Χαιρετισμοί εις τον Όσιο Θεοφόρο Πατέρα ημών Γεράσιμο Μικραγιαννανίτη τον Υμνογράφο
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν τηρητὴν τῆς Ὀρθοδόξου Παραδόσεως, ὑμνογραφοῦντα ἐμμελῶς τὰ κατορθώματα τῶν Ἁγίων, εὐφημήσωμεν κατ’ ἀξίαν,
προσευχῆς ὡς ἐραστὴν καὶ ταπεινώσεως ἐνδιαίτημα καὶ νοῦν πνευματοκίνητον πόθῳ κράζοντες· Χαίροις, πάτερ Γεράσιμε.
Οἱ Οἶκοι.
Ἄριστος ὑμνηπόλος τῆς Χριστοῦ Ἐκκλησίας, Γεράσιμε θεόπνευστε, ὤφθης, (ἐκ γ΄) ἐναρέτου κανὼν ἀγωγῆς,
ταπεινοφροσύνης, προσευχῆς, νήψεως ἀκρότης καὶ ἀσκήσεως
διάκοσμε· διὸ βοῶμεν·
Χαῖρε, Βορείου Ἠπείρου γόνος·
χαῖρε, ὡραίου ἀγῶνος πόλος.
Χαῖρε, οἰκιστὴς θεοφόρος τοῦ Ἄθωνος·
χαῖρε, πολιστὴς τῆς ἐρήμου ἰσάγγελος.
Χαῖρε, Σκήτεως ἀγλάϊσμα Ἄννης θείας τῆς Μικρᾶς·
χαῖρε, πρόβολος καὶ σέμνωμα πολιτείας καθαρᾶς.
Χαῖρε, ὅτι ὑπάρχεις ταπεινώσεως κέρας·
χαῖρε, ὅτι ἐδείχθης προσευχῆς θεῖον σέλας.
Χαῖρε, χαρίτων δρόσος θεόσδοτος·
χαῖρε, ᾀσμάτων χεὶρ θεοκίνητος.
Χαῖρε, Ἁγίων ὁ θεῖος ὑμνήτωρ·
χαῖρε, ἀζύγων ὁ νέος κοσμήτωρ·
Χαίροις, πάτερ Γεράσιμε.
Βλάστημα Δροβιάνης τῆς Βορείου Ἠπείρου, Γεράσιμε, ἐξήνθησας ῥόδα ἀφθαρσίας ἐν Σκήτῃ Μικρᾷ τῆς Ἁγίας Ἄννης, παρυφῶν Ἄθωνος, καὶ Ἐκκλησίαν ἥδυνας ἀρτίως τοῦ Χριστοῦ βοῶσαν·
Ἀλληλούϊα.
Γέρας θεοπνευστίας, σὴν γραφίδα ἐκίνει πρὸς σύνθεσιν, Γεράσιμε, ὕμνων, ὁ Παράκλητος, πρὸς τοῦ Χριστοῦ τῶν Ἁγίων αἶνον, μοναστὰ ὅσιε τῆς ἐρημίας Ἄθωνος, πρὸς ὃν πανευλαβῶς βοῶμεν·
Χαῖρε, ἡ λάμψις ὑμνογραφίας·
χαῖρε, ἡ βάσις ὀρθοπραξίας.
Χαῖρε, ἀγαπήσας Χριστὸν ἐκ νεότητος·
χαῖρε, ὁ πατήσας ὀφρὺν τοῦ ἀλάστορος.
Χαῖρε, ἄγαλμα θεόγλυπτον προσευχῆς καρδιακῆς·
χαῖρε, αὔγασμα ὑπέρφωτον ἀγωγῆς ἀσκητικῆς.
Χαῖρε, ὁ διαλάμψας ὡς ἀστὴρ ἀπαθείας·
χαῖρε, ὁ διαπρέψας ὡς φωστὴρ ἐγκρατείας.
Χαῖρε, γραφὶς ᾠδῶν θεοκίνητος·
χαῖρε, πυξὶς ἐνθέου ἀσκήσεως.
Χαῖρε, τὸ γέρας Χριστοῦ Ἐκκλησίας·
χαῖρε, τὸ κέρας τῆς σκληραγωγίας·
Χαίροις, πάτερ Γεράσιμε.
Δύναμιν οὐρανόθεν δεδεγμένος, τρισμάκαρ Γεράσιμε, μετὰ μόρφωσίν σου τὴν ἐγκύκλιον ἦλθες ταχὺ εἰς Ἁγίας Ἄννης τῆς Μικρᾶς, ὅσιε, τὴν Σκήτην, ἐν ᾗ ἔψαλλες Κυρίῳ τῷ Θεῷ ἀπαύστως·
Ἀλληλούϊα.
Ἔλαβες ἐκ μητρός σου, ἄγαν εὐλαβεστάτης, Γεράσιμε, Ὀρθόδοξον πίστιν πολυτίμητον ὡς θησαυρὸν καὶ τὴν νουθεσίαν τῷ Χριστῷ πάντοτε ἀρέσκειν, πνευματέμφορε, πρὸς ὃν πανευλαβῶς βοῶμεν·
Χαῖρε, τὸ ἔρνος τῆς εὐσεβείας·
χαῖρε, τὸ εὖχος ὑμνογραφίας.
Χαῖρε, ἐνδιαίτημα Πνεύματος Χάριτος·
χαῖρε, στηλογράφημα βίου ἀμείνονος.
Χαῖρε, ὅτι ἠκολούθησας τῇ ὁδῷ τῆς ἀρετῆς·
χαῖρε, ὅτι τρίβον ἤνυσας ἀγωγῆς ἀσκητικῆς.
Χαῖρε, ἐν σῇ καρδίᾳ ὁ Χριστὸν ἐνθρονίσας·
χαῖρε, τὴν ἁμαρτίαν παιδιόθεν μισήσας.
Χαῖρε, ἁψὶς χρυσότευκτος νήψεως·
χαῖρε, πυξὶς Χριστοῦ ἀγαπήσεως·
Χαῖρε, ἀγώνων συντόνων ἀκρότης·
χαῖρε, καμάτων παννύχων φαιδρότης.
Χαίροις, πάτερ Γεράσιμε.
Ζήλῳ ἐμπεπλησμένος βιοτῆς ἰσαγγέλου, Γεράσιμε, μετὰ τὰς Ἀθήνας, ἔνθα γνῶσιν γυμνασιακὴν ἐπιδόσει, πάτερ, θαυμαστῇ ἔλαβες, κατήντησας εἰς Ἄθωνα, ἐν ᾧ ἀδιαλείπτως ᾖδες·
Ἀλληλούϊα.
Ἤσκησας ἐν τῇ Σκήτῃ τῇ Μικρᾷ ἰσαγγέλως, Γεράσιμε, Προμήτορος Ἄννης, ὁδηγὸν ἔχων πνευματικὸν θεῖον Ἀβιμέλεχ ἅμα Μελέτιον, οἷς ῥήμασι πιθόμενος κατέπληξας πιστοὺς βοῶντας·
Χαῖρε, ὁ ἔσχατος τῶν ἀζύγων·
χαῖρε, ὁ μέγιστος ὑμνογράφων.
Χαῖρε, ὁ ὑπείκων σεμνῶς διδασκάλοις σου·
χαῖρε, ὁ παρέχων ἰσχὺν ὑμνηπόλοις σου.
Χαῖρε, ὅτι ἀπενέκρωσας τὰ σκιρτήματα σαρκός·
χαῖρε, ὅτι εὐηρέστησας τῷ Ὑψίστῳ ἀληθῶς.
Χαῖρε, ὁ ἀπαθείᾳ τὸν σὸν βίον κοσμήσας·
χαῖρε, σκληραγωγίᾳ τοῦ σαρκίου ὁ λάμψας.
Χαῖρε, ἐρήμου Ἄθωνος ἔρεισμα·
χαῖρε, ἀπείρου Χάριτος σκήνωμα.
Χαῖρε, εὐχῆς ἐργαστήριον θεῖον·
χαῖρε, πηγῆς χαρισμάτων δοχεῖον·
Χαίροις, πάτερ Γεράσιμε.
Θέλων εὐαρεστῆσαι τῷ Θεῷ σὴν Καλύβην Κοιμήσεως ἁγνῆς Θεοτόκου, ὑμνογράφε, σκηνὴν λυρικὴν αἴνου τῶν Ἁγίων ἀληθῶς ἔδειξας, θεοειδὲς Γεράσιμε, καὶ Κτίσαντος· ᾯ πίστει ᾖδες·
Ἀλληλούϊα.
Ἴθυνεν Ἀβιμέλεχ, σέ, σεπτός σου ἰθύντωρ, Γεράσιμε, πρὸς πόλου ἐπάλξεις, Μητροφάνους σοφοῦ ἀσκητοῦκαὶ Διονυσίου ζηλωτὰ Ῥήτορος τῶν τρόπων, ὁσιώτατε, ὁ πίθων εὐσεβεῖς κραυγάζειν·
Χαῖρε, ἀσκήσεσιν ὁ ἐμπρέψας·
χαῖρε, ὁ δάκρυσιν ἁγιάσας.
Χαῖρε, ταπεινώσεως εὖχος ἀτίμητον·
χαῖρε, ἐπιγνώσεως θείας ὀσφράδιον.
Χαῖρε, ὅτι πᾶσιν ἔδειξας σοὶ οἰκοῦσαν ἀρετήν·
χαῖρε, ὅτι κατηγλάϊσας μονοτρόπων τὴν πληθύν.
Χαῖρε, Πνεύματος θείου διειδέστατον ῥεῖθρον·
χαῖρε, ἔμφρονος βίου εὐωδέστατον ἴον.
Χαῖρε, Ἁγίων βίου ὁ κάλαμος·
χαῖρε, ἀγώνων θείων ὁ πρόβολος.
Χαῖρε, τὸ ᾆσμα Θεοῦ μεγαλείου·
χαῖρε, τὸ τραῦμα ἐχθροῦ μισοκάλου·
Χαίροις, πάτερ Γεράσιμε.
Κλέϊσμα ἐγκρατείας, Μητροφάνους Ὁσίου καὶ Ῥήτορος Διονυσίου
πόνων σπήλαιον ἀσκητικῶν εἰς Ναὸν σοῖς μόχθοις, μάκαρ Γεράσιμε, μετέτρεψας, οὓς ὕμνησας ἐκθύμως, ὁ ἀεὶ κραυγάζων·
Ἀλληλούϊα.
Λάμψας ὥσπερ ἀμύντωρ τῶν Ἑλλήνων τῆς γλώσσης, Γεράσιμε, φωτὶ συγγραφῶν σου καὶ ᾀσμάτων τερπνῶν τοὺς χοροὺς τῶν φιλακολούθων εὐσεβῶν ηὔφρανας, ὧν ἤνοιξας τὰ στόματα βοᾶν σοι εὐλαβῶς τοιαῦτα·
Χαῖρε, Ἀγγέλων ἡ θυμηδία·
χαῖρε, ἀζύγων ἡ εὐτονία.
Χαῖρε, ἀστραπὴ τῶν Ἁγίων ὑμνήσεως·
χαῖρε, καλλονὴ μοναστῶν ὁμηγύρεως.
Χαῖρε, ὅτι τρίβον ὥδευσας ἄγουσαν εἰς οὐρανούς·
χαῖρε, ὅτι κατηγλάϊσας φιλεόρτων τοὺς χορούς.
Χαῖρε, ὁ τοῦ θανάτου ζόφον διασκεδάσας·
χαῖρε, ὁ τοῦ Ὑψίστου τοὺς πιστοὺς ἀγλαΐσας.
Χαῖρε, παγὶς ἐχθροῦ παναλάστορος·
χαῖρε, βολὶς φαιδρὰ διακρίσεως.
Χαῖρε, ἡμῶν πρὸς Θεὸν ὁ μεσίτης·
χαῖρε, πιστῶν ἐκ συμπτώσεων ῥύστης·
Χαίροις, πάτερ Γεράσιμε.
Μόνον Θεῷ ἀπαύστως ἀνατείνων τὸ πνεῦμα τοῦ θείου Παρακλήτου τῆς δρόσου ἀπελάμβανες διηνεκῶς καὶ χαρᾶς ἀφάτου, μάκαρ, πληρούμενος, Γεράσιμε, ἀνέμελπες τὸν αἶνον καθ’ ἑκάστην χαίρων·
Ἀλληλούϊα.
Νάματα ἐκ κοιλίας σοῦ ἀνέβλυσαν θεῖα ποτίζοντα ψυχὰς εὐσεβούντων, τῶν ψαλλόντων τοὺς ὕμνους τοὺς σοὺς εἰς Ἁγίων δήμους, οὕσπερ συνέθηκας πανευλαβῶς, Γεράσιμε, καὶ νῦν σοὶ ἐν χαρᾷ βοώντων·
Χαῖρε, ὁ ἔμψυχος μαργαρίτης·
χαῖρε, οὐράνιος ὁδοδείκτης.
Χαῖρε, ὁ κρουνὸς εὐσεβῶν ἁγιάσματος·
χαῖρε, ὁ σοφὸς μοναστὴς καὶ διδάσκαλος.
Χαῖρε, γνῶμον ὁσιότητος καὶ κανὼν ὑπακοῆς·
χαῖρε, βάθρον ἀγαθότητος καὶ ἀμέμπτου ἀγωγῆς.
Χαῖρε, ὁ ἐδαφίσας τὴν ὀφρὺν τοῦ παγκάκου·
χαῖρε, ὁ μεγαλύνας κράτος τὸ τοῦ Ὑψίστου.
Χαῖρε, λαμπὰς συνέσεως πάμφωτος·
χαῖρε, ἰκμὰς σοφίας θεόσδοτος.
Χαῖρε, σεπτῶν μοναστῶν ἐκμαγεῖον·
χαῖρε, εἰκὼν θεοφόρων ἁγίων·
Χαίροις, πάτερ Γεράσιμε.
Ξύλου ἐπαπολαύεις τῆς ζωῆς, ὑμνογράφε Γεράσιμε, πανεύοσμον δένδρον ἀρετῶν, ὁ ᾀσμάτων καρπῶν μελιῤῥύτων φέρων, οὓς πιστῶν τάγμασι φιλακολούθων ἤνεγκας ὡς δῶρον, ὁ ἀπαύστως ψάλλων·
Ἀλληλούϊα.
Ὄλβιε ὑμνογράφε, γλωσσαμύντορ Ἑλλήνων ἀκάματε, Γεράσιμε μάκαρ, πνευματέμφορε ἐγκρατευτά, τῆς Ἁγίας Ἄννης τῆς Μικρᾶς Σκήτεως οἰκῆτορ, χείλη ἤνοιξας πιστῶν ἐν κατανύξει ψάλλειν·
Χαῖρε, Ἁγίων χοροῦ ὑμνῆτορ·
χαῖρε, μερόπων ὁ παρακλήτωρ.
Χαῖρε, παρυφῶν ὄρους Ἄθωνος ἔνοικος·
χαῖρε, ἀρετῶν ψυχοτρόφων ὁ πρόβολος.
Χαῖρε, φοῖνιξ ὁ ὑψίκομος ἐν Χριστῷ καινῆς ζωῆς·
χαῖρε, σάλπιγξ ἡ μεγάφωνος ἀενάου προσευχῆς.
Χαῖρε, τῶν φοιτητῶν σου ὁ σοφὸς ὑφηγήτωρ·
χαῖρε, τῶν ἐν ἀνάγκαις καὶ κινδύνοις συλλλήπτωρ.
Χαῖρε, γραφὶς ᾠδῶν θεοκίνητος·
χαῖρε, πυξὶς δογμάτων ἀλάνθαστος.
Χαῖρε, πυρσὸς ἱερᾶς γραμματείας·
χαῖρε, φανὸς οὐρανίου πορείας·
Χαίροις, πάτερ Γεράσιμε.
Πάτερ πνευματοφόρε, τῇ Μητρὶ τοῦ Κυρίου προσήνεγκας ὡς πάντιμον δῶρον, ὕμνων Θεοτοκάριον σῶν,τῇ ἐφόρῳ πάντων μοναστῶν Ἄθωνος, Γεράσιμε θεόσοφε, Αὐτῆς ὁ τῷ Υἱῷ κραυγάζων·
Ἀλληλούϊα.
Ῥεύμασι χάριτός σου δαψιλοῦς Ὀρθοδόξων, Γεράσιμε, ἡγίασας δήμους, καὶ τοῦ Ἄθωνος ὄρος σεπτόν, ἐν ᾧ τῷ Κυρίῳ πνεῦμα παρέδωκας τὸ θεῖόν σου καὶ γέγονας κρουνὸς χαρᾶς τῶν σοὶ βοώντων·
Χαῖρε, ὁ δρόμος ζωῆς ἁγίας·
χαῖρε, ὁ φάρος τῆς εὐσεβείας.
Χαῖρε, ἀετὸς χρυσοπτέρυξ ἀσκήσεως·
χαῖρε, ὁ στρουθὸς τῆς Χριστοῦ ἀγαπήσεως.
Χαῖρε, κρήνη ὕδωρ βλύζουσα ἀπαθείας καὶ εὐχῆς·
χαῖρε, πύλη ἡ εἰσάγουσα εἰς σκηνώματα τιμῆς.
Χαῖρε, ὁ περισκέπων ἀσκητὰς καὶ μιγάδας·
χαῖρε, ὁ καταυγάζων ἱκετῶν σου καρδίας.
Χαῖρε, ἐρήμου Ἀθω φρυκτώρημα·
χαῖρε, Ὑψίστου Χάριτος σκήνωμα.
Χαῖρε, αὐλὸς οὐρανίων ᾀσμάτων·
χαῖρε, πυρσὸς Παρακλήτου χαρίτων.
Χαίροις, πάτερ Γεράσιμε.
Σάλπιγγι σῶν ᾀσμάτων ἐπαιάνισας ἄθλους, Γεράσιμε, Ἁγίων πανσέπτους, ἐξαιρέτως τῶν νεοφανῶν τοῦ Χριστοῦ Μαρτύρων καὶ χοροῦ ἔμφρονος Ὁσίων, πνευματέμφορε, πρὸς ὃν πανευλαβῶς φωνοῦμεν·
Ἀλληλούϊα.
Τίμιος τῆς Καλύβης προεστὼς Θεοτόκου Κοιμήσεως, Γεράσιμε, ὤφθης, καὶ τῆς σῆς συνοδίας πατὴρ ἀληθὴς καὶ θεῖος ὁδηγός, Ὅσιε, πρὸς οὐρανῶν σκηνώματα, ἧς ἤνοιξας τὰ χείλη ψάλλειν·
Χαῖρε, ὁ ἄριστος ποδηγέτης·
χαῖρε, οὐράνιος παιδοτρίβης.
Χαῖρε, ὁδοδείκτης ἡμῶν ἀπλανέστατος·
χαῖρε, μυστολέκτης Τριάδος Θεότητος.
Χαῖρε, βρύσις ἡ πολύῤῥυτος θείων Ἀκολουθιῶν·
χαῖρε, λάμψις οὐρανόφωτος ψυχοτρόφων ἀρετῶν.
Χαῖρε, τῆς μετανοίας ὁ σοφὸς ὑφηγήτωρ·
χαῖρε, τῆς ἀπαθείας θεοτίμητος ῥήτωρ.
Χαῖρε, βροτῶν πυξὶς πρὸς οὐράνια·
χαῖρε, ἡμῶν σανὶς πρὸς σωτήρια.
Χαῖρε, σεμνῶν φοιτητῶν σου ἡ ῥῶσις·
χαῖρε, ψυχῶν ἡ οὐράνιος βρῶσις·
Χαίροις, πάτερ Γεράσιμε.
Ὕμνοις μελισταγέσι κατὰ χρέος σὴν μνήμην, Γεράσιμε, σεπτὲ ὑμνογράφε, ἐκτελοῦντες πιστῶν οἱ χοροὶ ἐπαινοῦμεν πόνους σου, δι’ οὓς ἔλαβες πλουσίως χάριν Πνεύματος τοῦ Θείου, ὁ ἀπαύστως ψάλλων·
Ἀλληλούϊα.
Φάρος Ἁγίων πάντων ἐξυμνήσεως ὤφθης, Γεράσιμε, τερπνὲ ὑμνογράφε, τηλαυγέστατος φαίνων πιστοῖς ἑορτάσαι φίλους τοῦ Χριστοῦ θέλοντας, ὧνπερ ἀνοίγεις στόματα κραυγάζειν σοι φωναῖς αἰσίαις·
Χαῖρε, ὁ νήψει πεφωτισμένος·
χαῖρε, ἀσκήσει διηυγασμένος.
Χαῖρε, ὁ λαμπρύνας ἀρτίως τὸν Ἄθωνα·
χαῖρε, βίον δείξας πιστοῖς τὸν ἀμείνονα.
Χαῖρε, δῆμον θριαμβεύοντα μεγαλύνας σαῖς ᾠδαῖς·
χαῖρε, κόσμον σοὶ προσπίπτοντα ὁ στηρίζων σαῖς εὐχαῖς.
Χαῖρε, κάλαμος θεῖος ἱερᾶς γραμματείας·
χαῖρε, πάμφωτος δείκτης ἰσαγγέλου πορείας.
Χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν·
χαῖρε, φωστὴρ δεικνὺς πᾶσι θέωσιν.
Χαῖρε, φανοῦ ἁμαρτίας ἡ σβέσις·
χαῖρε, λαμπροῦ ἐν Χριστῷ βίου φαῦσις·
Χαίροις, πάτερ Γεράσιμε.
Χαῖρε, ὁ τοὺς ἀγῶνας τῶν Ἁγίων ζηλώσας καὶ τούτων ἐξυμνήσας τὰ ἆθλα ὁλοθύμως, σοφὲ μοναστὰ Ὄρους τοῦ Ἁγίου, ἄρετῆς σύνοικε, Γεράσιμε, ἀείποτε Κυρίῳ τῷ Θεῷ ὁ ψάλλων·
Ἀλληλούϊα.
Ψάλλειν ἐν εὐλαβείᾳ καταξίωσον πάντας, Γεράσιμε, σεπτούς σου ἀγῶνας, δι’ ὧν ἔλαβες χάριν ὑμνεῖν τῶν Ἁγίων ἆθλα ἱερά, Ὅσιε,
τοῦ Παραδείσου ἔνοικε, πρὸς ὃν πανευλαβῶς βοῶμεν·
Χαῖρε, Ἁγίων ὁ ὑμνηπόλος
χαῖρε, ἀρίστων ἀγώνων στῦλος.
Χαῖρε, ἀσκητῶν ὄρους Ἄθωνος σέμνωμα·
χαῖρε, ἀρετῶν ψυχοτρόφων ἀκρώρεια.
Χαῖρε, ὅτι κατεπίανας Ἄθωνος τὰς παρυφάς·
χαῖρε, ὅτι κατετρόπωσας δαιμονίων τὰς ὀρδάς.
Χαῖρε, ἔνστασιν ὕμνοις νεοάθλων φαιδρύνας·
χαῖρε, ἄσκησιν νέων ἀσκητῶν ἐξυμνήσας.
Χαῖρε, λειμὼν εὐώδης τοῦ Πνεύματος·
χαῖρε, θαμὼν Ἁγίων σκηνώματος.
Χαῖρε, μολπὴ νυχθημέρων καμάτων·
χαῖρε, ᾠδὴ τῶν Ἁγίων ἀγώνων·
Χαίροις, πάτερ Γεράσιμε.
Ὦ Γεράσιμε, νέων ὑμνογράφων ἀκρότης, θεόφρον Μικραγιαννανῖτα, (ἐκ γ΄) ὁ ἐν Ἄθωνι ὑπακοῇ, κακουχίᾳ, πάτερ, καὶ εὐχῇ Πνεύματος ὀφθεὶς κατοικητήριον, οὐκ ἔπαυσας Κυρίῳ ψάλλειν·
Ἀλληλούϊα.
Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν τηρητὴν τῆς Ὀρθοδόξου Παραδόσεως, ὑμνογραφοῦντα ἐμμελῶς τὰ κατορθώματα τῶν Ἁγίων, εὐφημήσωμεν κατ’ ἀξίαν, προσευχῆς ὡς ἐραστὴν καὶ ταπεινώσεως ἐνδιαίτημα καὶ νοῦν πνευματοκίνητον πόθῳ κράζοντες· Χαίροις, πάτερ Γεράσιμε.
Δίστιχον·
Χαῖρε, ὑμνογραφίας νεαυγὲς ἄστρον,
Γεράσιμε, ἐκραύγασε Χαραλάμπης.