Προσευχή Φανουρόπιτας

 

Προσευχή Φανουρόπιτας

 

 

Οὐράνιον ἐφύμνιον ἐν γῇ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς,
Ἀγγέλων πολίτευμα. Ἄνωθεν ὑμνῳδίαις, εὐφημοῦσι τούς ἄθλους, κάτωθεν Ἐκκλησία τήν οὐράνιον δόξαν• ἥν εὗρες πόνοις καί ἄθλοις τοῖς σοῖς, Φανούριε ἔνδοξε.
Δόξα…
Ἱερεῖς διέσωσας, αἰχμαλωσίας ἀθέου. Καί δεσμά συνέθλασας, δυνάμει θεία θεόφρον. Ἤσχυνας τυράννων τά θράση γενναιοφρόνως, ηὔφρανας, Ἀγγέλων τάξεις Μεγαλομάρτυς.
Διά τοῦτο σέ τιμῶμεν, θεῖε ὁπλῖτα Φανούριε ἔνδοξε.
Καί νῦν….
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καί τῆς Θεοτόκου, τήν σήν εἰρήνην δός ἡμῖν καί ἐλέησον ἡμᾶς, ὡς μόνος Οἰκτίρμων.

Ἐλέησον ἡμᾶς ὁ Θεός κατά τό μέγα ἔλεός Σου….

Τοῦ Κυρίου δεηθῶμεν, Κύριε ἐλέησον.
Κύριε Ἰησοῦ Χριστέ, ὁ Οὐράνιος Ἄρτος, ὁ τῆς βρώσεως τῆς μενούσης εἰς τόν αἰῶνα πλουσιοπάροχος χορηγός, ὁ δοτήρ τῶν ἀγαθῶν, ἡ ἐλπίς τῶν ἀπηλπισμένων, ἡ βοήθεια τῶν ἀβοηθήτων καί σωτηρίᾳ τῶν ψυχῶν ἡμῶν. Εὐλόγησον τά δῶρα ταῦτα καί τούς ταῦτα σοί προσκομίσαντας, εἰς δόξαν σήν καί τιμήν τοῦ ἁγίου ἐνδόξου μεγαλομάρτυρος Φανουρίου. Παράσχου δέ, ἀγαθέ, τοῖς εὐπρεπίσασι τά δῶρα ταῦτα, πάντα τά ἐγκόσμια καί ὑπερκόσμια ἀγαθά σου. Εὔφρανον αὐτούς ἐν χαρᾷ μετά τοῦ προσώπου σου, δεῖξον αὐτοῖς ὁδούς πρός σωτηρίαν. Τά αἰτήματα τῶν καρδιῶν αὐτῶν καί πᾶσαν  τήν βουλήν αὐτῶν ταχέως πλήρωσον, ὁδηγῶν αὐτούς πρός ἐργασίαν τῶν ἐντολῶν σου, ἵνα διά παντός ἐν εὐφροσύνῃ καί ἀγαλλιάσει ὑμνῶσι καί δοξάζωσι τό πάντιμον καί μεγαλοπρεπές ὄνομα σου, πρεσβείαις τῆς ὑπερευλογημένης Θεοτόκου, τοῦ Νεοφανοῦς ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Φανουρίου, τοῦ Θαυματουργοῦ, καί πάντων Σου τῶν Ἁγίων.

Πλούσιοι ἐπτώχευσαν καί ἐπείνασαν, οἱ δε ἐκζητοῦντες τόν Κύριον οὑκ ἐλαττωθήσονται παντός ἀγαθοῦ