Παρακλητικός Κανών εις τον Νέο Οσιομάρτυρα Κύριλλο ο Θεσσαλονικεύς

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

† Εορτάζεται στις 6 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Διὰ πυρὸς τὸν σὸν ἀγῶνα τελέσας, πρὸς τὸ ἀνέσπερον ἀνέδραµες φέγγος, Ὁσιομάρτυς Κύριλλε μακάριε· ὅθεν τῶν παθῶν ἡμῶν τὴν δεινήν σβέσον φλόγα, ἐπομβρίαις Ἅγιε, τῶν θερμῶν πρεσβειῶν σου, καὶ τῷ φωτὶ τῆς σῆς ἐπισκοπῆς, τῶν πειρασμῶν ἡμῶν, λῦσον τὴν ζόφωσιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών οὗ ἡ ἀκροστιχίς·
Κύριλλε σκέπε ἡμῶν ὑψόθεν. Γερασίμου.

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κυρίλλου πρεσβείαις Παμβασιλεῦ, τοῦ θεράποντός σου, δίδου πᾶσιν ὡς ἀγαθός, εἰρήνην καὶ ἔλεος καὶ χάριν, καὶ τῶν πταισµάτων τελείαν συγχώρησιν.

Ὑφέρπων ἐπέρχεται δολερῶς, καθ᾽ἡμῶν ὁ δράκων, ἀλλὰ τούτου τὴν χαλεπήν, μανίαν καὶ ἅπασαν κακίαν, ὁσιομάρτυς κατάβαλε Κύριλλε.

Ῥιζόθεν ἀνάσπασον Ἀθλητά, ἐξ ἡμῶν λιταῖς σου, πᾶσαν πλάνην τοῦ πονηροῦ, καὶ φόβον ἐμφύτευσον τὸν θεῖον, ἐν ταῖς ψυχαῖς τῶν τιµώντων σε Κύριλλε.

Θεοτοκίον.
Ἰσχύν µοι παράσχου Μῆτερ Θεοῦ, πατεῖν καὶ ἐκλύειν, τοῦ βελίαρ τὰς µηχανάς, δι᾿ ὧν ἐπισπείρει µοι τὰ χείρω, καὶ ἀρετῶν τῷ φωτί µε καταύγασον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λαμπρυνόµενος φέγγει, τῆς τοῦ Χριστοῦ πίστεως, ἔλυσας ἀπάτης τὸν ζόφον, ἅγιε Κύριλλε· διὸ διάλυσον, παθῶν ἡμῶν τὴν ὁμίχλην, φωτοβόλοις λάμψεσι, τῆς προστασίας σου.

Λύσιν αἴτει πταισμάτων, καὶ πειρασμῶν λύτρωσιν, καὶ ἀσθενειῶν πολυτρόπων, ταχεῖαν ἴασιν, ἅγιε Κύριλλε, τοῖς εὐλαβῶς προσιοῦσι, τῇ θερμῇ πρεσβείᾳ σου, καὶ σὲ γεραίρουσι.

Ἐν πυρὶ σοῦ τὸ σῶμα, διὰ Χριστὸν δέδωκας· ὅθεν τῷ πυρὶ τῆς ἀγάπης, τούτου κατάφλεξον, ἅγιε Κύριλλε, τὴν τῶν παθῶν ἡμῶν ὕλην, ἀπαθείας ἔλλαμψιν, ἡμῖν αἰτούμενος.

Θεοτοκίον.
Σαρκωθεὶς ἀποῤῥήτως, ὁ τοῦ παντὸς αἴτιος, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, τὸν ἀπολλύμενον, κόσµον διέσωσε, Θεοχαρίτωτε Κόρη, ᾧ ἡμᾶς οἰκείωσαι, ταῖς ἱκεσίαις σου.

Διάσωσον, Ὁσιομάρτυς πρεσβείαις σου πάσης βλάβης, τοὺς αἰτοῦντας τὴν προστασίαν σου Κύριλλε, καὶ τῶν πταισµάτων τὴν ἄφεσιν ἡμῖν αἴτει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερµή.
Ἀθλήσας στεῤῥῶς, ὁσιομάρτυς Κύριλλε, πολλὴν πρὸς Χριστὸν τὴν παῤῥησίαν ἔσχηκας, ὦ πρέσβευε δεόµεθα, λυτρωθῆναι ἡμᾶς πάσης θλίψεως, καὶ ἀθυμίας τηκούσης τὸν νοῦν καὶ θᾶττον τυχεῖν χαρᾶς τῆς κρείττονος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κατὰ πάσης ἐνίσχυσον, ἡμᾶς ἐπινοίας τοῦ πολεμήτορος, ἐν εἰρήνῃ τὴν ζωὴν ἡμῶν, διεξάγων Κύριλλε µακάριε.

Εὐφροσὺνης τῆς κρείττονος, τοὺς ἐν λύπαις στένοντας καὶ ἐν θλίψεσι, μάρτυς Κύριλλε ἀξίωσον, ταῖς πρὸς τὸν Σωτῆρα ἱκεσίαις σου.

Πλήρης ὧν θείας χάριτος, ὡς Ὁσιομάρτυς Χριστοῦ περίδοξος, ἀδοξίας τῆς τοῦ χείρονος, ῥῦσαι ταῖς λιταῖς σου ἡμᾶς Κύριλλε.

Θεοτοκίον.
Ἐντολαῖς καὶ προστάγµασι, τὴν ζωήν µου ἴθυνον Ἀειπάρθενε, τοῦ τεχθέντος ἐξ αἱμάτων σου, καὶ τὴν ἁμαρτίαν ἀφανίσαντος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
ᾜσχυνας ἐχθροῦ, τὰς βουλὰς ἀθλήσας ἄριστα, διὸ πάσης µε αἰσχύνης τῶν παθῶν, µάκαρ Κύριλλε ἀπάλλαξον πρεσβείαις σου.

Μάρτυς ἀληθής, τοῦ Χριστοῦ ἐγένου Κύριλλε, ἀναλώσας σου τὸ σῶμα τῷ πυρί· διὸ φλέξον τοῦ ἐχθροῦ τὰ πικρὰ σκάνδαλα.

Ἄναψον ἡμῖν, τῆς ἀγάπης Χριστοῦ Κύριλλε, πῦρ τὸ θεῖον τὸ δροσίζον τὰς ψυχάς, ὡς ἂν βίον βιωσώμεθα θεάρεστον.

Θεοτοκίον.
Σώµατος Ἁγνή, καὶ ψυχῆς µου τὴν ἀσθένειαν, οἷα Μήτηρ τοῦ Θεοῦ ἡμῶν Ἁγνή, τῇ σῇ παῦσον ἀγαθότητι καὶ σῶσόν µε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὑπάρχων, πλήρης ἐλλάμψεως θείας, σκοτοµήνης χαλεπῆς ἀθυμίας, καὶ παντὸς ζόφου κακίας τοῦ πλάνου, ὁσιομάρτυς ἀπάλλαξον Κύριλλε, τοὺς προσιόντας εὐλαβῶς, φωτοφόροις πρεσβείαις σου Ἅγιε.

Ψυχῶν µέν, πᾶσαν θεράπευσον βλάβην, τῶν σωµάτων δὲ ἰάτρευσον πόνους, ὡς πρὸς Χριστὸν παῤῥησίαν µεγίστην, ὁσιοµάρτυς εὑράμενος Κύριλλε, καὶ πᾶσιν αἴτησαι ἡμῖν, εἰρηναίαν κατάστασιν ἔνδοξε.

Ὁ θεῖος, Θεσσαλονίκης δᾳδοῦχος, καὶ τοῦ Ἄθῳ τὸ ἀμάραντον ἄνθος, τῆς ἐν σοὶ θείας ὀσμῆς ἡμῶν πλῆσον, τὰς διανοίας μακάριε Κύριλλε, ὡς ἂν ῥυώµεθα ἀεί, τῆς παθῶν δυσωδίας καὶ θλίψεως.

Θεοτοκίον.
Θεόνυμφε, Θεοτόκε Παρθένε, ἡ Θεὸν ἀνερμηνεύτως τεκοῦσα, καὶ τῆς ἀρᾶς ῥυσαµένη τὸν κόσµον, τῆς τῶν παθῶν δυναστείας µε λύτρωσον, καὶ δίδου µοι καθαρτικόν, κατανύξεως δάκρυον δέοµαι.

Διάσωσον, Ὁσιομάρτυς πρεσβείαις σου πάσης βλάβης, τοὺς αἰτοῦντας τὴν προστασίαν σου Κύριλλε, καὶ τῶν πταισµάτων τὴν ἄφεσιν ἡμῖν αἴτει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἐν πυρὶ τὸν ἀγῶνα διήνυσας, οὕτω πυρὸς χαλεπῶν περιστάσεων, τοὺς ἄνθρακας σβέσον δεόµεθα, ταῖς ἐπομβρίαις τῶν σῶν ἀντιλήψεων, κουφίζων ἡμᾶς μάρτυς Κύριλλε.

Προκείµενον.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄ 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πῦρ τὸ ἐπουράνιον, ὅπερ βαλεῖν ἐν τῷ κόσµῳ, ὁ Χριστὸς ἐλήλυθε, τῇ ψυχῇ δεξάµενος μάκαρ Κύριλλε, οὐδαμῶς ἔδεισας, τοῦ πυρὸς τὴν φλόγα· διὰ τοῦτό σου δεόµεθα· φλογὸς τῶν θλίψεων, καὶ ὀδυνηρῶν περιστάσεων, ἀπάλλαξον πρεσβείαις σου, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ θέρµης ἁγίας, ζωῆς τῆς ἐναρέτου γεωργεῖν, τὰς ἐπιδόσεις ἀξίωσον, ἡμᾶς ὡς καλλίνικος.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Εὐθαρσῶς τοῦ Σωτῆρος, τὸ σωτήριον ὄνομα ὠμολόγησας· διὸ ὁμολογεῖν µε, τὴν κλῆσιν τὴν ἁγίαν, δίδου δύναμιν Ἅγιε, καὶ εὐθαρσῶς τοῦ ἐχθροῦ, τὰς ἐπινοίας λύειν.

Νέον ἄστρον ἐφάνης, τῇ Χριστοῦ Ἐκκλησίᾳ παμµάκαρ Κύριλλε· διὸ παλαιοθέντα, πολλαῖς µε ἁμαρτίαις, καινοποίησον δέομαι, δι᾿ ἐναρέτου ζωῆς, τῇ σῇ ἐπιστασίᾳ.

Γνοὺς ἐχθροῦ τὴν ἀπάτην, ὑπεισῆλθες προθύμως Μαρτύρων στάδιον· διὸ σταδιοδρόµον, καλὸν ἀνάδειξόν µε, πολιτείας τῆς κρείττονος, Ὁσιομάρτυς Χριστοῦ, ἐν πάσῃ προθυμίᾳ.

Θεοτοκίον.
Ἐξ ἐφόδου µε ῥῦσαι, τοῦ πικρῶς πολεμοῦντός µε Κόρη ὄφεως, καὶ δίδου τῇ ψυχῇ µου, µετάνοιαν γνησίαν, καὶ ζωῆς καθαρότητα, ἵνα Χριστῷ τῷ Θεῷ, θεοπρεπῶς δουλεύῳ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥώμῃ τῇ θείᾳ͵ Ὁσιομάρτυς Κυρίου, ἐνδυνάμωσον ἡμῶν τὰς διανοίας͵, ἵνα τοῦ βελίαρ, πατῶμεν τὰς ἐνέδρας.

Ἀπὸ παντοίων, ἐπιφορῶν ὀλεθρίων, ἐλευθέρωσον ἡμᾶς ὁσιομάρτυς, Κύριλλε τοὺς πόθῳ, αἰτοῦντάς σου τὴν χάριν.

Σκέδασον πᾶσαν ἐπιβουλὴν καὶ µανίαν, μάρτυς Κύριλλε ἐχθροῦ τοῦ παλαμναίου, τοῦ ἀεὶ ζητοῦντος, ἡμᾶς τοῦ ἀπολέσαι.

Θεοτοκίον.
Ἰλύος πάσης, τὴν ρυπωθεῖσαν ψυχήν µου, ἀποκάθαρον παθῶν τῆς ἁμαρτίας, ῥείθροις σοῦ ἐλέους, παρθένε Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων εὐκληρίας, κατηξιωµένος, ὁσιομάρτυς µακάριε Κύριλλε, πάσης ἡμᾶς δυσπραγίας ἐν βίῳ λύτρωσαι.

Ὁλόφωτος τῇ αἴγλῃ, πέλων τῇ Τριφώτῳ, ἐκ σκοτασμοῦ παθηµάτων ἀπάλλαξον τοὺς εὐλαβῶς προσιόντας σοι θεῖε Κύριλλε.

Ὑψώσας σου τὰς χεῖρας, πρὸς τὸν πάντων Κτίστην, ἡμῖν διδόναι ἱκέτευε Κύριλλε, παθῶν τὴν λύσιν ἀπαύστως καὶ θεῖον ἔλεος.

Θεοτοκίον.
Ὑμνοῦμέν σου τὸ µέγα, μυστήριον Κόρη· ὅτι Θεὸν ἀποῤῥήτως κυήσασα, πρὸς τὴν ζωὴν τὴν ἀγήρω ἡμᾶς ἀνύψωσας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρων ὑπεισῆλθες γνώµῃ στεῤῥᾷ, Μαρτύρων τοὺς ἄθλους, καὶ κατήσχυνας τὸν ἐχθρόν, τὸν Χριστόν κηρύξας Κύριλλε ἀπτοήτως, καὶ τοῦ πυρὸς ἐνέγκας, τὴν καῦσιν Ἅγιε.

Τοῦ Σωτῆρος ἦρας ἀπὸ παιδός, τὸν ζυγὸν προθύμως, καὶ ἐν Ἄθωνι µοναστής, θεῖος χρηματίσας, ἐνήθλησας νοµίµως, ἐν τῇ Θεσσαλονίκῃ, ἅγιε Κύριλλε.

Ἔστης ἀπτοήτως πρὸ δυσσεβῶν, τοῦ Χριστοῦ τὴν κλῆσιν, διατόρως ὁμολογῶν, καὶ ὡς θεῖον θῦμα, Κυρίῳ προσηνέχθης, ἐν τῷ πυρὶ τακείς σου, τὸ σῶμα Κύριλλε.

Ἡ Θεσσαλονίκη χαίρει ἐν σοί, ἔχουσα βλαστόν σε, μάρτυς Κύριλλε ἱερόν, καὶ τὴν ἄθλησίν σου, ἰδοῦσα τῆς ψυχῆς σου, ἐθαύµασε τὸν τόκον͵ Χριστὸν δοξάζουσα.

Τοὺς τὰ λείψανά σου τὰ ἱερά, ἄρτι εὑρεθέντα, προσκυνοῦντας πανευλαβῶς, ῥῦσαι πάσης βλάβης, καὶ νόσου καὶ ἀνάγκης, ὁσιομάρτυς Κύριλλε τῇ πρεσβείᾳ σου.

Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, πρέσβευε ἀπαύστως, πάσης ῥύεσθαι συμφορᾶς, τοὺς ἐπιτελοῦντας, τὴν μνήμην σου τὴν θείαν, ὁσιομάρτυς Κύριλλε, καὶ τιμῶντάς σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δόξης ἀπολαύων θεϊκῆς, ὡς ὁσιομάρτυς Κυρίου, ἔνδοξε Κύριλλε, ἐκτενῶς ἱκέτευε, πάσης κακώσεως, ἐκλυτροῦσθαι καὶ θλίψεως, τοὺς τῇ σῇ πρεσβείᾳ, πίστει καταφεύγοντας, καὶ σὲ γεραίροντας, δίδου δὲ εἰρήνην ἐν βίῳ, καὶ ἀπαλλαγὴν παντός πόνου, καὶ χαρὰν τὴν κρείττονα δεόµεθα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.