Χαιρετισμοί εις την Οσίαν Μητέρα Ημών Μαρία την Αιγυπτία

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς μετανοίας ὀχετοῖς σαυτὴν ἀρδεύσασα καὶ ψυχοκτόνους τοῦ ἐχθροῦ ὁρμᾶς ξηράνασα, συνεργεία θεία ἔρημον Ἰορδάνου τῇ ἀσκήσει σου, Μαρία, καθηγίασας καὶ τοῖς ῥείθροις τῶν δακρύων σου ἐπίανας· ὅθεν κράζομεν· χαίροις, Μῆτερ ἰσάγγελε.

Ἄγγελος μετανοίας ἤνοιξέ σοι τὰς πύλας ναοῦ ὁ σοὶ πότε θύρας κλείων (ἐκ γ΄) καὶ Ἀγγέλων σεμνὴν βιοτὴν δι’ εὐχῆς ἀόκνου διελθεῖν, πάνσεπτε Μαρία, κατηξίωσεν, ὁ νῦν σὺν τοῖς πιστοῖς κραυγάζων·

Χαῖρε, τὸ κρίνον τῆς μετανοίας·
χαῖρε, τὸ ῥόδον τῆς ἐρημίας.
Χαῖρε, ψυχικῆς εὐσθενείας κυπάρισσος·
χαῖρε, σωστικῆς ἀγωγῆς βίβλος πάγχρυσος.
Χαῖρε, ὕψος δυσαντίβλεπτον οὐρανίων ἀρετῶν·
χαῖρε, βάθος ἐπιγνώσεως καὶ ἀσκήσεως κανών.
Χαῖρε, ὅτι γηίνων ἀπανέστης ἐμφρόνως·
χαῖρε, ὅτι Ὁσίων ὤφθης πάντιμον κάλλος.
Χαῖρε, τερπνὸν Ἀγγέλων ὀσφράδιον·
χαῖρε, σεπτὸν ἐρήμου κιννάμωμον.
Χαῖρε, Θεοῦ τιμαλφέστατον ἄγγος·
χαῖρε, ἐχθροῦ τὸ δυσβάστακτον ἄγχος.

Χαίροις, Μῆτερ ἰσάγγελε.

Βλάστημα τῆς Αἰγύπτου εὐθαλές, ἐν ἐρήμῳ, ἧν ῥέει Ἰορδάνης, Μαρία, ἀρετῶν γλυκυτάτους καρποὺς δι’ ἀπαύστων πόνων καὶ στεῤῥὰς ἤνεγκας ἀσκήσεως τῷ Κτίσαντι, βοῶσα σὺν Ἀγγέλων δήμοις·

Ἀλληλούια.

Γυναικῶν θεοφόρων κοσμιότης, Μαρία, Σταυρὸν κωλυομένη τὸν θεῖον προσκυνήσαι ὑπὸ θεϊκοῦ ἐμποδίου τρόπον βιοτῆς ἤλλαξας καὶ ἦλθες εἰς ἐπίγνωσιν διὸ σοὶ ἐκβοῶμεν ταῦτα·

Χαῖρε, δι’ ἧς ὁ Χριστὸς ὑψώθη·
χαῖρε, δι’ ἧς ὁ σατᾶν ἐτρώθη.
Χαῖρε, ἀειρύτων δακρύων ὁ χείμαῤῥος·
χαῖρε, ἀστειρεύτων ἱδρώτων τὸ πέλαγος.
Χαῖρε, μάχαιρα ἀμφίστομος βιοτῆς ἡδονικῆς·
χαῖρε, σκήνωμα πολύτιμον ἐνεργείας θεϊκῆς.
Χαῖρε, ὅτι ὑπάρχεις Ἰορδάνου τὸ εὖχος·
χαῖρε, ὅτι ἐδείχθης ἀσιτείας ὁ τύπος.
Χαῖρε, λαμπὰς συντόνου ἀσκήσεως·
χαῖρε, ἡ δὰς τῆς ἄνω λαμπρότητος.
Χαῖρε, νυμφῶνος Ἐδέμ κληρονόμος·
χαῖρε, λειμῶνος τερπνοῦ πεζοπόρος.

Χαίροις, Μῆτερ ἰσάγγελε.

Δύναμιν εἰληφυῖα οὐρανόθεν ὀμίχλην πορνείας διεσκέδασας τάχος καὶ πρὸς φῶς μετανοίας φαιδρὸν τοὺς σοὺς πόδας, μῆτερ θαυμαστῇ, ἴθυνας καὶ ἔρημον ἐπέλεξας ὡς οἶκον προσευχῆς βοῶσα·

Ἀλληλούια.

Ἔδραμες ἀποπλύναι λογισμῶν ἀκαθάρτων καὶ πράξεων ἀνόμων τὸν ῥύπον ὡς διψῶσα ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, μῆτερ εὐκλεές, ἔλαφος εἰς έρημον· διόπερ σοὶ βοῶμεν εὐχαρίστῳ γλώσσῃ·

Χαῖρε, τὸ τεῖχος τῆς μετανοίας·
χαῖρε, ὁ πύργος τῆς ἀπαθείας.
Χαῖρε, βιοτῆς τῆς ἀγήρω ἀρχέτυπον·
χαῖρε, ἀγωγῆς ψυχοτρόφου τὸ ἔσοπτρον.
Χαῖρε, τρόπαιον τῆς φύσεως τῆς θηλείας τιμαλφές·
χαῖρε, εὔμορφον ἀπάνθισμα ἀρετῶν ἠδυτερπές.
Χαῖρε, ὅτι ὑπάρχεις τῶν Ὁσίων φαιδρότης·
χαῖρε, ὅτι τυγχάνεις ἐγκρατείας ἀκρότης.
Χαῖρε, κρουνὲ βλυστάνων εὐσέβειαν·
χαῖρε, πυρσὲ φωτίζων τὰ σύμπαντα.
Χαῖρε, αὐγὴ μυστικῆς εὐωχίας·
χαῖρε, στακτὴ μυροβόλος σοφίας.

Χαίροις, Μῆτερ ἰσάγγελε.

Ζάλης θανατηφόρου δι’ εὐχῆς ἀπηλλάγης ἀόκνου καὶ συντόνου νηστείας· τῆς σαρκός γὰρ νεκρώσας ὁρμὰς τὸν σὸν νοῦν, Μαρία, πρὸς Θεὸν τάχιστα ἐπτέρωσας ὡς εὔλαλος Κυρίου ἀηδὼν βοῶσα·

Ἀλληλούια.

Ἢσχυνας τοῦ δολίως πολεμοῦντος σε, μῆτερ Μαρία, μισοκάλου τὸ θράσος συντονία καμάτων τῶν σῶν ἀσιτίας ἄκρας καὶ εὐχῆς χάριτι Θεού· διὸ σοὶ πλέκομεν τῆς νίκης στέφος ἐκβοῶντες·

Χαῖρε, ἡ τρῶσις τοῦ ἀρχεκάκου·
χαῖρε, ἡ πτῶσις ἐχθροῦ τοῦ πλάνου.
Χαῖρε, τὴν ὀφρὺν τοῦ σατᾶν ἡ πατήσασα·
χαῖρε, τὴν ἰσχὺν τοῦ Χριστοῦ ἡ κρατύνασα.
Χαῖρε, ὄμμα τὸ ἀνύστακτον τοῦ βελίαρ προσβολαῖς·
χαῖρε, δῶμα ἐνασκήσεως ἀσιγήτου εὐπρεπές.
Χαῖρε, ὅτι ἐλαύνεις τοῦ ἐχθροῦ τὴν μανίαν·
χαῖρε, ὅτι ἐκτρέπεις τοῦ ἐχθίστου κακίαν.
Χαῖρε, παθῶν ἐκλύτων τὸ θέριστρον·
χαῖρε, ἠθῶν ἀμέμπτων τὸ ἔλυτρον.
Χαῖρε, ψεκὰς τοῦ Σωτῆρος εἰρήνης·
χαῖρε, ὁλκὰς τῆς ἐνθέου γαλήνης.

Χαίροις, Μῆτερ ἰσάγγελε.

Θεοφόρων γυναίων τῆς ἐρημοῦ μεγίστη υπήρξες, τρισόλβια Μαρία· ὀλοτρόπως θελχθεῖσα γὰρ σὺ τῷ τοῦ Κτίστου πάντων καὶ Θεοῦ ἔρωτι καὶ σθένει θείου Πνεύματος ῥωσθεῖσα ἀνεβόας πόθῳ·

Ἀλληλούια.

Ἰορδάνου τοῖς ῥείθροις τῶν τοῦ βίου σου ῥύπον ἀπέπλυνας, ὁσία Μαρία, καὶ λαμπρὰν μετανοίας στολὴν ἐνδυθεῖσα πάντων πρὸς Θεὸν πρέσβειρα ἐγένου τῶν τιμώντων σε καὶ ὕμνοις μελιχροῖς βοῶντων·

Χαῖρε, ἡ ἔνθους ἐν τῇ ἀσκήσει·
χαῖρε, ἡ μείζων ἐν τῆ συνέσει
Χαῖρε, πολιτείας ὁσίας λευκάνθεμον·
χαῖρε, εὐσεβείας τὸ θεῖον τετράδιον.
Χαῖρε, σέμνωμα περίδοξον μετανοίας σωστικῆς·
χαῖρε, ἄρωμα οὐράνιον ἐργασίας πρακτικῆς.
Χαῖρε, ὅτι ἐλαύνεις λεγεῶνα δαιμόνων·
χαῖρε, ὅτι δεικνύεις τὸν σωτήριον δρόμον.
Χαῖρε, Χριστοῦ τῆς πίστεως ἔρεισμα·
χαῖρε, Αὑτοῦ ἀγάπης θησαύρισμα.
Χαῖρε, φθαρτῶν ὑπερτέρα ἁπάντων·
χαῖρε, θημῶν αἰωνίων δραγμάτων.

Χαίροις, Μῆτερ ἰσάγγελε.

Κατιδὼν τῆς ψυχῆς σου ζῆλον ὄντως τὸν θεῖον ὁ σώφρων Ζωσιμάς κατηγάσθη χάριτός σου, ἣν εὗρες, σεμνῇ, ἐπιβαίνειν κούφως ποταμοῦ ῥεύμασι καὶ πόθῳ ἐξιστάμενος Κυρίῳ εὐλαβῶς ἐβόα·

Ἀλληλούια.

Λάμπουσα ἀπαθείᾳ καὶ συνέσει τελεία Ὁσίων τοῖς χοροῖς ἠριθμήθης μετανοίας σου γὰρ καθορῶν ὁ Δεσπότης τρόπους τῇ Αὑτοῦ χάριτι, Μαρία, σὲ ἐσκίασε διόπερ ψάλλομέν σοι ταῦτα·

Χαῖρε, ἡ βίβλος τῆς καρτερίας·
χαῖρε, τὸ ἔρνος τῆς ἐρημίας.
Χαῖρε, γυναικῶν ἀσκουμένων ἀκρώρεια·
χαῖρε, ἀρετῶν τό θεότευκτον οἴκημα.
Χαῖρε, φάρε τηλαυγέστατε ἀγωγῆς ἀσκητικῆς·
χαῖρε, λύχνε παμφαέστατε ἐνεργείας θεϊκῆς.
Χαῖρε, ὅτι σοῖς τρόποις τοῖς ἀπλάστοις διδάσκεις·
χαῖρε, ὅτι σοῖς πόνοις πρὸς τελείωσιν ἤχθης.
Χαῖρε, κανὼν βιώσεως σώφρονος·
χαῖρε, εἰκὼν ἀόκνου στερήσεως.
Χαῖρε, καρπῶν οὐρανίων ἡ πλήρης·
χαῖρε, ἡμῶν πρὸς Θεὸν ἡ μεσῖτις.

Χαίροις, Μῆτερ ἰσάγγελε.

Μένεα ἀποπνέων κατά σου ὁ τοῦ σκότους καὶ πάσης φαύλης πράξεως ἄρχων ἐπειρᾶτο δαμάσαι ψυχὴν τὴν σὴν θείαν, μῆτερ, ἧν Θεοῦ δύναμις ἐφύλαττεν ἀμόλυντον καὶ ἤγειρέν σε πόθῳ ψάλλειν·

Ἀλληλούια.

Νύκτωρ καὶ καθ’ ἡμέραν σὺν ἀγέλαις θηρίων σχολάζουσα ἐν βάθει ἐρήμου προσευχῇ καὶ νηστείᾳ πολλῇ τῷ Θεῷ, Μαρία, ἀστραπῶν ἔμπλεως ἐφαίνου τελειότητος φωτίζουσα τοὺς σοὶ βοῶντας·

Χαῖρε, τὸ σέλας τῆς ἀσιτίας·
χαῖρε, τὸ κέρας τῆς μετανοίας.
Χαῖρε, λαμπηδὼν τῆς Χριστοῦ ἀγαπήσεως·
χαῖρε, ἀηδὼν Ἰορδάνου γλυκύφθογγος.
Χαῖρε, ὅτι ασκητεύουσα ἔσχες στέγην οὐρανόν·
χαῖρε, ὅτι γυμνητεύουσα ἐνεδύθης τὸν Χριστόν.
Χαῖρε, τῆς ἀγρυπνίας εὐωδέστατος κῆπος·
χαῖρε, μεταμελείας ἀκλινέστατος στῦλος.
Χαῖρε, ἐχθρῶν βέβηλων ὀλέτειρα·
χαῖρε, ψυχῶν πρὸς Κύριον πρέσβειρα.
Χαῖρε, πολλῶν κλονουμένων προστάτις·
χαῖρε, παθῶν σαρκικῶν ἡ ολέτις.

Χαίροις, Μῆτερ ἰσάγγελε.

Ξενωθεῖσα τοῦ κόσμου τῷ Κυρίῳ τῶν ὅλων ἐγνώσθης, τρισεύδαιμον Μαρία, τῷ ἰσχύσαντι σε σθεναρῶς τὸν σατᾶν παλαίσαι, τὸν ψυχῆς θέλοντα τῆς σῆς συλῆσαι μάργαρον καὶ παῦσαί σε βοᾶν ἀπαύστως·

Ἀλληλούια.

Ὅλος ἐπλήσθη θάμβους Ζωσιμάς ὁ θεόπνους, ἡνίκα τὴν σὴν χάριν κατεῖδέ τα ἐσόμενα βλέπειν καλῶς καὶ τὴν σοὶ οἰκοῦσαν τοῦ Θεοῦ δύναμιν Μαρία, ὅθεν χαίρων σοι ἐβόα μυστικῶς τοιαῦτα·

Χαῖρε, ἀκρότης τῆς ἐγκρατείας·
χαῖρε, σεμνότης τῆς Ἐκκλησίας.
Χαῖρε, ἡ καλῶς προορῶσα τὰ μέλλοντα·
χαῖρε, ἡ σαρκὸς τὰς ὁρμὰς ἀποῤῥίψασα.
Χαῖρε, ἔμψυχον προοίμιον τῆς μελλούσης ἀμοιβῆς·
χαῖρε, τίμιον διάδημα ἰσαγγέλου βιοτῆς.
Χαῖρε ὅτι δαιμόνων τὴν μανίαν καθεῖλες·
χαῖρε, ὅτι μερόπων τὰ ἡδέα παρεῖδες.
Χαῖρε, στεῤῥὸν τῆς νήψεως ἔρεισμα·
χαῖρε, λαμπρὸν ἀσκήσεως τείχισμα
Χαῖρε, ναπῶν οὐρανῶν ὁδοιπόρος·
χαῖρε, ἡμῶν ὁδηγὸς φωτοφόρος.

Χαίροις, Μῆτερ ἰσάγγελε.

Πόνοις σου νυχθημέροις ἐχαλίνωσας, μῆτερ Μαρία, τῆς σαρκὸς τὰς ὀρέξεις καὶ κατέδειξας πᾶσι πιστοῖς, Ἰορδάνου κλέος, τῆς ψυχῆς φρόνημα σῆς θείας τὸ ἀδάμαστον, δι’ οὗ πλησθεῖσα ἀνεβόας·

Ἀλληλούια.

Ῥείθροις τῶν σῶν δακρύων καίὶ ἀπείρων ἱδρώτων κατέσβεσας παθῶν σου τὴν φλόγα καὶ ἀνῆψας ψυχῆς σου πυρσόν, ὃν καλῶς βαστάζουσα Θεῷ ἔδραμες, Μαρία, ἱκετεύουσα Αὐτὸν ὑπὲρ τῶν σοὶ φωνούντων·

Χαῖρε, ὀσμὴ Χριστοῦ εὐωδίας·
χαῖρε, ῥοπὴ θεϊκῆς σοφίας.
Χαῖρε, ἡ ἐχθροῦ τὰς ὀρδὰς ἀφανίσασα·
χαῖρε, ἡ Θεοῦ τοὺς ἀνθρώπους εὐφράνασα.
Χαῖρε, κρήνη ἡ καλλίῤῥυτος ὕδωρ βλύσασα ζωῆς·
χαῖρε, στάθμη ἀῤῥυτίδωτος ἀρετῆς ἀσκητικῆς.
Χαῖρε, ὅτι λαμπρύνεις τὸν χορὸν τῶν Ὁσίων·
χαῖρε, ὅτι ὑπάρχεις ἀκτησίας ταμεῖον.
Χαῖρε, ἀκτὶς τῆς θείας χρηστότητος·
χαῖρε, παγὶς τοῦ πλάνου ἀλάστορος.
Χαῖρε, ἀστὴρ μετανοίας φωσφόρος·
χαῖρε, λαμπτὴρ ἀπαθείας πυρφόρος.

Χαίροις, Μῆτερ ἰσάγγελε.

Στέφανον ἐκομίσω βιοτῆς ἀθανάτου, Μαρία, ἐκ χειρῶν τοῦ Κυρίου τῆς ἀσκήσεως γὰρ τὴν ὁδὸν θεαρέστως, μῆτερ, ἀρετῶν κύαθε, τελέσασα θεώσεως ἐδρέψω τοὺς καρποὺς βοῶσα·

Ἀλληλούια.

Τῶν Ἀγγέλων τὴν θείαν πολιτείαν, Μαρία, ποθήσασα σαυτὴν τῷ Κυρίῳ ὡς θυμίαμα ἡδυτερπὲς τῷ κρατύναντι σε ἐπὶ γῆς ήνεγκας· διὸ σοὶ πάντες σπεύδομεν αἰσίαις ταῖς φωναῖς βοῆσαι·

Χαῖρε, συνέσεως ἐκμαγεῖον·
χαῖρε, τῆς χάριτος σκεῦος θεῖον.
Χαῖρε, Ζώσιμα τὴν ψυχὴν ἡ ἡδύνασα·
χαῖρε, μαμωνᾶ τὴν δουλείαν ἡ λύσασα.
Χαῖρε, μῆτερ ἀξιάγαστε, Ἰορδάνου καλλονῇ·
χαῖρε, νύμφη Κτίστου πάγκαλε, τῶν Ἀγγέλων χαρμονή.
Χαῖρε, ὅτι ζευγνύεις πρᾶξιν καὶ θεωρίαν·
χαῖρε, ὅτι ἐλαύνεις τοῦ σατᾶν τὴν κακίαν.
Χαῖρε, δι’ ἧς ἡ πίστις κρατύνεται·
χαῖρε, δι’ ἧς φθορὰ ἀπαμβλύνεται.
Χαῖρε, χαρὰς κοινωνὲ τῆς ἀγήρω·
χαῖρε, λαμπὰς κοινωνίας τῆς ἄνω.

Χαίροις, Μῆτερ ἰσάγγελε.

Ὕμνων σε ἡδυμόλπων καταστέφομεν κρίνοις τοὺς ἄθλούς σου, ὁσία Μαρία· ἐπιγνώσεως γὰρ ἀρχηγὸς καὶ σοφῶν ἐδείχθης γυναικῶν ἄγαλμα, ἀσκήσασα ὡς ἄσαρκος καὶ πόθῳ τῷ Θεῷ βοῶσα·

Ἀλληλούια.

Φῶς Χριστοῦ κατιδοῦσα ἐν Ὑψίστοις, Μαρία, τὸ ἄδυτον ἐξαίτει τὸν θεῖον φωτισμὸν τοῖς τιμῶσι λαμπρῶς τοὺς τιμίους, μῆτερ, ἐπὶ γῆς μόχθους σου, ἵνα ἐκθύμως ψάλλωμέν σοι χείλεσιν ἀμώμοις ταύτᾳ·

Χαῖρε, θεάμων τῶν ἀθεάτων·
χαῖρε, ἀῤῥήτων ἐπόπτις ξένων.
Χαῖρε, κοινωνὲ τῆς ἀύλου λαμπρότητος·
χαῖρε, φρυκτωρὲ τῆς ἀδύτου φαιδρότητος.
Χαῖρε, ὅτι ἐκοινώνησας Ζώσιμα ἐκ τῶν χειρῶν·
χαῖρε, ὅτι κατηγλάισας τὴν ὁμήγυριν πιστῶν.
Χαῖρε, σάλπιγξ ἀλήκτου εὐφροσύνης ἐν πόλῳ·
χαῖρε, φόρμιγξ Ὁσίας βιοτῆς ἐν ἐρήμῳ.
Χαῖρε, πιστῶν γλυκύτατον ψέλλισμα·
χαῖρε, ψυχῶν τὸ ἥδιστον μέλισμα.
Χαῖρε, Χριστοῦ τὸ θειότατον εὖχος·
χαῖρε, ἐχθροῦ τὸ ὀξύτατον κάρφος.

Χαίροις, Μῆτερ ἰσάγγελε.

Χαίρουσα νῦν ἐν δόμοις θεϊκοῖς σὺν Ἀγγέλων τοῖς δήμοις καὶ Ὁσίων ἁπάντων τοῖς χοροῖς ἐκτενῶς τῷ Χριστῷ καταπέμψαι πᾶσι τοῖς πιστοῖς πρέσβευε ἐλέους πλῆθος ἄμετρον Αὐτοῦ τοῖς ἐκβοῶσι πίστει·

Ἀλληλούια.

Ψάλλοντές σου τῶν πόνων τὴν πληθὺν ἐν ἐρήμῳ ὑμνοῦμέν σε, ὁσία Μαρία· σὺ γὰρ δείξασα εἰλικρινῆ, εὐψυχίας βάθρον καὶ βαλβίς νήψεως, μετάνοιαν διέλαμψας ὡς ἄστρον τοῖς βοῶσι φαίνον·

Χαῖρε, μελῴδημα τῶν Ὁσίων·
χαῖρε, ἀπήχημα τῶν Ἁγίων.
Χαῖρε, κιβωτὲ ἡσυχίας πολύτιμε·
χαῖρε, θησαυρὲ σιωπῆς ἀδαπάνητε.
Χαῖρε, στήλη ἀκαθαίρετος κοσμικῆς ἀποταγῆς·
χαῖρε, κρήνη νέκταρ βρύουσα ἀθανάτου βιοτῆς.
Χαῖρε, θεία σαμβύκῃ ἐν Χριστῷ μετανοίας·
χαῖρε, πάγχρυσε θήκη νυχθημέρου νηστείας.
Χαῖρε, κιθάρα πίστεως πάντερπνος·
χαῖρε, κινύρα εὔλαλος νήψεως.
Χαῖρε, χοροῦ μονοτρόπων ἡδύτης·
χαῖρε, κἀμοὺ ἐν κινδύνων ἡ ῥύστης.

Χαίροις, Μῆτερ ἰσάγγελε.

Ὦ Μαρία, πυξίον διαυγὲς μετανοίας καὶ Κτίστου ἀγαπήσεως λύχνε, (ἐκ γ΄) τὴν σκοτίαν μου παῦσον παθῶν ἀπαθείας ἦμαρ σῷ πιστῷ πρόσφυγι λιταῖς σου ἀνατέλλουσα, ὡς ἂν πανευλαβῶς κραυγάζω·

Ἀλληλούια.

Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς μετανοίας ὀχετοῖς σαυτὴν ἀρδεύσασα καὶ ψυχοκτόνους τοῦ ἐχθροῦ ὁρμὰς ξηράνασα, συνεργεία θεία ἔρημον Ἰορδάνου τῇ ἀσκήσει σου, Μαρία, καθηγίασας καὶ τοῖς ῥείθροις τῶν δακρύων σου ἐπίανας ὅθεν κράζομεν· χαίροις, Μῆτερ ἰσάγγελε.

Δίστιχον·
Χαῖρε, βοᾶ σοι Χαραλάμπης, Μαρία,
ἀκηλίδωτον ἔσοπτρον μετανοίας.