Χαιρετισμοί εις την Παναγία την Κυκκώτισσα

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Υπερμάχῳ.
Ἐν δεξιᾷ χειρὶ Χριστὸν σεμνῶς βαστάζουσαν, ὠς ὁ Ἀπόστολος Λουκᾶς λαμπρῶς ἱστόρησεν, Ἐλεούσαν ἀνυμνήσωμεν Θεοτόκον, οὐρανόθεν τὴν ἀεὶ πιστοῖς ἀρήγουσαν, καὶ Κυπρίων τᾶς χορείας ἐποπτεύουσαν, πόθῳ κράζοντες· χαίροις Μῆτερ Κυκκώτισσα.

Ἄγγελοι λαμπροφόροι, ὡς αὐτῶν ὑπερτέρα, ὐμνοῦσί σε Κυκκώτισσα Μῆτερ (γ᾽), καὶ χοροὶ χοϊκῶν ὡς σεπτόν, τοῦ Ὑψίστου θρόνον παμφαὲς Δέσποινα, ἀπαύστως σε γεραίρομεν, καὶ ὕμνοις σοι φαιδρῶς βοώμεν·

Χαῖρε, ἀγλάϊσμα νήσου Κύπρου·
Χαῖρε, ἐγκαύχημα μάνδρας Κύκκου.
Χαῖρε, Ἀποστόλου Λουκᾶ ἔργον τίμιον·
Χαῖρε, θλιβομένου λαοῦ παραμύθιον.
Χαῖρε, χείμαῤῥος ἀστείρευτος, δωρεῶν παντοδαπῶν·
Χαῖρε, ὄρμος ὀ γαλήνιος, ποντουμένων ναυτικών.
Χαῖρε, ἠ ὀρεινόμος ὑπερύμνητος Κόρη·
Χαῖρε, ἠ φωτοφόρος καὶ ὐπέρλαμπρος Νύμφη.
Χαῖρε, παστᾶς Κυρίου ἀμόλυντος·
Χαῖρε, λαμπᾶς ἁγνείας χρυσάκτινος.
Χαῖρε, θερμὴ ἀντιλήπτωρ νοσοῦντων·
Χαῖρε, σεπτὴ παρακλήτωρ μερόπων.

Χαίροις Μῆτερ Κυκκώτισσα.

Βλέμμασι συμπαθείας, ἐπτοπτεύεις τοὺς πίστει, ὐμνοῦντάς σε Κυκκώτισσα Μῆτερ, καὶ ταχὺ τᾶς αἰτήσεις πληροῖς, τῶν ἀσπαζομένων σον σεπτόν ἔκτυπον, τὸ βρύον πάσι νάματα, σῆς χάριτος τοῖς ἐκβοῶσιν·

Ἀλληλούια.

Γάνυται μονοτρόπων, ἠ χορεία κυκλούσα, Κυκκώτισσα εἰκόνα σὴν θείαν, προτροπή Ἡσαΐου σεπτοῦ, τὴν ἀχθείσαν ὧδε θαυμαστῶς Ἄνασσα, ἐκ πόλεως τοῦ Βύζαντος, καἰ ᾄδει σοι πιστῶς τοιαύτα·

Χαῖρε, ἀύλων χαρίτων δόσις·
Χαῖρε, νοσούντων ἀπάντων ῥῶσις.
Χαῖρε, θυγατρὸς Ἀλεξίου ὑγίανσις·
Χαῖρε, τοῦ φωτὸς τοῦ ἀστέκτου ἐπίλαμψις.
Χαῖρε, φάρμακον σωτήριον, πολλαπλῶν ἀσθενειῶν·
Χαῖρε, ἐκτυπτον περίθοζον, τῆς Αὐρίας οὐρανῶν.
Χαῖρε, ὄτι μερόπων θεραπεύεις τὸ ἄλγος·
Χαῖρε, ὄτι ἀπίστων καταστέλλεις τὸ θράσος.
Χαῖρε, πιστῶν χαρὰ ἀναφαίρετος·
Χαῖρε, ἡμῶν ἰσχὺς ἡ στερέμνιος.
Χαῖρε, ἀζύγων Μονής σου προστάτις·
Χαῖρε, Κυπρίων θερμὴ παραστάτις.

Χαίροις Μῆτερ Κυκκώτισσα.

Δεῦτε πιστῶν χορείαι, ἀσπασώμεθα πόθῳ, Εἰκόνα τῆς σεπτῆς Κυκκωτίσσης, λυτρουμένης αὐχμοῦ ζοφεροῦ, τρικυμίας βίου καὶ πολλῶν θλίψεων, ἑκάστοτε τοῦς σπεύδοντας, αὐτῆ καὶ εὐλαβῶς φωνούντας·

Ἀλληλούια.

Ἔνθεος Ἠσαΐας, ἐρημίτης ὧν Κύκκου, κομίσαι Μανουὴλ εἰς τῆν Κύπρον, ὅν ἰάσῳ ἐκ νόσου δεινής, Ἐλεούσα Μήτερ, σὸν λαμπρὸν ἔκτυπον, ἐκ Βασιλίδος Πόλεως, προέτρεψε καὶ σοὶ ἐβόα·

Χαῖρε, τὸ καύχημα τῆς ψυχῆς μου·
Χαῖρε, τὸ ἔμβλημα τῆς ζωῆς μου.
Χαῖρε, ἀγιάσματος βρύσις θεόβρυτος·
Χαῖρε, θείου Πνεύματος θήκη χρυσέρυθρος.
Χαῖρε, ἡ Ελεούσα ἀεννάως σους δούλους·
Χαῖρε, ἡ φρυκτωρούσα τοῦς δρυμοῦς τοῦ Τροόδους.
Χαῖρε, λιμὴν καμνόντων πανεύδιος·
Χαῖρε, πυθμὴν πολλῆς ἀγαθότητος.
Χαῖρε, λειμὼν μυροβόλος ἁγνείας·
Χαῖρε, βροτῶν πύλη τῆς σωτηρίας.

Χαίροις Μῆτερ Κυκκώτισσα.

Ζώσα στηλογραφία, ἀῤῥαγοὺς προστασίας, Κυκκώτισσα Κυπρίων ἁπάντων, Ἠσαΐας κομίζων μορφήν, σὴν σεπτὴν καὶ δένδρα καθορῶν κλίνοντα, πρὸ τῆς σῆς Μῆτερ χάριτος, τὰς κορυφὰς τρανῶς ἐβόα·

Ἀλληλούια.

Ἤγειρεν ἡ σὴ χάρις, παραλύτου ἐκ κλίνης, δαιμόνων ἐφυγάδευσε στίφος, ἀπεκάθηρε πλήθος λεπρῶν, καὶ βωβοὺς εὐλάλους ἐν σπουδῇ Δέσποινᾳ, Κυκκώτισσα ἐποίησεν, ἐγείρουσα αὐτοῦς βοάν σοι·

Χαῖρε, ἁγίων Ἁγιωτέρα·
Χαῖρε, ἄγγέλὼν ἡ Ὑπερτέρα.
Χαῖρε, ἀσθενούντων ταχὺ ἰατήριον·
Χαῖρε, Ὀρθοδόξων θερμὸν ἰλαστήριον.
Χαῖρε, ὄρμος ὁ γαλήνιος, τῶν ἐν δίναις εὐσεβῶν·
Χαῖρε, κράτος μυριόνικον, κατ’ ἐχθίστων ἀσεβῶν.
Χαῖρε, ὄτι ἐκτρέπεις δυσμενοὺς τὰς δυνάμεις·
Χαῖρε, ὄτι διώκεις ἐξουσίας ἀπάτης.
Χαῖρε, πηγὴ θαυμάτων ἀκένωτος·
Χαῖρε, ἀρχὴ ἡμῶν τῆς θεῶσεως.
Χαῖρε, Λουκᾶ ἱερᾶ ζωγραφία·
Χαῖρε, χαρὰ πάντων καὶ θυμηδία.

Χαίροις Μῆτερ Κυκκώτισσα.

Θεῖον ὡς δώρον ἤκεν, εἰς τὴν νῆσον τῆς Κὕπρου, Κυκκώτισσα σεμνὴ Ἐλεούσα, ἡ Ἁγία εἰκῶν σου ἡμῖν, δαψιλῶς βραβεία θεϊκὰ νέμουσα, καὶ παραδόξως θαύματα, τελούσα τοῖς πιστῶς βοῶσιν·

Ἀλληλούια.

Ἴσχυσεν Ἠσαΐας, ὡς φιλέρημος ὄρνις, Κυκκώτισσα δρυμοῦ ἐν τῷ μέσῳ, πῆξαί σοι καλιὰν ἱεράν, καὶ ἐν ταύτῃ θέσθαι σὸν σεπτὸν ἔκτυπον, ὅ πίστει ἀσπαζόμενοι, κραυγάζομεν ἐν κατανῦξει·

Χαῖρε, Τροόδους ἡ ἐποπτεῖα·
Χαῖρε, τοῦ νίκους βροτῶν αἰτία.
Χαῖρε, Ἠσαΐου Ὀσίου ἐνίσχυσις·
Χαῖρε, παραλύτου ταχεῖα ἀνάῤῥυσις.
Χαῖρε, ὄτι προσεκύνησαν πεύκων σε αἱ κορυφαί·
Χαῖρε, ὄτι σὲ ἠγάσθησαν πολεμίων αἱ στρατιαί.
Χαῖρε, τοῦ οδοιπόρου Γεωργίου ἡ ῥῶσις·
Χαῖρε, τοῦ παμβεβήλου μισοκάλου ἠ τρώσις.
Χαῖρε, πολλῶν πασχόντων διάσωσμα·
Χαῖρε, ἐχθρῶν ἀπίστων κατάπτωμα.
Χαῖρε, ἐν ἡ θεία χάρις ἐκλάμτπτει·
Χαῖρε, δι᾽ ᾗς ὁ βελίαρ στενάζει.

Χαίροις Μῆτερ Κυκκώτισσα.

Κύκκου Μονῆς ἀκέστορ, Παναγία Παρθένε, τὸ ἔκτυπον τῆς θείας μορφῆς σου, χάριν ἔχων πολλὴν τοῦ ἐκ σοῦ θαυμαστῶς τεχθέντος ὡς ποτε ἔφησθα, ἐκ πόθου ἀσπαζόμενοι, ῤωννύμεθα καὶ ἐκβοῶμεν·

Ἀλληλούια.

Λύσασα παραλύτου, τὰ δεσμά ἐπιθέσει, Κυκκώτισσα σου θείου μανδύου, τοῦ καλύπτοντός σου τὴν μορφήν, ἐν τῷ Βυζαντίῳ αὐθωρεὶ ἤγειρας, τοὺς θεωμένους θαύμα σου, τὸ ξένον εὐθαρσῶς κραυγάζειν·  

Χαῖρε, βροτῶν κοινὸν ἰατρεῖον
Χαῖρε, πολλῶν θαυμάτων ταμεῖον.
Χαῖρε, τοῖς ἀλάλοις φωνὴν ἡ βραβεύουσα·
Χαῖρε, μονοτρόποις σὴν χάριν παρέχουσα.
Χαῖρε, χείμαῤῥε κατάῤῥυτε, πλύνων νόσους ἀλγεινάς·
Χαῖρε, στέφανε ἀνθόπλοκε, στέφων εὐσεβεὶ ψυχᾶς.
Χαῖρε, ἡ πλημμυροῦσα δαψιλῶς τὰς ἰάσεις·
Χαῖρε, ἡ ἐκπληροῦσα ἐν σπουδῇ τὰς αἰτήσεις.
Χαῖρε, μορφήν σην θείαν ἡ κρύπτουσα·
Χαῖρε, ζωὴν πιστῶν ἠ ευφραίνουσα.
Χαῖρε, ἡ ῥύσις δεινῶς παρειμένου·
Χαῖρε, ἡ ῥῶσις παντὸς ἀσθενούντος.

Χαίροις Μῆτερ Κυκκώτισσα.

Μῆτερ Θεοῦ γλυκεῖα, ἡ ἐν ὄρει τοῦ Κύκκου, θαυμάτων δοξασθεῖσα πληθύϊ, διὰ τῆς σῆς Ἁγίας μορφῆς, μη λιτᾶς παρίδης τατεινῶν δούλων σου, ἀλλὰ αὐτὰς τῷ τόκῳ σου, προσάγαγε ὡς ἂν βοῶμεν·

Ἀλληλούια.

Νύμφη δεδοξασμένη, τοῦ Πατρὸς τοῦ ἀνάρχου, Κυκκώτισσα τὸν συντετριμμένον, ἐθεράπευσας πόδα ποτέ, ὁδοιπόρου ἄμα λήθαργον δοῦλόν σου, ἰάσω τὸν σὴν σῶσαντα, Εἰκόνα ἐκ πυρὸς βοῶντα·

Χαῖρε, τραυμάτων ἡ θεραπεῖα·
Χαῖρε, σωμάτων ἡ εὐεξία.
Χαῖρε, ἐκ πυρὸς σὴν Εἰκόνα ἡ σώσασα·
Χαῖρε, χἀλεπῶς ἀσθενούντας ἰάσασα.
Χαῖρε, πίναξ θεοχάρακτος, χαρισμάτων θεϊκῶν·
Χαῖρε, πίδαξ θείας χάριτος, καὶ ταμεῖον δωρεῶν.
Χαῖρε, ὄτι δαιμόνων καταφλέγεις τὸ θράσος·
Χαῖρε, ὄτι μερόπων κατευφραίνεις τὸ πλήθος.
Χαῖρε, Χριστοῦ καθέδρα περίδοξος·
Χαῖρε, ἐχθροῦ ἐνέδρα ὀλέθριος.
Χαῖρε, πολλῶν δωρεῶν χορηγία·
Χαῖρε, σεμνῶν μοναστῶν προστασία.

Χαίροις Μῆτερ Κυκκώτισσα.

Ξένων ὠφθης ἀζύγοις, ἠμερῶν ἐν ευσήμῶν, νυκτὶ περιπλοῦσα ναόν σου, λαμπροφόρος μετὰ ζοφεράν, τῆς σεπτῆς Μονῆς σου ἀγλαὴ Δέσποινα, πυρπόλησιν ὧν ἤθελες, τὰ στόματα ἀνοίξαι ψάλλειν·

Ἀλληλούια.

Ὅμβρους γῆ τῇ διψῶσῃ, καὶ ἀέρας εὐκράτους, Κυκκώτισσα σεμνὴ Θεοτόκε, ὡς πλουτήσασα χάριν ἠμῖν, δαψιλῶς ὡς δρόσον θεϊκὴν ἔδωκας, καὶ χείλη πάντων ἤνοιξας, φωνή σοι στεντορεία κράζειν·

Χαῖρε, νεφέλη ἡ ὀμβροτόκος·
Χαῖρε, ἡ θήκη ἡ μυροβόλος.
Χαῖρε, πανταιτίου Τριάδος τὸ οἴκημα·
Χαῖρε, φιλαρέτου ζωῆς εξεικόνισμα.
Χαῖρε, νέφος θεοδῶρητον, τὸ κατάγον Ὕδωρ ζῶν·
Χαῖρε, στέφος ἀνθοστόλιστον, ἀρετῶν παντοδαπῶν.
Χαῖρε, γῆ τὴν αὐχμώσαν ἡ πιάνασα ὄμβροις·
Χαῖρε, πόνον ἐλκῶδη θεραπεύσασα τάχος.
Χαῖρε, κρατὴρ πολύτιμος χάριτος·
Χαῖρε, πρηστὴρ ἐχθροῦ τοῦ αλάστορος.
Χαῖρε, παστὰς φωτοφόρος Κυρίου·
Χαῖρε, λαμπὰς τοῦ φωτὸς τοῦ ἀδύτου.

Χαίροις Μῆτερ Κυκκώτισσα.

Πᾶντες ὤφθησαν ζῶντες, οἱ κατακεχωσμένοι, ὑπὸ τῶν ἐῤειπίων Μονῆς σου, καὶ ἀκέραιοι καὶ ἀβλαβείς, σὴν ἀνύμνουν Μῆτερ ἀκλινῆ εὔνοιαν, καὶ ἔκραζον Κυκκώτισσα, τῷ Τόκῳ σου πανευσχημόνως·

Ἀλληλούϊα.

Ῥεύματα Θεοτόκε, τοῦ ἁγιάσματός σου, ἐκ πέτρας ἀναβλῦζοντα ξένως, θεραπεύουσι νόσους δεινάς, καὶ ἰῶνται ἄλγη ζοφερὰ πάνσεμνε, Κυκκώτισσα διόπερ νῦν, βοῶμέν σοι ἀξιοχρέως·

Χαῖρε, τὸ πέλαγος τῶν χαρίτων·
Χαῖρε, τὸ στέλεχος θαυμασίων.
Χαῖρε, Μανουὴλ Βουτομίτου ἡ ἴασις·
Χαῖρε, ἀσθενούντων ταχεῖα ἐπίσκεψις.
Χαῖρε, πέτρα η πηγάζουσα, ὕδωρ ἰαματικόν·
Χαῖρε, χάρμα ὀμηγύρεως, τῶν ἀύλων στρατιῶν.
Χαῖρε, ὄτι τὰ ἕλκη τῶν ποδῶν θεραπεῦεις·
Χαῖρε, ὄτι τὰ ἄλγη ἀσθενούντων διώκεις.
Χαῖρε, δεινῶς καμνόντων ἀντίληψις·
Χαῖρε, πικρῶς στενόντων ἀνάψυξις.
Χαῖρε, ἰάτειρα Μάνδρας τοῦ Κύκκου·
Χαῖρε, θεράπαινα τοῦ Παντεπόπτου.

Χαίροις Μῆτερ Κυκκώτισσα.

Σύμπασα νήσος Κύπρος, τῇ θερμῇ ἀρωγῇ σου, καὶ θεία προστασία προσφεύγει, ἐν τοῦ βίου δειναῖς συμφοραῖς, καὶ ἀσπαζομένη εὐλαβῶς ἔκτυπον, σὸν πάνσεπτον Κυκκώτισσα, πληροῦται χαρμονῆς καὶ κράζει·

Ἀλληλούϊα.

Τίς ὐμνήσει ἀξίως, δωρεῶν σου τὸν πλούτον, Κυκκώτισσα ὅ πᾶσι παρέχεις; Τὸ παιδίον γὰρ προσκομισθέν, ὡς νεκρὸν Εἰκόνι σῇ σεπτῇ Πάναγνε, ἀνέστησας καὶ ἔπιθες, γεννήτορας αὐτοῦ κραυγάζειν·

Χαῖρε, ἠ ἔγερσις τεθνεώτων·
Χαῖρε, ἐκτύπωσις τῶν μελλόντων.
Χαῖρε, τῶν γονέων φωνῶν Ἐπακούουσα·
Χαῖρε, τῶν δικαίων λιταῖς οὓς ἡ κλίνουσα.
Χαῖρε, νάμα ὄτι ἔβλυσας ἐκ τῆς πέτρας θαυμαστῶς·
Χαῖρε, κλαύμα ὅτι ἕπαυσας τῶν θρηνούντων ἀλγεινῶς.
Χαῖρε, τῶν ἐμπύρετων νοσημάτων ἡ δρόσος·
Χαῖρε, τῶν δαιμονίων ἡ ἀνίατος νόσος.
Χαῖρε, πιστῶν ψυχῆς ἀγαλλίαμα·
Χαῖρε, ἡμῶν ἀτίμητον σέμνωμα.
Χαῖρε, πνοὴ ζωτικῆς ἐπιπνοίας·
Χαῖρε, πηγὴ ἀϊδίου εὐκλείας.

Χαίροις Μῆτερ Κυκκώτισσα.

Ὕμνους ὐφαίνουσί σοι, τὰ στρουθία τοῦ δάσους, Κυκκώτισσα καὶ πλήθη μερόπων, σὺν Ἀγγέλων παμφῶτων χοροίς, ὅτι πᾶσης πέλεις ὀρατῆς κτίσεως, καὶ αοράτου ἄνασσα, πιστοῦς ἀναβοάν ποθοῦσα·

Ἀλληλούια.

Φαίνεις τῇ ὐφηλίῳ, σῶν θαυμάτων ἀκτίσι, Κυκκώτισσα φωτόλαμπρε Μῆτερ, καὶ διῶκεις παθῶν χοϊκῶν, τὸν ζοφώδη γνόφον τῶν πιστῶς πάντοτε, σπευδόντων τῇ σῇ χάριτι, καὶ ὔμνοις μελιχροῖς βοῶντων·

Χαῖρε, ἀστὴρ τηλαυγῆς ἁγνεῖας·
Χαῖρε, λαμπτὴρ βροτῶν συμπαθείας.
Χαῖρε, ἡ δεσμά τῆς στειρότητος λὔουσα·
Χαῖρε, ἡ χαρὰν θλιβομένοις βραβεύουσα.
Χαῖρε, Μῆτερ ἡ βαστάζουσα τὸν Χριστὸν σῇ δεξιά·
Χαῖρε, Κόρη πάντας σκέπουσα ἐν σῇ σκέπῃ κραταιᾷ.
Χαῖρε, ἡ τῆς θαλάσσης καταπαύουσα δίνην·
Χαῖρε, ἡ σῆς ἀγάπης ἐνδεικνύουσα ψάμμον.
Χαῖρε, Μονῆς του Κύκκου θησαύρισμα·
Χαῖρε, αὐγὴς παμφώτου στεφάνωμα.
Χαῖρε, πιστοῦς Ἐλεούσα ἀπαῦστως·
Χαῖρε, βροτοῖς βοηθούσα αὄκνως.

Χαίροις Μῆτερ Κυκκώτισσα.

Χάριτος σῆς πλουσίας, ἀπολαύοντες πάντες, ὑμνοῦμέν σε Κυκκώτισσα Μῆτερ, καὶ τὴν κεκαλυμμένην μορφήν, σῆς σεπτῆς Εἰκόνος εὐλαβῶς πάντοτε, Ἁγνή κατασπαζόμεθα, καὶ πόθῳ σῷ Υἱῷ βοῶμεν·

Ἀλληλούια.

Ψάλλων σοι ὁ ἐκ πάθους, λυτρωθεῖς ἀνιάτου, ὡς ἔθηκεν αὐτοῦ τῷ τραχήλῳ, τὸ κολλούριον ἐν τῇ Μονῇ, τῇ σεπτῇ σου πόθῳ καὶ χαρὰ ἐκραζε, Κυκκώτισσα πανύμνητε, ἰάσεων παντοίων φρέαρ·

Χαῖρε, ταμεῖον φιλανθρωπίας·
Χαῖρε, πυξίον φιλευσπλαγχνίας.
Χαῖρε, ἀσφαλὲς τῶν ὐμνούντων σε στήριγμα·
Χαῖρε, τιμαλφὲς τῶν τιμώντων σε κλέϊσμα.
Χαῖρε, ὅτι ἠλευθέρωσας πάθους πρόσφυγα τὸν σον·
Χαῖρε, ὅτι ἐθεράπευσας Καστορίας τὸν Υἱόν.
Χαῖρε, ἡ ξενοτρόπως Ἐλεούσα τὸν κόσμον·
Χαῖρε, ἡ ἀλανθάστως ὀδηγοῦσα πρὸς πόλον.
Χαῖρε, παστᾶς Παντάνακτος ἔμψυχος·
Χαῖρε, λαμπὰς θαυμάτων φωτόλαμπρος.
Χαῖρε, πιστῶν ἀδιάπτωτον σθένος·
Χαῖρε, ἡμῶν σωτηρία καὶ εῦχος.

Χαίροις Μῆτερ Κυκκώτισσα.

Ὦ Μονῆς Κύκκου γέρας, τιμαλφὲς Θεοτόκε, ἡ τάχος Ἐλεούσα σοὺς δούλους (ἐκ γ΄), καταξίωσον πάντας τυχείν, τῆς ἐν θείοις δόμοις χαρμονῆς κρείττονος, ἀεὶ τοὺς σὲ γεραίροντας, καὶ ψάλλοντας σῷ θείῳ Τόκῳ·

Ἀλληλούια.

Καὶ αὖθυς τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἐν δεξιᾷ χειρὶ Χριστὸν σεμνῶς βαστάζουσαν, ὠς ὁ Ἀπόστολος Λουκᾶς λαμπρῶς ἱστόρησεν, Ἐλεούσαν ἀνυμνήσωμεν Θεοτόκον, οὐρανόθεν τὴν ἀεὶ πιστοῖς ἀρήγουσαν, καὶ Κυπρίων τᾶς χορείας ἐποπτεύουσαν, πόθῳ κράζοντες· χαίροις Μῆτερ Κυκκώτισσα.