Παρακλητικός Κανών εις τους Έφορους και προστάτας Αγίους της Ιερας Μονής Χοζεβά

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἔν τῆ άληθεία σου, εἰσάκουσον μου ἔν τῆ δικαιοσύνῃ σου. Καί μή εἰσέλθῃς εἵς κρίσιν μετά τοϋ δούλου σου, ὅτι οὗ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὅ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἵς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἔν σκοτεινοῖς, ὦς νεκρούς αἰῶνος, καί ήκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἔν έμοι ἐταράχθη ἤ καρδία μου. Ἐμνήσθην ήμερων ἀρχαίων, ἐμελέτησα ἔν πᾶσι τοῖς ἔργοις σου, ἔν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ἤ ψυχή μου ὦς γῆ ἄνυδρος σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἵς λάκκον. Ἀκουστόν ποιῆσον μοι τό πρωΐ τό ἐλεός σου, ὅτι ἐπί σοι ἤλπισα. Γνώρισον μοι, Κύριε, όδόν ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἷ ὅ Θεός μου. Τό Πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἔν γῆ εὐθείᾳ ἕνεκεν τοΰ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἔν τῆ δικαιοσύνη σου, έξάξεις ἐκ θλίψεως τήν ψυχήν μου. Καί ἔν τῷ έλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σοῦ εΐμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ εξής·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Ἐναργεστάτους Χοζεβᾶ τοῦ Σεμνείου τοῦ σπηλαιιώδους ἀρωγοὺς καὶ προστάτας τιμήσωμεν κραυγάζοντες αὐτοῖς· Ἠλιού, Μάρτυρες τρισχίλιοι, Σάββα, κλέος Καλύμνου, Ἰωάννη ἔνϑεε καὶ Γεώργιε μάκαρ, σὺν Ἰωάννη νέῳ καὶ Μητρὸς Θεοῦ γονεῦσιν, ἡμᾶς βλάβης ῤύσασϑε.

Δόξα το αὐτό. Καί νῦν. Θεοτοκίον.
Οὗ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἵ ἀνάξιοι εἰμί γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Ούκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

καὶ ὁ Κανών, οὐ ἡ Ἀκροστιχίς·
Χοζεβᾶ Μονῆς ἔφοροι, περισκέπετέ με. Χ.Μ

ᾨδὴ α΄. Ἦχος πλ. δ᾽ Ὑγρὰν διοδεύσας.
Χαρίτων ἐμπλήσατε ϑεϊκῶν ὑμᾶς τοὺς τιμῶντας, ἀντιλήπτορες Χοζεβᾶ Μονῆς καὶ προστᾶται, ϑεοφόροι,οἱ σὺν Κυρίῳ ἀεὶ ἀγαλλόμενοι.

Ὀ Θεοπροπάτωρ Ἰωακείμ, ὁ βόσκων σοὺς ἄρνας ἐν κοιλάδι τοῦ Χοζεβᾶ, ἡμᾶς συναρίϑμπσον ἀγέλη τῶν σῳζομένων εὐχαῖς διαϑέρμοις σου.

Ζωῆς αἰωνίου τυχεῖν ἡμᾶς ἀξίωσον πάντας, πνευματέμφορε Ἠλιού, Προφῆτα, ὁ ζῶν εἰς τοὺς αἰῶνας καὶ προστατεύων τοὺς σὲ μακαρίζοντας.

Θεοτοκίον.
Ἐπάκουσον πάντων σῶν οἰκετῶν καὶ πᾶσι παράσχου τὰ ἐλέη τοῦ σοῦ Υἱοῦ, ἀπείρανδρε Κεχαριτωμένη, ἡ τῶν ἡμῶν προσευχῶν ἐπακούουσα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Βελεμνῶν τοῦ ἐχϑίστου πιστούς, σεπτὲ Αγιε, ἀσινεῖς συντήρει τοὺς πίστει σοὶ καταφεύγοντας, Μονῆς φωστὴρ Χοζεβᾶ, Ὁσίων εὖχος πατέρων, ἀσκητὰ Γεώργιε, ϑεοφορούμενε.

Ἀσκητῶν κοσμιότης καὶ τιμαλφὲς μάργαρον τῶν Ἱεραρχῶν, Ἰωάννη, Μάνδρας διάκοσμε τοῦ Χοζεβᾶ, σαῖς λιταῖς ἡμᾶς μετόχους τοῦ πόλου δόξης καταξίωσον σὲ τοὺς γεραίροντας.

Μονοτρόπων Σεμνείου τοῦ Χοζεβᾶ ἔκτυπον ἄρτι, ϑεαυγὲς Ἰωάννη, πέφηπνας, Ὅσιε, τῆς Ῥουμανίας βλαστέ, ὁ εὐλογῶν οὐρανόϑεν πάντας προσκυνοῦντάς σου σκῆνος τὸ ἄφϑαρτον.

Θεοτοκίον.
Οὑρανίων δωμάτων δεῖξον ἡμᾶς, Δέσποινα, κληρονόμους, Θεογεννῆτορ, τοὺς εὐφημοῦντάς σε καὶ ἐν ῳδαῖς μελιχραῖς δοξολογοῦντας Υἱόν σου, πᾶσι τὸν δωρούμενον ἄμετρον ἔλεος.

Στηρίξατε, τοὺς κλονουμένους ἐν βίῳ ὑμῶν ἱκέτες τοῦ Σεμνείου τοῦ Χοζεβᾶ φρουροὶ καὶ ἀκέστωρες Ἀγίων χορεῖαι πνευματοφόρων.

Ἐπίβλεψον, ἔν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καὶ τὸ Κάϑισμα.
Ἦχος β΄, Πρεσβεία ϑερμή.
Μονῆς Χοζεβᾶ κοσμήτορες, πρεσβεύσατε ὑπὲρ τῶν ὑμᾶς τιμώντων, Θεοπάτορες, Ἀϑληταὶ τρισχίλιοι, Ἰωάννη, Σάββα, Γεώργιε, καὶ Ἠλιοὺ σὺν τῶ νεολαμπεῖ φανῷ, Ἰωάννῃ, τῆς ἀσκήσεως.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νἱκητὰς κατ᾽ ἀλάστορος δείξατε, Τρισχίλιοι καλλιμάρτυρες, Χοζεβᾶ τερπνὰ λευκάνϑεμα, τοὺς ὑμῶν τιμῶντας τὴν ἀναίρεσιν.

Ἠλιοὺ πνευματέμφορε, ὁ κρυβεὶς ἐν ἄντρῳ Χοῤῥάϑ, διάσωσον ἐκ τῆς μήνιος ἱκέτας σου τοῦ δεινοῦ καὶ πλάνου πολεμήτορος.

Σὠφρονεῖν καταξίωσον, Χοζεβῖτα Αγιε, χαριτώνυμε, Ἰωάννη, τοὺς προστρέχοντας ταῖς ϑεοπειϑέσι σου ἐντεύξεσι.

Θεοτοκίον.
Ἐλεοῦσα τοὺς δούλους σου μῇ ἐλλείπτης, Δέσποινα παμμακάριστε, τοὺς λαμπρῶς σε μεγαλύνοντας ὡς πηγὴν ἐλέους, Μητροπάρϑενε.

ᾨδὴ ς΄. Φώτισον ἡμᾶς.
Φέγγει σῶν εὐχῶν, ᾧ Σάββα, ζόφωσιν διάλυσον τῶν παϑῶν ἡμῶν τιμώντων σε φαιδρῶς ἀσκητὴν ὡς Χοζεβίτην ὁσιώτατον.

Ὀ νεοφανὴς ἐκ τῆς Ῥουμανίας ἥλιος, Ἰωάννη, καϑαγίασον ἡμᾶς προσκυνοῦντας ἀδιάφϑορόν σου σκήνωμα.

Ῥῦσαι πειρασμῶν τοὺς προστρέχοντας, Γεώργιε Χοχεβῖτα, σαῖς πρὸς Ὕψιστον λιταῖς, ἀπαϑείας πολυτίμπτον κειμήλιον.

Θεοτοκίον.
Ὂλβε ἀρετῆς καὶ συνέσεως, Μητρόϑεε, ἐναρέτως πολιτεύεσϑαι ἡμᾶς καταξίωσον ἀεί σε μακαρίζοντας.

ᾨδὴ στ΄. Τὴν δέπσιν.
‘Ικάνωσον, ᾿Ηλιοὺ ϑεσπέσιε, σοὺς ἱκέτας ἀπολαῦσαι τῆς δόξης τοῦ Θεανϑρώπου ἐν δώμασι πόλου, Οὗ ἐν Θαβὼρ τῆς εὐκλείας ἀπήλαυσας σὺν τοῖς προκρίτοις Μαϑηταῖς καὶ Μωςῆ τῷ σεπτῷ, ϑεοδόξαστε.

Προπάτορες ταπεινοὶ καὶ δίκαιοι, ἱερὲ Ἰωακεὶμ σὺν τῆ Αννᾳ, οἱ τιμαλφεῖς τοῦ Χοῤῥὰϑ τῆς κοιλάδας καὶ τῶν σπηλαίων αὑτῆς ὄλβοι, ῤύσασϑε ἡμῶν κινδύνων ἀλγεινῶν, πειρασμῶν, νοσημάτων καὶ ϑλίψεων.

Εὑάρεστος τῷ Θεῷ γενόμενος νυχϑημέροις σου, Γεώργιε, πόνοις καὶ τοῦ σαρκίου σου σκληραγωγίᾳ εῦρες τὴν χάριν πρεσβεύειν ἀείποτε ὐπὲρ τῶν πίστει ἀκλινεῖ, Χοζεβῖτα φωστήρ, ἀνυμνούντων σε.

Θεοτοκίον.
‘Ρανίδας μου τῶν δακρύων, Δέσποινα, σῶν δεήσεων ἀπόσμηξον μάκτρῳ πρὸς τὸν Υἱόν σου, τὸν εὔσπλαγχνον Λόγον τοῦ Ὑψίστου, καὶ λύπας μετάστρεψον αὐτῶν εἰς ἄληκτον χαράν, Θεοτόκε, πιστῶν παραμύϑιον.

Στηρίξατε τοὺς κλονουμένους ἐν βίῳ ὑμῶν ἱκέτας, τοῦ Σεμνείου τοῦ Χοζεβᾶ φρουροὶ καὶ ἀκέστορες, Αγίων χορεῖαι πνευματοφόρων.

Ἂχραντε, ἤ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὦς ἔχουσα μητρικήν πἀῤῤησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β. Τοῖς τῶν αἱμάτων σου.
᾽Ιωακείμ τε καὶ Αννα, Γεώργιε, Πατέρες ᾿Αναιρεϑέντες Τρισχίλιοι, σὺν Ἠλιού, Ἰωάννῃ πρεσβεύσατε, Σάββᾳ καὶ Ἰωάννη ϑεόφρονι, ὑπὲρ ἡμῶν, Χοζεβῖται, τῷ Κτίσαντι.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ ϑάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ᾿Αγίοις Αὐτοῦ.

Εὐαγγέλιον κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-38).
Τῶ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ , καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· ακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν. Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε. Οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. Οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν. ᾿Αλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. Παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. Καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί. Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε· δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν, πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· τῷ γὰρ αὐτῷ μέτρῳ ᾧ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.

Δόξα.
Ταῖς τῶν Σῶν Ἀγίων πρεσβείαις, Ἔλεῆιμον ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός..
Ἰδιόμελον,
Ἦχος πλ. β΄. Ὅλην ἀποϑέμενοι.
Χοζεβῖται Ἂγιοι, Ἰωακεὶμ Θεοπάτορ, Ἂννα, σκεῦος χάριτος, Ἠλιοὺ πανϑαύμαστε, Ὁσιόαϑλοι θεῖοι, Τρισχίλιοι, Σάββα, Καλυμνίων ἀρωγέ, σετιτὲ Γεώργιε, ἐρήμου σέμνωμα, μάκαρ Ἰωάννη, πανεύφημε τῆς Καισαρείας ἔφορε καὶ Ῥουμάνων νέον καλλώπισμα, πάτερ Ἰωάννη, Χριστὸν ἐξιλεοῦσϑε ἐκτενῶς ἐμοῦ ὑπὲρ ὁμηγύρεως εὑσεβῶν, πανϑαύμαστοι.

Σῶσον, ὁ Θεὸς, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
᾽Ιαμάτων ταμεῖα αἱ σοροὶ τῶν λειψάνων ὑμῶν ἐδείχϑπσαν, τρἰσχίλιοι Ἀββάδες, χερσὶν ἀναιρεϑέντες μιαρῶν, πολυτίμητοι τοῦ Χοζεβᾶ ϑησαυροὶ τοῦ εὐκλεοῦς Σεμνείου.

Σὠφροσύνης πυξίον, ἀσκητὰ Ἰωάννη, Ῥουμάνων σέμνωμα, σωφρόνως σοὺς ἱκέτας, δικαίως διανῦσαι τρίβον πρόσκαιρον, Ἂγιε, καὶ εὐσεβῶς τοὺς πιστῶς σὸν σκῆνος προσκυνοῦντας.

Καταπράῦνον πάϑη σαρκικὰ ἱκετῶν σου, σεπτὲ Γεώργιε, οἰκῆτορ Ἰορδάνου ἐρήμου καὶ κοιλάδος τοῦ Χοῤῥὰϑ πανσεβάσμιε, σκληραγωγίᾳ σαρκὸς ὁ ϑεωϑεὶς καὶ νήψει.

Θεοτοκίον.
Εὑσυμπάϑητε Μῆτερ, Παναγία Παρϑένε, Θεογεννήτρια, μὴ παύσῃ δυσωποῦσα τὸν εὔσπλαγχνόν σου Τόκον ὑπὲρ πάντων τιμώντων σε τῶν ὄντων ἐν συμφοραῖς καὶ βλάβαις καὶ κινδύνοις.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Παράσχου πᾶσι τὴν προστασίαν σου, Σάββα, Καλυμνίων ἀκέστορ, τοῖς ὕμνοις μεγαλύνουσί σε ὡς μονοτρόπων κέρας.

Ἐκ τοῦ στρουϑίου ἐν Χοζεβᾷ τῷ σπηλαίῳ, Ἠλιού, ὁ τρεφόμενος, ϑρέψον σοὺς ἱκέτας ἄρτῳ ἀγάπης γλυκυτάτῳ.

Τὃν Χοζεβίτην νῦν Ἰωάννην τιμῶντες ὡς ἀσκήσεως τύπον βοῶμεν· Ῥύου, Ἱεράρχα, ἡμᾶς εὐχαῖς σου ἄχϑους.

Θεοτοκίον.
Εἰρήνης πέπλον, σεμνή, ἐφάπλωσον, Μῆτερ, Θεοτόκε, τοῖς σὲ ἀνυμνοῦσιν ὡς πολεμουμένων εἰρήνην, Παναγία.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μἡ παύση, ἀσκουμένων γέρας, ἱκετεύων τὸν ἀϑλοϑέτην, ϑεόφρον Γεώργιε Χοζεβιτῶν ὡραιότης, ὑπὲρ προσφύγων σου.

Ἐξ ὕψους σου εὐκλείας πέμψον, Ἰωάννη, τῆς Ῥουμανίας βλαστέ, πᾶσι χάριν σου ἀσπαζομένοις σὸν σκῆνος τὸ ἀδιάφϑορον.

Χαρᾶς ἡμῶν καρδίας πλήσατε, ᾿Αββᾶδες Ἀναιρεϑέντες Τρισχίλιοι, λείψανα ἀσπαζομένων ἐν πίστει ὑμῶν τὰ πάνσετα.

Θεοτοκίον.
Μνημόνευε σῶν δούλων, Κεχαριτωμένη, μεγαλυνόντων ᾿Αγίων τὸν σύλλογον
τοῦ Χοζεβᾶ τοῦ Σεμνείου, Θεογεννήτρια.

Καί εὐθύς, τό•
Ἄξιόν ἐστίν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

καὶ τὰ παρόντα Μεγαλυνάρια·
Χαῖροιτε, Γεώργιε, Χοζεβᾶ, Ἰωάννη, Σάββα, Ἠλιού τε Ἰωακείμ, Αννα ϑεοφόρε, Τρισχίλιοι Πατέρες καὶ νέε Ἰωάννη, ἄνϑη μυρίπνοα.

Δεῦτε προσκυνήσωμεν εὐλαβῶς σκῆνος Ἰωάννου, τοῦ Ὁσίου ἐν Χοζεβᾷ Μάνδρᾳ, ὃ ἡ χάρις ἠφϑάρτισε Κυρίου ἐκ Ῥουμανίας ἄρτι τοῦ οὐρανόφρονος.

Χαίροις, Θεοπάτορ Ἰωακείμ, ὁ σοὺς ἄρνας βόσκων ἐν κοιλάδι τοῦ Χοζεβᾶ εἰληφὼς ϑεόϑεν τὸ ἄγγελμα Παρϑένου ὑπὸ τῆς σῆς συνεύνου ξένης συλλήψεως.

Χαίροις, ἑστιάτορα, Ἠλιού, ὁ ὲν τῇ ἐρήμῳ ἔχων κόρακα τοῦ Χοῤῥάϑ, ἔνϑα ἀπεκρύβῃς ἀποφυγεῖν τῆν μῆνιν ἀπίστου Ἰεζάβελ, ἄνερ φωτόλαμπρε.

Φοίνικα κατάκαρπον ἀρετῶν τὸν ἐν τῆ ἐρήμω τῆς κοιλάδος τοῦ Χοζεβᾶ φυτευϑέντα δεῦτε ὑμνήσωμεν προφρόνως Γεώργιον Ὁσίων ὡς ὑφηγήτορα.

Χαίροις, ἡσυχίας ὁ ἐραστής, χαίροις, ἐνδοτέρας ἐρημίας ὁ πολιστής, χαίροις, ὁ τῆς Λαύρας τοῦ Χοζεβᾶ δομήτωρ, τρισμάκαρ Ἰωάννη, μέροψ ἰσάγγελε.

Οὑ βαρβάρων ξῖφος οὐδ᾽ ἀπειλὴ τμήσεως αὐχένος ἠδυνήϑησαν ἀνελεῖν τὰς ὑμῶν καρδίας, φωσφόροι Χοζεβῖται, Τοισχίλιοι ᾿Αββᾶδες, Ὁσιομάρτυρες.

Χαίροις, ὁ ἀρτίως ἀναφανεὶς ἄστρον ὡς πυρφόρον ἐγκρατείας καὶ προσευχῆς, χαίροις, ὁ ἀσκήσει καὶ ἀρετᾷ τὴν νῆσον Καλύμνου ὡραΐσας, Σάββα τρισόλβιε.

Εύνευνος τιμία Ἰωακείμ, χαίροις, σῶφρον Ἂννα, ἧ ἀφράστως τὴν τοῦ Χριστοῦ τέξασα μητέρα, τὴν μόνην Θεοτόκον, δι᾽ ἧς ἡ σωτηρία κόσμῳ ἐπέφανε.

Πάσαι τῶν ’Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς, οἱ ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἵς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ ᾿Απολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Χοζεβᾶ τοῦ Σεμνείου Ἀγίους μέλψωμεν Ἰωακείμ τε καὶ Ανναν, προφήτην νῦν Ἠλιού, Ἰωάννην, χαριτόβρυτον Ἐπίσκοπον, Σάββαν, Καλύμνου ἀσκητήν, καὶ Γεώργιον σεπτὸν Ῥουμάνῳ σὺν Ἰωάννῃ, ὡς ἐναργεῖς παραστάτας ἡμῶν καὶ ϑείους ἀντιλήπτορας.

Ἐκτενὴς καὶ Ἀπόλυσις, με’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Μἀνδρας περιδόξου Χοζεβᾶ, τῆς ἐν τοῦ Χοῤῥὰϑ τῇ κοιλάδι προστᾶται καὶ ἀρωγοί, Ἂγιοι, μὴν παύσησϑε Χριστῷ πρεσβεύοντες ὑπὲρ πάντων ἑκάστοτε ὑμῖν προσφευγόντων, Ἠλιού, Γεώργιε, Ἀββᾶδες Μάρτυρες, Σάββα, νεαυγὲς Ἰωάννη,
σὺν Ἰωακείμ τε καὶ Ἂννῃ, Ἰωάννη, Ὅσιε Ἐπίσκοπε.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Δίστιχον·
Κωνσταντίνου ἔστε, Χοζεβῖται ϑεῖοι,
βοηϑοὶ ἐν βίῳ, βοᾷ Χαραλάμπης.

Παρακλητικός Κανών εις τους Αγίους Ένδοξους Οσιομάρτυρας των εν τη Ιερά Μονή Χοζεβά Αναιρεθέντων