Προσευχές Ἀγίου Νικοδήμου τοῦ Ἁγιορείτου

Προσεύχῃ Μετά τήν εξομολόγηση

Πολυέλεε Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός μου, Σ’ εὐχαριστῶ πού μέ τό μυστήριο τῆς ἐξομολογήσεως ἐνώπιον τοϋ πνευματικοῦ μου πατέρα μέ αξίωσες τόν άμαρτωλό νᾷ λάβω ἀπό Σένα τῆ συγχωρήσῃ τῶν άμαρτιών μου. Λοιπόν, μιμούμενος τόν Δαβίδ πού εἶπε «ορκίστηκα καί πρόσεξα νᾷ τηρήσω τίς δίκαιες κρίσεις σου», Σε διαβεβαιώνω μέ μία ἀποφασιστικῇ θελήσῃ τῆς ψυχῆς μου, ὅτι προτιμῶ χίλιες φορές νᾷ πεθάνω καλύτερα, παρά νᾷ διαπράξω πλέον κάποια θανάσιμη άμαρτία, καί νᾷ πικράνω μέ αὑτῇ τήν άπειρη ἀγαθότητα σου. ’Ἀλλά ἤ δική μου θελήσῃ εἷναι άσθενής ἀπό μόνη τῆς, χωρίς τῆ δική σου βοήθεια. Σέ παρακαλῶ νᾷ μέ ἐνδυναμώσεις μέ τῆ χαρῇ σου καί νᾷ μέ στερεώσεις μέ τήν ισχυρή βοήθειά σου, γία νᾷ μένω μέχρι τέλους σταθερός στήν ἀγία αὑτῇ ἀποφάσῃ μου. Ναί, φιλόψυχε μου Ἰησοῦ, δυνάμωσέ με νᾷ περάσω μέ μετάνοια τό υπόλοιπο τῆς ζωῆς μου, γία νᾷ ἀπολαύσω ἔδω τήν παρουσία τῆς χάριτόςσου κί ἐκεῖ τῆ μακάρια δόξα σου. Σου τάζητώ αὑτά με τίς πρεσβείες τῆς ὑπερευλογημένης σου Μητέρας καί ὅλων σου τών”Αγίων. ’Ἀμήν.

Ετέρα προσευχή

Εὐχαριστῶ Σοι κατὰ πολλά, ὦ γλυκύτατε Ἰησοῦ, Λυτρωτά μου φιλανθρωπότατε, καὶ ἰατρὲ πολυέλεε τοῦ ἀνθρωπίνου Γένους, διατὶ μὲ τὸ πολυτίμητον Βάλσαμον τοῦ ζωοποιοῦ σοῦ Αἵματος
ἰάτρευσες ταῖς πληγαῖς τῆς ψυχῆς μου, καὶ μὲ ἐκαθάρισες ἀπὸ τὴν λέπραν τῶν ἁμαρτιῶν μου.
Γνωρίζω τὴν θείαν Σοῦ Εὐσπλαγχνίαν, μὲ τὴν ὁποίαν ἀνέμεινες νὰ ἔλθω εἰς μετάνοιαν, ἐγὼ ὁ τρισάθλιος ἁμαρτωλός, εἰς καιρὸν ὁποὺ τόσοι ἄλλοι δοκιμάζουν τώρα τὴν ὀργὴν τῆς δικαιοσύνης Σου εἰς τὸν Ἅδην. Δέξαι, λοιπόν, σὲ παρακαλῶ, Κύριέ μου, διὰ πρεσβειῶν τῆς ἀειπαρθένου Σου Μητρός, καὶ Θεοτόκου Μαρίας, καὶ πάντων Σου τῶν Ἁγίων ταύτην μου τὴν Ἐξομολόγησιν καὶ ἂν ἐστάθη ελλειπης, ἠ ατελὴς εἰς κανένα τῆς περιστατικόν, ἂς ἀναπληρώσῃ εἰς τοῦτο ἡ θεία Εὐσπλαγχνία Σου καὶ φιλανθρωπία, διὰ μέσου τῆς ὁποίας κἀμέ, σὲ παρακαλῶ νὰ εἶμαι τελείως συγχωρημένος, να διορθώσω τα λάθη μου, κάμνωντας καρποὺς ἀξίους τῆς μετανοίας, καὶ τοιουτοτρόπως μένοντας στερεὸς εἰς τὸ καλὸν εἰς τὴν παροῦσαν ζωὴν μὲ τὴν θείαν Σου χάριν, νὰ ἀξιωθῶ εἰς τὴν ἄλλην νὰ ἀπολαύσω τὴν Οὐράνιον δόξαν Σου.

 

Προσευχὴ πρὸ τῆς Ἱερᾶς Ἐξομολογήσεως

Προαιώνιε Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὲ πάσης παρακλήσεως. Ἐγώ, ὁ ταλαίπωρος, θέλοντας νὰ ἐξετάσω τὴν Συνείδησίν μου ἐπάνω εἰς ταῖς ἀνομίαις μου, φοβοῦμαι κατὰ πολλὰ καὶ τρέμω· ἐπειδὴ καὶ σοῦ εἶναι τόσον φανερὴ ἡ κατάστασις τῆς ζωῆς μου, ὁποῦ κανένα ἔργον, καὶ κανένας συλλογισμός μου δὲν ἠμπορεῖ νὰ εἶναι κρυπτὸς εἰς τοὺς ὀφθαλμούς σου. Ὅθεν σοῦ ζητῶ μὲ ὅλην τὴν ταπείνωσιν διὰ τοὺς οἰκτιρμοὺς τοῦ Μονογενοῦς σοῦ Υἱοῦ, νὰ μοῦ δώσῃς τὴν χάριν νὰ γνωρίσω καλά, νὰ μισήσω, καὶ νὰ διορθώσω ὅλα μου τὰ ἁμαρτήματα. Δός μοι, ὦ Πατὴρ τῶν φώτων, τὸ Πανάγιον σοῦ Πνεῦμα, διὰ νὰ μοῦ φέρῃ εἰς τὴν ἐνθύμησιν ταῖς ἁμαρτίαις ὁποῦ ἐλησμόνησα, καὶ διὰ νὰ παρακινήσῃ τὴν καρδίαν μου εἰς συντριβήν, καὶ μετάνοιαν ἐπάνω εἰς αὐταῖς, διὰ νὰ ταῖς μισήσω, καὶ νὰ ἀπέχω ἀπὸ κάθε ἁμαρτίαν εἰς τὸ ἐρχόμενον. Καὶ Σύ, Παρθένε Θεοτόκε, Μῆτερ ἐλέους, καὶ καταφυγὴ τῶν ἁμαρτωλῶν, συντρόφευσόν με, σὲ παρακαλῶ, μὲ τὴν βοήθειαν σου εἰς τοῦτο τὸ Κριτήριον τῆς εὐσπλαγχνίαςκαι δικαιοσύνης τοῦ Θεοῦ, διὰ νὰ γνωρίσω, νὰ μισήσω ἐκ καρδίας, καὶ νὰ ἐξομολογηθῶ ὅλας μου τὰς ἁμαρτίας. Τὸ ὅμοιον καὶ σύ, ὦ Άγιε Ἄγγελε, φύλαξ τῆς ψυχῆς μου, σὲ παρακαλῶ νὰ μὲ βοηθήσῃς εἰς τοῦτο τὸ ἔργον, ὁποῦ εἶναι τόσον ἀναγκαῖον διὰ τὴν αἰώνιον σωτηρίαν μου.

Ἀμήν.

Προσευχὴ πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν

Ἰησοῦ, Σὺ ποὺ δημιούργησες τοὺς Ἀγγέλους, καὶ εἶσαι Κύριος αὐτῶν τῶν ἀυλὼν ὄντων, ποὺ σὲ δοξολογοῦν ἀσίγητα, Σὲ δοξολογῶ, Ἰησοῦ, ποὺ καλλώπισες ὅλα τὰ κτίσματα, Σ᾿ εὐχαριστῶ, γιατὶ μὲ τὸ λογικὸ ποὺ μοῦ ἔδωσες τὰ βλέπω καὶ τὰ χαίρομαι.
Ἰησοῦ, ποὺ μ᾿ ἕνα Σου νεῦμα ἔφτιαξες τὸν οὐρανό, ἐξομολογοῦμαι ὅτι μὲ τὸ βάρος τῶν ἁμαρτιῶν
μου δὲν μπορῶ νὰ σηκώσω τὸ βλέμμα νὰ τὸν δῶ.
Ἰησοῦ, ποὺ κατασκεύασες τὸν ἤλιο καὶ τὴ σελήνη, φώτισε τὴν ψυχή μου.
Ἰησοῦ, ποὺ διακόσμησες τὸν οὐρανὸ μὲ τ᾿ ἄστρα, κόσμησε μέ, μὲ τὰ χαρίσματά Σου.
Ἰησοῦ, ποὺ ζωγράφισες τῇ γῆ μὲ τὰ πολύχρωμα κι εὐωδιαστὰ λουλούδια, κάνε νὰ βλαστάνει κι ἡ
ψυχή μου ἄνθη τῶν ἀρετῶν.
Ἰησοῦ, ποὺ ἔκανες νὰ βγάζουν τὰ δέντρα διαφόρους ὡραίους καρπούς, πλούτισε μέ, μὲ τοὺς
καρποὺς τοῦ Ἁγίου Πνεύματος.

Αμήν.

Εὐχὴ ἐξομολογητικὴ εἰς τὸν Κύριον καὶ εἰς πάντας τοὺς Αγίους

Κύριέ μου Κύριε, γλυκύτατέ μου Ἰησοῦ Χριστέ, ὁ Θεὸς τῶν οἰκτιρμῶν, ἡ τοῦ ἐλέους ἄβυσσος, ὁ μετανοῶν ἐπί κακίαις ἀνθρώπων· ἐμὲ μετανοοῦντα ἀρτίως καὶ πίστει προσερχόμενον ὑπόδεξαι, καὶ ἐλέησόν με τὸν ἁμαρτωλόν, τὸν ἄσωτον, τὸν παμβέβηλον, τὸν πανάθλιον, τὸν βλάσφημον, τὸν ἐπίορκον, τὸν ψεύστην, τὸν λοίδορον, τὸν ὑβριστήν, τὸν κατάλαλον, τὸν ὀργίλον, τὸν μνησίκακον, τὸν φθονερόν, τὸν σκανδαλοποιόν, τὸν ἄσπλαγχνον, τὸν ἀνελεήμονα, τὸν φιλοκτήμονα, τὸν φιλόδοξον, τὸν φιλήδονον, τὸν γαστρίμαργον, τὸν μέθυσον, τὸν ῥᾴθυμον, τὸν γελωτοποιόν, τὸν μετεωριστήν, τὸν κενόδοξον, τὸν ὑπερήφανον, τὸν καταφρονητὴν τῶν θείων σου ἐντολῶν· καὶ μὴ διὰ τὸ πλῆθος τῶν τοσούτων μου ἐγκλημάτων, τῷ πλήθει ὑποβάλῃς με τῶν κολάσεων. Ἀλλά, σὺ Κύριε Ἰησοῦ ὁ Θεός μου, ὁ μακρόθυμος καὶ οἰκτίρμων, οἰκτείρησον τὴν ἐμὴν καρδίαν, τὴν συντετριμμένην ταῖς ἁμαρτίαις, καὶ κατακεκριμένην ὑπὸ τοῦ συνειδότος διὰ τὸ μὴ φυλάξαι τὰς ἱερὰς συνθήκας τοῦ ἁγίου Βαπτίσματος. Καὶ νῦν διὰ τὰς ταύτας ὑποσχέσεις στενάζω, καὶ ὀδύρομαι, ἐλεηθῆναι δωρεάν, καὶ μόνῃ τῇ σῇ χρηστότητι συγχωρηθῆναι δεόμενος, καί τῶν κολάσεων ἐλευθερωθῆναι ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως. Ναί, Κύριέ μου, Κύριε, γλυκύτατέ μου Ἰησοῦ, σῶσόν με τὸν ἀπεγνωσμένον, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς ἐλπίδος καὶ προσδοκίας μου. Οἰκτείρησόν με τὸν τοὺς οἰκτιρμούς σου ἐπικαλούμενον, καθάρισόν με τὸν ἐσπιλωμένον, λεύκανον τὸν ῥυπωθέντα μου χιτῶνα, καὶ διά σωσόν με τὸν ἄσωτον· μὴ κατακρίνῃς με τὸν κατακεκριμένον, μὴ παραδῶς τοῖς νοητοῖς θηρίοις ψυχὴν ἐπικαλουμένην σε, μὴ τῇ φλογὶ τῆς γεέννης καταδικάσῃς με, διὰ τὴν παράβασιν τῶν ὑποσχέσεων καὶ ἱερῶν συνθηκῶν τοῦ ἁγίου Βαπτίσματος.
Κύριέ μου, Κύριε, γλυκύτατέ μου Ἰησοῦ, ὁ μακρόθυμος καὶ ἀνεξίκακος, καὶ ἀμεταμέλητος ἐν τοῖς χαρίσμασιν, ὁ ὁδηγήσας με ἀπὸ τῆς σήμερον εἰλικρινῶς σοι λατρεῦσαι ἐν ἀγαθοῖς ἔργοις, πρὸς τὸ ποιῆσαί τινα καρπὸν τῆς μετανοίας ἐπάξιον, καὶ διατηρῆσαι ὁσίως τὸ τῆς μοναδικῆς πολιτείας ἐπάγγελμα, καὶ ἐκπλησῶσαι τὰς ἱερὰς συνθήκας, ἀμώμους καὶ ὁλοκλήρους. Κύριέ μου, Κύριε, γλυκύτατέ μου Ἰησοῦ, παντοκράτορ, μεγαλοδύναμε, κραταιέ· ἐμφύτευσον τῇ καρδίᾳ μου τὸν φόβον σου, καὶ τὴν ἀγάπην τῶν νόμων σου. Τὸν νοῦν μου καταύγασον ταῖς ἀκτῖσι τῶν χαρισμάτων σου, τὰς αἰσθήσεις μου τῷ λόγῳ σου ὑπόταξον, τὴν θέλησίν μου πρὸς σὲ τὸ μόνον ἀληθινὸν ἐφετὸν ἐπίστρεψον, τὴν γλῶσσάν μου παιδαγώγησον, ἵνα λέγῃ καθ’ ἑκάστην, Κύριε, Ἰησοῦ Χριστὲ Υἱὲ τοῦ Θεοῦ, διὰ τῆς μακαρίας, ἀειπαρθένου Θεοτόκου, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ σῶσόν με. Κύριε, διὰ τοῦ τιμίου σου καὶ ζωοποιοῦ σταυροῦ φύλαξόν με. Κύριε, διὰ τῶν ἁγίων σου ἀγγέλων τείχισόν με. Κύριε, διὰ τῶν ἁγίων σου πάντων κατάπεμψον ἐπ’ ἐμὲ τὸ μέγα σου ἔλεος, καὶ δωρεὰν σῶσόν με τὸν ὠνητὸν τῷ ὑπερτίμῳ σου αἵματι. Τὰς πολυχρονίους τῶν ἁμαρτιῶν μου κηλῖδας ἐξάλειψον, τὰ τῆς λαγνείας καί πονηρίας πνεύματα ἀπ’ἐμοῦ ἀποδίωξον, τῶν τοῦ παρόντος αἰῶνος προσπαθειῶν με ἀπάλλαξον, ὅλον με πρὸς τὴν ἀγάπην τῆς ἀϊδιότητος ἕλκυσον, καὶ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὁδεύειν ἐνίσχυσον, μέχρι τῆς ἐσχάτης μου ἡμέρας καὶ ὥρας καὶ ἀναπνοῆς, ὅπως ἀγγέλοις ἀγαθοῖς τὴν ψυχήν μου ἀναθῶ, καὶ τῶν τελωνίων τοῦ ἀέρος ἐλευθερωθῶ, καὶ τοῖς ἀπ’ αἰῶνος ἁγίοις συναριθμηθῶ, καὶ τῶν αἰωνίων ἀγαθῶν καταξιωθῶ. Εὐσπλαγχνικωτάτη τοῦ γλυκυτάτου μου Ἰησοῦ Μήτηρ, πρέσβευε ὑπὲρ ἐμοῦ τοῦ ἀθλίου καὶ ἁμαρτωλοῦ, ἵνα εἰσακούσῃ μου τῆς πενιχρᾶς δεήσεως ὁ Υἱὸς καὶ Θεός σου. Σταυρὲ πανσεβάσμιε, τὸ ὅπλον τῆς σωτηρίας ἡμῶν, τῆς ἡμετέρας σωτηρίας τὸ σύμβολον· ἀποδίωξον ἀπ’ἐμοῦ πάντα πονηρὸν λογισμόν, καὶ πᾶσαν ἐπιβουλὴν τῆς τοῦ  αντικειμένου δυνάμεως, διὰ δαιμόνων καὶ ἀνθρώπων ἐνεργουμένην.
Παμμέγιστοι Ταξιάρχαι, Μιχαὴλ καὶ Γαβριήλ, ἐγγυηταί μου καὶ ῥῦσται, ἅγιε ἅγγελε, φρουρέ μου καὶ φύλαξ, καὶ πάντες ἅγιοι ἄγγελοι τοῦ Θεοῦ, ὁδηγεῖτέ με εἰς τὸ πανάγιον τοῦ Θεού θέλημα, ἀντιλαμβάνεσθέ μου τῆς ἀσθενείας, ἣν καὶ σώματι καὶ γνώμη περίκειμαι· φυλάττετέ με ἐκ τῶν ἐπιβουλῶν τοῦ ἐχθροῦ, καὶ πρεσβεύσατε τῷ ἐλεήμονι δημιουργῷ, ἵνα ἐλεήσῃ με τὸν παραβάτην τῶν ἁγίων
αὐτοῦ ἐντολῶν, καὶ ἐν εἰρήνῃ ψυχῆς καὶ μετανοίᾳ ἀληθινῇ δώη μοι πολιτεύεσθαι μέχρι τοῦ τῆς ζωῆς μου τέλους. Καὶ ἐν τῇ ἐξόδῳ τῆς ψυχῆς μου ἀπὸ τοῦ σώματος, παράστητέ μοι ἐγγύθεν παρήγοροι, περιθάλπον τες, περιφρουροῦντες καὶ πληροφοροῦντές μοι τὴν ἀπαλλαγὴν τῶν ὑπὸ γῆν κολαστηρίων, διὰ μόνην τὴν τοῦ Θεοῦ ἐλεημοσύνην.
Ἅγιε ἔνδοξε Ἰωάννη, προφῆτα καὶ Πρόδρομε καί Βαπτιστὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Ἅγιοι ἔνδοξοι Θεοκήρυκες καὶ πρω τοκο ρυφαῖοι Ἀπόστολοι, Πέτρε, Παῦλε,Ἰωάννη Θεολόγε, σὺν τοῖς λοιποῖς Εὐαγγελισταῖς καὶ Ἀποστόλοις, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. Ἅγιοι καὶ δίκαιοι Θεοπάτορες Ἰωακεὶμ καὶ Ἄννα, Ἰωσὴφ μνήστωρ καὶ Συμεὼν Θεοδόχε, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. Ἅγιοι πατέρες, ποιμένες, καὶ διδάσκαλοι τῆς οἰκουμένης, Κύριλλε, Νικόλαε, Σπυρίδων καὶ πάντες ἅγιοι ἱεράρχαι, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Ἅγιοι ἱερομάρτυρες, ὁσιο μάρτυρες καὶ ὁμολογηταί, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. Ἅγιοι μεγαλομάρτυρες, Δημήτριε, Γεώργιε, Θεόδωρε, Ἀρτέμιε, Προκόπιε, οἱ τεσσαράκοντα καὶ πάντες ἅγιοι μάρτυρες, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Ἅγιοι ἀνάργυροι καὶ θαυματουργοί, Κοσμᾶ καὶ Δαμιανέ, Κῦρε καὶ Ἰωάννη, Παντελῆμον καὶ Ἑρμόλαε καὶ οἱ λοιποί, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Ὅσιοι θεοφόροι πα τέρες Ἀντώνιε, Παῦλε, Εὐθύμιε, Σάββα, Ἀρσένιε, Ὀνούφριε, Παχώμιε, Θεοδόσιε, Ἐφραίμ, Ἰωάννη Δαμασκηνέ, Ἰωάννη τῆς Κλίμακος, Πέτρε, Ἀθανάσιε, ὅσιε Νικηφόρε καὶ πάντες ὅσιοι πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Ὁσία Μαρία Αἰγυπτία καὶ ὅσαι τῶν τιμίων καὶ ὁσίων γυναικῶν, αἱ καλῶς ἀσκήσασαι καὶ ἀθλήσασαι καὶ τὸν Χριστὸν ὁμολογήσασαι, πρεσβεύ σατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Ἅγιοι Πάντες, οἱ ἀπ’ αἰῶνος εὐαρεστήσαντες τῷ Κυρίῳ, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἀναπολογήτου καὶ ὑπὲρ πάντας τοὺς ἀπ’ αἰῶνος ἁμαρτωλοὺς ἁμαρτωλοῦ.
Ὧν τὰς ἱκεσίας καὶ παρακλήσεις προσδεξάμενος καὶ εἰσακούσας, Κύριέ μου, Κύριε, γλυκύτατέ μου Ἰησοῦ, συγχώρησόν μοι εἴ τί σοι ἥμαρ τον ἀπὸ γεννήσεώς μου καὶ μέχρι τῆς νῦν ἡμέρας καὶ ὥρας, ἐν λόγῳ, ἔργῳ, γνώσει καὶ ἀγνοίᾳ, κατὰ νοῦν καὶ διάνοιαν, καὶ ἐν πάσαις μου ταῖς αἰσθήσεσιν. Ὡσαύτως συγχώρησον καὶ ἐλέησον καὶ τοὺς πατέρας καὶ ἀδελφούς μου, καὶ πάντας τοὺς ἀπανταχοῦ ἀρχιερεῖς, ἱερεῖς, μοναχοὺς καὶ ὀρθοδόξους χριστιανοὺς καὶ τοὺς μισοῦντας καὶ ἀγαπῶντάς με, καὶ τοὺς ἐλεοῦν τας καὶ διακονοῦντάς μοι, καὶ τοὺς ἐντειλαμένους μοι τῷ ἀναξίῳ εὔχεσθαι ὑπὲρ αὐτῶν. Καὶ οὓς ἔβλαψα ἢ ἐλύπησα ἢ κατηρασάμην, καὶ τοὺς τὰ αὐτὰ μοι ποιοῦν τας ἢ ποιήσαντας. Καὶ χάρισαι τὰ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι, ὡς εὐδοκεῖ ἡ φιλανθρωπία σου. Ἀνάπαυσον καὶ τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν. Καὶ δι’ εὐχῶν πάντων οἰκτείρησόν μου τὴν ἀθλιότητα, καὶ ποίησόν με οἷον θέλεις, καὶ ὡς θέλεις, κἂν θέλω κἂν μὴ θέλω.
Καὶ καταξίωσόν με ἀνενόχως καὶ ἀκα τακρίτως μεταλαβεῖν τῶν ἀχράντων καὶ ζωοποιῶν σου μυστηρίων, καὶ μὴ εἰς κρῖμα, ἢ εἰς κατάκριμα γένοιτό μοι, ἀναξίως τούτοις προσερχομένῳ, ἀλλ’ εἰς ἴασιν ψυχῆς καὶ σώματος, εἰς ἀπαλλαγὴν τῶν αἰωνίων κολάσεων, καὶ εἰς ἀῤῥαβῶνα τῆς ἀτελευτήτου καὶ μακαρίας ζωῆς, ἐν ᾗ σύνταξόν με μετά πάντων τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων, Κύριέ μου, Κύριε, γλυκύτατέ μου Ἰησοῦ, ὅτι σοι πρέπει ἡ δόξα, ἡ τιμὴ καὶ ἡ ἐκ πάντων προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων.
Ἀμήν.