Χαιρετισμοί εις τον Όσιον Πορφύριο τον Καυσοκαλιβίτη τον Διορατικό και Θαυματουργό
Ποίημα Ευαγγέλου Καραδήμου

Ἦχος πλ. δ΄. Τῆ ὑπερμάχῳ.
Τοῦ Παρακλήτου τὸν ναὸν τὸν ἁγιώτατον, καὶ τῆς πανάγνου Θεοτόκου προσφιλέστατον ἀνυμνήσωμεν Πορφύριον ἐκ καρδίας· Ἀγαπᾷ γὰρ καὶ ἰᾶται πάντας, καὶ φρουρεῖ, καὶ πρεσβεύει, ὅπως τύχωμεν θεώσεως, ὅθεν κράζομεν· χαίροις, πάτερ Πορφύριε.
Ἄσημος καὶ τῷ κόσμῳ ἀφανὴς διετέλεις, ποιμὴν τῶν τοῦ πατρός σου προβάτων. Καὶ τὴν τοῦ Καλυβίτου ζωὴν μελετῶν, ἐν ζήλῳ ἔσπευσας, Ὅσιε, μιμήσασθαι τὸν βίον τοῦ κραυγάζομεν σοι ὅθεν ταύτᾳ·
Χαῖρε, ποιμὴν λογικῶν προβάτων·
Χαῖρε, παθῶν κρουνὲ ἰαμάτων.
Χαῖρε, τῆς ἁγνείας ὁ φίλος ὁ ἔνθερμος·
Χαῖρε, ἀποῤῥήτων ὁ μύστης ὁ ἔνθεος.
Χαῖρε, σκεῦος καθαρώτατον τῆς τοῦ Πνεύματος μονῆς·
Χαῖρε, ὄργανον κατάλληλον θείας χάριτος ῥοῆς.
Χαῖρε, ὅτι ὑπάρχεις ὁδηγὸς τοῖς ἀνθρώποις·
Χαῖρε, ὅτι ἐξάρχεις ἀθλητῶν ἐν τοῖς κόποις.
Χαῖρε, ἀστήρ φωτίζων μυστήρια·
Χαῖρε, ἡμῖν διδάσκων σωτήρια.
Χαῖρε, Εὐβοίας ὁ ἔνδοξος γόνος·
Χαῖρε, δι’ οὗ ἐξαλείφεται πόνος.
Χαίροις, πάτερ Πορφύριε.
Βήμασι σῶν γερόντων ἠκολούθεις, ἀσκήσει, τὸν βίον τούτοις ὅμοιον ἔχων. Καυσοκαλυβίων ἀσκητὴς ἀπαράμιλλος ὑπακοή δέδειξαι, διδάσκων ταπεινότατα τοὺς ζήλῳ σε ὑμνοῦντας ψάλλειν·
Ἀλληλούια.
Γνῶσιν ἄῤῥητον, πάτερ, ὁ Θεὸς δέδωκέ σοι, βραβεύων τὴν ἀγίαν ζωήν σου καὶ ἰάσεις παθῶν χορηγεῖ καὶ μυστήρια σε ἐρευνᾶν δίδωσι, ἀνθρώπων εὐεργέτην σε δεικνύς, τῶν κραυγαζόντων οὕτω·
Χαῖρε, ὁ μύστης γνώσεως θείας·
Χαῖρε, ἐρῶν ζωῆς τῆς ἀγίας.
Χαῖρε, νοημάτων Θεοῦ ὁ ἐξάγγελος·
Χαῖρε, ἀθλητῶν τοῦ Χριστοῦ ὁ ἰσάγγελος.
Χαῖρε, ὄμμα καθαρώτατον ἐξετάζον τὰ κρυπτά·
Χαῖρε, στόμα ἱερώτατον ἑρμηνεῦον μυστικά.
Χαῖρε, τῶν ἱερέων σεμνὸν ἐγκαλλώπισμα·
Χαῖρε, τῶν ἀθλουμένων ἐν Ἄθωνι κόσμημα.
Χαῖρε, πολλοῖς παρέχων βοήθειαν·
Χαῖρε, λαλῶν ἡμῖν τὴν ἀλήθειαν.
Χαῖρε, σοφὲ ἰατρὲ νοσημάτων·
Χαῖρε, πηγὴ τῶν ψυχῆς ἰαμάτων.
Χαίροις, πάτερ Πορφύριε.
Δόκιμος ἀνεδείχθης παλαιστὴς τοῦ βελίαρ, συντρίψας αὑτὸν τῇ ταπεινώσει. Καὶ τὸ γέρας τῆς νίκης λαβῶν· ἀπεστάλης κόσμῳ βοηθός, Ὅσιε, ποιμαίνων καὶ ἰώμενος βοῶντας εὐγνωμόνως οὕτως·
Ἀλληλούια.
Ἔχων ἐν τῇ ψυχῇ σου τὰ χαρίσματα, πάτερ, ἀνέδραμες πρὸς τὴν σὴν πατρίδα· καὶ ἐν τῇ Χαραλάμπους Μονῇ ἀσκούμενος καὶ διακονῶν, Ὅσιε, ἰάτρευες τοὺς πάσχοντας ὡς ψάλλειν ἐν χαρά τοιαῦτα·
Χαῖρε, χαρά ἀπᾴσῃς Εὐβοίας·
Χαῖρε, καρπὲ πολλῆς εὐσεβείας.
Χαῖρε, ἐρευνῶν μυστικά συνειδήσεων·
Χαῖρε, διαλύων πλοκάμους συγχύσεων.
Χαῖρε, ἄνθρωπε οὐράνιε, γῆν οἰκήσας ταπεινῶς·
Χαῖρε, ἄγγελε ἐπίγειε, δι’ ὀν χαίρει οὐρανός.
Χαῖρε, ὅτι πικρίας καρδιῶν ἀφανίζεις·
Χαῖρε, ὅτι χαρὰν καὶ ἐλπίδα χαρίζεις.
Χαῖρε, χορῶν ἀγγέλων ὁ μέτοχος·
Χαῖρε, χαρᾶς καὶ λύπης συμμέτοχος.
Χαῖρε, Θεοῦ πρὸς ἡμᾶς εὐλογίᾳ·
Χαῖρε, ἡμῶν ἡ χαρά καὶ ὑγίεια.
Χαίροις, πάτερ Πορφύριε.
Ζῆλον ἔχων, θεόφρον, ἐπιστρέψαι ὡς πλείους τῆ Μάνδρα τοῦ Χριστοῦ, τοῦ σωθῆναι· εἰς Ἀθήνας ἦλθες ταπεινὸς ἐν ναϋδρίῳ δ’ ὑπηρετῶν ἔσῳζες πολλούς εἰς σὲ προστρέχοντας, ὡς κράζειν εὐγνωμόνως οὕτως·
Ἀλληλούια.
Ἤθλεις ἐν Ὁμονοίᾳ καταπλήσσων τούς πάντας, ὡς ἄγγελος οἰκῶν Βαβυλῶνα. Καὶ ἐγένου ἐν ταῖς Ἀθήναις ἰατρὸς καὶ πᾶσιν ὁδηγός, Ὅσιε, πολλοῦς Χριστῷ ἀνάγων, ὥστε κράζειν σοι σωθέντας ταύτᾳ·
Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ὑμνεῖται·
Χαῖρε, ἐξ οὗ ὁ ἐχθρὸς φοβεῖται.
Χαῖρε, Ἐκκλησίας Ἑλλάδος τὸ καύχημα·
Χαῖρε, τῆς Εὐβοίας λαμπρὸν τὸ διάδημα.
Χαῖρε, ὅτι σὴν καρδίαν ἀεὶ εἶχες καθαράν·
Χαῖρε, ὅτι καὶ μυστήρια ἠξιώθης διορᾶν.
Χαῖρε, ὁ τοὺς ἀγῶνας νικηφόρως ἀνύσας·
Χαῖρε, τὴν τεθλιμμένην ἀτραπὸν διανύσας.
Χαῖρε, πολλὴ ὑψωθείς ταπεινώσει·
Χαῖρε, σοφίζων ἁπλοῦς θεία γνώσει.
Χαῖρε, εἰς ὃν Ἀθηναῖοι προστρέχουσι·
Χαῖρε, δι’ οὗ εἰς Χριστὸν ἐπιστρέφουσι.
Χαίροις, πάτερ Πορφύριε.
Θαύματα ἐπετέλεις ἀφανῶς ἀσθενέσι ταῖς θείαις προσευχαῖς σου, παμμάκαρ· Καὶ τὰς τῶν ἰαθέντων τιμᾶς Γερασίμῳ ἔνεμες σεμνῶς, Ὅσιε. Διό σου τὴν ταπείνωσιν ἐδόξαζον χαρά βοῶντες·
Ἀλληλούια.
Ἴον, μύρον εὐῶδες ἀποπνέον ἐν κόσμῳ, ἐδείχθης, ὁσιώτατε Πάτερ· καὶ λαὸς εὐφραίνετο ἐν σοὶ πάμπολυς πιστῶς σε ἀσπαζόμενος καὶ κράζων ἐν χαρά τοιαῦτα·
Χαῖρε, πολλούς ὁ τῇ πίστει στηρίζων·
Χαῖρε, ἀγάπην λαοῦ ὁ θερίζων.
Χαῖρε, ἱερέων ὁ τύπος ὁ ἄριστος·
Χαῖρε, ὁ κανών εὐσεβείας ὁ ἄπταιστος.
Χαῖρε, ἄνθος παραδείσιον ἐξανθῆσαν ἐπὶ γῆς·
Χαῖρε, ποταμὲ βαθύῤῥοε εὐσπλαγχνίας καὶ στοργῆς.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ σεμνὸς ὑπηρέτης·
Χαῖρε, ὑπὲρ ἀλγούντων ἐν δεινοῖς ὁ εὐχέτης.
Χαῖρε, κλεινὸν τῆς χάριτος οἴκημα·
Χαῖρε, λαμπρὸν πιστῶν τὸ ἐντρύφημα.
Χαῖρε, οἰκῶν ἐν Θεοῦ Βασιλεία·
Χαῖρε, στολίσας πολλούς εὐσεβείᾳ.
Χαίροις, πάτερ Πορφύριε.
Κόσμον ὅλον ἠγάπας, εἰ καὶ πάντα ἠρνήθης τὰ τερπνὰ καὶ ἡδέα τοῦ κόσμου· Μύστης ὄντως τῶν ἐν οὐρανοῖς, διηκόνεις πάντας ἐν χαρά, ἅπαντα εὐχαῖς σου ἁγιάζων, καὶ διδάσκων πᾶσι ψάλλειν οὕτως·
Ἀλληλούια.
Λάμψις ὄλῃ ἠλίου περιέβαλλε, Πάτερ, σεπτήν τε πολιὰν κεφαλήν σου, ἐπισκεπτομένου σε Θεοῦ, χάριτι· ποιοῦντος τε ἰᾶσθαι σε τοὺς ἀσθενοῦντας, ὥστε ψάλλειν·
Χαῖρε, πλησθεὶς φωτὸς Θαβωρίου·
Χαῖρε, γευθεὶς ζωῆς οὐρανίου.
Χαῖρε, τοῦ Χριστοῦ ἱερεὺς εὐλαβέστατος·
Χαῖρε, ἐντολῶν τηρητὴς ἀκριβέστατος.
Χαῖρε, σκήνωμα ἁπλότητος καὶ ἀγάπης θεϊκῆς·
Χαῖρε, ἔμπλεως γενόμενος θεωρίας μυστικῆς.
Χαῖρε, ὅτι ἐφάνης ἡ λαμπᾶς τῆς ἁγνείας·
Χαῖρε, ὅτι ἐδείχθης κοινωνὸς ἀπαθείας.
Χαῖρε, ὁ χαράν πρὸς ὅλους σκορπίσας·
Χαῖρε, ὁ Χριστὸν σφοδρῶς ἀγαπήσας.
Χαῖρε, ἀεὶ πρὸς Θεὸν μεσιτεύων·
Χαῖρε, Παρθένον ἁγνὴν ἱκετεύων.
Χαίροις, πάτερ Πορφύριε.
Μέγας ἐν τοῖς ὁσίοις ἀθλητὴς ἀνεδείχθης, ταπείνωσιν τὴν ἄκραν ἀσκήσας καὶ ἀγάπην πολλὴν ἐν ταὐτῶ· Καὶ δαιμόνων φόβος καὶ κλαυθμὸς γέγονας διώκων τούτους, Ὅσιε, ὡς χαίροντας ἡμᾶς σοι ψάλλειν·
Ἀλληλούια.
Νοῦς ὀρῶν ταῖς ἀκτίσι Παρακλήτου ἐφάνης καὶ μύστης φοβερῶν καὶ ἀῤῥήτων ἐρμηνεύων δ’ ἀνθρώποις αὑτά· καὶ προφήτης ὄντως δέδειξαι, Ὅσιε, μηνύων τὰ συμφέροντα τοῖς κράζουσιν ἐν θάμβει οὕτως·
Χαῖρε, ἀποῤῥήτων Θεοῦ ὁ προφήτης·
Χαῖρε, ὁ τῶν λόγων Χριστοῦ ὑποφήτης.
Χαῖρε, ὁ αἰδέσιμος πᾶσι καὶ τίμιος·
Χαῖρε, ἀληθείας ἡ βάσις στερέμνιος.
Χαῖρε, δῶρον τὸ θεόσταλτον, προσφερόμενον ἡμῖν·
Χαῖρε, πάντων καταφύγιον ναυαγῶν καὶ ὁ λιμήν.
Χαῖρε, ὁ χορηγῶν τοῖς ἀσθενέσιν ἰάσεις·
Χαῖρε, ὁ ἐρευνῶν τὰ μυστικά διοράσει.
Χαῖρε, καρπὸν τρυγήσας θεώσεως·
Χαῖρε, τυχὼν καλῆς ἀλλοιώσεως.
Χαῖρε, ναὲ οὐρανίου σοφίας·
Χαῖρε, στολὴν ὁ πλουτῶν παῤῥησίας.
Χαίροις, πάτερ Πορφύριε.
Ξένα πάντως ποιῶν σύ, καταπλήττεις τὸν κόσμον τὸν νοῦν πρὸς οὐρανοὺς ἀνατείνων, ἀπελαύνων τε δαίμονας φρικτούς· θεραπεύων πάντα πάθη δυσίατα, γνωστά ποιῶν ἀπόκρυφα τιμῶσί σε καὶ νῦν βοῶσιν·
Ἀλληλούια.
Ὅλος ἦσθα ἐν κόσμῳ, καὶ συνάμα μετεῖχες τῆς τοῦ Ἄθωνος τερπνῆς ἐρημίας· ἡ καρδία σου ἣν ἐν αὐτῇ καὶ οὐδόλως ἀπῆσθα αὐτῆς πνεύματι. Ἐν Καυσοκαλυβίοις κοιμηθέντι δε, βοῶμεν ταύτᾳ·
Χαῖρε, χαράν, εἰρήνην ὁ ἔχων·
Χαῖρε, δ’ ἡμῖν ὁ ταύτᾳ παρέχων.
Χαῖρε, μοναζόντων ἀσύγκριτον ἄκουσμα·
Χαῖρε, ἀσκουμένων ἐν κόσμῳ τὸ καύχημα.
Χαῖρε, ἀηδῶν γλυκύλαλος βίου ἡσυχαστικοῦ·
Χαῖρε, ὁ πετῶν χρυσάετος νοοῦ διορατικοῦ.
Χαῖρε, ὅτι ὑδάτων ἐντοπίζεις τάς φλέβας·
Χαῖρε, ὁ καὶ ἀπίστων ἀποσπάσας τὸ σέβας.
Χαῖρε, ἐν ὦ σεμνύνονται γέροντες·
Χαῖρε, δι’ οὗ καθαίρονται πταίοντες.
Χαῖρε, πολλῶν ἀσθενῶν ἡ ὑγίεια·
Χαῖρε, Χριστοῦ ἀληθὴς μαρτυρία.
Χαίροις, πάτερ Πορφύριε.
Πάτμω ἀποκαλύψεις ἠξιώθης ἰδεῖν τε καὶ ἀκούσαι ὡς ὁ Ἰωάννης· καὶ ἀρθεῖς ἐν ἐκστάσει μακρά, ἐθεώρεις πάντα φοβερά, Ὅσιε, καὶ ἔμφοβος πρὸς Κύριον ἐβόας εὐγνωμόνως οὕτως·
Ἀλληλούια.
Ῥώμην ἔχων ἐξ ὕψους Παρακλήτου τε χάριν, ἐδείχθης θεοφόρος ἐν κόσμῳ· τὴν τοῦ μύρου ἀπέπνεις ὀσμὴν ἐθεάθης πάσχοντας ἐπισκέπτεσθαι, ἁγίους δ’ ὑποδέχεσθαι, θαυμάζοντες διὸ βοῶμεν·
Χαῖρε, ὁ θείας ἰδὼν ὁράσεις·
Χαῖρε, παρέχων ἡμῶν ἰάσεις.
Χαῖρε, καθ’ ὕπαρ ὁ ἁγίους δεχόμενος·
Χαῖρε, ἀθέατος ἀέρι πετόμενος.
Χαῖρε, Ἅγιε ἐγκόσμιε ταπεινώσει ὑψωθείς·
Χαῖρε, πάμπολλα χαρίσματα Παρακλήτου ὁ δεχθείς.
Χαῖρε, τῶν Ἀθηναίων τὰς καρδίας ἡδύνας·
Χαῖρε, ἀσθενειῶν σου ὑπομείνας ὀδύνας.
Χαῖρε, πηγὴ ἰάματα βρύουσα·
Χαῖρε, αὐγὴ ἐρέβη φωτίζουσα.
Χαῖρε, ὁ γνοὺς τὸν Θεόν καὶ ποθήσας·
Χαῖρε, πολλούς εἰς Χριστὸν ὁ ζωγρήσαας.
Χαίροις, πάτερ Πορφύριε.
Σάλον τὸν ἐν καρδίαις καταπαύεις εὐχαῖς σου, γαλήνην χορηγῶν ἡμῖν, πάτερ· καταυγάζεις σκότος τοῦ νόος καὶ εμπνέεις ὕμνους πρὸς Θεόν, Ὅσιε, εὔσπλαγχνος οὖν φανεὶς ἡμῖν, ἀκούεις παρὰ πάντων οὕτως·
Ἀλληλούια.
Τέλειος ἀπεδείχθης ὡς ποιμὴν τῶν ἀνθρώπων, τῆν ψυχήν σου τιθεῖς ὑπὲρ τούτων· ἀποκόπτων γὰρ θέλημα σόν, ἐμαρτύρεις καθ’ ἡμέραν, Ὅσιε, γενόμενος διάκονος τῶν ἐν χαρά πρός σε βοώντων·
Χαῖρε, Χριστὸν ἐν πόθῳ ζητήσας·
Χαῖρε, αὐτοῦ τῇ πίστει ἀθλήσας.
Χαῖρε, ἀπαθείας λαμπρὸν ἐνδιαίτημα·
Χαῖρε, ἐκπληρῶν εὐσεβούντων πὰν αἴτημα.
Χαῖρε, νοῦς ὁ καθαρώτατος μυστηρίων θεωρός·
Χαῖρε, πάντων, ἐν πολέμοις τοῦ βελίαρ, ὁ φρουρός.
Χαῖρε, ὁ ἀψήφων τὰς ἀπειλᾶς τοῦ δολίου·
Χαῖρε, ὁ ἐντρυφῶν ἐν διδαχαῖς τοῦ Κυρίου.
Χαῖρε, σεπτῇ εἰκών τῆς πραότητος·
Χαῖρε, πολλῆς τυχὼν ἱλαρότητος.
Χαῖρε, δι’ οὗ Ἐκκλησία ὑμνεῖται·
Χαῖρε, δι’ οὗ ἀπιστία κλονείται.
Χαίροις, πάτερ Πορφύριε.
Ὕμνους εὐχαριστίας, ἐκ δεινῶν λυτρωθέντες, προσφέρομεν τῇ σῇ εὐσπλαγχνίᾳ· ἀγαπήσας γὰρ ὡς τέκνα ἡμᾶς, τὰς ἀγκάλας εἶχες ἀνοικτάς, Ὅσιε, ἀεὶ τοῦ θάλπειν ἅπαντας καὶ στέγειν τοὺς πρός σε βοῶντας·
Ἀλληλούια.
Φωτοφόρος ἐφάνης προσευχόμενος, πάτερ, ἐκπλήξας εὐσεβεῖς σε ἰδόντας· τὸ γὰρ ἄυλον ἤστραπτε φῶς χορηγόν σοι γνῶσιν ἐρευνᾶν ἄῤῥητα, ἰᾶσθαι τε νοσήματα τῶν μελῳδούντων σοι τοιαῦτα·
Χαῖρε, λαμπὰς Χριστοῦ πυρφόρε·
Χαῖρε, πατὴρ ἀληθῶς Χριστοφόρε.
Χαῖρε, εὐσεβείας πηγὴ ἡ ἀστείρευτος·
Χαῖρε, ἀληθείας φωνὴ ἀδιάψευστος.
Χαῖρε, ὅτι σῷ χαρίσματι Κύπρῳ εἶδες εἰσβολήν·
Xαίρε, ὅτι ἀποτρέπεις τῶν δαιμόνων προσβολήν.
Χαῖρε, τὴν ἡσυχίαν ἐκ ψυχῆς ὁ ποθήσας·
Χαῖρε, ποιμαντικὴν ταπεινῶς ὁ ἀσκήσας.
Χαῖρε, Χριστοῦ τὴν ἀγάπην ἐκφαίνων·
Χαῖρε, ψυχᾶς τεθλιμμένων εὐφραίνων.
Χαῖρε, Μονῆς σου φρουρὸς καὶ προστάτης·
Χαῖρε, πολλῶν ἐν δεινοῖς παραστάτης.
Χαίροις, πάτερ Πορφύριε.
Χάριν ἔλαβες, πάτερ, καὶ πηγᾶς ἐντοπίζειν ὑδάτων, ἐν τῷ βάθει γῆς ὄντων· καὶ πολλοῖς ὑπέδειξας αὐτάς, ὥστε γεωλόγους ἀπορεῖν, Ὅσιε, χαίρειν δε γαιοκτήμονας καὶ κράζειν εὐχαρίστως·
Ἀλληλούια.
Ψάλλοντες εὐφροσύνως χαρισμάτων σου πλῆθος, ὑμνοῦμεν Παναγίαν Τριάδα· ὑπ’ αὐτῆς ἀνεδείχθης ἀνὴρ διορατικὸς καὶ βρύων ἰάματα, φωτίζων τε μυστήρια, ἐμπνέων δε βοᾶν σοι πάντας·
Χαῖρε, πασῶν ἀρετῶν ἡ ἀκρότης·
Χαῖρε, ζωῆς ἐν ἁγνείᾳ πιστότης.
Χαῖρε, εὐσεβείας θεμέλιος ἄῤῥηκτος·
Χαῖρε, ἀληθείας κρουνὸς ὁ ἀείρυτος.
Χαῖρε, κρίνον τὸ ηδύπνοον παραδείσου μυστικοῦ·
Χαῖρε, ἄστρον φαεινότατον οὐρανοῦ πνευματικοῦ.
Χαῖρε, τῆς Ἐκκλησίας λαμπρότης καὶ δόξα·
Χαῖρε, τοῦ ἀντιπάλου συντρίβων τὰ τόξα.
Χαῖρε, Εὐβοίας ὁ θεῖος Εὐάγγελος·
Χαῖρε, χαράς, ἐλπίδος τε Ἄγγελος.
Χαῖρε, παθῶν μιαρῶν ὁ καθαίρων·
Χαῖρε, ψυχᾶς πρὸς οὐράνια αἴρων.
Χαίροις, πάτερ Πορφύριε.
Ὦ τρισόλβιε πάτερ, ἀσκητῶν ὡραιότης, Πορφύριε ἁπάντων προστάτα (γ΄.) μετ’ Ἄγγέλων Χριστόν ἀνυμνῶν, μετανοίας δάκρυα ἡμῖν πάρεχε, καὶ Παραδείσου αἴτησον ἀπόλαυσιν τοῖς σοὶ βοῶσιν·
Ἀλληλούια.
Καὶ εὐθὺς τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῆ Ὑπερμάχῳ.
Τοῦ Παρακλήτου τὸν ναὸν τῶν ἁγιώτατον, καὶ τῆς πανάγνου Θεοτόκου προσφιλέστατον ἀνυμνήσωμεν Πορφύριον ἐκ καρδίας. Ἀγαπᾷ γὰρ καὶ ἰᾶται πάντας, καὶ φρουρεῖ καὶ πρεσβεύει, ὅπως τύχωμεν θεώσεως, ὅθεν κράζομεν· Χαίροις, πάτερ Πορφύριε.
Δίστιχον·
Παράσχου, Πορφύριε, χαράν, ὑγίειαν
τῷ, χαῖρε, βοῶντί σοι νῦν Εὐαγγέλῳ.

