Παρακλητικός Κανών εις τους εν Βοιωτία Διαλάψαντας Αγίους
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζουν το Σάββατο μεταξύ 25 και 31 Μαΐου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ Σωτῆρος παρεστῶτες τῷ θρόνῳ ὁ δεκάριθμος χορὸς τῶν Ἁγίων, τῆς Βοιωτίας θεῖοι ἀντιλήπτορες, ἐκτενῶς πρεσβεύσατε, πάσης ῥύεσθαι βλάβης, καὶ παντοίων θλίψεων, καὶ κινδύνων καὶ πόνων τοὺς τῇ πρεσβείᾳ σπεύδοντες ὑμῶν, καὶ ἀνυμνούντας, ὑμῶν τὴν συνέλευσιν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
Ἁγίων λιταῖς σῶσόν με Σῶτερ. Γερασίμου.
Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Ἁγίων συνέλευσις ἱερά, τῶν ἐν Βοιωτίᾳ, πλεῖστοι εἴδεσιν ἀρετῆς, Χριστὸν δοξασάντων ἐκδυσώπει, ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν.
Γαλήνην αἰτεῖσθε παρὰ Χριστοῦ, καὶ πάσης ἀνάγκης, τὴν ταχείαν ἀπαλλαγήν, δῆμος ὁ δεκάριθμος Ἁγίων, ἡμῖν τοῖς πόθω ὑμᾶς μακαρίζουσιν.
Ἰλύος καθάρατε τῶν παθῶν, ὑμῶν ταῖς πρεσβείαις Βοιωτίας λύχνοι λαμπροί, δῆμος ὁ δεκάριθμος Ἁγίων, τοὺς προσιόντας ὑμῖν μετὰ πίστεως.
Θεοτοκίον.
Ὡς Μήτηρ τοῦ πάντων Δημιουργοῦ, Κεχαριτωμένη, ἀειπάρθενε Μαριάμ, ἐχθροῦ τῆς πικρᾶς με τυραννίδος τῇ δυναστείᾳ σου ῥῦσαι καὶ σῶσόν με.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νόμου θείου ἐργᾶται, ὡς ἀληθῶς ὤφθητε, τὸ τῶν δεκαρίθμων Ἁγίων, Ἅγιον σύστημα· ὅθεν λυτρώσασθε, ἀνομιῶν πολύτρόπων, καὶ πάσης κακώσεως, ἡμᾶς δεόμεθα.
Λαμπρυνόμενος φέγγει, Τριαδικῷ Ἅγιε, ῥῦσαι σκοτασμοῦ παθημάτων, Λουκᾶ ἀπόστολε, τοὺς καταφεύγοντας, τῇ φωταυγεῖ σου πρεσβεία, καὶ πταισματῶν αἴτησαι, ἡμῖν τὴν ἄφεσιν.
Ἰατρεύων τὰ πάθη, τὰ χαλεπὰ ἅγιε, Ῥοῦφε, ἐν ταῖς Θήβαις ἐπέστης, Πνεύματος χάριτι· ὅθεν ἰάτρευσον, κἀμὲ κατ’ ἄμφω νοσοῦντα, καὶ φόβω τῷ κρείττονι, τὸν νοῦν μου ῥύθμισον.
Θεοτοκίον.
Τὸν Θεὸν τῶν ἁπάντων, καὶ Ποιητὴν τέτοκας, καὶ μετὰ τὸν ἄφραστον τόκον, Παρθένος ἔμεινας, Θεοχαρίτωτε· ὅθεν κἀμὲ τὸν φθαρέντα, πάσαις παραβάσεσι, καίνισον δέομαι.
Διάσωσον Δεκαρίθμων Ἁγίων σύστημα θεῖον, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβεία.
Επίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε ἐπὶ τὴν δεινὴν ἡμῶν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τὸ τῆς ψυχῆς ἤμων ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Δεκάριθμος χορός, Ἁγίων ὁ ὑπέρτιμος, πολλῶν πειρασμῶν, καὶ συμφορῶν λυτρώσασθε, ἡμᾶς τοὺς καταφεύγοντας, τῇ ὑμῶν ἱκεσίᾳ πρὸς Κύριον, ὡς ἂν βίον ἀεί, διάγωμεν πίστεως τῇ χάριτι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀπὸ πάσης στενώσεως, λύτρωσαι Ῥηγῖνε ταῖς ἰκεσίαις σου, τοὺς πιστῶς σὲ μακαρίζοντας, ὡς Ἱερομάρτυρα στεῤῥότατον.
Ἰεράρχα μακάριε, πάτερ Ἰωάννη Θηβαίων πρόεδρε, ἀσινεῖς ἠμᾶς διάσωζε, ἀπὸ τῶν σκανδάλων τοῦ ἀλάστορος.
Συνοχῆς παθῶν λύτρωσαι, καὶ ἐπηρειῶν παντοίων τοῦ ὄφεως, τῇ ταχείᾳ ἀντιλήψει σου, τοὺς σὲ ἀνυμνοῦντας Λουκᾶ ὅσιε.
Θεοτοκίον.
Σωτηρίας σε εἴσοδον, Κόρη κεκτημένοι οἱ σὲ δοξάζοντες, σωτηρίας ἑξαιτούμεθα, παρά σου τυχεῖν Παρθένε ἄχραντε.
ᾨδὴ ε΄.Φώτισον ἡμᾶς.
Ὡς τῶν ἀσκητῶν, ἀκροθίνιον Μελέτιε, πρὸς ἐκπλήρωσιν τῶν θείων ἐντολῶν, καθοδήγει τοὺς πιστῶς σε μακαρίζοντας.
Σύντριψον ἐχθροῦ, τὰς παγίδας Κλήμη ὅσιε, πρὸς εἰρήνην κατευθύνων ἀσφαλῆ, τοὺς αἰτοῦντάς σου τὴν χάριν τὴν θεόσδοτον.
Ὄμβρησον ἠμῖν, νάμα θεῖον ταῖς πρεσβείαις σου, καὶ κατάρδευσον παμμάκαρ Γερμανέ, τὰς καρδίας τῶν τιμώντων τοὺς ἀγώνας σου.
Θεοτοκίον.
Νέκρωσον Ἁγνή, τῆς σαρκός μου τὰ σκιρτήματα, καὶ πρὸς ἔρωτα ζωῆς τῆς ἐν Χριστῷ, ἀναπτέρωσον τὸν νοῦν μου ἱκετεύω σε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Mεγίστων ἀξιωθεῖς χαρισμάτων, Σεραφεὶμ ὡς μιμητὴς τῶν Ὁσίων, μεγάλων πόνων καὶ θλίψεων ῥύου, καὶ ἐπωδύνων ἀεὶ περιστάσεων, τῇ σῇ μεγίστῃ πρὸς Χριστόν, παῤῥησία ἡμᾶς τοὺς τιμώντας σε.
Ἐκλάμπει ὁ δεκάριθμος δῆμος, τῶν Ἁγίων του Χριστοῦ θεραπόντων, μαρμαρυγαῖς τῶν θαυμάτων ἀπαύστως, καὶ διαλύει παθῶν ἀμαυρότητα· διὸ προσπέσωμεν αὐτοῖς, ἵνα λάβωμεν χάριν καὶ ἔλεος.
Σωμάτων καὶ τῶν ψυχῶν τὰς ὀδύνας, θεραπεύσατε ἡμῶν ταῖς πρεσβείαις, ὦ δεκάριθμον Ἅγιον στίφος, τῶν ἐκζητούντων ὑμῶν τὴν ἀντίληψιν, ἧν δίδοσθαι ἡμῖν ἀεί, τοῦ Χριστοῦ θεοφόροι θεράποντες.
Θεοτοκίον.
Ὡς Μήτηρ τοῦ Βασιλέως τῆς δόξης, ἀειπάρθενε ἁγνὴ Θεοτόκε, ἐξ ἀδοξίας παθῶν ἀκαθάρτων, τὴν ρυπωθείσαν ψυχήν μου ἀπόπλυνον, καὶ βασιλείας οὐρανῶν, κληρονόμον μὲ δεῖξον τὸν δοῦλόν σου.
Διάσωσον Δεκαρίθμων Ἁγίων σύστημα θεῖον, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβείᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Δεκαρίθμων Ἁγίων ὁ σύλλογος, τῆς Βοιωτίας θερμοὶ ἀντιλήπτορες, ἡμῶν τὰς δεήσεις προσδέξασθε, καὶ πολυτρόπων κινδύνων λυτρώσασθε, τοὺς πόθω ὑμᾶς μακαρίζοντας.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεκάριθμον σύστημα, τῶν θεοφόρων Ἁγίων, Ἐκκλησίας πρόμαχοι, πάσης Βοιωτίας δὲ ἀντιλήπτορες, πειρασμῶν λύσατε, τὰς ἐπαναστάσεις, καὶ εἰρήνην ἑξαιτήσασθε, ὑμῖν καὶ ἄφεσιν, τῶν παρπτωμάτων δεόμεθα, παρὰ τοῦ Παντοκράτορος, τοῦ λαμπρῶς ὑμᾶς θαυμαστώσαντος· οὗ τῆς θείας δόξης, τρυφῶντες σὺν Ἀγγέλων τοῖς χοροῖς, ἠμῶν τὸν βίον ἰθύνατε, πρὸς τὸ θεῖον θέλημα.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸν Σωτήρα κηρύττων, ἐν ταῖς Θήβαις ἐπέστης Λουκᾶ ἀπόστολε διὸ τὰς τῶν Θηβαίων, ἱκετηρίας δέχου, τῶν βοώντων ἑκάστοτε· ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐν τοῖς τρίβοις ἰθύνοις, ἐντολῶν τοῦ Κυρίου Ῥοῦφε ἀπόστολε, τοὺς πίστει δεξαμένους, τὸν λόγον σου τὸν θεῖον, καὶ βοώντας θεόληπτε· ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥώμη θεία ἀθλήσας, καὶ Χριστὸν μεγαλύνας Ῥηγῖνε ἅγιε, προστάτης ἀνεδείχθης, καὶ θεῖος ἀντιλήπτωρ, τῶν βοώντων ἐκ πίστεως· ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γεωργία ἀῤῥήτω, γεωργεῖς Θεομῆτορ ὑπὲρ κατάληψιν, ἐν σώματι τὸν Λόγον, παθῶν τῆς ἀλογίας, τοὺς βοώντας ῥυόμενον· ὁ τῶν Πατέρων ἠμῶν Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Εν τῇ σῇ σκέπῃ, Θηβῶν ἡ πόλις προστρέχει καὶ κραυγάζει σοὶ θεόφρον Ἰωάννη· σκέπε τὴν σὴν ποίμνην, ἐκ πάσης δυσπραγίας.
Ῥῦσαι κινδύνων, Λουκᾶ Στειρίου τὸ κλέος, τοὺς προστρέχοντας τοὺς θείοις σου λειψάνοις, καὶ ἐπιζητοῦντας, τὴν θείαν ἀρωγήν σου.
Ἀσθενημάτων καὶ προσβολῶν τοῦ βελίαρ, ἀσινεῖς ἠμᾶς Νικήτα συντήρει, τοὺς ἑξαιτουμένους, τὴν θείαν σου πρεσβείαν.
Θεοτοκίον.
Σκηνὴ ἁγία, τῶν οὐρανῶν πλατυτέρα, παντευλόγητε Παρθένε Θεοτόκε, τῆς στενοχώριας, παθῶν ἁπάλλαξόν με.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν ἠμῖν αἰτεῖσθε, Κλήμη θεοφόρε, καὶ Γερμανὲ Σαγματίου οἱ ἔφοροι, ὡς ἂν τὸ κράτος ὠλέσομεν τοῦ ἀλάστορος.
Μονήν σου τὴν ἁγίαν, Σεραφεὶμ παμμάκαρ, καὶ τῶν πιστῶν ἐπευλόγει τὸ σύστημα, πᾶσι παρέχων τὴν χάριν σου τὴν σωτήριον.
Οἱ λύχνοι οἱ φωσφόροι, πάσης Βοιωτίας, τῶν δεκαρίθμων Ἁγίων τὸ σύστημα, ἐκ σκοτασμοῦ ἁμαρτίας ἡμᾶς λυτρώσασθε.
Θεοτοκίον.
Ὑψίστου χαῖρε θρόνε, Κεχαριτωμένη· χαῖρε λαῶν Ὀρθοδόξων διάσωσμα, καὶ τῆς ψυχῆς μου Παρθένε τὸ ἀγαλλίαμα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἡ δεκάριθμος καὶ σεπτή, χορεία Ἁγίων Βοιωτίας ἄστρα λαμπρά, καὶ τῆς Ἐκκλησίας ἁπάσης δαδουχίαι, καὶ πρέσβεις καὶ μεσίται, ἡμῶν πρὸς Κύριον.
Χαίροις Ἀποστόλων θεία δυάς, Λουκᾶ θεηγόρε, καὶ ὁ Ῥοῦφος ὁ ἱερός, βάσεις τὲ καὶ στύλοι, Θηβῶν τῆς Ἐκκλησίας, ὡς τοῦ Σωτῆρος, μύσται ἀξιοθαύμαστοι.
Ἤθλησας νομίμως ὑπὲρ Χριστοῦ, Ῥηγῖνε θεόφρον, ποιμενάρχης δὲ θαυμαστός, τῆς ἐν Θήβαις ὤφθης, ἁγίας Ἐκκλησίας, παμμάκαρ Ἰωάννη, ὡς συμπαθέστατος.
Τὸν ἐν τῷ Στειρίῳ θεῖον Λουκᾶν, ὑμνήσωμεν πάντες, ἀπαθείας ὡς θησαυρόν, σὺν τῷ Μελετίω τῷ ἐν τῇ Μυουπόλει, ὡς πρεσβευτὰς μεγίστους, ἡμῶν πρὸς Κύριον.
Χαίροις τῶν ὁσίων ὁ μιμητής, Σεραφεὶμ θεόφρον, τῆς Μονῆς σου θεῖος λαμπτήρ· χαίροις ὁ πρεσβεύων, ὑμῖν πταισμάτων λύσιν, σὺν τοῖς ἐν Βοιωτία, Ἁγίοις ἄπασι.
Σεραφείμ, Νικήταν, Ῥοῦφον, Λουκᾶν, Κλήμεντα, Ῥηγίνον, Καλοκτένην τὲ Γερμανὸν καὶ σὺν Μελετίω, Λουκᾶν πνευματοφόρον, ὡς Βοιωτῶν προστάτας ὕμνοις γεραίρομεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
(Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια)
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δῆμος ὁ Δεκάριθμος σεπτός, τῶν ἐν Βοιωτίᾳ Ἁγίων,διαλαμψάντων λαμπρῶς, ἐναρέτοις πράξεσι, καὶ πολιτεία σεμνή, καὶ θαυμάτων δυνάμεσιν, ἀεὶ δυσωπεῖτε τὸν ὑμᾶς δοξάσαντα, Χριστὸν τὸν Κύριον, ῥύεσθαι ἠμᾶς πάσης βλάβης, καὶ πειρατηρίων ποικίλων, τοὺς ὑμῖν ἑκάστοτε προστρέχοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

