάσῃς τὰς ζοφεράς, τάξεις τῶν δαιμόνων, διαπαντὸς ἀπολέσαι με· ὦ Δέσποινα καὶ Μήτηρ, τῶν Ἱεροσολύμων, τὴν ψυχήν μου χερσί σου παράλαβε.

Θεοειδὴς καὶ περιφίλητος γέγονε, τοῦ προσώπου ἡ μορφή σου Ἄχραντε, ἐν τῷ Ναῷ σου τῷ λατρευτῷ, ἣν μόνον ὁρῶντες, ἁγιασμὸν ποριζόμεθα· τῶν Ἱεροσολύμων, Παρθένε πανωραία, τὴν ψυχήν μου δυσείμονα καλλῦνον.

ᾨδὴ ε΄. Ἵνατί με ἀπώσω.
Σοῦ τὴν θείαν Εἰκόνα, ὥσπερ κραταιὸν περιτείχισμα ἔχομεν, καὶ ὅρμον γαλήνης, εἰς καιρὸν τρικυμίας τῶν θλίψεων· Ἱεροσολύμων, παραμυθία ἡ γλυκεῖα, τὴν πικρίαν ἡμῶν μεταποίησον.

Ἡ ἰσχύς μου Παρθένε, βράβευσόν μοι τάχει ὑγίειαν τοῦ σώματος, τῆς ψυχῆς τὰ ἕλκη, τῶν τραυμάτων ὁμοῦ θεραπεύουσα· Σὺ δ’ ὡς Σιωνῖτις, πηγὴ ζωῆς καί τοῦ ἐλέους, τῶν σῶν σπλάγχων ῥανίδα μοι ἔκχυσον.

Μεσιτεία γενοῦ μοι, Κόρη τὸν Υἱόν σου ταχὺ ἰλεοῦσα μοι, πόθῳ προσκυνοῦντι, τὴν μορφὴν καί τὸ πάνσεπτον Μνῆμα σου· ἰδὲ Παναγία, τὴν συντριβεῖσαν μου καρδίαν, καὶ δικαίας με ῥῦσαι κολάσεως.

Ἀλατόμητον ὄρος, θεοβάδιστον, πῖον, δασὺ καὶ κατάσκιον, πίανον χερσί σου, τῆς ψυχῆς μου τὸ ἄγονον ἔδαφος, βάδισον ἐντός μου, καὶ σκίασόν μου τὴν πορείαν, ἐν τοῦ βίου τῷ καύσωνι Δέσποινα.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νυττόμενοι, σοῦ τῇ θείᾳ ἀγάπῃ, τῇ Εἰκόνι σου προσμένομεν πόθῳ, καὶ τῷ σεπτῷ, παναγίῳ σου Τάφῳ, σὺν Ἀποστόλοις, Ἀγγέλοις τε μέλποντες· χαῖρε ἡ Μήτηρ τῆς Ζωῆς, καὶ ἡμῶν Θεοτόκε ἀντίληψις.

Ἡ ἄῤῥητος, εὐφροσύνη τοῦ κόσμου, εὔφρανον μοι τὴν καρδίαν Παρθένε, ἡμερτηκότος πολλὰ ὑπὲρ πάντας, ἀλλὰ φιλοῦντος τὴν σὴν ὡραιότητα, καί τὴν μορφήν σου τὴν ἁγνήν, τοῦ λαβεῖν με τὴν σὴν ἀγαθότητα.

Κατάκειμαι, εἰς βυθὸν ἀπωλείας, ἐπηρείαις τοῦ ἐχθροῦ ὀλισθήσας· μὴ οὖν Ἁγνή, βδελυχθῇς τὴν ψυχήν μου, ἀλλ’ οἰκτειρήσασα πάλιν ἀνόρθωσον· τὸν σὸν γὰρ διακονητήν, τῆς μορφῆς καί τοῦ Τάφου σου λύτρωσαι.

Αἰτούμενον, σωτηρίαν Παρθένε, μετὰ πόθου καὶ ἀγάπης προσδέχου, Σὸν ὑμνητήν, ἐξελοῦσα κινδύνων, καὶ πειρασμῶν καὶ παντοίων κακώσεων· Σὺ οὖν Κυρία τῆς Σιών, ἀδοκήτων με φύλαξον πτώσεων.

Κάθισμα. Ἦχος ὁ αὐτός. Τῇ ὑπερμάχῳ.
Τὴν ὑπερβᾶσαν, τῶν Ἀγγέλων τὰ συστήματα, καὶ μεταστᾶσαν, ἀφθαρσίᾳ πρὸς ἀΐδια, μεγαλύνωμεν ὡς μόνην Θεοῦ Μητέρα· τῇ γὰρ ὄψει τῆς σῆς δόξης γόνυ κλίνοντες, καί τὸ Μνῆμα σου Παρθένε ἀτενίζοντες, χαῖρε κράζομεν, τῆς Ζωῆς ἡ γεννήτρια.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰάκωβ καλλονὴν σε, ἣν ὁ κάλει ὡραῖος Ἁγνὴ ἐφίλησε, φιλοῦντες προσκυνοῦμεν, φιλάγαθε Παρθένε, τὸν παμφίλτατον Τάφον σου, καὶ τὴν φιλτάτην μορφήν, ἐν Ἱεροσολύμοις.

Ἐλαφρὸν με βαστάζειν, τὸν  ζυγόν τοῦ Κυρίου μου καταξίωσον, δεινὰ δέ τῆς κακίας, καὶ δυσβάστακτα ἄχθη, ἀποθέσθαι με ποίησον, κούφη νεφέλη Σιών, Κυρία Θεομῆτορ.

Ὑπερθαύμαστον ἔσχες, σοῦ τὴν σύλληψιν κόρη καί τὴν λοχείαν ὁμοῦ· ἀλλὰ καὶ ἐπ’ ἐσχάτων, θαυμάστωσον Παρθένε, ἐπ’ ἐμοὶ σὴν ἀντίληψιν, ἵνα θαυμάζων βοῷ· θαυμάτων θαῦμα χαῖρε.

Φαρισαίου τοὺς τρόπους, διανοίᾳ καρδίᾳ τε ὑπερβέβηκα· διὸ σὺ Θεοτόκε, ταπείνωσιν ὡς σχοῦσα, τὴν τελείαν ταπείνωσον, τὴν ὑψηλήν μου ὀφρύν, ἵνα σὲ μεγαλύνω.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ῥύσιν παθῶν ἀνάκοψον, καί τὸ πέλαγος ξήρανον, τῶν ἀνομιῶν μου, Παναγία Δέσποινα, ὡς πάλαι ἀνέστειλας, τῶν Κέδρων σου τὸν χείμαρρον, κατά τὸν ναόν, τὸν σὸν δεινῶς ἐκπεσόντα, καὶ ῥῦσαί με βοῶντα, τὴν Ἁγνὴν εὐλογεῖτε, Παρθένον καὶ Μητέρα, Χριστοῦ εἰς τοὺς αἰῶνας.

Ἅπας ὁ νοῦς ἐκπλήσσεται, ἀλλὰ πῶς διηγήσεται, σοῦ τὰ μεγαλεῖα, τῶν θαυμάτων Ἄχραντε; Θεὸν γὰρ ἐγέννησας, καί τὴν ἀρὰν κατέλυσας, πάλαι τοῦ Ἀδάμ, καί τῆς Προμήτορος Εὐάς· διό σου τὴν Εἰκόνα, καί τὸ θεῖον σου Μνῆμα, κυκλοῦντες ἀνυμνοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νῦν ἐκ Σιών ἐπέφανε, λαμπηδών τῆς θεότητος, ἡ ἀγλαεστάτη, Εἰκών τῆς Θεόπαιδος, μορφὴ θεοτύπωτος, σκηνὴ ἀχειροποίητος, χάριτος Θεοῦ καὶ ἀγαλλίαμα κόσμου, ἣν μόνον θεωροῦντες, καρδίας ἀνυψοῦμεν, καὶ σὲ δοξολογοῦμεν, Παρθένε εἰς αἰῶνας.

Ὁ τῆς κοιλίας γόνος σου, τὴν κοιλίαν ἐκένωσε, ἀπλήρωτον οὖσαν, τοῦ ᾅδου Πανάμωμε, καὶ σὲ ἀκηλίδωτον, παρθενικῶς ἐτήρησε, ἧς τὴν ἱεράν, κατασπαζόμεθα πίστει, Εἰκόνα ἐν Κοιλάδι, τῶν Κέδρων Παναγία, κηλούμενοι ἀῤῥήτως, ψυχὴ τε καὶ καρδίᾳ.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Νοῖ ἀναλαβόμενος χοϊκῷ, σοῦ τὸ ἄμαχον κράτος Πανάμωμε ἐκδυσωπῶ, τάχιον ἀπέλασον τὸν ἐχθρόν, τὸν πτερνιστὴν ἀλάστορα, τοῦ καταπιεῖν με ὁλοτελῶς, ζητοῦντα Θεοτόκε, προσπίπτοντα ἐν πίστει, μετὰ δακρύων τῇ Εἰκόνι σου.

Μονήν σου τὴν ἁγίαν Γεθσημανῆ, μέχρι τέλους αἰῶνος περίσῳζε, ὡς Ἀγαθή, ἄτρωτον, ἀπήμαντον, ἀσινῆ, ἀπὸ ἐχθρῶν, αἱρέσεων, καί τοὺς διαμένοντας ἐν αὐτῇ, ὡς δούλους σου οἰκείους, ἐν ὥρᾳ τῇ ἐσχάτῃ, ἀντιλαβοῦ καὶ διαφύλαξον.

Εὐφραίνου καὶ ἀγάλλου Γεθσημανῆ, ὡς πλουτοῦσα τὸν Τάφον τὸν πάνσεπτον, οἵα τιμή, καί τὴν πολυφίλητον καὶ τερπνήν, θαυματουργὸν Εἰκόνα τε, τῆς Θεογεννήτορος καὶ Ἁγνῆς, τῶν Ἱεροσολύμων, ἐξάρχου καὶ ἐφόρου, ἣν ἐπαξίως μεγαλύνωμεν.

Εὐχάριστον, εὐγνώμονα τὴν ᾠδήν, Παναγία Παρθένε τὸν πλέξαντα, σὸν ἐραστήν, εὔφρανον καρδίαν τε καὶ ψυχήν, καὶ διὰ βίου ἴθυνον, πράττειν τὰ εὐάρεστα τῷ Κριτῇ, Θεῷ τε καὶ Υἱῷ σου, ὅπως ἐν εὐφροσύνῃ, εἰς τοὺς αἰῶνας μεγαλύνῃ σε.

Προσόμοια. Ἦχος  ὁ αὐτός. Ὤ τοῦ παραδόξου θαύματος.
Τάφον Ἁγνή τῆς σῆς χάριτος, περικυκλοῦντες σεπτῶς, καί τὴν θείαν Εἰκόνα σου, ὡς τρυφῆς Παράδεισον, τὸν Ναόν σου νομίζομεν, ἐξ’ οὗ πηγάζεις ἀφθόνως Δέσποινα, τῆς ἀκενώτου, ζωῆς τὰ  νάματα· ὅθεν με κείμενον, ῥυπαρῶς ἐν μνήματι τῶν ἡδονῶν, ἀπόπλυνον δέομαι, καὶ ἐξανάστησον.

Σοῦ τὴν πρεσβείαν ἀκοίμητον, ἐν οὐρανοῖς ἀληθῶς, ὡς πλουτοῦντες ἐλπίζομεν, σωτηρίας Ἄχραντε, τοῦ τυχεῖν ἱκεσίαις σου· ἐπὶ τῆς γῆς ‘δ’ ὄλβον κατέχοντες, τὴν σὴν Εἰκόνα, τὴν ἀχειρότευκτον, ἅμα τῷ Μνήματι, τῆς σῆς Μεταστάσεως, Γεθσημανῆ χωρίῳ προστρέχοντες, σὲ μεγαλύνομεν.

Σὲ πλαστουργήσας Πανάμωμε, ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ, ὁ Θεὸς ὁ προάναρχος, ἐκ τῆς σῆς σεσάρκωται, παρθενίας ὡς ἄνθρωπος, καί τὴν  φθορὰν βροτοῖς ἐνοικήσασαν, διὰ σοῦ Κόρη ὅλως ἐξῴκησε· Σὺ οὖν ἐνοίκησον, συμπαθῶς καρδίᾳ μου τῇ ταπεινῇ, Παρθένε καὶ δεῖξον με, ναόν τῆς δόξης σου.

Μὴ μὲ κενόν τῆς σῆς χάριτος, ἀποδιώξῃς Ἁγνή, καί τῆς Σκέπης τῆς θείας σου, μὴ ἀπογυμνώσῃς με, καὶ μηδὲ ἀποπέμψῃς με, κατησχυμένον τὸν σοὶ προστρέχοντα, καὶ προσφυγόντα, τῇ εὐσπλαγχνίᾳ σου· Σὺν οὖν με φώτισον, ἴσχυνον, ὀχύρωσον καί τῆς φρικτῆς, ῥῦσαί με κολάσεως, ἐν ὤρα Κρίσεως.

Δίστιχον·
Ὀγδόης ἡμέρας ἀξίωσον Μῆτερ,
Τοὺς ἤχοις ὀκτώ τὴν μορφήν Σου ὑμνοῦντας.

 

 

Πηγή