Χαιρετισμοί εις τον Άγιο Δημήτριο τον Μυροβλύτη

Ποίημα του πανιερωτάτου πρώην Θεσσαλονίκης Αγίου Αθανασίου Πατελάρου, του Κρητός

 

Κοντάκιον. Ἦχος πλ. δ’’. Τῆ Ὑπερμάχῳ.
Τοῦ μυροβλύτου ἐν ᾠδαῖς καὶ θείοις ἆσμασι, νῦν μελῳδήσωμεν πιστοὶ ὕμνον ἐπάξιον, τοῦ ὀλέσαντος τυράννου τὴν ὠμότητα, καὶ ἀπώσαντος Λυαίου τὴν θρασύτητα, καὶ Χριστὸν Θεοῦ Υἱὸν τρανώς κηρύξαντος, καὶ βοήσωμεν· Χαίροις μάρτυς Δημήτριε.

Ἄγγελοι ἐκπλαγέντες, οὐρανόθεν ὁρῶντες τὴν ἄθεον ὁρμὴν τοῦ τυράννου (ἐκ γ’)· καὶ σὺν τῇ ἀποφάσει αὐτοῦ, θανατούμενον ὄντα Δημήτριον κατήρχοντο καὶ ἤρχοντο, κραυγάζειν πρός Αὐτόν τοιαύτα·

Χαίροις, μαρτύρων σεπτῶν ἀκρότης·
Χαίροις, Ἁγίων φαιδρῶν λαμπρότης.
Χαίροις, ὅτι ὡς κατάδικος καταβᾶς πρὸς τὸν βυθόν·
Χαίροις, ὅτι ὡς ἀσώματος ἀναβᾶς πρὸς οὐρανόν.
Χαίροις, χοροστασίαις τῶν Ἀγγέλων οἰκήσας·
Χαίροις, ταῖς τιμωρίαις τοῦ τυράννου ὑποίσας.
Χαίροις, ἀπειλὰς βασιλέων σοβήσας·
Χαίροις, τὰς βουλάὰς τῶν ἐχθρῶν καταργήσας.
Χαίροις, στεῤῥὸν τῆς πίστεως ἔρεισμα·
Χαίροις, λαμπρὸν φρονήσεως ὅρισμα.
Χαίροις, ὁ ζῶν ψυχή σου καὶ θανών ἐν τῷ σώματι·
Χαίροις, ὁ τὴν ζωήν σου οὐρανοῦ ἔχων δόματι.

Χαίροις, μάρτυς Δημήτριε.

Βλέπων ὁ θεῖος Νέστωρ, ἑαυτὸν ἐν ἀνδρεία, φησὶ τῷ βασιλεῖ θαρσαλέως· τὸ ἐξαίσιον τῆς ἀπειλῆς ἀποτρόπαιον μοι τῆ ψυχῇ φαίνεται, Λυαῖον γὰρ τὸν ἄθεον, ἐγώ φονεύσω, κράζων·

Ἀλληλούια.

Γνῶσιν ἔνθεον ἔχων, τῶν μαρτύρων τὸ κλέος, Δημήτριος πρὸς τὸν τύραννον ἔφη· ἐξ ἀψύχων ὑλῶν, πῶς ἐστι γενέσθαι, τὸν Θεὸν λέξον μοι· πρὸς ὃν οἱ πιστοὶ σέβοντες Θεὸν βοῶμεν πλὴν ἐν φόβω·

Χαίροις, Θεσσαλονίκης λαμπτὴρ παμφαέστατος·
Χαίροις, Λυαίου νίκης ὑπάρχων ὑπέρτερος.
Χαίροις, τὸ θεῖον μύρον ἐκ τοῦ τάφου σου βρύων·
Χαίροις, τὸν θεῖον ζῆλον ἐν καρδία σου φέρων.
Χαίροις, ὅτι τὸ αἷμα σου ὑπῆρχε λουτήριον·
Χαίροις, ὅτι ἐξεῦρες ἁμαρτιῶν λυτήριον.
Χαίροις, τῶν εἰδώλων καταβάλλων τὴν πλάνην·
Χαίροις, τῶν τυράννων ἐξελέγχων τὴν μάνην.
Χαίροις, τὴν αἱμόρρουν ὑγιάνας τοῦ πάθους·
Χαίροις, τὴν ψυχήν σου ἐξελκύσας τοῦ βάθους.
Χαίροις, ὅτι Μαρῖνον ἐξερύσω τῆς λέπρας·
Χαίροις, ὅτι τὸν Ἴστρον τὸν πιστόν σου ἐπέρας.

Χαίροις, μάρτυς Δημήτριε.

Δύναμις οὐρανόθεν, κατεκράτησε τότε, τὸν Νέστορα πρὸς τὸ πολεμῆσαι, καὶ τὰ ὅπλα τὰ τούτου λαβῶν, τὴν Λυαίου ἄκραν ἰσχύν, εὐχερῶς καθεῖλεν, ἀποδούς θάνατον καὶ τότε πρὸς τὸν πάντων Σωτῆρα ἀνεβόα, ψάλλων·

Ἀλληλούια.

Ἔχων τὸν θεῖον πόθον, εὐσεβής μονοκράτωρ κατέχειν Δημητρίου τὸ σώμα· ἐξαπέστειλε τότε εὐθύς, ἀλλ’ αὐτὸς μὴ θέλων, τὸ πῦρ ἐκ τάφου ἐξέπεμψε καὶ θάνατον ἠπείλησε· καὶ εἶπον πρὸς αὐτόν, ἐκεῖνοι ἐν φόβῳ·

Χαίροις, ὁ τῶν θαυμάτων ποταμὸς ἀνεξάντλητος·
Χαίροις, τῶν τραυμάτων ἡ εἰκών ἡ ἀνέγκλητος.
Χαίροις, τὸ λείψανον σου μὴ διδοὺς προσιοῦσι·
Χαίροις, ἁγιασμόν σου σὲ διδοὺς προσκυνοῦσι.
Χαίροις, τὸ πῦρ ἐξάλλων ἐκ τοῦ θείου σου μνήματος·
Χαίροις, τὸ φώς νῦν φέρων τοῦ ἐνθέου ἐνδύματος.
Χαίροις, τοῦ τυράννου τὴν μανίαν ἐλέγξας·
Χαίροις, τῶν εἰδώλων τὴν λατρείαν κατάξας.
Χαίροις, λόγχαις ὀξυτάμοις νενυγμένος τὸ σῶμα·
Χαίροις, αἷμα σου ἀθέοις δεδωκώς ὤσπερ πόμα.
Χαίροις, καθαγιάσας πᾶσαν γῆν τῷ σῷ αἵματι·
Χαίροις, ὁ προσεγγίσαι κωλύσας τῷ σῷ σώματι.

Χαίροις, μάρτυς Δημήτριε.

Ζάλην ἄθεον ἔχων, λογισμῶν κακοδόξων, ὁ ἄφρων βασιλεύς εταράχθη· πρὸς τοὺς μάρτυρας μὲν καθορῶν, τὴν εἰδώλων πλάνην μὴ κηρύττοντας· ἡμεῖς δ’ αὐτῶν τὴν ἄδικον σφαγὴν τιμῶντες, λέγομεν οὕτως·

Ἀλληλούια.

Ἤκουσαν ἐκ περάτων, Δημητρίου τὸν φόνον, ὃν ἔδωκεν ὁ τύραννος ἄφρων· καὶ νοοῦντες αὐτὸν θανόντα, προσδραμόντες τούτου, τὰ σεπτὰ ἔβλεπον, πάσῃ τῆ γῆ, θαυμάσια πηγάζοντα, ὃν τιμῶντες εἶπον·

Χαίροις, ὁ ἀνταλλάξας τῶν φθαρτῶν τὰ οὐράνια·
Χαίροις, ὁ καταῤῥάξας τῶν κακῶν τὰ συνέδρια.
Χαίροις, συνεδριάζων τοῖς ἀύλοις Ἀγγέλοις·
Χαίροις, συγχοριάζων πολυμόχθοις Ἁγίοις.
Χαίροις, ὁ συνδουλεύων τοῖς ἀχράντοις Χερουβείμ·
Χαίροις, ὁ συνδιάγων τοῖς ἀμώμοις Σεραφείμ.
Χαίροις, Κυριοτήτων τὴν κυρίαν κατέχων·
Χαίροις, τῶν θείων θρόνων τὴν καθέδραν ἐνέχων.
Χαίροις, τῶν Ἀγγέλων ὁ θερμότατος σύνδουλος·
Χαίροις, Ἀρχαγγέλων ἐμφρονέστατος σύμβουλος.
Χαίροις, τῶν Ὁσίων τὸ σεπτὸν ἐγκαλλώπισμα·
Χαίροις, τῶν μαρτύρων τὸ λαμπρὸν ἀγαλλίαμα.

Χαίροις, μάρτυς Δημήτριε.

Θεοφόρον νομίζων, τὸν Δημήτριον ἔμφρων, θερμότατος ἀνήρ ἐν τῆ πίστει· καὶ ὡς λύτρον κατέχων αὐτόν, δι’ αὐτοῦ ἐῤῥύσθη φοβεροῦ δαίμονος καὶ ληψάμενος τὴν λύτρωσιν, ἐχάρη τῷ Κυρίῳ κραυγάζων·

Ἀλληλούια.

Ἴδε παῖς ὀρθοδόξων, ὁ Λεόντιος πάλαι, τὸ ἄφραστον τοῦ μάρτυρος κράτος, καὶ ἐλθών καὶ πρὸς τοῦτον αὐτὸς τὴν χλαμύδα ἔλαβεν αὐτοῦ, καὶ ἔσπευσε τὸν Ἴστρον ἐκπεράσαι καὶ βοήσαι ποσὸν ἀβρόχοις·

Χαίροις, ὁ τὴν χλαμύδα τερατουργοῦσαν ἔχων·
Χαίροις, ὁ μὴ κηλῖδα καταθολούσαν φέρων.
Χαίροις, ὅτι τὰ ῥεῖθρά σοι ὑπείκουσιν Ἴστρου.
Χαίροις, ὅτι σὰ ῥεῖθρα ἡμῖν φέρουσιν οἶκτον.
Χαίροις, ὁ τῶν βαρβάρων καταργήσας ἐνέδρας·
Χαίροις, ὁ τῶν μαρτύρων κατοικῶν τὰς καθέδρας.
Χαίροις, Θεσσαλονίκην τοῦ λιμοῦ ἀπαλλάξας·
Χαίροις, ἠλίου δίκην τοὺς πιστούς καταλάμψας.
Χαίροις, ὁ ῤύσας πάντας τῆς εἰδωλομανίας·
Χαίροις, ὁ λύσας πάντα τὰ δεσμά τῆς δουλείας.
Χαίροις, ὁ δοὺς τὴν χάριν πᾶσι τοῖς προσιοῦσι·
Χαίροις, ὅτι σὺ πάρει ἀεὶ τοῖς σὲ αἰνοῦσι.

Χαίροις, μάρτυς Δημήτριε.

Κήρυκες ψυχοφθόροι γεγονότες οἱ πλάνοι, ἀνέτρεχον πρὸς Θεσσαλονίκην, ἐκτελέσαντες εἰδωλισμὸν καὶ κηρύξαντες ἀθεϊσμὸν ἄπασιν· ἀφέντες δὲ τυράννους, ὤσπερ ἄνους οἱ Μάρτυρες εἶπον·

Ἀλληλούια.

Λάμψας ὁ θεῖος Νέστωρ, σὺν σεπτῷ Δημητρίῳ ἀπέβαλεν τοῦ ψεύδους τὸν ζόφον· τὰ γὰρ εἴδωλα πάνυ στεῤῥῶς, ἀναθεματούντες εὐχερῶς πέπτωκεν, οἱ πιστοί δὲ σωθέντες ἐβόων πρὸς τοὺς ἐναθλούντας·

Χαίροις, στεῤῥόν Δημήτριε ἔρεισμα·
Χαίροις, στιλπνόν ὦ Νέστορ ἀγλάισμα.
Χαίροις, Νεστορίῳ τὴν ἰσχὺν χαρισάμενος·
Χαίροις, τῷ Λυαίῳ τὴν φθορᾶν δωρησάμενος.
Χαίροις, πρῶτος ἐλέγξας τοῦ τυράννου τὸν τῦφον·
Χαίροις, δεύτερος στέρξας τοῦ προτέρου τὸν τύπον.
Χαίροις, ὁ ταῖς λόγχαις δεξάμενος θάνατον·
Χαίροις, οὖ τῷ ξίφει ζωὴν λαβών ἄφθαρτον.
Χαίροις, ἐν φυλακή φονευθείς ὡς κατάδικος·
Χαίροις, ὁ ἐν τῇ γῇ κηρυχθείς ὡς ἀθάνατος.
Χαίροις, ὁ πρὸ θανάτου ἐνεργῶν τὰ τεράστια·
Χαίροις, καὶ μετὰ πότμον ἐκτελῶν τὰ θαυμάσια.

Χαίροις, μάρτυς Δημήτριε.

Μέλλουσα τῶν μαρτύρων, ἡ δυὰς ἡ ἀγία, μεθίστασθαι ἀπὸ τοῦ νῦν κόσμου, ἐπεδόθησαν ἄμφω στεῤῥῶς τῷ ἀνόμῳ φόνῳ, οἱ σεπτοὶ μάρτυρες, διόπερ ἐξεπλάγησαν οἱ ὁρῶντες καὶ ἐβόησαν τῷ Κυρίῳ·

Ἀλληλούια.

Νέον ἆσμα εὑρόντες, γοερὸν Δημητρίου βοῶμεν τὸν ἐξόδιον ύμνον· ἐξ ἀθέου τυράννου γὰρ νῦν, αὐθαδῶς ἐσφάγη, ὅτι οὐκ ἔθυσε τοῖς βδελυκτοῖς εἰδώλοις, ὃν ἀνυμνοῦντες θερμῶς βοῶμεν·

Χαίροις, ὡς νεκρὸς ἐν τῷ τάφῳ φερόμενος·
Χαίροις, ὤσπερ ζῶν ἐν τῷ πόλῳ ἑλκόμενος.
Χαίροις, νέον λουτρὸν τῷ σῷ αἶματι δείξας·
Χαίροις, τὴν σὴν ψυχὴν μετ’ Ἀγγέλων συμμίξας.
Χαίροις, ὃν ἀνυμνοῦσιν ἐν τοῖς πέρασι κόσμου·
Χαίροις, ὅτι ἀντλοῦσι τοῦ σοῦ μύρου εὐόσμου.
Χαίροις, λαμπτήρ ἐν τῷ μέσῳ μαρτύρων·
Χαίροις, βολὶς τῶν ἐνθέων χαρίτων.
Χαίροις, ὁ φοινιχθείς ἁγίῳ σου αἵματι·
Χαίροις, ἁγιασθείς καὶ θείῳ σου σώματι.
Χαίροις, ἀμαραντίνους δεξάμενος στεφάνους·
Χαίροις, τοὺς ἀοιδίμους κατοικῶν νῦν θαλάμους.

Χαίροις, μάρτυς Δημήτριε.

Ξένον θαῦμα ὁρῶντες, τῶν μαρτύρων τὸ θάρσος τὰ εἴδωλα στεῤῥῶς μεταθέντων· διὰ τοῦτο γὰρ ὁ ὑψηλός, τοῖς ἐν γῆ οἰκοῦσιν εὐθαρσῶς, δέδωκεν εἰδώλων τὰ τοξεύματα βάλλειν· πρὸς ὃν νῦν βοώμεν·

Ἀλληλούια.

Ὅλος ἦν ἐν τοῖς ἄνω, τῷ νοΐ καὶ οὐδόλως ἀπῆν ὁ καθαρώτατος Μάρτυς, τῇ ἰσχύι τῇ θεϊκῇ τῶν εἰδώλων τὴν πλάνην τρανῶς ὤλεσε καὶ τὸν Χριστὸν κηρύξας παῤῥησία, ἀκούει ούτως·

Χαίροις, ὅτι ἐφρόνεις τὰ Χριστοῦ τοῦ Θεοῦ σου·
Χαίροις, ὅτι ἐπόθεις τὰ τερπνᾶ παραδείσου.
Χαίροις, δρόμον οὐρανοῦ ὑψηβάτης φοιτήσας·
Χαίροις, δόμους καθαροῦς ἐν ὑψίστοις οἰκήσας.
Χαίροις, ὅτι Ἀγγέλους συνοδίτας νῦν ἔχεις·
Χαίροις, ὅτι Ἁγίους συμπολίτας κατέχεις.
Χαίροις, σάλπιγξ ἀγία τὸν Χριστόν σου κηρύξας·
Χαίροις, ἄλπεις ἀχράντους Παραδείσου οἰκήσας.
Χαίροις, ἕνεκα μύρου τοῦ ἐνθέου σου σώματος·
Χαίροις, ἄθεον λῆρον ὁ ἐλέγξας τοῦ σκώμματος.
Χαίροις, σὺ γὰρ πλεκτάνας βασιλέως διέῤῥηξας·
Χαίροις, σὺ γὰρ τὰς πλάνας τῶν εἰδώλων κατέαξας.

Χαίροις, μάρτυς Δημήτριε.

Πᾶσαν χάριν ἐδέξω, οὐρανόθεν ὦ μάρτυς Δημήτριε, παράδοξα πράττειν, τὸν ἀπρόσιτον γὰρ ὡς Θεὸν γεγονέναι ἔφης, προσιτὸν ἄνθρωπον καὶ τοῦτον μὲν ὑπάρχοντα Υἱὸν Θεου· διὸ Αὐτῷ ᾄδωμεν οὕτως·

Ἀλληλούια.

Ῥήτορας πολυστρόφους, τοὺς τυράννους ἀσόφους ἀπέδειξας Δημήτριε μάρτυς· ἀποροῦσι γὰρ βλέπειν, τὸ πῶς τῶν εἰδώλων πλάνην καταργῆσαι ίσχυσας· ἡμεῖς δὲ τὸ παράδοξον θαυμάζοντες ἐν σοὶ βοώμεν·

Χαίροις, τὸ ῥόδον τῆς παρθενίας·
Χαίροις, τὸ ἄκρον τῆς ἐγκρατείας.
Χαίροις, ὁ πρὸ τοῦ φόνου καθαρῶς βιοτεύσας·
Χαίροις, ὁ μετὰ φόνον πρὸς Θεὸν συνοδεύσας.
Χαίροις, ἐν ὦ ἡ λάμψις τοῦ Θεοῦ μὲν ἐνίδρυσε·
Χαίροις, ἐν ὦ ἡ χάρις τῆς Τριάδος ἐνῴκησε.
Χαίροις, τῶν εὐσεβούντων ἡ ὀρθότης καὶ στάθμη·
Χαίροις, τῶν ἀπιστούντων ἡ ὀξυτόμος σπάθη.
Χαίροις, ὁ ἀνατέλλων τὰς ἠλίου ἀκτίνας·
Χαίροις ὁ καταστέλλων τὰς τυράννου μανίας.
Χαίροις, δένδρον χαρίτων πολλούς φέρων τοὺς καρπούς·
Χαίροις, τῶν καλλινίκων σὺ φέρων τοὺς βλαστούς.

Χαίροις, μάρτυς Δημήτριε.

Σώσαι μέλλων τὸ γένος Ὀρθοδόξων ὁ Μάρτυς, τῆς πλάνης τῶν ἀθέων εἰδώλων, αὐτεπάγγελτος ἦλθεν εὐθὺς πρὸς αὐτὸν τὸν πλάνον καὶ μωρὸν τύραννον κηρύξας τὸν Κύριον ὡς τέλειον Θεὸν ἐβόα πρὸς αὐτὸν το·

Ἀλληλούια.

Τεῖχος εἶ τῶν μαρτύρων, ἀθλοφόρε καὶ Μάρτυς, καὶ πάντων τῶν εἰς σὲ προσφευγότων σὺ γὰρ τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν φανερῶν ἅπασι, καθεῖλες δὲ τὸν τύραννον καὶ είδωλα· ἡμεῖς δὲ σοὶ βοώμεν·

Χαίροις, τὴν ῥῶσιν ἀσθενοῦσι παρέχων·
Χαίροις, τὴν ῥύσιν τοῦ αἱμόρρου συνέχων.
Χαίροις, τοῖς ὑμνηταῖς σου πᾶσαν χάριν πορίζων·
Χαίροις, στήλη τῶν χαρίτων ὑπάρχων.
Χαίροις, θεία δυνάμει τῶν εἰδώλων κατάρχων·
Χαίροις, ἁγνὸν Θεοῦ καταγώγιον.
Χαίροις, σεμνὸν Χριστοῦ τὸ ἐκλόγιον·
Χαίροις, ὅτι τὸ αἷμα ὤσπερ βάπτισμα ἔσχες.
Χαίροις, ὅτι τὸ σῶμα τῷ θανάτῳ παρέσχες·
Χαίροις, πύργος ὁ φθάνων ἀπὸ γῆς πρὸς οὐρανόν·
Χαίροις, ὅτι ὑπάρχεις τῶν εὐσεβῶν ὁ κανών.

Χαίροις, μάρτυς Δημήτριε.

Ὕμνον ἅπαντες Μάρτυς, τῆς ἐξόδου σου τάφῳ προσφέρομεν ἡμεῖς, οἱ σοὶ δούλοι· δακρυῤῥόους δ’ ᾠδὰς καὶ ψαλμούς εἶ καὶ προσφέρομεν σοι, οὐδαμῶς ἄξιον τῆς σῆς τελοῦμεν, ὢν πρέπει σοὶ ταφῆς, ἀλλ’ οὗν βοῶμεν τῷ Σωτῆρι·

Ἀλληλούια.

Φωτοφόρος ὁ τάφος, ἀνεδείχθη σου Μάρτυς, τὴν χάριν ὤσπερ φῶς ἐξανάπτων προσιοῦσι τε πᾶσιν χαρὰν καὶ ὑγιείαν, ἄφνω ἀποδούς ἔπεμπεν· ἡμεῖς δ’ οὗν σοὶ προσιώντες νῦν ἑκβοώμεν·

Χαίροις, ὁ τοῦ ἐμπρησμοῦ τὸν ναόν σου φυλάξας·
Χαίροις, ὁ τοῦ πονηροῦ τὰς ἐνέδρας συνθλάσας.
Χαίροις, τῶν Σλαβίνων ἐκδιώξας τὸ ἔθνος·
Χαίροις, τῶν εἰδώλων κατέαξας τὸ κράτος.
Χαίροις, τῶν βαρβάρων ἀποβάλλων τὰ θράση·
Χαίροις, τῶν τυράννων καταβάλλων ἐπάρσεις.
Χαίροις, ὁ φυλάξας τὴν πόλιν σου ἄτρωτον·
Χαίροις, ὁ ταράξας τὴν πλάνην τὴν ἄθεον.
Χαίροις, Ὀνησιφόρον τῆς κλοπῆς τιμωρήσας·
Χαίροις, βλάβην εἰδώλων ἐκ τῆς γῆς καταργήσας.
Χαίροις, προσφευγότων ἀσφαλές παραμύθιον·
Χαίροις, προσιόντων τῆς ψυχῆς τὸ σωτήριον.

Χαίροις, μάρτυς Δημήτριε.

Χάριν ἄνωθεν ἔχων, ὦ Δημήτριε πάσας, ἐδίωξας ἐχθρῶν τὰς ἐνέδρας· ἐκηρύχθης δὲ ἐπὶ γῆς, ὡς στεῤῥός ὁπλίτης τῆς χάριτος Χριστοῦ καὶ ῥίψας οὖν τὰ εἴδωλα, συμψάλλεις μετὰ πάντων ούτως·

Ἀλληλούια.

Ψάλλομεν σου τὸ θαῦμα, ὅπερ γέγονε Μάρτυς, ἡνίκα τὴν σὴν πόλιν προδοῦναι, ἀπεφήνατο ἀπίστοις Θεός, ἐξαπέστειλεν Ἀγγέλους εἰπεῖν σοὶ τάχιστα· ἐκβλήθητι, μακρύνθητι καὶ ἄπιθι τῆς πόλεως, ὅθεν βοώμεν·

Χαίροις, ὅτι βουλή σου ἡ σῇ πόλις ἐλήφθη·
Χαίροις, ὅτι ἰσχύι σου ὁ ἐχθρὸς κατηργήθη.
Χαίροις, ὁ Ἀχιλλείῳ ὑπαντήσας φυγῇ σου·
Χαίροις, ὁ Νεστορίῳ ἀποστείλας ἰσχύν σου.
Χαίροις, ὁ τόν Λυαῖον καταβάψας ἐν αἶματι·
Χαίροις, ὁ τοὺς ἀπίστους καταθραύσας ἐν πνεύματι.
Χαίροις, ὁ στερεώσας πόλιν σῇ παρουσίᾳ·
Χαίροις, ὁ ἀπολέσας ταύτην σῇ ἀπουσίᾳ.
Χαίροις, ὁ ὑμνολόγους ἀγαπῶν ἐν τῷ τάφῳ σου·
Χαίροις, ὁ ψευδολόγους θανάτων ἐν τῷ κράτει σου.
Χαίροις, ἡμῖν χαρίζων τῶν χαρίτων τὸ πέλαγος·
Χαίροις, πᾶσι πορίζων τοῦ σοῦ μύρου τὸ ἔλεος.

Χαίροις, μάρτυς Δημήτριε.

Ὦ μαρτύρων τὸ ζεῦγος, οἱ κηρύξαντες πᾶσι Θεὸν τὸν ὑπερούσιον Λόγον (ἐκ γ’)· ἐξοδίους ὑμεῖς, ὑμνολόγους ᾠδὰς δεξάμενοι ἀπὸ πάσης νῦν με συμφορᾶς ῥύσασθε, καὶ τῆς μελλούσης θλίψεως, ὑμῶν πρεσβείαις, τὸν ἐκβοῶντα τῷ Κυρίῳ·

Ἀλληλούια.

Καὶ αὑθύς τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῆ Ὑπερμάχῳ.
Τοῦ μυροβλήτου ἐν ᾠδαῖς καὶ θείοις ἆσμασι, νῦν μελῳδήσωμεν πιστοί, ὕμνον ἐπάξιον, τοῦ ὀλέσαντος τυράννου τὴν ὠμότητα καὶ ἀπώσαντος Λυαίου τὴν θρασύτητα, καὶ Χριστὸν Θεοῦ Υἱόν, τρανῶς κηρύξαντος καὶ βοήσωμεν· Χαίροις, μάρτυς Δημήτριε.

Χαιρετισμοί εις τον Άγιο Δημήτριο τον Μυροβλύτη

Ποίημα Ιερέως Γεωργίου Α. Βουτέρη

Τὰ Ἀπολυτίκια τοῦ Ἀγίου Ἦχος γ’. (κατ᾽ ἐμὴν γνώμην, του Ποιητού)
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις· σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀϑλοφόρε τὰ ἔϑνη τροπούμενον, ὡς οὖν Λυαίου καϑεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ ϑαῤῥύνας τὸν Νέστορα, οὕτως Ἅγιε ἐϑάῤῥυνον καὶ ἡμᾶς, καϑελεῖν τὸν πονηρὸν ταῖς ἱκεσίαις σοῦ.

Κοντάκιον Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῷ Μυροβλήτῃ τοῦ Χριστοῦ τὰ νικητήρια, ὡς τροπαιούχον οἱ πιστοὶ τὰ ὑμνητήρια, ἀναμέλπωμεν Δημήτριε οἱ σοὶ δοῦλοι. Ἀλλ᾽ ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίων ἡμᾶς ἀπάλλαξον κακώσεων, ἵνα κράζωμέν σοι· Χαῖρε, μάρτυς Δημήτριε.

Ἃγγελοι ἀοράτως ἔστεψαν τοὺς ἀγῶνας, οὒς ὑπὲρ Χριστοῦ ἔτλης παμμάκαρ. (ἐκ γ’.) Καὶ στέψαντες τὴν ϑείαν κορυφήν σου, ἐκρότησαν τοὺς ἄϑλους, δι᾿ ὧν περ ὡς χρυσὸς ἐν καμίνῳ ἐδοκιμάσϑης, ὅθεν ἀκούεις·

Χαῖρε, ἀσεβοῦς τυράννου τὸ τραῦμα·
Χαῖρε, εὐσεβοῦς λαοῦ ἥδιστον ἆσμα.
Χαῖρε, τῶν μαρτύρων ἔκλαμπρος στρατηλάτης·
Χαῖρε, τῶν Ἀγγέλων ἔξοχος συμπολίτης.
Χαῖρε, βάϑος ϑείας γνώσεως ἀκατάληπτον πόλλος·
Χαῖρε, ὕψος καϑαρότητος, δυσανάβλεπτον βροτοῖς.
Χαῖρε, ὁ Μυροβλήτης τῶν Ἀγίων Μαρτύρων·
Χαῖρε, ὁ ὑπερόπτης τῶν γηίνων φροντίδων.
Χαῖρε, ἀστὴρ λάμπων τοῖς πέρασι.
Χαῖρε, φωστὴρ φωτίζων ὑφήλιον.
Χαῖρε, δι᾽ οὗ ἐδοξάσϑη ἡ πίστις·
Χαῖρε, δι᾽ οὗ προσκυνεῖται ὁ πλάστης.

Χαῖρε, μάρτυς Δημήτριε.

Βλέμματί σου εὐσπλάχνῳ, καὶ ἱκέτιδας χεῖρας, προς τὸν σὸν ἄρον Δεσπότην μάκαρ, ὑπὲρ ἡμῶν ἐκτενως ἱκετεύων ἵνα πλημμελημάτων, διὰ σοῦ λυτρωϑῶμεν μελωδοῦντες ἐπαξίως προς Κύριον τὸν ὕμνον·

Ἀλληλούια.

Γνῶσιν ἄγνωστον γνώσας, Δημήτριος ὁ μέγας ἐκήρυττε τὸν Χριστόν, πρὸς τὰ πλήϑη, Υἱὸν εἶναι τοῦ Θεοῦ τῶν αἱώνων, ὑπὲρ πάντων πεποϑότα· διὸ οἱ φωτισϑέντες πρὸς αὐτὸν ἐβόαν·

Χαῖρε, λαμπτὴρ ἀποῤῥήτου φάους·
Χαῖρε, ἀκτὶς δυσνοήτου αἴγλης.
Χαῖῤε, τῶν περάτων τοῦ κόσμου διδάσκαλος·
Χαῖρε, τῶν λογίων Χριστοῦ ὁ ἰσάγγελος.
Χαῖρε, ἄστρον ἐπουράνιον χέον λάμψιν ἐπὶ γῆς·
Χαῖρε, γέφυρα μετάγουσα τοὺς βροτοὺς ἐν οὐρανοῖς.
Χαῖρε, τὸ τῶν Ἀγγέλων περιλάλητον χάρμα·
Χαῖρε, ὁ τῶν ἀνϑρώπων πολυκρότητον ἆσμα.
Χαῖρε, ὁ τὸν Ἰησοῦν Χριστὸν ἀγαπήσας·
Χαῖρε, ὕπὲρ αὐτοῦ γενναίως ἀϑλήσας.
Χαῖρε, πρηστὴρ ὀλεϑρίου ἀπάτης.
Χαῖρε, πληγὴ δεισιδαίμονος πλάνης.

Χαῖρε, μάρτυς Δημήτριε.

Δοῦλος ὧν τοῦ Ὑψίστου, ἀπεδείχϑης καὶ Μάρτυς, εὑρὼν γὰρ τὸν ἐκλεκτὸν μαργαρίτην, δι᾿ αἶματος ὠνήσω προέκρινας σοφέ, καὶ ἐβόας ἅπασι Χριστὸς ἐμοὶ δόξα χαρὰ καὶ εὐφροσύνη πρὸς ὃν ψάλλω.

Ἀλληλούια.

Ἔχων ἐν τῇ ψυχῇ σου τὸν Χριστὸν ἐνοικοῦντα καὶ τὴν πρὸς τοὺς πέλας συμπάϑειαν, διδάσκων ἔλεγες· Χριστὸς μερὶς τῶν πιστῶν αἰώνιος, πλοῦτος ἀκένωτος, στέφανος ἀμάραντος δι᾿ ὃ σοὶ μελωδοῦμεν·

Χαῖρε, Χριστοῦ τοῦ Σωτῆρος κλῆμα·
Χαῖρε, στρατοῦ φιλοχρήστου κτῆμα.
Χαῖρε, σταφυλὰς αἱματοβρέκτους ἐκφέρων·
Χαῖρε, τὰς ροὰς τῶν μύρων ἡμῖν ἐκχέων.
Χαῖρε, οἴκημα τοῦ Πνεύματος καὶ χαρίτων παροχεύς·
Χαῖρε, τράπεζα ἡ φέρουσα ἐρασμίως τὸν Χριστόν.
Χαῖρε, ὅτι τὰ μύρα τοῖς πιστοῖς ἀναβρύεις·
Χαῖρε, ὅτι τὰ ἰάματα τοῖς νοσοῦσι χαρίζεις.
Χαῖρε, τῶν σὲ τιμώντων βοήϑεια·
Χαῖρε, τῶν ἀγνοούντων ἀλήϑεια.
Χαῖρε, πολλῶν ἀπόρων τὸ πόρισμα·
Χαῖρε, πρὸς τὸν Χριστὸν ἡμῖν εἴσοδος.

Χαῖρε, μάρτυς Δημήτριε.

Ζῆλον ἔνδοϑεν ἔχων, λογισμῶν ἐρασμίων, σωφροσυνῇ καὶ παρϑενίαν παρήσας διὸ φαειγὰς λαμπάδας μεϑ᾽ ὧν ἐξῆλϑες εἰς ἀναζήτησιν τοῦ σοῦ Σωτῆρος· ψάλλων αὐτῷ τὸν αἷνον μετὰ πόϑου.

Ἀλληλούια.

Ἤκουσαν οἱ διῶκται, τὴν πρὸς τὸν Σωτῆρά σου ἀγάπην καὶ πίστιν τὴν ἀκλόνητον, ἐμμανεῖς γενόμενοι, ἐφρύαξαν κατὰ σοῦ καὶ βάσανα καὶ τιμωρίας σκεπτόμενοι, εἱρκτῇ σὲ καϑεῖρξαν διὸ ἀκούεις·

Χαῖρε, φωστὴρ δέσμευσις τελεία·
Χαῖρε, πληγὴ τυράννου καιρία.
Χαῖρε, ἀοράτων ἐχϑρῶν δεσμευτήριον·
Χαῖρε, χριστωνύμου λαοῦ ὑμνητήριον.
Χαῖρε, ὅτι ἔψαλλες μετὰ Ἀγγέλων ἐν εἱρκτῇ.
Χαῖρε, ὅτι κατεπάτησας τὸν σκορπιὸν ἐν αὐτῇ.
Χαῖρε, Σωτῆρος Χριστοῦ ἀληϑέστατον στόμα·
Χαῖρε, Ἔκκλησίας αὐτοῦ ἐπινίκιον ἆσμα.
Χαῖρε, λαμπρὸν τῆς χάριτος ὄχημα·
Χαῖρε, τερπνὸν τῆς Τριάδος οἴκημα.
Χαῖρε, δι’ οὗ τύραννος ἐϑορυβήϑη·
Χαῖρε, δι’ οὗ δαίμων ἐποδοπατήϑη.

Χαῖρε, μάρτυς Δημήτριε.

Θεοὺς ἑλλήνων ματαίους ϑεωρήσας ὁ μάρτυς, νηπιόϑεν ἐκ γονέων τοῦ Χριστοῦ ἀγαπήσας ἐμυκτήρισε τούτων τὴν πλάνην, τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος ἢ Χριστῶ προς βελιὰρ ψάλλων·

Ἀλληλούια.

Ἰδόντες παῖδες Ἐλλήνων, ὃν χερσὶ Δημητρίου, τὴν ἄμαχον δύναμιν τοῦ Σωτῆρος καὶ Δεσπότην τοῦ παντὸς νοήσαντες Αὐτὸν προσήρχοντο φωτιζόμένοι καὶ μέλποντες τῷ Μάρτυρι τοιαῦτα μετὰ πόθου·

Χαῖρε, ἀϑλοφόρε μυρόροα·
Χαῖρε, μυροβλύτα χριστοφόρε.
Χαῖρε, τοῦ τυράννου ἐλέγξας τὸ μάταιον·
Χαῖρε, τῆς Τριάδος κηρύξας μυστήριον.
Χαῖρε, ὅτι ἐμίσησας τύραννον Μαξιμιανόν·
Χαῖρε, ὅτι ἠγάπησας μέχρις αἶματος τὸν Χριστόν.
Χαῖρε, τῶν βασάνων καταφρονήσας τελείως·
Χαῖρε, τὸ δεσμωτήριον προκρίνας γενναίως.
Χαῖρε, ὁ νυγεὶς τὴν πλευρὰν ὡς ὁ Δεσπότης·
Χαῖρε, ὁ στεφϑεὶς ὕπ᾽ αὐτοῦ τοῦ ἀϑλοϑέτου.
Χαῖρε, ἀμνοῦ καὶ ποιμένος τὸ ϑρέμμα·
Χαῖρε, λαοῦ χριστονύμου τὸ κέρας.

Χαῖρε, μάρτυς Δημήτριε.

Κύρηκες λαμπροφόροι, γεγονότες οἱ μῦσται, τῶν σῶν ἀγωνισμάτων, Νέστωρ ὁ ὑπὸ σοῦ ἐνισχυθείς, καὶ Λοῦπος ὁ στήσας ῥεῦμα τὸ ποτάμιον· ἀφέντες τὸ σκότος ἔμαϑον λέγειν·

Ἀλληλούια.

Λάμψαντος ἐν τῷ κόσμῳ, τοῦ φωτὸς τοῦ ἀδύτου, ἐν τῇ καρδίας σου ἔλαμψε φωτὸς ἀκτῖνα, ὡς δοχεῖον, χάριτος δέκτινον ἀθλοφόρε· ὡς ἀστὴρ δὲ ἐφάνης τοῖς ἐν σκότει, καὶ οἱ φωτισθἔντες μελωδοῦσί σου·

Χαῖρε, χειραγώγησις τῶν ἐν σκότει·
Χαῖρε φὠταγώγησις τῶν ἐν πλάνῃ τοῦ κόσμου.
Χαῖρε, πυρσὲ τῶν ἐν ζάλῃ βιούντων·
Χαῖρε, ἰατρὲ τῶν ἐν πενίᾳ νοσούντων.
Χαῖρε, ἄστρον τὸ λαμπρότατον Ἐκκλησίας τοῦ Χριστοῦ·
Χαῖρε, ῤήτωρ καὶ διδάσκαλος ἀληϑείας φωταυγοῦς.
Χαῖρε, Θεσσαλονίκης ὁ πολιοῦχος·
Χαῖρε τῶν ἀθλοφόρων ὁ τροπαιοῦχος.
Χαῖρε, ὁ τερπνὸς κῆρυξ τοῦ Λόγου·
Χαῖρε, ὁ βλαστὸς εὐσεβῶν γεννητόρων.
Χαῖρε, δι᾽ οὗ Μακεδονία καυχᾶται·
Χαῖρε δι᾽ οὗ πληϑὺς πολεμίων τροποῦται.

Χαῖρε, μάρτυς Δημήτριε.

Μύροις ὦ Μυροβλῆτα, ἡ τοῦ Πνεύματος χάρις, ἐκενώϑη σοι πλήρης καὶ μυρορόου ἅπαν τὸ σὸν σοὶ ἀπέδειξε σκῆνος τὸ σεπτόν, ἡ δὲ λάρναξ τελεία μυροϑήκη· διόπερ ἐκπλαγέντες·

Ἀλληλούια.

Νέον φυτὸν ἐδείχϑης εὐσεβούντων γονέων, καὶ Χριστὸν ὀλοψύχως λατρευόντων, διὸ προϑύμως ἡ σῇ καρδίᾳ ἐδέξατο, τὸν τῆς εὐσεβείας τὸν σπόρον, καὶ εἰς πολλὰ καρποφορήσασα ἀπέδοτό σοὶ μάκαρ·

Χαῖρε, τὸ ἒαρ τῆς εὐσεβείας·
Χαῖρε, τὸ πέρας τῆς ἀσεβείας.
Χαῖρε, ἀναπλάσεως τὸν τύπον ἐμφαίνων·
Χαῖρε, ἀναστάσεως εἰκόνα δεικνύων.
Χαῖρε, ἡ ϑεόγραφος πλὰξ τῶν τοῦ Χριστοῦ μακαρισμῶν·
Χαῖρε, δένδρον τὸ πολύτιμον κάρποφορον ἀρετῶν.
Χαῖρε, ὁ δαδοῦχος ἀϑλητῶν ἡ τερπνοτῆς·
Χαῖρε, ὁ τροπαιοῦχος ἡμῶν δὲ ἀκροτης.
Χαῖρε, στεφηφόρε Χριστοῦ Δημῆτριε.
Χαῖρε, τοῦ πάϑους αὐτοῦ ὁμόζηλε.
Χαῖρε, στοργὴ τῶν πτωχῶν καὶ πενητῶν·
Χαῖρε, τροφὴ ὀρφανῶν καὶ ἀπόρων.

Χαῖρε, μάρτυς Δημήτριε.

Ξένον τόκον κατείδες, ϑείας τρίβους ἐν γνώσει, ἐξενώϑης τοῦ κόσμου, καὶ τὸν νοῦν πρὸς Αὐτὸν ἐκτείνας, ἄπαντα ὡς σκύβαλα λελόγισαι· διὸ ἐδείχϑης καὶ μιμητῆς τοῦ πὰθους τούτου μελωδῶν ἀγγελικῶς·

Ἀλληλούια.

Ὅλον τὸν νοῦν ὑψώσας, ψυχὴν ἅμα καὶ πνεῦμα, τελεία ἀγάπῃ ἀγαπήσας τὸν Λόγον πρὸς ὃν ὅλος ἀφοσιωϑείς, ὅλος πύρινος γέγονας, ὡς Μάρτυς δὲ ἀήττητος καὶ Μυρόβλύτης ϑεῖος ἀκούεις·

Χαῖρε, Χριστοῦ ὁ μανιακὸς ἔρως·
Χαῖρε, Σταυροῦ ἐϑελούσιος πόθος.
Χαῖρε, τῶν ἀπίστων ἀμφίστομος μάχαιρα·
Χαῖρε, τῶν πιστῶν ἀξιέπαινον καύχημα.
Χαῖρε, Νέστορος διδάσκαλος πρὸς στεφάνους ἀληϑεῖς·
Χαῖρε, κῆρυξ ϑείας χάριτος ϑεανϑρώπου ἀϑλητής.
Χαῖρε, τοῦ Λυκίου ὁ ταχὺς ἀναιρέτης·
Χαῖρε, τῶν εἰδώλων ὁ ὀξὺς καϑαιρέτης.
Χαῖρε, δι᾽ οὗ ἡ ἀλήϑεια ἔλαμψε·
Χαῖρε, τοῦ ἀκηϑοῦς φωτὸς ἀκτῖνα·
Χαῖρε, τοῦ ἀπλανοῦς ἰδὼν εἰκόνα.

Χαῖρε, μάρτυς Δημήτριε.

Πᾶσα φύσις Ἀγγέλων ἐπευφήμησέ σε μάκαρ, τῆς σῆς ὀμολογίας τὴν χάριν καὶ στεφάνοις στέψαντες τοὺς ϑείους ἀγῶνας σου, ἐδόξασαν τὸν δόντα σοι, τοιαύτην νίκην, ψάλλοντες Θεῷ τὸν ὕμνον·

Ἀλληλούια.

Ῥήτωρ ὧν ϑεολόγος, καὶ χριστολόγος ἅμα, ἐδείχϑης ὦ Δημήτριε μάρτυς, Χριστὸν γὰρ τὸν τοῦ Θεοῦ Υἱόν, υἱοῦ ἀνθρώπου γέγονας πνεύματος Ἀγίου καὶ μητρός Παρϑένου, τέλειος κατ’ ἄμφω διὰ τὸν ἄνϑρωπον φανέντα, διό σοι μελωδούμεν·

Χαῖρε, ϑεολογίας ταμεῖον·
Χαῖρε, ϑείου πνεύματος δοχεῖον.
Χαῖρε, ὁ πῦρ πνέων ὑπὲρ πίστεως ϑείας·
Χαῖρε, ὁ φλόγας δίδων κατὰ ἀσεβείας.
Χαῖρε, ὅτι ἐφιμώϑησαν οἱ εἰδώλων ζηλωταί·
Χαῖρε, ὅτι ἐμαράνϑησαν οἱ δαιμόνων λατρευταί.
Χαῖρε, τῶν σωτηρίων ἀρχῶν ὁ δεσμοφύλαξ·
Χαῖρε, τῶν Ἀποστολικῶν λογίων ὁ κῆρυξ.
Χαῖρε, φωνὴ αἶματος κράζουσα·
Χαῖρε, Ἂβελ σῶμα μυρίπνοον.
Χαῖρε, Καινῆς Διαθήκης ὀ Μάρτυς·
Χαῖρε, τοῦ πιστοῦ λαοῦ ὁ προστάτης.

Χαῖρε, μάρτυς Δημήτριε.

Σῶμα τὸ σὸν Μυροβλῆτα, μυροϑήκην εἰργάσω, καὶ παντοδαπῶν τοῦ πνεύματος, χαρίτων ἀνάμεστον, ἰάσεων ταμεῖον, τοῖς μετὰ πόϑου προσιοῦσι τῇ σῇ λάρνακι βοῶντες τῷ Κυρίῳ τὸν αἶνον·

Ἀλληλούια.

Τάφος καὶ τέλος ἡ εἱρκτή, τοῦ ἐν πολλαῖς λόγχαις, κληρωσαμένου σοῦ σώματος, τὸ βαλανεῖον ἐγένετο· ὃν καὶ νῦν ἔτι μένεικαὶ φυλάσσει γὰρ Κύριος τὰ τῶν δούλων αὐτοῦ ὀστέα, καὶ πρὸς ἰατρεῖον ἄμισϑον τοῖς ἄδουσοι·

Χαῖρε, ἡ στήλη τῆς εὐσεβεία·
Χαῖρε, ἡ λάμψις τῆς ἀληϑείας.
Χαῖρε, λογχονύκτου πλευρᾶς τὸ ἐκτύπωμα·
Χαῖρε, αἱματόφυρτον σῶμα ἁγίασμα.
Χαῖρε, ὅτι σὺ ἐχώρησας πρὸς τὰ πάϑη εὐθαρσῶς·
Χαῖρε, ὅτι ἔσχες τὸν Χριστὸν ἐν τοῖς ἄϑλοις βοηϑόν.
Χαῖρε, ὁ ἐν κινδύνοις μετὰ πότμον ἀμείνων·
Χαῖρε, ὁ ἐκ πενίας διασώσας σὴν πόλιν.
Χαῖρε, σῶμα πολλαῖς λόγχαις τετρωμένον·
Χαῖρε, βρύσις ἰαμάτων κεκτημένον.
Χαῖρε, καλὲ νεανία παρϑένε·
Χαῖρε, τερπνὲ στρατιῶτα Κυρίου.

Χαῖρε, μάρτυς Δημήτριε.

Ὓψος, βάθος, μῆκος καὶ πλάτος, τέσσαρσιν ἀρεταῖς περιστιχούμενος, ὡς ἐν κυβικῷ τετραγώνῳ, ἀκλόνητος ἐν πᾶσιν ἐδείχϑης, οἷς ὑπέστης τεϑεμελίωσο καὶ γὰρ ἐπὶ τὸν ἀκρογωνιαῖον λίϑον μέλπων·

Ἀλληλούια.

Φωτοδόχον δοχεῖον, καὶ μυροϑήκην Ἀγίαν, καὶ οἴκημα τοῦ Πνεύματος, ὁρῶμεν Μυροβλῆτα τὸ σὸν πολύτρωτον σῶμα, ὁ ἀπέκρυψε καὶ τάφῳ φοβήσας διὰ φλογὸς τοὺς τολμητίας· κόνιν δὲ νέμων τοῖς βοῶσι·

Χαῖρε, πηγὴ ἀκενώτου μύρου·
Χαῖρε, πηγὴ αἱμοβόρου πλάνης.
Χαῖρε, στεῤῥὸν τῆς πίστεως ἔρεισμα·
Χαῖρε, σαϑρᾶς πλάνης ἀπώλεια.
Χαῖρε, πολλάκις σώσας συμπολίταις Θεσσαλονικοῖς·
Χαῖρε, ποικιλοτρόπως τούτους πάντοτε συμβοηθεῖς,
Χαῖρε, ἀπουσίαις σου ἐκ ταύτης δηλώσας τὸν τρόπον.
Χαῖρε, μετὰ Ἀχιλλείου ἱεράρχου φανεὶς ἐν τῷ τοπῷ.
Χαῖρε, αἰχμάλωτον ϑύτην ὁ σώσας·
Χαῖρε, ἐφ᾽ ἵππου τοῦτον ὁ βαστάσας.
Χαῖρε, Μαξιμιανοῦ ἄλγος καὶ τραῦμα·
Χαῖρε, Μανουὴλ καὶ Ἰωσὴφ τὸ χάρμα.

Χαῖρε, μάρτυς Δημήτριε.

Χάριν δοῦναι ϑελήσας, Μυροβλῆτα γενναῖε, πάντων τῶν πιστῶς πρός σε ἐρχομένων, καὶ τοῦ μύρου τοῦ τὴν χάριν καὶ τὴν συμπάϑειαν παράσχου τούτοις, δεόμενος ἐκτένῶς τῶ Κυρίῳ σου, καὶ ψάλλων μετ᾽ Ἀγγέλων·

Ἀλληλούια.

Ψάλλοντές σου τοὺς οἴκους, ἀνυμνοῦμέν σε Μάρτυς, ὡς ἄνϑρωπον ὑπὲρ Χριστοῦ ἀϑλήσαντα καὶ ὑπ΄ αὐτοῦ δοξασϑέντὰ· ἡμεῖς δὲ οἱ μυρίοις κλυδωνιζόμενοι πάϑεσι λιτάζομέν σε μέλποντες τοιαῦτα·

Χαῖρε, Ναὲ τοῦ Θεοῦ τοῦ ζῶντος·
Χαῖρε, βλαστὲ υἱοῦ Πρωτοτόκου.
Χαῖρε, ἀϑλητὰ πορφυρωμένε αἶματι·
Χαῖρε, μυρεψὲ λελαμπρυσμένε πνεύματι.
Χαῖρε, ἐπάξιον ἐκτύπωμα τοῦ Ἰησοῦ Χριστοῦ·
Χαῖρε, τίμιον ἀγλάισμα εὐσεβοῦς χριστιανοῦ.
Χαῖρε, τῆς Ἐἰκκλησίας φαεινότατος στύλος·
Χαῖρε, τῆς εὐσεβείας τὸ ἀκλόνητον κράτος.
Χαῖρε, δι᾿ οὗ οἱ Ἂγγελοι χαίρουσι·
Χαῖρε, δι᾽ οὗ οἱ δαίμονες ἥττηνται.
Χαῖρε, ἡμῖν ὁ πρέσβυς καὶ ῥύστης·
Χαῖρε, ἀεὶ στεφανίτα Κύριου.

Χαῖρε, μάρτυς Δημήτριε.

Ὡ Δημήτριε μάρτυς! τοῦ Ἰησοῦ Χριστοῦ γνησιώτατε φίλε καὶ ἡμῶν προστάτα (ἐκ γ’.) δεξάμενος τοῦ ὐμνωδοῦ τοὺς οἴκους τούτους, ῥῦσαι συμφορᾶς, αὐτὸν τὲ καὶ τοὺς πιστοὺς ἄπαντας καὶ αἰωνίου λύτρωσαι κολάσεως τοὺς συμμελωδοῦντας·

Ἀλληλούια.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῷ Μυροβλήτῃ τοῦ Χριστοῦ τὰ νικητήρια, ὡς τροπαιούχον οἱ πιστοὶ τὰ ὑμνητήρια, ἀναμέλπωμεν Δημήτριε οἶ σοι δοῦλοι, ἀλλ᾽ ὡς ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίων ἡμᾶς ἀπάλλαξον κακώσεων, ἵνα κράζωμέν σοι· Χαῖρε, μάρτυς Δημήτριε.

Ἀντεγράφησαν ἀπὸ χειρογράφων δοϑέντων ἡμῖν κατόπιν πολλῶν παρακλήσεων φίλου τινὸς τῇ 17η ᾿Ὀκτωβρίου 1912 ὃν καὶ εὐγνωμονοῦμεν.
Γεώργιος Α. Βουτέρης Ἰερεὺς και προσκυνητής.