Χαιρετισμοί εις την Υπεραγίαν Θεοτόκον και Αειπαρθένο Μαρία τη θαυματουργό Μυρτιδιώτισσαν
Ποίημα Σοφοκλέους Δ. Καλούτση
Κοντάκιον. Ἦχος πλ.δ΄. Τῇ ὑπερμάχῳ.
Τῇ τῶν Κυθήρων πολιούχῳ καὶ προστάτιδι, δεῦτε τὸν ὕμνον Κυθηραίοι ἀναμέλψωμεν· τὴν Εἰκόνα προσκυνοῦντες αὐτῆς ἐν πίστει, ἥν μυρσίναις κεκρυμμένην ἀπεκάλυψε, εὐλογίαν δι’ αὐτῆς ἀεὶ παρέχουσα, τοῖς κραυγάζουσι· χαῖρε ἄχραντε Δέσποινα.
Ἄγγελοι οὐρανόθεν, Κυθηραίων τε πλήθη, ὑμνοῦμέν σε παρθένε Μαρία· σύμπασης γὰρ ἀνάσσουσα γῆς, καὶ τῶν οὐρανίων τὴν σεπτὴν δέδωκας, Εἰκόνα σου ἡμῖν ὡς ἐξ εὐνοίας, σοὶ βοῶμεν ὅθεν·
Χαῖρε, τῶν πάντων ἐλπὶς γλυκεία·
Χαῖρε, τοῦ κόσμου παντὸς Κυρία.
Χαῖρε, Ὀρθοδόξων τὸ ἔξοχον σέμνωμα·
Χαῖρε, Κυθηραίων τὸ θεῖον ὡράισμα.
Χαῖρε, ὅτι τοὺς φιλοῦντάς σε ἀνυψοῖς πρὸς οὐρανόν·
Χαῖρε, ὅτι τοὺς ὑμνοῦντάς σε ἐκλυτρούσαι τῶν δεινῶν.
Χαῖρε, τῶν Κυθηραίων κραταιᾶ προστασία·
Χαῖρε, ἡ τῶν ἐνθέων δωρεῶν ἀφθονία.
Χαῖρε, πηγὴ θαυμάτων ἀκένωτος·
Χαῖρε, πληγὴ δαιμόνων ἀνίατος.
Χαῖρε, ἀρᾶς παντελὴς ἐξορία·
Χαῖρε, χαρὰς ἀϊδίου αἰτία.
Χαῖρε ἄχραντε Δέσποινα.
Βάσιν σχοῦσά σε θείαν, καὶ θεμέλιον ὄντως, ὑμνεῖ σε Κυθηραίων ἡ Νήσος· καὶ ἑδραζομένη ἀσφαλῶς, πάντα φεύγει σάλον, καὶ στεῤῥῶς Δέσποινα, τὴν Πίστιν τὴν Ὀρθόδοξον κατέχουσα, Κυρίῳ μέλπει·
Ἀλληλούια.
Γέρας Νήσω Κυθήρων, τὴν σεπτήν σου Εἰκόνα, δεδώρησαι τῆς θεοσεβείας κοσμουμένη γὰρ ταύτῃ σου, τῆς εὐνοίας ὄντως ἐμφανῶς ἔτυχε, διόπερ χαριστήρια, ἐφύμνια κροτεῖ σοι ταύτα·
Χαῖρε, τὸ γέρας τῆς εὐσεβείας·
Χαῖρε, τὸ ξίφος τῆς ἀσεβείας.
Χαῖρε, πολιοῦχε τῆς Νήσου καὶ καύχημα·
Χαῖρε, Κυθηραίων πιστῶν τὸ κραταίωμα.
Χαῖρε, τεῖχος καὶ ὀχύρωμα κατ’ ἐχθρῶν τῶν αἰσθητῶν·
Χαῖρε, κράτος καὶ στερέωμα κατ’ ἐχθρῶν τῶν νοητῶν.
Χαῖρε, τὸ τῆς εὐνοίας ἐμφανέστατον δεῖγμα·
Χαῖρε, τὸ τῆς προνοίας παντεπίσκοπον ὄμμα.
Χαῖρε, λαβὶς τὰ χείλη καθαίρουσα·
Χαῖρε, ἀσπὶς κινδύνων ἐξαίρουσα.
Χαῖρε, σανὶς ψυχικῆς σωτηρίας·
Χαῖρε, ῥανὶς θεϊκῆς εὐσπλαγχνίας.
Χαῖρε ἄχραντε Δέσποινα.
Δύναμις τὴν ἐξ ὕψους, ἐνεδύθημεν ὄντως, Εἰκόνος σου ἐν τῇ φανερώσει· ἣν ὡς ὅπλον κατέχοντες νῦν, δι’ αὑτῆς τροπούμεθα ἐχθρὸν ἅπαντα, ὁρώμενον σὺν πᾶσιν ἀοράτοις, τῷ Θεῷ βοῶντες·
Ἀλληλούια.
Ἔγνω τὴν παρουσίαν, τῆς σεπτῆς σου Εἰκόνος, τὸ τόποις ἐν ἐρήμοις ποιμαίνων· ἠξιώθη γὰρ θείας φωνῆς, καὶ φυτῷ μυρσίνης ἐρευνῶ εὔρατο, τὴν ἄχραντον Εἰκόνα σου, διό σοι ἐκ ψυχῆς ἐβόα·
Χαῖρε, τὸ βάθος Θεοῦ κριμάτων·
Χαῖρε, τὸ ὕψος Χριστοῦ δογμάτων.
Χαῖρε, ἀδοξίας τῆς πρώην ἐξάλειψις·
Χαῖρε, θείας δόξης τῇ Νήσῳ ἐπίσκεψις.
Χαῖρε, ὅτι τὴν Εἰκόνα σου ἐν μυρσίναις φανεροῖς·
Χαῖρε, ὅτι χάριν ἄφθονον ἀναβλύζεις ἐξ αὐτῆς.
Χαῖρε, σὺ γὰρ ὑπάρχεις Κυθηραίων τὸ κλέος·
Χαῖρε, σὺ γὰρ εἷ σκότους καὶ δαιμόνων τὸ δέος.
Χαῖρε, σφραγὶς τῆς θείας χρηστότητος·
Χαῖρε, ἀκτὶς ἐνθέου λαμπρότητος.
Χαῖρε, Θεοῦ εὐμενὴς εὐδοκία·
Χαῖρε, λαοῦ εὐλαβοῦς προστασία.
Χαῖρε ἄχραντε Δέσποινα.
Ζάλην πᾶσαν τοῦ κόσμου, τῶν γηίνων φυγόντες, προσδράμωμεν Ναῷ Μυρτιδίων· καὶ πρὸς τὴν Εἰκόνα τὴν σεπτήν, ἀτενίζοντες τὴν ψυχικὴν εὕρωμεν, γαλήνην ὑπερκόσμιον, εἰρήνην τε Θεοῦ βοῶντες·
Ἀλληλούια.
Ἤγειρας παραδόξως, τὸν ἐν ἔτεσι πλείστοις, παράλυτον παρθένε Μαρία· ἐν κραββάτῳ γὰρ ἡπλωμένος, πρὸ τῆς σῆς Εἰκόνος ἐν θερμοῖς δάκρυσι, τὴν θεραπείαν ἔνδακρυς ἐζήτει, ἧς τυχὼν ἐβόα·
Χαῖρε, κλεινῇ παραλύτων ῥῶσις·
Χαῖρε, δεινῇ τῶν ἀπίστων πτῶσις.
Χαῖρε, ἡ ἀῤῥήτως παράλυσιν λύσασα·
Χαῖρε, ἡ ἀφράστως ὑγίειαν βραβεύσασα.
Χαῖρε, ὅτι πρὶν παράλυτος ὤσπερ ἔλαφος σκιρτᾷ·
Χαῖρε, ὅτι τὸ τεράστιον πᾶσι χαίρων ἐκβοᾷ.
Χαῖρε, ἁμαρτημάτων ἱλαστήριον θεῖον·
Χαῖρε, τῶν ἰαμάτων ὑπερπλῆρες ταμεῖον.
Χαῖρε, Χριστοῦ θαυμάτων συνέχεια·
Χαῖρε, Θεοῦ κριμάτων σαφήνεια.
Χαῖρε, πηγῶν Σιλωάμ ἀνωτέρα·
Χαῖρε, Νοῶν νοερῶν ὑπερτέρα.
Χαῖρε ἄχραντε Δέσποινα.
Θαυμαστὼς ἐν τῇ ξένῃ, ἐλυτρώσω ἱκέτην, ἐγγύθεν πυροβόλῳ βληθέντα· καὶ γὰρ γέγονε τούτῳ ἀσπίς, ἡ σεπτῇ σου κλῆσις παρ’ αὐτοῦ Δέσποινα, φωνήσας γὰρ σὸν ὄνομα, ἐσώθη τῷ Θεῷ κραυγάζων·
Ἀλληλούια.
Ἵνα δείξῃς τῇ Νήσω, Κυθηραίων Παρθένε, τὴν ἄβυσσον τῆς σῆς συμπαθείας, πειρατῶν προσβολῆς θαυμαστώς, ἀπεκρούσω ταύτην ἀσινῆ σῴζουσα, διόπερ κατὰ χρέος, ἀνυμνεῖ σε ἐκβοῶσα ταύτα·
Χαῖρε, τὸ τεῖχος κατὰ βαρβάρων·
Χαῖρε, τὸ νῖκος κατ’ ἐναντίων.
Χαῖρε, πειρατῶν ἡ ὀξείᾳ ἀντίπαλος·
Χαῖρε, Κυθηραίων ἡ θεία ὑπέρμαχος.
Χαῖρε, Τούρκων διασώσασα Νῆσον πάσης προσβολῆς·
Χαῖρε, ταύτην ἀπαλλάξασα πειρατῶν τῆς ἀπειλῆς.
Χαῖρε, ἡ τῶν βαρβάρων τὴν ὁρμὴν καταργοῦσα·
Χαῖρε, ἡ τῶν ἀπίστων τὴν ὀφρὺν καθαιροῦσα.
Χαῖρε, λαῶν πιστῶν ἡ ἀνόρθωσις·
Χαῖρε, ὀρδῶν βαρβάρων βαράθρωσις.
Χαῖρε, ἁγνὴ Ὀρθοδόξων τὸ κλέος·
Χαῖρε, σεμνῇ τῶν ἀπίστων τὸ δέος.
Χαῖρε ἄχραντε Δέσποινα.
Κῆρυξ τοῦ θαύματός σου, ὁ τρισὶν ἐπὶ χρόνοις, τρυχόμενος τῇ νευρασθενείᾳ, ἐγεγόνει ἴασιν εὑρών, ἐν τῷ Μυρτιδίων ἱερῶ οἴκῳ σου, ἀνύμνει δὲ δακρύων σε Παρθένε, καὶ Κυρίῳ ψάλλων·
Ἀλληλούια.
Λαίλαπος ἐλυτρώσας, καὶ κινδύνων θαλάσσης, πρὸς ὅρμον θαυμαστὼς ἀγαγοῦσα, Μυρτιδίων ἱκέτας πιστούς σου θερμῶς αἰτοῦντας ἀρωγὴν Δέσποινα, Ναῶ σου δ’ ἑν ἁγίῳ, ἀνύμνουν σε βοῶντες οὕτω·
Χαῖρε, ἀστὴρ τῶν θαλαττευόντων·
Χαῖρε, λαμπτὴρ τῶν ποντοπορούντων.
Χαῖρε, τῶν ἀνέμων ὀργὴν καταπαύουσα·
Χαῖρε, τῶν κυμάτων ὁρμὴν γαληνεύουσα.
Χαῖρε, πάντα γὰρ ὑπείκουσι τῇ φρικτῇ σου προσταγῇ·
Χαῖρε, σοὶ γὰρ ὑποτέτακται πᾶσα θάλασσα καὶ γῆ.
Χαῖρε, τῶν ἐν θαλάσσῃ ὁδηγὸς καὶ προστάτις·
Χαῖρε, τῶν ἐν πελάγει ἀσφαλὴς Κυβερνῆτις.
Χαῖρε, ναυτὼν ὁ ὅρμος ὁ εὔδιος·
Χαῖρε, πιστῶν λιμὴν ὁ ἀχείμαστος.
Χαῖρε, πυξὶς ἐν πελάγει τοῦ βίου·
Χαῖρε, ἀκτὶς ἐκ φωτὸς ουρανίου.
Χαῖρε ἄχραντε Δέσποινα.
Μέλαιναν σεβασμίαν, ἐν Εἰκόνι μορφήν σου, πολλάκις θαυμαστὼς ἐμφανίζεις, ἐν ἑτέρᾳ μορφῇ ἱλαρᾷ, μεταμορφουμένη ἐμφανῶς Δέσποινα, διόπερ οἱ ὁρῶντές σου τὸ θαῦμα, ἐκ ψυχῆς βοῶσιν·
Ἀλληλούια.
Νόσον ὅλως ἴασαι, τοῦ σφοδρῶς ἀσθενοῦντος, δεινὴ ἀποπληξία ἱκέτου· τῇ πανδήμῳ δεήσει λαοῦ, ἐπικαμπτομένη καὶ θερμοῖς δάκρυσι, μέγιστον θαῦμα δείξασα, διόπερ παρ’ ἡμῶν ἀκούεις·
Χαῖρε, ἡ λύσις ἀποπληξίας·
Χαῖρε, ἡ βρύσις τῆς εὐσπλαγχνίας.
Χαῖρε, τὴν ὑγίειαν ἀῤῥήτως βραβεύουσα·
Χαῖρε, εὐρωστίαν ἀφράστως παρέχουσα.
Χαῖρε, κλίνης ἀνορθώσασα θαυμαστὼς ἡμιθανῆ·
Χαῖρε, δέησιν βραβεύσασα τοῦ λαοῦ γονυκλινῆ.
Χαῖρε, πῦρ τὸ ξηραῖνον ποταμοὺς τῶν δακρύων·
Χαῖρε, ὕδωρ τὸ ῥέον ἐκ πηγῶν σωτηρίων.
Χαῖρε, ἁγνὴ νοσούντων ἀντίληψις·
Χαῖρε, σεμνῇ πενθούντων παράκλησις.
Χαῖρε, ἐλπὶς ἀσθενούντων βεβαία·
Χαῖρε, ἐξ ἧς πάντα ῥεῖ τὰ ηδέα.
Χαῖρε ἄχραντε Δέσποινα.
Ζέσας ἄπιστος ὄψιν, τῆς σεπτῆς σου Εἰκόνος, δακτύλῳ παρευθὺς δίκας τίει· ἀσεβήσας γὰρ σοι τῇ Θεοῦ Μητρί, τῇ τε αἱμορροίᾳ καὶ δεινῷ τραύματι, κολάζεται δικαίως, μετανοίᾳ συσχεθεὶς δὲ κράζει·
Ἀλληλούια.
Ὄλβον Νήσω Κυθήρων, ἀναφαίρετον ὄντως, ὁρῶμεν τὴν σεπτήν σου Εικόνα· λιτανεύοντες γὰρ ὑετούς, ἀνομβρίας αὐχμοῦ ἐν ἀκμῇ Δέσποινα, λαμβάνομεν καὶ ταύτην προσκυνοῦντές σοι θερμῶς, βοῶμεν·
Χαῖρε, ἡ λῆξις τῆς ἀνομβρίας·
Χαῖρε, ἡ παῦσις τῆς λειψυδρίας.
Χαῖρε, ὑετὸν δαψιλῇ καταπέμπουσα·
Χαῖρε, οὐρανόθεν τὴν γῆν ἡ δροσίζουσα.
Χαῖρε, τέλεια δωρήματα ἐπομβρίζουσα πιστοῖς·
Χαῖρε, πίστεως αἰτήματα ὑετίζουσα βροτοῖς.
Χαῖρε, ἡ πᾶσαν λύπην τῶν ἀνθρώπων σβεννῦσα·
Χαῖρε, ἡ θείαν δρόσον Κυθηραίοις διδοῦσα.
Χαῖρε, Ἁγνὴ θαυμάτων τὸ πέλαγος˙
Χαῖρε, σεμνὴ ἐλέους ἡ ἄβυσσος.
Χαῖρε, φαιδρὰ ὀμβροφόρε νεφέλη·
Χαῖρε, λαμπρὰ δωρημάτων κυψέλη.
Χαῖρε ἄχραντε Δέσποινα.
Παῖδα σῴζεις Παρθένε, τὸν ὑψόθεν πεσόντα, ἐν Πόλει σου τραχεῖς ἐπὶ λίθους· σὸν γὰρ ὄνομα κράξας πιστῶς, καὶ ἐν γῆν ἀκήμων εὑρεθεὶς Δέσποινα, τὸ θαῦμα κατεπλάγη σου, διόπερ σοι χαρμονικὼς κραυγάζει·
Ἀλληλούια.
Ῥεύμασιν ἀειρύτοις, κατακλύζεις Παρθένε, τὴν Νῆσον ὑπὲρ φύσιν θαυμάτων, κεραυνῶν χαλινοῦσα ὁρμάς, καὶ τῆς τούτων λύπης ἀβλαβὲς σῴζουσα, τὸ Φρούριον αὐτοῦ τε τοὺς οἰκήτορας, πρὸς σὲ βοῶντας·
Χαῖρε, φωτὸς οὐρανίου δόσις·
Χαῖρε, πυρὸς κεραυνείου σβέσις.
Χαῖρε, κεραυνῶν τὴν μανίαν πεδήσασα·
Χαῖρε, ἡ αὐτῶν τὴν ὁρμὴν χαλινώσασα.
Χαῖρε, φρούριον τηρήσασα Κυθηραίων ἀσινές·
Χαῖρε, πῦρ ἡ ἀποδείξασα τὸ παμφάγον ἀβλαβές.
Χαῖρε, ἡ τῆς θυέλλης τὴν μανίαν σβεννῦσα·
Χαῖρε, ἡ τῶν στοιχείων τὴν ὀργὴν καταργοῦσα.
Χαῖρε, σοὶ γὰρ ὑπείκουσιν ἄψυχα·
Χαῖρε, σοὶ γὰρ δουλεύουσιν ἔμψυχα.
Χαῖρε, Ἁγνὴ τῶν στοιχείων γαλήνη·
Χαῖρε, σεμνή τῶν ἀνθρώπων εἰρήνη.
Χαῖρε ἄχραντε Δέσποινα.
Σῴζεις Κόρη φανεῖσα, σῷ ἱκέτῃ κατ’ ὄναρ, τοῦ πάθους δεινοτάτης μανίας· καὶ γὰρ ἀφυπνίσθη σωφρονῶν, καὶ πρὸ τῆς Εἰκόνος σου χαρὰς ἔμπλεως, ἐκήρυττε τὸ θαῦμά σου δακρύων, καὶ Κυρίῳ ᾄδων·
Ἀλληλούια.
Τεῖχος εἶ Κυθηραίων, Θεοτόκε παρθένε, ἀντίληψις καὶ δόξα καὶ σκέπη· καὶ γὰρ τὴν σὴν Εἰκόνα σεμνή, μυρσινὼν ἐν μέσῳ θαυμαστῶς εὔρατο, ἡ Νῆσός σου καὶ μύρων σου, πεπλήρωται σοι πιστῶς βοῶσα·
Χαῖρε, ἀέρων ἡ εὐκρασία·
Χαῖρε, Κυθήρων ἡ προστασία.
Χαῖρε, ἁγιότητος θεῖον θυμίαμα·
Χαῖρε, τῆς ἁγνότητος ἔνθεον ἄρωμα.
Χαῖρε, πόας χαριτώσασα ὑπερφυῶς μυρσινών·
Χαῖρε, σύμβολον ἡ φέρουσα τῶν μυρσινών τὸ φυτόν.
Χαῖρε, ἡ Κυθηραίους τῶν σῶν μύρων πληροῦσα·
Χαῖρε, ἡ τὴν σὴν Νῆσον ὑπερμέτρως φιλοῦσα.
Χαῖρε, αἰχμὴ τὰ πάθη διώκουσα·
Χαῖρε, ὀσμὴ τοὺς πάντας εὐφραίνουσα.
Χαῖρε, ῥοὴ ἁγιότητος μύρου·
Χαῖρε, πηγὴ εὐσπλαγχνίας ἀπείρου.
Χαῖρε ἄχραντε Δέσποινα.
Ὕμνησέ σου τὸ θαῦμα, ὁ φυγὼν τοῦ θανάτου, ἀπόφασιν τῇ σῇ μεσιτείᾳ· ἐν ὀνείρῳ γὰρ σὲ εἶδε σαφῶς, διαλεγομένην δικαστῆ Δέσποινα, εὐθέως ἀφυπνώσας δε, εὑρέθη ὑγιής, Κυρίῳ ψάλλων·
Ἀλληλούια.
Φαεινὸν ὡς ἀστέρα, τῇ τιμώσῃ σε Νήσω, Εἰκόνα σου τὴν θείαν παρέσχες, καταλάμπουσαν ταύτην αὐγαῖς, θεϊκαῖς καὶ σκότος τὸ βαθὺ λύουσαν, πταισμάτων καὶ παρέχουσαν, τὸ φῶς τοῖς ἐκβοῶσι ταύτα·
Χαῖρε, χαρὰς σελασφόρου βρύσις·
Χαῖρε, σειρὰς τῶν πταισμάτων λύσις.
Χαῖρε, τῷ φωτί σου τὴν Νῆσον αὐγάζουσα·
Χαῖρε, χάρισί σου πιστοὺς σελαγίζουσα.
Χαῖρε, θεῖον ἀνατέλλουσα ἐν Κυθήροις φωτισμόν·
Χαῖρε, ἄμπελος ἡ φέρουσα Κυθηραίοις γλυκασμόν.
Χαῖρε, τῆς προστασίας ἀετὸς χρυσοπτέρυξ·
Χαῖρε, τῆς σωτηρίας ὁ θεότευκτος οἴαξ.
Χαῖρε, ἀστὴρ ἀστέρων ὑπέρτερος·
Χαῖρε, φωστὴρ φωστήρων λαμπρότερος.
Χαῖρε, ἀκτὶς ἀνεσπέρου Ἠλίου·
Χαῖρε, ἐλπὶς βιοτῆς αἰωνίου.
Χαῖρε ἄχραντε Δέσποινα.
Χάριν θείαν Παρθένε, ἐφαπλοῖς τοῖς ἐν πίστει, προστρέχουσιν εἰς θεῖον Ναόν σου, Μυρτιδίων ὃν χρεωστικῶς, Κυθηραίων παῖδες εἰς τιμὴν ἤγειραν, καὶ δόξαν σου Πανάχραντε, βοῶντες τῷ Θεῷ συμφώνως·
Ἀλληλούια.
Ψάλλοντές σοι τὸν ὕμνον, σὲ προστάτιν Κυθήρων, κηρύττομεν ἀεὶ Θεοτόκε· μεμνημένοι δὲ σοῦ τῆς φωνῆς, μακαρίζομεν σε γενεαὶ ἅπασαι, ἀνθρώπων τῶν τιμώντων σε συμφώνως ἐκβοῶντες ταύτα·
Χαῖρε, τὸ θαῦμα τὸ τῶν θαυμάτων·
Χαῖρε, τὸ ᾄσμα τῶν ἀσμάτων.
Χαῖρε, Ὀρθοδόξων εὐφρόσυνον ἄκουσμα·
Χαῖρε, Κυθηραίων τὸ θεῖον ἀγλάϊσμα.
Χαῖρε, ὅτι Εκλλησία σε Κυθηραίων εὐφημεῖ·
Χαῖρε, ὅτι Κτίσις ἅπασα ἐκ βαθέων σε ὑμνεῖ.
Χαῖρε, τῶν Ἀσωμάτων τὸ γλυκύμολπον ᾄσμα·
Χαῖρε, τῶν ἀρωμάτων τὸ ἡδύπνοον κρᾶμα.
Χαῖρε, τὸ τερπνὸν τῆς Νήσου μελῴδημα·
Χαῖρε, κλεινὸν Κυθήρων διάδημα.
Χαῖρε, σοὶ γὰρ κλίνει σύμπασα γόνυ·
Χαῖρε, καὶ γὰρ χαίρειν πρέπει σοι μόνη.
Χαῖρε ἄχραντε Δέσποινα.
Ὦ Κυθήρων τὸ κλέος, Θεοτόκε παρθένε, καὶ πάντων Κυθηραίων προστάτις· εὐμενῶς δεξαμένη τανῦν, ὃν ἐκ πόθου ὕμνον ταπεινῶς φέρω σοι, τῆς Βασιλείας δεῖξον κληρονόμον με, Θεοῦ ὦ ψάλλω·
Ἀλληλούια.
Ἄγγελοι οὐρανόθεν, Κυθηραίων τε πλήθη, ὑμνοῦμέν σε παρθένε Μαρία· σύμπασης γὰρ ἀνάσσουσα γῆς, καὶ τῶν οὐρανίων τὴν σεπτήν δέδωκας, Εἰκόνα σου ἡμῖν ὡς ἐξ εὐνοίας, σοὶ βοῶμεν ὅθεν·
Χαῖρε, τῶν πάντων ἐλπὶς γλυκεία·
Χαῖρε, τοῦ Κόσμου παντὸς Κυρία.
Χαῖρε, Ὀρθοδόξων τὸ ἔξοχον σέμνωμα·
Χαῖρε, Κυθηραίων τὸ θεῖον ὡράισμα.
Χαῖρε, ὅτι τοὺς φιλοῦντάς σε ἀνυψοῖς πρὸς οὐρανόν·
Χαῖρε, ὅτι τοὺς ὑμνοῦντάς σε ἐκλυτρούσαι τῶν δεινῶν.
Χαῖρε, τῶν Κυθηραίων κραταιᾶ προστασία·
Χαῖρε, ἡ τῶν ἐνθέων δωρεῶν ἀφθονία.
Χαῖρε, πηγὴ θαυμάτων ἀκένωτος·
Χαῖρε, πληγὴ δαιμόνων ἀνίατος.
Χαῖρε, ἀρᾶς παντελὴς ἐξορία·
Χαῖρε, χαρᾶς ἀϊδίου αἰτία.
Χαῖρε ἄχραντε Δέσποινα.
Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ.δ΄. Τῇ ὑπερμάχῳ.
Τῇ τῶν Κυθήρων πολιούχῳ καὶ προστάτιδι, δεῦτε τὸν ὕμνον Κυθηραίοι ἀναμέλψωμεν· τὴν Εἰκόνα προσκυνοῦντες αὐτῆς ἐν πίστει, ἥν μυρσίναις κεκρυμμένην ἀπεκάλυψε, εὐλογίαν δι’ αὐτῆς ἀεὶ παρέχουσα, τοῖς κραυγάζουσι· χαῖρε ἄχραντε Δέσποινα.