Παρακλητικός Κανών εις πάντας τους Σιναίτες Αγίους Ασκήσαντας και Διαλάψαντας εν τη χερσόνησο του Σινά
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος Σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισον μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματος Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὰ ἑξῆς.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τούς πολυτίμους μαργαρίτας Σιναίου, Φαρᾶν σαπφείρους, Ραϊθώ χαλαζίας, διάδημα τῆς πίστεως ἡμῶν τῆς σεπτῆς ἀρεταῖς κοσμήσαντας, ταπεινώσει, νηστείᾳ καί αἱμάτων χεύμασιν ἐπαινέσωμεν πόθω αὑτοῖς βοῶντες• Ἅγιοι Χριστοῦ, ἡμᾶς κινδύνων δεινῶν ἀπαλλάξατε.
Δόξα. Τό αὑτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μή γάρ σύ προΐστατο πρεσβεύουσα, τις ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ αποοστώμεν, Δέσποινα, ἐκ σου• σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.
Ὁ Ν’ Ψαλμός
Ἕλέησόν με, ὁ Θεὅς, κατ’ἆ τὅ μἕγᾶ ἕλεὅς σου καί κατ’ἆ τὅ πλἤθος τὧν ὁἰκτιρμὧν σου ἕξἆλεῖψον τὅ ἆνὅμημἆ μου· ἕπί πλεῖὄν πλὗνὅν με ἆπὅ τἤς ἆνομίἅς μου καί ἆπὅ τἤς ἆμαρτίἅς μου καθ’ἆρισὅν με ὅτι τἤν ἆνομίἄν μου ἕγὧ γινὧσκω, καί ἡ ἆμαρτίἆ μου ἕνὧπίὅν μοὗ ἕστι διαπαντὅς σοί μὅνὧ ἥμαρτον καί τὅ πονηρὅν ἕνὧπίὅν σου ἕποίἦσα, ὅπως ἆν δικαιωθἤς ἕν τόῖς λὅγοις σου, καί νικἤσἡς ἕν τῷ κρίνεσθαί σε ἰδοὗ γἆρ ἕν ἆνομίαἷς συνελἤφθην, καί ἕν ἆμαρτίαἷς ἕκίσσησἕ με ἡ μἤτηρ μου ἰδοὗ γἆρ ἆλἤθείαν ἡγἆπησας, τἆ ἆδῆλα καί τἆ κρὗφια τἤς σοφίἅς σου ἕδ’ἤλωσἆς μοι ραντιεῖς με ὗσσὧπὧ, καί καθαρισθἤσομαι, πλύνεῖς με, καί ὗπἕρ χιὅνᾷ λευκανθἤσομαι ἆκουτιεῖς μοι ἆγαλλίἄσιν καί ἕὗφροσὗνῆν, ἆγαλλιἆσονται ὁστἕἆ τεταπεινωμἕνᾷ ἆπὅστρέψον τὅ πρὅσωπὅν σου ἆπὅ τὧν ἆμαρτιὧν μου καί πἆσάς τἆς ἆνομίἅς μου ἕξἆλεῖψον καρδίἄν καθαρἆν κτίσόν ἕν ἕμοί, ὁ Θεὅς, καί πνεὗμά ἕὗθἕς ἕγκαίνισον ἕν τόῖς ἕγκἆτοῖς μου μἤ ἆποῤῥίψἡς με ἆπὅ τόὗ προσὧπου σου καί τὅ πνεὗμἆ σου τὅ ἅγιον μἤ ἆντανἕλἡς ἆπ᾿ ἕμοὗ ἆπὅδός μοι τἤν ἆγαλλίἄσιν τόὗ σωτήρίοὐ σου καί πνεὗματι ἡγεμονικῷ στἤριξὅν με διδἆξω ἆνὅμούς τἆς ὁδοὗς σου, καί ἆσέβεῖς ἕπί σἕ ἕπιστρἕψουσι ρὗσάί με ἕξ ἆἱμἆτῶν, ὁ Θεὅς ὁ Θεὅς τἤς σωτήρίἅς μου· ἆγαλλιἆσεται ἡ γλὧσσἆ μου τἤν δικαιοσὗνῆν σου. Κὗριε, τἆ χείλη μου ἆνοίξεῖς, καί τὅ στὅμά μου ἆναγγελεῖ τἤν ἆἴνεσίν σου ὅτι ἕἰ ἡθἕλησας θυσίἄν, ἕδωκα ἆν· ὁλοκαυτὧμάτα ὁὗκ ἕὗδοκἤσεις θυσίἆ τῷ Θεῷ πνεὗμά συντετριμμἕνον, καρδίἄν συντετριμμἕνῆν καί τεταπεινωμἕνῆν ὁ Θεὅς ὁὗκ ἕξουδενὧσει ἆγἆθῦνον, Κὗριε, ἕν τἤ ἕὗδοκἴα σου τἤν Σιὧν, καί ὁἰκοδομηθἤτῷ τἆ τείχη ῾Ιερουσαλἤμ· τὅτε ἕὗδοκἤσεις θυσίἄν δικαιοσὗνης, ἆναφορἆν καί ὁλοκαυτὧμάτα· τὅτε ἆνοίσουσιν ἕπί τὅ θυσιαστἤριὅν σου μὅσχους.
Καί ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Υπομονῆ ὂπλα δότε μοὶ Σιναίται Άγιοι. Χ.
Εἴς ἔκαστον τροπάριον λέγομεν Πάντες Σιναΐται ἅγιοι πρεσβεύσατε ὑπέρ ἡμῶν, τα δύο τελευταία Δόξα, και Νῦν.
ᾨδὴ ἆ’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
Ὑμνῶν τήν ἁγίαν ὑπομονήν, δι’ ᾖς Σιναΐται, πρός αρύτατων ἀρετῶν ἐπήρθητε ὕψος ἀνακράζω• ὑπομονῆς με ἀφάτου πληρώσατε.
Πυξίδας κατέχοντας ἀκριβείς, πρός πόλιν τήν ἄνω, Σιναΐται ὑμᾶς καλῶς, ζωῆς τόν προκείμενον ἀγῶνα, ὑμῶν ταῖς θείαις ἐντεύξεσι τρέχομεν.
Οὐράνιον φρόνημα ἐπί γῆς, δεικνύοντες ὄντως, Σιναΐται θεοειδεῖς, πρεσβεύσατε πόθον τῆς ἀγήρω, ἡμᾶς αὐξάνειν ζωῆς τῷ Παντάνακτι.
Θεοτοκίον.
Μώσης φλεγομένην ἐν τῷ Σινά, καί μή καιομένην, Βάτον Κόρη ἑωρακός, τήν σε προτυποῦσαν κατενόει, τῆς σής συλλήψεως θεῖον μυστήριον.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Ὁλικῶς ἀτενίζειν πρός τόν Χριστόν, πάνσοφε, ἐν δειναῖς τοῦ βίου ἡμέραις, καί περιστάσεσιν, Αἰκατερίνα σεμνή, ἀξιωσόν με ὡς νύμφη, τοῦ Κυρίου ἄμωμος καί περιδόξαστος.
Νυχθημέροις καμάτοις τῶν ἀρετῶν κλίμακα, ἐν Θολά σπηλαίων ἀνῆλθες, πάτερ πανόσιε, καί εἰσελθών εἰς χαράν, Θεοῦ ἤμας ἱκετεύεις, ἀρετῶν ἀνέρχεσθαι πάντας τήν κλίμακα.
Ἡλιούς τόν Θεσβίτην τόν ἐν Χωρήβ Κύριον, αὔραν ὡς λεπτήν κατιδόντα, ἐπικαλούμεθα, ἐν ἀνομβρίας καιρώ, βοῶντες• στάξον ὑψόθεν, ὑετόν τῆς χάριτος σε τοῖς γεραίρουσι.
Θεοτοκίον.
Σωτηρίας τό ἤμας τό φωταυγές, Δέσποινα, θαυμαστώς ἀνέτειλας κόσμῳ, βάτε πυράφλεκτε, Χριστόν Θεό τόν Υἱόν, φθορᾶς ἐλαύνουσα σκότος, ζοφερόν καί θάνατον πόρρω διώκουσα.
Δωρήσατε αὐτομεμψίαν, ταπείνωσιν καί ἀγάπην ταῖς ἀόκνοις ὑμῶν εὐχαῖς πρός Κύριον, Ἅγιοι, Σιναίου προστάται καί πολιοῦχοι.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπῇ τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Μή παύσῃ Χριστώ τῷ κτίστῃ σου πρεσβεύουσα, Παρθένε, Μώσης ὡς βάτον ἀκατάφλεκτον ἐν Σινά ἤν ἑώρακε, σύν Ἁγίοις δήμοις θεόφροσι Σιναϊτών διδόναι τοῖς πιστοῖς ὑγείαν καί ῥώμην ἀκατάβλητον.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Ὁρμαθέ τεσσαράκοντα ὁσιομαρτύρων Σινά ἀποστάξον, νέκταρ πᾶσι θείας χάριτος, σύν τῆς Ραϊθώ μαρτύρων τάγμασι.
Προφητῶν ἀκροθίνιον, ὁ λαβών θεόθεν τά θεοχάρακτα, Μωυσῆ θεόπτα γράμματα, τοῦ Θεοῦ ἰδεῖν με φῶς ἀξίωσον.
Λαμπροχίτων Γρηγόριε, εἰς Θεοῦ εἰσῆλθες τά θεία δώματα, ὡς εὐχῆς ἀόκνου πρύτανις, ἀκηδίαν λύειν τῶν τιμώντων σε.
Θεοτοκίον.
Ἀκατάφλεκτος ἔμεινας, εἰ καί πῦρ ἐδέξω τό τῆς Θεότητος, ἐν γαστρί σου Μητροπάρθενε, ἡ παθών ἡμῶν τό πῦρ σβεννύουσα.
ᾨδὴ ἕ’. Φώτισον ἡμᾶς.
Δώρησαι ἡμῖν, Ἐπιστήμη, γνῶσιν κρείττονα, ἴνα τρίβον διαβῶμεν τήν στενήν, θεαρέστως, σύν τῷ θείων Γαλακτίωνι.
Ὅσιε Φαρᾶν, Μωυσῆ ἐρήμου σέμνωμα, ὁ δαιμόνια εὐχή σου ἐκβαλών, ἐκ πνευμάτων, ἀκαθάρτων βλάβης ῥῦσαι με.
Τείχισον ἡμᾶς, ταῖς πρεσβείαις σου Εὐθύμιε, ὁ ἀγῶνα τόν ἀρχιερατικόν, περατώσας, ἐν Σινά Θεοῦ τῇ χάριτι.
Θεοτοκίον.
Ἔλεος ἡμῖν, τοῦ σεπτοῦ Υἱοῦ σου ὂμβρισον, καί κατάσβεσον τό πῦρ ἡμῶν παθών, βάτε πάμφωτε, Σινά ἡ ἀκατάφλεκτος.
ᾨδὴ στ’. Τήν δέησιν.
Μισήσαντα, τά φθαρτά καί πρόσκαιρα, καί ἀσκήσαντα ἐν ὄρει Σιναίου, σύν Θεοδούλῳ αὑτοῦ τῷ ὁσίῳ, υἱώ τιμήσωμεν Νεῖλον κραυγάζοντες• διπλῆς ἀγάπης καί εὐχῆς, ἀσιγήτου ἡμῶν πόθον αὔξησον.
Ὁ ἔγκλειστος, ἀσκητής Ἡσύχιος, ὁ θανάτου ἔχων πάντοτε μνήμην, ἡμᾶς πρός μίμησιν πόνων ἀόκνων, αὑτοῦ καλεῖ τούς πιστῶς ἀνακράζοντας• ζωῆς ἀγήρω σαῖς εὐχαῖς, τούς τιμῶντας σε πάτερ ἀξίωσον.
Ἱκέτευε, Ιωάννη ὅσιε, Σαββαΐτα τοῦ Γουδδά τῆς ἐρήμου, ηδυτερές κρίνον τόν Ζωοδότην, ὑπακοῆς ἀναδείξαι κειμήλια, τούς σε τιμῶντας ἐκτενῶς, ἀπαθείας ὡς σέλας ἀείφωτον.
Θεοτοκίον.
Συνέσεως, καί ἁγνείας πρότυπον, Θεοτόκε ἀκατέφλεκτε βάτε, ῥοαῖς εὐχῶν σου ἀπόπλυνον ῥύπον, ψυχῶν σῶν δούλων καί καῦσον ὡς φρύγανα, ἡμῶν πταισμάτων τήν πληθύν, ἴνα πόθω ἀεί σε γεραίρωμεν.
Δωρήσατε αὐτομεμφίαν, ταπείνωσιν καί ἀγάπην ταῖς ἀόκνοις ὑμῶν εὐχαῖς πρός Κύριον, Ἅγιοι, Σιναίου προστάται καί πολιοῦχοι
Ἄχραντε ἡ δία λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον ὡς ἔχουσα μητρικήν παρησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Ὡς ἀστέρες ἀειφεγγεῖς ἀνελάμψατε, ἐν ἐρήμῳ Σινά διαφόροις τοῖς ἔτεσι, τήν ζοφώδη ἡμῶν ὀμίχλην τῶν ἀνομιῶν φωτειναῖς ἡμῶν μαρμαρυγαῖς ἀπελάσατε Ἂγιοι• ὅθεν ἡμῖν βοῷμεν• θειότατοι Σιναΐται, ἐξ ἐπηρείας τοῦ ἐχθροῦ, τούς ὑμᾶς τιμῶντας σώσατε.
Προκείμενον.
Θαυμαστός Θεός ἐν τοῖς Ἁγίοις αὑτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Ἐκ τοῦ κατά Λουκάν (Κέφ. στ, 17-23)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησον με, ὁ Θεός κατά τό μέγα ἔλεος σου καί κατά τό πλῆθος τῶν οικτηρμών σου ἐξάλειψον τόν ἀνόμημα μου.
Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Τάχος προσαγάγετε, Θεώ ἡμῶν τάς δεήσεις, Σιναΐται ἅγιοι, βάθρα ταπεινώσεως ἀδιάσειστα, ἀσκηταί πάνσοφοι, ἀθληταί τίμιοι, καί προφῆται θεοφώτιστοι, ὑμῖν κραυγάζομεν, ῥύσασθε πανδείνων περιστάσεων, ἄχθους χαλεποῦ, ζόφου θλίψεων, πάσης δυσθυμίας, ἐχθροῦ ἐπιβουλῆς τοῦ μιαροῦ, καί ἀκηδίας τούς σπεύδοντας, εἰς ὑμᾶς μακάριοι.
Σῶσον, ὁ Θεός τόν λαόν σου….
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰγνατίου γεραίρω καί Νικάνδρου καμάτους τοῦ μύρα βλύσαντος, ἐκ τῶν αὑτοῦ λειψάνων, κραυγάζων δυσοσμίαν, τῶν παθών μου διώξατε, ὑμῶν εὐχαῖς ταῖς σεπταῖς, Πατέρες Σιναΐται.
Νιστερώου, Ξοΐου, Μαρτυρίου, Σεργίου, Ματθαίου, Νίκωνος καί τοῦ σεπτοῦ Στεφάνου, οὐ σκήνωμα τό θεῖον, ἄχρι τοῦδε ἀκέραιον, διατηρεῖται λιταῖς, προσφεύγω ταῖς ἐνθέρμοις.
Ααρών τόν προφήτην, Ἀναστάσιον θεῖον φωστῆρα νήψεως, καί τόν Αρσελαΐτην Γεώργιον νῦν μέλπω ἀνακράζων κοπάσατε, τήν ἂχλην ἁμαρτιῶν, ἡμῶν σεπτοί πατέρες.
Θεοτοκίον.
Ἰσχυρούς ἐν ταῖς μάχαις κατ’ ἐχθροῦ μισοκάλου ἡμᾶς ἀνάδειξον, τούς πόθω προσκυνοῦντας, τήν βάτω ἐν Σιναίω, προτυποῦσαν μυστήριον, τῆς σής ἀσπόρου ἁγνή, συλλήψεως τό μέγα.
ᾨδὴ ἡ’. Τόν Βασιλέα.
Τήν Βασιλίδα, Ἑλένην πάντε τιμῶντες, ὡς δομήτορα μάνδρας Σιναίου, πρός Χριστόν ζητοῦμεν, αὑτῆς τάς ἱκεσίας.
Ἀναιρεθέντων, στυγνῶς Φαρᾶν, Ραϊθώ τε, καί Σινά θεοφόρων πατέρων, τάς θερμάς ἐντεύξεις, αἰτούμεθα πρός Κτίστην.
Ἰσχύς σκεδάσαι, τῆς ἀμαθείας ὀμίχλην, δός μοι πάτερ σοφίας ἐνθέου, Συμεών ταμεῖον, ἀσύλητον τῷ ὄντι.
Θεοτοκίον.
Ἀφράστως Λόγον, τόν τοῦ Θεοῦ τετοκυία, ἀκατάφλεκτε βάτε δυσώπει, ῥύεσθαι κινδύνων, τούς σε ὑμνολογοῦντας.
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Γεώργιε, Ανδρέα, Μιχαήλ, Λογγῖνε, Ματθία, Ψώῃ, Μαρῖνα ἀσκήτρια, καί Μωυσῆ Φαρανίτα, δεινῶν με ῥύσασθε.
Ἰθύνατε πρός δόμους, ἀφθαρσίας πάντας, τούς εὐφημοῦντας ὑμᾶς ἀξιέραστοι, πατέρες θείοι ἐπώνυμοι καί ἀνώνυμοι.
Ὀφθέντες τῆς ἐρήμου, λείρια εὐώδη, ὀδμαῖς ἀσκήσεως θείαις ἡδύνετε, τούς ἐκζητοῦντας Πατέρες, ὑμῶν τήν εὔνοιαν.
Θεοτοκίον.
Χριστόν ἐν τῇ γαστρί, σου δεξαμένη Βάτε, καί μή φλεχθείσα ὑπό τῆς Θεότητος, ἀνομημάτων σβεννύεις ἡμῶν τόν καύσωνα.
Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.
καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρετε Πατέρες θεοειδεῖς, οἱ ἐν τῷ Σιναίω, ἐξαστράψαντες ἀρεταῖς, καί τήν τῆς ἐρήμου πιάναντες ἀσκήσει, σεπτή καί μαρτυρίω χθόνα τήν ἄνικμον.
Χαίροις σμῆνος ἔνθεον ἀσκητῶν, καί σεπτῶν μαρτύρων, πάσης φύσεως ἐν καιροῖς, τό ἐν τῶν Σιναίω ποικίλοις ἀναλάμψαν, μαρμαρυγαῖς ἱδρώτων καί θρόμβοις αἵματος.
Τῆς Ὀρθοδοξίας τούς φρυκτωρούς, τούς ἐν τῶν Σιναίων, ὡς ἀκρίτας περιφανείς, Σιναΐται θείοι, πατέρας ἀσκουμένους, καί δᾷδα συντηροῦντας πίστεως σκέπετε.
Τούς εὐαρεστήσαντας τῷ Χριστῷ, ταπεινώσει ἄκρα, ἐγκρατείᾳ καί προσευχή, ἐν Φαρᾶν Σιναίω, καί Ραϊθώ πατέρας, τιμήσωμεν ὁσίους καί θείους μάρτυρας.
Καθορῶν ὁ ἔνθεος Μωυσῆς, βάτον τήν ἁγίαν, φλεγομένην ἐν τῷ Σινά, καί μή καιομένην τό μέγα προετύπου, μυστήριον Παρθένε Τόκου τοῦ θείου σου.
Τήν σεμνήν ἀμνάδα τοῦ Λυτρωτοῦ, τήν σοφήν τοῖς λόγοις, καί Σιναίου τήν καλλονήν, τήν ηὐτρεπισμένην αἱμάτων ταῖς ῥανίσιν, Αικατερίναν, πάντες ἀνευφημήσωμεν.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαις εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος Πλ. ἆ’. Τόν συνάναρχον Λόγον.
Ἀνελθεῖν τούς μοχθήσαντας θείαν κλίμακα, τῶν ἀρετῶν ἐν ἐρήμω, τῇ δυσπροσίτω Σινά, ἀγωγή θεοφιλεῖ πιστῶς τιμήσωμεν, δῆμον πατέρων θεαυγών, καί ἀλκίμων ἀθλήτων, βοῶντες• φανοί σοφίας, φωτοειδεῖς Σιναΐται, ἡμῶν κακίας σκότος λύσατε.
Ἕτερον
Τήν Κυρίαν Παρθένον ὡς βάτον ἄφλεκτον, ἤν ὁ θεόπτης κατεῖδε, Μώσης ποτέ ἐν Σινά, προσκυνοῦντες καί πιστῶς κατασπαζόμενοι, Αἰκατερίνης τήν σορόν, τῶν λειψάνων Ἀσκητάς, Προφήταις καί Ἀθλοφόρους, τούς Σιναΐτας ὑμνοῦμεν, καί ταῖς λιταῖς αὑτῶν αἰτούμεθα.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς.
Ἀμήν.