Παρακλητικός Κανών της Αγίας Θεοπρομήτορος Άννας

Ποίημα του Πανοσιωτάτου εν Ιερομονάχοις Κυρίου Διονυσίου Αγιαρτεμίτου

†Εορτάζεται στις 9 Δεκεμβρίου και 25 Ιουλίου η Κοίμησης

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοφόρῳ ἐκτενῶς νῦν προσέλθωμεν, οἱ ταπεινοὶ ὡς ἀληθῶς καὶ προσπέσωμεν, ἐν κατανύξει κράζοντες θερμῶς ἐκ ψυχῆς· Ἄννα πολυύμνητε, σπλαγχνισθεῖσα σοῖς δούλοις, πάσης ἡμᾶς λύτρωσαι, προσβολῆς ἐναντίας, καὶ ἀπειλῆς δεινῶς παντοδαπῶν, εἰς σὲ γὰρ πάντες, ἀεὶ ἐγκαυχώμεθα.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἴτα ἀρχόμεθα τοῦ κανόνος, λέγοντες ἐν έκάστῳ τροπαρίῳ·
Ἁγία Θεοπρομῆτορ Ἂννα πρέσβευε ὑπὲρ ἡμῶν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐπίβλεψον ἄνωθεν εὐμενῶς, Προμῆτορ Κυρίου, καὶ ἐπόμβρησον δαψιλῶς, τὰ ῥεῖθρα τοῦ θείου σου ἐλέους, τοῖς προσιοῦσι θερμῶς ἐν τῇ σκέπῃ σου.

Παθῶν ἀκαθέκτων τὴν χαλεπήν, κατεύνασον ζάλην καὶ παντοίων ἐπιφορῶν, τὴν ῥύμην ἀνάστειλον θεόφρον, σαῖς πρὸς Θεὸν ἱεραῖς παρακλήσεσιν.

Ἐν νόσοις σὲ εὕροιμεν ἰατρόν, φιλάγαθε Ἄννα, καὶ ἐν θλίψεσι πλατυσμόν, καὶ πύργον ἰσχύος ἐν ἀνάγκαις, καὶ ἐν κινδύνοις ταχεῖαν ἀντίληψιν.

Θεοτοκίον.
Ἐπίσκεψαι Δέσποινα συμπαθῶς, τοὺς πίστει καὶ πόθῳ, σὲ ὑμνοῦντας ἀνελλιπῶς, καὶ πᾶσι παράσχου σωτηρίαν, καὶ φωτισμὸν καὶ εἰρήνην καὶ ἔλεος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Συμφορῶν καὶ κινδύνων καὶ ἀναγκῶν ἔνδοξε, καὶ ἀνιαρῶν ἐπαλλήλων καὶ περιστάσεων, πάντας διάσωσον, τοὺς τῷ σεπτῷ σου τεμένει, πόθῳ προσεδρεύοντας, καὶ σὲ γεραίροντας.

Ἐξ ἐφόδου παντοίας, βαρβαρικῆς πάνσεμνε, καὶ δαιμονικῆς ἐπηρείας καὶ ἐπιθέσεως, κακοποιούντων ἀνδρῶν, ῥῦσαι τὴν ποίμνην σου ταύτην, τὴν ἐκ διαθέσεως, σὲ μεγαλύνουσαν.

Νοσημάτων παντοίων, καὶ ἀλγεινῶν λύτρωσαι, τοὺς εἰλικρινῶς αἰτουμένους τὴν σὴν ἀντίληψιν, Ἄννα φιλεύσπλαγχνε· ὅσα γὰρ θέλεις ἀνύεις, ὡς Προμήτωρ ἔνθεος, τοῦ Παντοκράτορος.

Θεοτοκίον.
Ἡ ἐλπὶς ἡ βεβαία, τῶν γηγενῶν Ἄχραντε, καὶ ἡ ὀξυτάτη καὶ μόνη ἡμῶν βοήθεια, ῥῦσαι δεόμεθα, τῆς πολυπλόκου κακίας, τοῦ δολίου δράκοντος, τοὺς σὲ δοξάζοντας.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου σῶφρον Ἄννα, ὅτι πάντες πρὸς σὲ καταφεύγομεν, ὡς ἔνθεον πρὸς Θεὸν ἡμῶν πρέσβυν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Πρεσβείαν τὴν σὴν ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦντες ἀεὶ οἱ δοῦλοί σου πανεύφημε, ἐκτενῶς βοῶμέν σοι· θεοδόξαστε Ἄννα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη Προμήτωρ τοῦ ποιήσαντος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συνεχόμενοι πάντοθεν καὶ δεινοῖς παντοίοις κλυδωνιζόμενοι, βοηθείας τῆς σῆς τύχοιμεν, Ἄννα οἱ προστρέχοντες τῇ σκέπῃ σου.

Τὰς βουλὰς διασκέδασον τῶν ὠρυομένων κατὰ τῆς ποίμνης σου, καὶ ματαίωσον δεόμεθα, τὰς αὐτῶν ἐλπίδας Ἄννα πάνσεμνε.

Μὴ παρίδῃς θεόληπτε τοὺς προσκαλουμένους σε εἰς βοήθειαν, ἀλλὰ τάχυνον τοῦ ῥύσασθαι, τῆς παρενοχλούσης ἡμᾶς θλίψεως.

Θεοτοκίον.
Συμφορῶν καὶ κακώσεων καὶ ἐπερχομένων δεινῶν συμπτώσεων, καὶ ποικίλων παραπτώσεων, Θεοτόκε σῶζε τοὺς ὑμνοῦντάς σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι ἡμῶν, τῶν σωμάτων τὰ συντρίμματα, καὶ τοῦ νοὸς τὰς ἐκτροπὰς ἀγαθή, καὶ διανοίας διασκέδασον τὴν ζόφωσιν.

Αἴτησαι ἡμῖν, ἐπταισμένων τὴν συγχώρησιν, ἐλευθερίαν πολυτρόπων δεινῶν, καὶ εἰρηναίαν παμμακάριστε κατάστασιν.

Πάσης ἀπειλῆς καὶ παντοίας ἐλευθέρωσον, θεόφρον Ἄννα δυσχερείας ἡμᾶς, ὅπως ὑμνῶμεν ἀεὶ τὰ μεγαλεῖά σου.

Θεοτοκίον.
Πρόστηθι Ἁγνή, τοῖς πιστῶς σε λιτανεύουσι, καὶ ἀσιγήτως σὲ γεραίρουσι, καὶ ὀρθοδόξως Θεοτόκον καταγγέλουσιν.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μὴ παύσῃ ὑπὲρ ἡμῶν πρεσβεύουσα προνοοῦσά τε ἀεὶ καὶ φρουροῦσα· πρὸς σὲ καὶ γὰρ παναοίδιμε Ἄννα, διὰ παντὸς ἀφορῶμεν οἱ δοῦλοί σου, παντοίας οὖν ἐπιφορᾶς, ἀνωτέρους ἡμᾶς διατήρησον.

Ἐκ πάσης, ἡμᾶς περίσωζε συνοχῆς τε καὶ παντοίας ὀδύνης, καὶ χαλεπῆς, ἐλευθέρωσον βλάβης, ψυχῆς ὁμοῦ τε καὶ σώματος ἔνδοξε, ἰσχύεις γὰρ ὡς ἀληθῶς, ὡς Προμήτωρ τοῦ πάντα ἰσχύοντος.

Ἐκ σάλου τῆς τῶν παθῶν ὀχλήσεως, καὶ δεινῆς ἡμᾶς θεόληπτε Ἄννα, τῶν πονηρῶν, λογισμῶν καταιγίδος, πρὸς γαληνότατον ὅρμον προσόρμισον, προνοίᾳ σου τῆς ἀγαθῆς, ἀγαθοῦ τε Δεσπότου Προμήτορος.

Θεοτοκίον.
Ὡς πάντων, τὴν δεσποτείαν ἔχουσα, οἷα Μήτηρ τοῦ τῶν πάντων Δεσπότου, δίδου ἡμῖν, ἐγκλημάτων τὴν λύσιν, καὶ παθημάτων Ἁγνὴ ἀπολύτρωσιν, κινδύνων τε ἀπαλλαγήν, καὶ Θεοῦ Βασιλείας οἰκείωσιν.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου σῶφρον Ἄννα, ὅτι πάντες πρὸς σὲ καταφεύγομεν, ὡς ἔνθεον πρὸς Θεὸν ἡμῶν πρέσβυν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Προστασία τῶν πιστῶν ἀκαταμάχητε, μεσιτεία πρὸς Θεὸν ἀμετακίνητε, μὴ παρίδῃς σῶν οἰκετῶν ἱκέσιον φωνήν, ἀλλ’ ἐπίβλεψον ὡς συμπαθὴς εἰς τὴν ταπείνωσιν ἡμῶν, τῶν πιστῶς προστρεχόντων σοι, σώζουσα ἐκ κινδύνων καὶ σκέπουσα ἐκ παντοίων, πειρατηρίων χαλεπῶν, Ἄννα πάνσεμνε τοὺς δούλους σου.

Προκείμενον.
Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στίχος.
Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Λουκᾶν.
(Κεφ. η΄ 16-21).
Εἶπεν ὁ Κύριος· οὐδεὶς λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. Οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. Βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ καὶ ὃς ἐὰν μὴ ἔχῃ καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. Καὶ ἀπηγγέλθη αὐτῷ λεγόντων· ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες. Ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.

Δόξα.
Ταῖς τῆς σῆς Προγόνου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴ παρίδῃς ἔνδοξε τὴν ἀνυμνοῦσάν σε πίστει, καὶ πόθῳ γεραίρουσαν, καὶ ἀδιαλείπτως σὲ μεγαλύνουσαν, ἱερὰν ποίμνην σου, ἀλλ’ αὐτὴν θεόφρον, ἀκοιμήτῳ προστασίᾳ, περιχαράκωσον, καὶ διαπαντὸς περιτείχισον, καὶ πάσαις ἀνεπίβατον ταῖς ἀντικειμέναις δυνάμεσιν, ἀνάδειξον ταύτην, πανεύφημε Προμῆτορ τοῦ Χριστοῦ· ἐν σοὶ γὰρ αὕτη κρατύνεται, καὶ αὐχεῖ καὶ σώζεται.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πειρασμῶν ἀνηκέστων συμφορῶν ἀδοκήτων, Ἄννα θεόκλητε, μαστίγων πολυτρόπων, δεινῶν ὀλεθροτόκων, ῥῦσαι πάντας τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Δυσμενείας παντοίας καὶ δεινῆς προσδοκίας, καὶ πάσης ἔνδοξε, βουλῆς κακομηχάνου, περίζωσε τοὺς πίστει, εἰσαεὶ ἀναμέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ψυχικὴν εὐεξίαν καὶ σωμάτων τὴν ῥῶσιν, πᾶσι θεόληπτε, παράσχου τοῖς ἐν πίστει, τῷ θείῳ σου τεμένει, προσιοῦσι καὶ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Σηπεδόνας ψυχῆς μου καὶ παθῶν ἀλγηδόνας, θᾶττον ἀφάνισον, καὶ ὅλον με Παρθένε, ῥοπῇ τοῦ σοῦ ἐλέους, σεσωσμένον ἀνάδειξον, ὅπως ὑμνῶ σου ἀεὶ τὰς θείας δυναστείας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς ἐκ παντοίων, ἀνιαρῶν τρυχομένους, καὶ δεινοῖς ἀεὶ ἐταζομένους, λύτρωσιν θεόφρον, παράσχου εἰς αἰῶνας.

Τῆς τῶν δαιμόνων, πανωλεθρίου μανίας, καὶ ἀνδρῶν ἐχθίστων ἀπηνείας, πρόφθασον καὶ ῥῦσαι, τοὺς σοὺς σεμνὴ οἰκέτας.

Τοὺς ἐν ποικίλοις, πειρατηρίοις τοῦ βίου, πολυτρόπως πάντοτε θεόφρον, περιστατούμενους, σῶζε εἰς αἰῶνας.

Θεοτοκίον.
Τοὺς πεποιθότας, ἀνενδοιάστως Παρθένε, τῇ πανσωστικῇ σου προστασίᾳ, ἀνεπηρεάστους, συντήρει εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τοὺς πίστει προσκυνοῦντας, τὴν σεπτὴν σορόν σου, καὶ ἐμφερείας τὸ θεῖον ἐκτύπωμα, σκέπε καὶ φρούρει καὶ σῶζε Ἄννα φιλάγαθε.

Ἐκ θείων ὑψωμάτων, μὴ ἐλλίπῃς ὅλως, θεόφρον Ἄννα ἡμᾶς ἐποπτεύουσα, καὶ τὰς ἰάσεις ἀφθόνως πᾶσι βραβεύουσα.

Μὴ παύσῃ συντηροῦσα, ταύτην σου τὴν ποίμνην, ἐκ πολυπλόκων σκανδάλων τοῦ ὄφεως, καὶ ἐξ ἀνθρώπων ἀδίκων Ἄννα
πανθαύμαστε.

Θεοτοκίον.
Ἐλπίς μου γλυκυτάτη, καὶ ἀναψυχή μου, καὶ τῆς ψυχῆς μου χαρὰ Παναγία, χαρᾶς ἐκείνης με δεῖξον Πάναγνε μέτοχον

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Ἄνναν τὴν Ἁγίαν, τὴν Προμήτορα τοῦ Χριστοῦ, τὴν ἀξιωθεῖσαν γεννῆσαι τὴν Παρθένον τὴν μόνην Θεοτόκον καὶ Παναμώμητον.

Χαρίτων ὡς ἔμπλεως ἀγαθή, χαρίτωσον πάντας τοὺς ἐν πίστει σὲ ἀκλινεῖ, ἀνυμνολογοῦντας καὶ πόθῳ προσκυνοῦντας, τῆς θείας κληρουχίας πάντας ἀξίωσον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, μνημονεύεις ἀγαθή, τῶν μνημονευόντων σου πόθῳ, καὶ εὐφημούντων σε, καὶ ἐκλιπαρούντων σε Θεοπρομῆτορ θερμῶς, καὶ πρὸς σὲ μετὰ πίστεως, ἀεὶ ἀφορώντων, καὶ πρὸς τὴν ἀντίληψιν καταφευγόντων τὴν σήν· πάσης οὖν ἡμᾶς ἐπηρείας, νόσων συμφορῶν καὶ κινδύνων, καὶ δεινῶν ἁπάντων ἐλευθέρωσον.

Ἔτερον Ὄμοιον.
Πάντες, σοὶ προσπίπτομεν πιστῶς, πάντες σε θερμῶς δυσωποῦμεν, Ἄννα φιλεύσπλαγχνε, πάντας ἡμᾶς λύτρωσαι τῇ μεσιτείᾳ σου, πολυτρόπων κακώσεων, μελλόντων κινδύνων, δεινῶν ἐπιθέσεων, καὶ ἀλγηδόνων πικρῶν, καὶ ἀνιαρῶν ἐπαλλήλων, καὶ ἀῤῥωστημάτων ποικίλων, καὶ πολυειδῶν ἑτέρων θλίψεων.

Ἔτερον Ὄμοιον.
Πάσης, τῶν ἐθνῶν ἐπιδρομῆς, πάσης τῶν ἐχθρῶν κακουργίας, πάσης στενώσεως, πάσης περιστάσεως, πάσης κακώσεως, πάσης ἄλλης συμπτώσεως, παντοίας ἀνάγκης, ἐκ πάσης τε θλίψεως, καὶ προσβολῆς τοῦ ἐχθροῦ, καὶ ἐκ πολυτρόπων σκανδάλων, καὶ πειρατηρίου τοῦ βίου, ῥῦσαι τοὺς σοὺς δούλους Ἄννα ἔνδοξε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.