Δύο Χαιρετιστήριοι Οίκοι εις τον Όσιο Ευμένιο τον Νέο

  1. Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια

  2. Ποίημα Ιωάννη Τσιλιμιγκάκη

Χαιρετισμοί εις τον εν Οσίοις Πατέρα ημών Ευμένιο τον Κρητά εν Αθήνα Εκλάψαντα

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἀνεξίκακον, ἡσύχιον, ἐχέφρονα, ἁπλοῦν τε πρᾶον, ταπεινὸν καὶ εὐσυμπάθητον, εὐλαβῆ ἱερομόναχον, μελιῤῥύτοις ἀνυμνήσωμεν ᾠδαῖς, ὡς ἀπλανέστατον κατευθύντορα πιστῶν πρὸς βίον κρείττονα, πόθῳ κράζοντες· Χαίροις, μάκαρ Εὐμένιε.

Οἱ Οἶκοι.
Ἄνθρωπος οὐρανόφρων καὶ ἰσάγγελος ὤφθης, Εὐμένιε, ἀρτίως ἐν κόσμῳ, (ἐκ γ΄) Λοιμωδῶν Νόσων στῦλε λαμπρὲ τοῦ Νοσοκομείου καὶ πιστῶν ἄριστε ἰθῦντορ πρὸς τελείωσιν· διὸ σοὶ ἐκβοῶμεν ταῦτα·

Χαῖρε, τῆς Κρήτης ὁ θεῖος γόνος·
χαῖρε, ἀγάπης ἀστράπτων λύχνος.
Χαῖρε, Νικηφόρου ἀγώνων ὁμόζηλε·
χαῖρε, φιλαρέτου βιώσεως πρόμαχε.
Χαῖρε, δένδρον ἀγλαόκαρπον θεοσδότων δωρεῶν·
χαῖρε, ῥόδον εὐωδέστατον συμπαθείας τῶν λεπρῶν.
Χαῖρε, τῶν Ἀθηναίων τὸν λαὸν ὁ εὐφράνας·
χαῖρε, τῶν χριστωνύμων τὴν πληθὺν ὁ στηρίξας.
Χαῖρε, ἠθῶν ἀμέμπτων κειμήλιον·
χαῖρε, σεπτὸν τῆς χάριτος ἔσοπτρον.
Χαῖρε, πιστῶν ἀπλανὴς ποδηγέτης·
χαῖρε, ἡμῶν πρὸς τὸν Κτίστην μεσίτης·

Χαίροις, μάκαρ Εὐμένιε.

Βλάστημα τῆς ἀσήμου Ἐθιᾶς κώμης, πάτερ Εὐμένιε, νῦν σεμνυνομένης τοῖς σπαργάνοις σου, πάτερ, αὐτὴν σοῦ τῇ ἰσαγγέλῳ ἀγωγῇ ἔδειξας καὶ πλήθει θαυμασίων σου διάσημον, ἀεὶ ὁ ψάλλων·

Ἀλληλούϊα.

Γόνε τῆς νήσου Κρήτης εὐανθές, θεοφόρεΕὐμένιε, ἐξήνθησας ῥόδα ἀγωγῆς ἀκραιφνοῦς, προσευχῆς καὶ διακονίας τῶν λεπρῶν, στίγματα ἧς ἐν σαρκίῳ ἔφερες, πανόσιε· διὸ βοῶμεν·

Χαῖρε, ὀσφράδιον ἐγκρατείας·
χαῖρε, μυράλειπτρον ἀπαθείας.
Χαῖρε, εὐθαλέστατον ἔρνος ἀσκήσεως·
χαῖρε, τιμαλφέστατον σκεῦος συνέσεως.
Χαῖρε, ὅτι στῦλος ἄσειστος ἀνεδείχθης ἀρετῶν·
χαῖρε, ὅτι φάρος πάμφωτος ὤφθης πόνων ἱερῶν·
Χαῖρε, ὁ προσελκύσας Παρακλήτου τὴν χάριν·
χαῖρε, ὁ καταδείξας τῆς καρδίας σου ῥῶσιν.
Χαῖρε, ῥεόντων πάντων ὑπέρτερος·
χαῖρε, παμφώτων δόμων ὁ ἔνοικος.
Χαῖρε, κανὼν προσφορᾶς πρὸς νοσοῦντας·
χαῖρε, εἰκὼν ἀγωγῆς πρὸς ἀλγοῦντας·

Χαίροις, μάκαρ Εὐμένιε.

Δύναμιν δεδεγμένος οὐρανόθεν ἐκ χρόνων, Εὐμένιε, τῶν νεανικῶν σου πρὸς Ἁγίου Νικήτα Μονὴν βήματά σου, πάτερ, εὐλαβῶς ἴθυνας, ἐν ᾗ σεμνῶς ἀσκούμενος ἑκάστοτε Θεῷ ἐβόας·

Ἀλληλούϊα.

Ἔνθεε πάτερ, θείων δωρεῶν ἠξιώθης, Εὐμένιε σεπτέ, ὡς πυξίον πρὸς ἡγούμενον ὑπακοῆς Μάνδρας μετανοίας σου, ἐν ᾗ κλίμακα ἀνῆλθες ὁσιότητος, πανόλβιε πρὸς ὃν βοῶμεν·

Χαῖρε, ἀζύγων ἡ κοσμιότης·
χαῖρε, ὁσίων ἡ ὡραιότης.
Χαῖρε, ὁ διώξας εὐχαῖς σου δαιμόνιον·
χαῖρε, ὁ εὐφράνας σοῖς πόνοις τὸν Ὕψιστον.
Χαῖρε, σάλπιγξ ἡ μεγάφωνος τῆς δυνάμεως Χριστοῦ·
χαῖρε, σύριγξ ἡ ἡδύμολπος καταπτώσεως ἐχθροῦ.
Χαῖρε, φέγγος τὴν νῆσον τῶν Κρητῶν καταυγάζον·
χαῖρε, στῦλος τὸν δῆμον κλονουμένων στηρίζων.
Χαῖρε, φωστὴρ λαμπρὸς ἀγαθότητος·
χαῖρε, λαμπτὴρ πιστῶν νουθετήσεως.
Χαῖρε, ἀσπὶς κατ’ ἐσμοῦ δαιμονίων·
χαῖρε, κρηπὶς οὐρανίων χαρίτων·

Χαίροις, μάκαρ Εὐμένιε.

Ζήλῳ πεπληρωμένος οὐρανίῳ εἰσῆλθες,Εὐμένιε, εἰς ἱερωσύνην, ἣν ἐν Μάνδρᾳ Καλυβιανῆς Τιμοθέου, μάκαρ, ἐκ χειρῶν ἔλαβες, τῆς Κρήτης ἀρχιποίμενος, ἐν ἄκρᾳ ταπεινώσει ψάλλων·

Ἀλληλούϊα.

Ἤσκησας θεαρέστως Κουδουμᾶ ἐν Σεμνείῳ, Εὐμένιε, ἐν ᾧ ἀπηλλάγης ἐπηρείας παγκάκου ἐχθροῦ δι’ εὐχῶν συντόνων σου, σεπτῇ χάριτι αὐτοῦ ὁσίων, πάντιμε, πρὸς ὃν πανευλαβῶς βοῶμεν·

Χαῖρε, τὸ εὖχος Ἀστερουσίων·
χαῖρε, τὸ μένος τῶν δαιμονίων.
Χαῖρε, ὁ στρουθὸς Κουδουμᾶ ὁ φιλέρημος·
χαῖρε, ὁ φρουρὸς σὲ τιμώντων ὁ ἄγρυπνος.
Χαῖρε, ὅρμος ἀκλυδώνιστος ἐν πελάγει Λυβικῷ·
χαῖρε, στῦλος Θείας Χάριτος ἐν Σεμνείῳ ἱερῷ.
Χαῖρε, ὁ καταισχύνας πτερνιστὴν τὸν ἀρχαῖον·
χαῖρε, ὁ κατευφράνας ἀσκουμένων τὸν δῆμον.
Χαῖρε, Κρητῶν ὁσίων ἀπαύγασμα·
χαῖρε, λαμπρῶν ἀγώνων φρυκτώρημα.
Χαῖρε, δι’ οὗ εὐσεβοῦντες σκιρτῶσι·
χαῖρε, πρὸς ὃν οὗτοι πίστει βοῶσι·

Χαίροις, μάκαρ Εὐμένιε.

Θραύσας τοῦ μισοκάλου τὴν ἰσχὺν σῇ ἀσκήσει, Εὐμένιε, ἠσθένησας, οἴμοι, ἐκ τῆς λέπρας, ὀφθείσης πηγὴν καθαγιασμοῦ σου, θαυμαστὲ ὅσιε, ἣν ἀγογγύστως ἤνεγκας ὡς δῶρον τοῦ Θεοῦ καὶ ᾖδες·

Ἀλληλούϊα.

Ἴθυνας βήματά σου πρὸς τὸ νοσοκομεῖον, Εὐμένιε, ταχὺ νοσημάτων λοιμωδῶν, ἐν ᾧ θείῳ λεπρῷ, πάνυ Νικηφόρῳ, ἱερεῦ ἔνθεε, ἐκθύμως ὑπηρέτησας, καὶ ἔπιθες λεπροὺς βοᾶν σοι·

Χαῖρε, ἡ σάλπιγξ τῆς συμπαθείας·
χαῖρε, ὁ ὅρπηξ θεοσεβείας.
Χαῖρε, προσφορᾶς πρὸς ἀλγοῦντας ὁ χείμαῤῥος·
χαῖρε, καθαρᾶς βιοτῆς λύχνος πάμφωτος.
Χαῖρε, ὅτι ἀντιλήψει σου ἀνεκούφισας λεπρούς·
χαῖρε, ὅτι Θείᾳ Χάριτι πόνους ἤλασας φρικτούς.
Χαῖρε, ὅτι ἐδείχθης τῆς ἀγάπης λυχνία·
χαῖρε, ὅτι ἐγένου τοῖς νοσοῦσι θυσία.
Χαῖρε, ἠὼς ἀΰλου λαμπρότητος·
χαῖρε, φωτὸς δοχεῖον τῆς χάριτος.
Χαῖρε, πνοὴ ἀνιάτως νοσούντων·
χαῖρε, στοργὴ τῶν ἐν κλίναις κειμένων·

Χαίροις, μάκαρ Εὐμένιε.

Κόποις σου νυχθημέροις τῶν σεπτῶν Ἀναργύρων, Εὐμένιε, τοῦ νοσοκομείου ἐπεράτωσας, πάτερ, Ναόν, ἐν ᾧ ἱερούργεις ταπεινῶς, ὅσιε, καθαρισάντων λέπραν σου τῇ χάριτι Θεοῦ, ᾯ ᾖδες·

Ἀλληλούϊα.

Λάμπων δι’ ἐγκρατείας, τῆς ἀγάπης τῆς θείας, Εὐμένιε, ἐδέξω τὴν φλόγα τῆς πατρότητος πνευματικῆς εὐσεβῶν σπευδόντων ταῖς νουθεσίαις σου καὶ σοὶ οἰκούσῃ χάριτι, ὧν ἤνοιξας τὰ χείλη ψάλλειν·

Χαῖρε, ποιμένων ἡ ὡραιότης·
χαῖρε, πατέρων ἡ κοσμιότης.
Χαῖρε, ἰθυντὴρ τῶν πιστῶν ἀπλανέστατος·
χαῖρε, ὁ σβεστὴρ ἐπηρείας τοῦ δαίμονος.
Χαῖρε, κῆρυξ διαπρύσιος συμπαθείας τῶν λεπρῶν·
χαῖρε, μάστιγξ ἀκατάβλητος τῶν ἐχθρῶν τῶν νοητῶν.
Χαῖρε, ὁ θεραπεύων τῶν σπευδόντων σοι ἄλγη·
χαῖρε, ὁ καταστέλλων τὰ χαμαίζηλα πάθη.
Χαῖρε, ἀμνῶν ποιμὴν ὁ φιλόστοργος·
χαῖρε, κλεινῶν ὁσίων ὁμόστεφος.
Χαῖρε, ἐχθρῶν ἐλατὴρ ἀοράτων·
χαῖρε, πιστῶν βοηθὸς τρυχομένων·

Χαίροις, μάκαρ Εὐμένιε.

Μένων ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ ἄχρι τέλους, Εὐμένιε, ἑδραῖος ἐδείχθης τῶν παθῶν τοῦ Ἰὼβ μιμητής, φέρων ἀγογγύστως νόσων σου στίγματα ὡς δῶρα ἐπουράνια· διὸ καὶ καθ’ ἑκάστην ᾖδες·

Ἀλληλούϊα.

Νέον ἄστρον ἐφάνης τῇ Χριστοῦ Ἐκκλησίᾳ, Εὐμένιε, ὁ σὺν Νικηφόρῳ καὶ Ἀνθίμῳ σεπτῷ κατοικῶν ἐν αὐλαῖς Κυρίου καὶ παθῶν ζόφωσιν διώκων ἱκεσίαις σου σὺν τούτοις ἐκ τῶν σοὶ βοώντων·

Χαῖρε, ἁπλότητος ἐκμαγεῖον·
χαῖρε, χρηστότητος τὸ ταμεῖον.
Χαῖρε, ἐγκρατείας νεόδμητον οἴκημα·
χαῖρε, Ἐκκλησίας θεόσδοτον τίμημα.
Χαῖρε, κέρας ταπεινώσεως καὶ εὐχῆς καρδιακῆς·
χαῖρε, γέρας θεοδώρητον ἐν δεινοῖς ὑπομονῆς.
Χαῖρε, δεδοξασμένε ἀρετῆς ὑφηγῆτορ·
χαῖρε, λελεμπρυσμένε Κρητονήσου κοσμῆτορ.
Χαῖρε, πηγὴ χαρὰν ἀναβλύζουσα·
χαῖρε, στακτὴ ψυχὰς κατευφραίνουσα.
Χαῖρε, βροτοῖς ὁ παρέχων ἀγάπην·
χαῖρε, πιστοῖς νέμων ἄνωθεν χάριν·

Χαίροις, μάκαρ Εὐμένιε.

Ξένων θαυμάτων πέλεις αὐτουργὸς ὡς Κυρίῳ εὐάρεστος, Εὐμένιε μάκαρ, Ὃν ἐδόξασας σῇ προσφορᾷ λογικὴν πρὸς ποίμνην τὴν Αὐτοῦ, Ὅσιε, καὶ προσευχαῖς ἀπαύστοις σου, ἀείποτε ὁ πίστει ψάλλων·

Ἀλληλούϊα.

Ὅλος ἡγιασμένος ἐν ἐσχάτοις τοῖς χρόνοις, Εὐμένιε τρισμάκαρ, ἐπώφθης, ἐν Ἀθήναις ὡς πνευματικὸς ἀπλανὴς καὶ πάντων ἀρωγὸς πρόθυμος λεπρῶν· διὸ ἀγάμενοι τὸν βίον σου τρανῶς βοῶμεν·

Χαῖρε, ὁ παύων τὰς ἀλγηδόνας·
χαῖρε, καθαίρων τὰς σηπεδόνας.
Χαῖρε, ποταμὸς Παρακλήτου ἀστείρευτος·
χαῖρε, ὁ κρουνὸς ἰαμάτων ὁ ἄφθονος.
Χαῖρε, ὅτι χάριν εἴληφας δαψιλῶς θαυματουργεῖν·
χαῖρε, ὅτι τρίβον ἤνυσας ἀγογγύστως τὴν στενήν.
Χαῖρε, τῶν Ἀθηναίων ὁ χορείας στηρίζων·
χαῖρε, ὁ τῶν Ἀγγέλων τοῖς χοροῖς συγχορεύων.
Χαῖρε, πυξὶς βροτείου συστήματος·
χαῖρε, ἀκτὶς ἀγάπης τοῦ Κτίσαντος.
Χαῖρε, ἠθῶν ἀγαθῶν φυτοκόμος·
χαῖρε, παθῶν χαλεπῶν ῥιζοτόμος·

Χαίροις, μάκαρ Εὐμένιε.

Πλήρης χαρᾶς ὁ δῆμος εὐσεβῶν μεγαλύνει, Εὐμένιε, σὸν ἄμεμπτον βίον καὶ θαυμάτων σου χάριν πολλήν, ἣν ὡς ταπεινόφρων ἱερεὺς ἔλαβες ὡς πόνων ἀντιμίσθιον ἀόκνων σου, Χριστῷ ὁ ψάλλων·

Ἀλληλούϊα.

Ῥεύμασι σῶν δακρύων τὰς πληγὰς Νικηφόρου, λεπροῦ ὁσίου ὁ ἀποπλύνας, ἠξιώθης σαφῶς σὺν αὐτῷ τὰ ἡμῶν ἐκπλύνειν πάθη, Εὐμένιε, τῶν πίστει προσιόντων σοι καὶ πίστει ἀκλινεῖ βοώντων·

Χαῖρε, ὁ χείμαῤῥος τῶν δακρύων·
χαῖρε, ὁ πρόβολος τῶν ὁσίων.
Χαῖρε, λοιμικῶν νόσων θεραπευτήριον·
χαῖρε, ἀλγεινῶν πόνων ἀλεξιτήριον.
Χαῖρε, ῥεῖθρον τὸ νεόῤῥυτον νάματος τοῦ μυστικοῦ·
χαῖρε, βάθρον ἀδιάσειστον ἔρωτος τοῦ θεϊκοῦ.
Χαῖρε, ὁ καταρδεύσας τὰς ψυχὰς εὐσεβούντων·
χαῖρε, ὁ κατευφράνας τοὺς χοροὺς τῶν ἀλγούντων.
Χαῖρε, κρουνὸς νοσούντων ἰάσεως·
χαῖρε, ψαλμὸς Κυρίου δυνάμεως.
Χαῖρε, τὸ φρέαρ χαρὰν ἀναβλύζων·
χαῖρε, τὸ ἔαρ ψυχὰς καθηδύνων·

Χαίροις, μάκαρ Εὐμένιε.

Στέφανον ἀφθαρσίας ἐκ Θεοῦ δεδεγμένος, Εὐμένιε σὺν τῷ Νικηφόρῳ τῷ λεπρῷ, οὗ σαρκίου πληγὰς ἄχρι τέλους. ἀσκητά, ἔπλυνες, οἰκήτωρ πόλου πέφηνας φωναῖς μελισταγέσι ψάλλων·

Ἀλληλούϊα.

Τεῖχος Θεοῦ ἀγάπης, ταπεινώσεως βάθρον, ἁπλότητος κρηπὶς καὶ δοχεῖον ἀρετῶν διαυγὲς πεφηνὼς
ἔλαβες θαυμάτων χάριν, Εὐμένιε·
διὸ σὲ μακαρίζοντες
βοῶμέν σοι ἐν κατανύξει·
Χαῖρε, τὸ ἕρνος τῆς ἀπαθείας·
χαῖρε, ὁ αἶνος τῆς συμπαθείας.
Χαῖρε, ὁ κρατήρ, ὁ κιρνῶν τὰ ἰάματα·
χαῖρε, ὁ φωστήρ, ὁ δεικνὺς πόλου δώματα.
Χαῖρε, δρόσος νεοστάλακτος ἀναψύχουσα βροτούς·
χαῖρε, πύργος ὁ νεόδημος, πυργηρῶν πιστῶν χορούς.
Χαῖρε, ὁ ἰσαγγέλως ἐν Ἀθήναις βιώσας·
χαῖρε, ὁ θεαρέστως τὸν σὸν βίον τελέσας.
Χαῖρε, πολλῶν νοσούντων ἡ ἴασις·
χαῖρε, ψυχῶν ἡμῶν ἀγαλλίασις·
Χαῖρε, φωτὸς τοῦ ἀστέκτου θεάμων·
χαῖρε, κρουνὸς θεοσδότων ναμάτων.

Χαίροις, μάκαρ Εὐμένιε.

Ὕμνοις καὶ μελῳδίαις σὴν πανέορτον μνήμην γεραίρομεν, Εὐμένιε μάκαρ, ὁ ἐν Κρήτῃ καὶ Ἄστει Κλεινῷ κατευαρεστήσας ἱεροῖς σκάμμασιν τῷ μόνῳ Παντοκράτορι, ᾯ πάντες εὐλαβῶς βοῶμεν·

Ἀλληλούϊα.

Φέγγει διακονίας σῆς πρὸς πάντας νοσοῦντας, Εὐμένιε, σῆς ποδηγεσίας εὐσεβῶν σοὶ σπευδόντων ψυχῶν καὶ σῶν θαυμασίων ἄρτι κατηύγασας τοὺς ἀνυμνοῦντας πόνους σου συντόνους καὶ πιστῶς βοῶντας·

Χαῖρε, ὁ φάρος διακονίας·
χαῖρε, ὁ κῆπος τῆς ἰατρείας.
Χαῖρε, ὁ ἀπαύστως ἐν βίῳ ἀσκούμενος·
χαῖρε, ἀενάως πιστοὺς ὁ ῥωννύμενος.
Χαῖρε, ὅτι κατεφώτισας τὴν ἀγέλην Ἀθηνῶν·
χαῖρε, ὅτι κατηγλάϊσας τὴν ὁμήγυριν πιστῶν.
Χαῖρε, ὁ διαλύσας τῶν παθῶν σκοτομήνην·
χαῖρε, ὁ θεραπεύσας τὴν ἀνίατον λύμην.
Χαῖρε, καμνόντων αἴγλη θεόσδοτος·
χαῖρε, νοσούντων φέγγος ἰάσεως.
Χαῖρε, φωτὸς κοινωνὲ τοῦ ἀΰλου·
χαῖρε, λαμπρὸς κληρονόμος τοῦ πόλου.

Χαίροις, μάκαρ Εὐμένιε.

Χαῖρε, ὁ τοῦ Κυρίου εὐμενῶς καθ’ ἑκάστην δεόμενος, Εὐμένιε μάκαρ, ὑπὲρ πάντων προσφύγων τῶν σῶν καὶ τῶν εὐφημούντων μελιχρῶς σκάμματα ἀσκητικά σου, ὅσιε, ἀπαύστως ὁ ἐκ βάθους ψάλλων·

Ἀλληλούϊα.

Ψάλλοντες εὐγνωμόνως σὴν ὑπέρτιμον μνήμην, Εὐμένιε, τιμῶμεν σοὺς πόνους πρὸς τελείωσιν τῆς ἀρετῆς καὶ διακονίαν ταπεινήν, πάντιμε, τῶν ἀσθενῶν, ὧν ἤνοιγες τὰ χείλη ἐν χαρᾷ βοᾶν σοι·

Χαῖρε, τὸν ᾆσμα τῶν σῳζομένων·
χαῖρε, τὸ τραῦμα τῶν δαιμονίων.
Χαῖρε, παναρμόνιον ὄργανον νήψεως·
χαῖρε, οὐρανόσταλτον φῶς ταπεινώσεως.
Χαῖρε, ὕμνος μελιστάλακτος ἀντιλήψεως λεπρῶν.
χαῖρε, στῦλος τῆς στηρίξεως κλονουμένων εὐσεβῶν.
Χαῖρε, διακονίας ἀσθενούντων ἡ βάσις·
χαῖρε, τῆς Ἐκκλησίας ἡ νεόφωτος φαῦσις.
Χαῖρε, λουτὴρ Χριστοῦ ἀγαπήσεως·
χαῖρε, σβεστὴρ ἐχθίστου τῆς μήνιος.
Χαῖρε, διάκοσμος τῆς Ἐκκλησίας·
χαῖρε, ὁ σάπφειρος διακονίας·

Χαίροις, μάκαρ Εὐμένιε.

Ὦ Εὐμένιε πάτερ, συμπαθείας ἀκρότης πρὸς πάντας ἀλγεινῶς ἀσθενοῦντας, (ἐκ γ΄) ὁ δοξάσας ἀσκήσει Θεὸν καὶ ποδηγεσίᾳ τοῦ λαοῦ, πάρεχε ἐξ ὕψους ῥῶσιν ἅπασι καὶ δύναμιν τοῖς ἐκβοῶσιν·

Ἀλληλούϊα.

Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἀνεξίκακον, ἡσύχιον, ἐχέφρονα, ἁπλοῦν τε πρᾶον, ταπεινὸν καὶ εὐσυμπάθητον, εὐλαβῆ ἱερομόναχον, μελιῤῥύτοις ἀνυμνήσωμεν ᾠδαῖς, ὡς ἀπλανέστατον κατευθύντορα πιστῶν πρὸς βίον κρείττονα, πόθῳ κράζοντες· Χαίροις, μάκαρ Εὐμένιε.

Δίστιχον·
Χαίρoις, Εὐμένιε, σὺν τῷ Μακαρίῳ
καὶ Γεωργίῳ, ἔκραξε Χαραλάμπης.

 

 

Χαιρετισμοί εις τον Όσιο Πατέρα ημών Ευμένιο τον Νέο

Ποίημα Ιωάννη Τσιλιμιγκάκη

Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς εὐμενείας τοῦ Κυρίου τὸν ὁμώνυμον, σημειοφόρων δὲ Πατέρων τὸν ὁμότιμον, ἀνυμνοῦμέν σε καρδίας ἐν κατανύξει· ἱκετεύεις γὰρ Τριάδα τὴν ὑπέρθεον, ὑπὲρ πάντων τῶν τιμώντων σε ἐκ πίστεως, καὶ βοώντων σοι· xαίροις, πάτερ Εὐμένιε.

Ἄνθρωπος οὐρανόφρων, ἐπὶ γῆς ἀνεφάνης, Εὐμένιε Θεοῦ τῇ συνάρσει· (τρὶς) οὐρανοῦ δὲ τανῦν ἐν μοναῖς, συγχορεύων ἀγγέλων σὺν τάγμασι, Τριάδα τὴν ὑπέρθεον, δοξάζεις παρ’ ἡμῶν ἀκούων·

Χαῖρε, ὁ νέος ἐν τοῖς Ὁσίοις·
χαῖρε, ὁ μέγας ἐν θαυμασίοις.
Χαῖρε, τῶν ἀγγέλων Θεοῦ ὁ ἐφάμιλλος·
χαῖρε, τῶν βροτῶν βοηθὸς ὁ οὐράνιος.
Χαῖρε, πίστεως τὸ πρότυπον καὶ ἀγάπης πρὸς Θεόν·
χαῖρε, μάστιξ ἡ μαστίζουσα τὸν παγκάκιστον ἐχθρόν.
Χαῖρε, ὁ ἀντιλήπτωρ Μητροπόλεως Μόρφου·
χαῖρε, ὁ ὑφηγήτωρ βιοτῆς θεομόρφου.
Χαῖρε, πατὴρ ὁ θάλπων τὰ τέκνα σου·
χαῖρε, ἀστὴρ ὁ φαίνων ἐν χάριτι.
Χαῖρε, δι’ οὗ Ἐκκλησία ὑψοῦται·
χαῖρε, δι’ οὗ ὁ Βελίαρ τροποῦται.

Χαίροις, πάτερ Εὐμένιε.

Βάρος τῶν ἐπιγείων, μεριμνῶν καὶ ἐνύλων, φρονήσει ἀπετίναξας θείᾳ, μοναζόντων δὲ πρὸς βιοτήν, τὴν τελείαν ἐχώρησας ὅσιε, καὶ τρίβον τὴν οὐράνιον, βαδίζων ἱλαρῶς ἐφώνεις·

Ἀλληλούϊα.

Γῆθεν πρὸς οὐρανίους, ἀνεχώρεις θαλάμους, Εὐμένιε τρωθεὶς ὑπὸ νόσου, καὶ Χριστὸς ὁ τῶν ὅλων Θεός, ὃν σοφῶς ὑπομένων ὑπέμεινας, τερπνῶς σε ὑπεδέχετο, καὶ πάντες οἱ πιστοὶ ἐφώνουν·

Χαῖρε, τὴν νόσον ὁ ὑπομείνας·
χαῖρε, τὸν ὄφιν ὁ ἀποκτείνας.
Χαῖρε, Ἀθηναίων τὸ νέον καλλώπισμα·
χαῖρε, Ὀρθοδόξων τὸ τεῖχος καὶ ἔρεισμα.
Χαῖρε, σύναθλε καὶ σύσκηνε Νικηφόρου τοῦ λεπροῦ·
χαῖρε, χρύσεον θησαύρισμα Ἀργυροῦς τῆς μετ’ αὐτοῦ.
Χαῖρε, ὅτι τὴν πίστιν ἀδυνάτων κρατύνεις·
χαῖρε, ὅτι καρδίας θλιβομένων φαιδρύνεις.
Χαῖρε, εἰκὼν ἁγίας σαλότητος·
χαῖρε, κανὼν ψυχῆς ὁσιότητος.
Χαῖρε, τεκνίων σου ὁ ἀλείπτης·
χαῖρε, Κυρίου ὁ στεφανίτης.

Χαίροις, πάτερ Εὐμένιε.

Δόσεις τὰς θεοπέμπτους, σὺ λαβὼν ἐν καρδίᾳ, καλῶς ἐπολιτεύσω παμμάκαρ, καὶ διάκονος ὤφθης Θεοῦ, εὐσεβῶν δὲ πατὴρ εὐμενέστατος, ψυχὰς τῶν προ-σιόντων σοι, μαλάσσων καὶ ἀπαύστως ψάλλων·

Ἀλληλούϊα.

Ἔχων ἐν τῇ καρδίᾳ, τὸν Θεοῦ θεῖον πόθον, αὐτῷ ἀφιερώθης θεόφρον, καὶ χαρίτων παντοίων πλησθείς, τοῖς πιστοῖς δι’ αὐτῶν διηκόνησας· διόπερ δικαιότατα, ἀκούεις παρ’ ἡμῶν τοιαῦτα·

Χαῖρε, τὸ κλέος τῆς Ἐκκλησίας·
χαῖρε, ὁ φύλαξ Ὀρθοδοξίας.
Χαῖρε, πιστευόντων ὁ θεῖος διάκονος·
χαῖρε, μοναζόντων ὁ νέος διάκοσμος.
Χαῖρε, κῦδος καὶ ὡράισμα Ἀθηναίων καὶ Κρητῶν·
χαῖρε, θεῖον περιτείχισμα τῶν ἐν Κύπρῳ εὐσεβῶν.
Χαῖρε, διδασκαλίας ὁ ἁγίας διδάσκων·
χαῖρε, κακοδοξίας ὁ σαπρὰς ἀπελέγχων.
Χαῖρε, ἡμῶν ὁ πρέσβυς πρὸς Κύριον·
χαῖρε, ἐχθρῶν το ἀλεξητήριον.
Χαῖρε, ἡ δόξα ἱερωσύνης·
χαῖρε, ὁ ἔμπλεως εὐφροσύνης.

Χαίροις, πάτερ Εὐμένιε.

Ζήσας ἐν τῇ σαρκί σου, βιοτὴν ἀσωμάτων, μεγίστων ἠξιώθης χαρίτων· ὅθεν ὤφθης σημεῖα ποιῶν, προγινώσκων σαφῶς τὰ ἐσόμενα, καὶ ῥῶσιν παρεχόμενος, σεπτὲ τοῖς ἐκβοῶσιν ὕμνον·

Ἀλληλούϊα.

Ἦλθες εἰς τὰς Ἀθήνας, διὰ λέπραν σαρκός σου, κακεῖθεν πρὸς οὐράνια ἤρθης· ἔνθα εὔχου Χριστῷ τῷ Θεῷ, ὑπὲρ πάντων τῶν πίστει τιμώντων σε, καὶ χάριτι ψαλλόντων σοι, ἐν ὕμνοις εὐχαρίστοις τάδε·

Χαῖρε, ἡ κρήνη τῶν θαυμασίων·
χαῖρε, ὁ βλύζων πληθὺν σημείων.
Χαῖρε, ἰατρὸς τῶν νοσούντων ὁ ἄμισθος·
χαῖρε, ἀρωγὸς πεπτωκότων ὁ εὔσπλαγχνος.
Χαῖρε, πάτερ εὐμενέστατε τῶν πιστῶν Χριστιανῶν·
χαῖρε, φίλε συμπαθέστατε τῶν ψυχῶν ἁμαρτωλῶν.
Χαῖρε, γραφῶν ἁγίων ἑρμηνεῦ θεηγόρε·
χαῖρε, ψυχῶν ἀζύγων ὁδηγὲ θεοφόρε.
Χαῖρε, Κρητῶν τὸ νέον ἐγκαύχημα·
χαῖρε, πιστῶν τὸ θεῖον ἐντρύφημα.
Χαῖρε, ὁ κῆπος τῆς παρθενίας·
χαῖρε, ὁ τύπος τῆς εὐμενείας.

Χαίροις, πάτερ Εὐμένιε.

Θέλων εὐαρεστῆσαι, ἐκ παιδὸς τῷ Κυρίῳ, προείλου μοναζόντων τὸν βίον, καὶ ἀθλήσας νομίμως σοφέ, οὐρανῶν Βασιλείας ἠξίωσαι, ἔνθα ὁμοῦ σὺν τάγμασιν, ἀγγέλων ἀσωμάτων ψάλλεις·

Ἀλληλούϊα.

Ἴσχυσέ σοι τὸ πάλαι, ἡ ὁρμὴ ἀντιδίκου, Εὐμένιε ἀλλ’ ἰατρεύθης, καὶ φυγὼν τὰ ἐκείνου δεσμά, δι’ εὐχῶν Νικοδήμου τοῦ γέροντος, ἀνῆλθες εἰς οὐράνια· διό σοι ἐκβοῶμεν πάντες·

Χαῖρε, τὸ ἄκρον τῆς ἐγκρατείας·
χαῖρε, τὸ μέτρον ἀπροσπαθείας.
Χαῖρε, ἀριστεῦ πολιτείας ἀπράγμονος·
χαῖρε, προβολεῦ βιοτῆς θεοδέγμονος.
Χαῖρε, βίβλε θεοτύπωτε καὶ ἡμῖν ψυχωφελές·
χαῖρε, δένδρον θεοφύτευτον ἀρετῶν ἀειθαλές.
Χαῖρε, ἡσυχαζόντων ἀγωγῆς ὁ ἀμύντωρ·
χαῖρε, παρθενευόντων τῆς ζωῆς ὁ κοσμήτωρ.
Χαῖρε, σφραγὶς ἠθῶν καθαρότητος·
χαῖρε, κρηπὶς δογμάτων ὀρθότητος.
Χαῖρε, ὁ πύκτης τῆς εὐσεβείας·
χαῖρε, ὁ λύτης τῆς ἀσεβείας.

Χαίροις, πάτερ Εὐμένιε.

Κῆρυξ τῆς μετανοίας, καὶ Θεοῦ εὐμενείας, ἐδείχθης ἐν τῷ βίῳ σου μάκαρ· ἁμαρτήματα γὰρ μετρητά, ἀλλ’ ἀμέτρητον πέλει τὸ ἔλεος, Θεοῦ τοῦ πανοικτίρμονος, πρὸς ὃν εἰλικρινῶς ἐβόας·

Ἀλληλούϊα.

Λύχνος ἀκατακρίτου, καὶ εὐχῆς ἀσιγήτου, Εὐμένιε τῷ κόσμῳ ἐφάνης· κατακρίσεως γὰρ τὴν ἀράν, ἐφοβήθης ἐκ ψυχῆς ἱερώτατε· διόπερ ταύτην ἔφυγες, καὶ νῦν παρὰ πιστῶν ἀκούεις·

Χαῖρε, ἡ στήλη τῆς ἀπαθείας·
χαῖρε, ἡ βρύσις τῆς συμπαθείας.
Χαῖρε, ὁ φυγὼν τὴν ἀρὰν κατακρίσεως·
χαῖρε, ὁ λαβὼν ἀρετὴν διακρίσεως.
Χαῖρε, κρίνον τὸ ἡδύπνοον καὶ λευκὸν ὡσεὶ χιών·
χαῖρε, ῥόδον τὸ ἡδύοσμον τῶν Θεοῦ ἀληθειῶν.
Χαῖρε, τῆς ἀκριβείας τῶν δογμάτων ἡ λύρα·
χαῖρε, οἰκονομίας τῆς ἐνθέσμου ἡ θύρα.
Χαῖρε, λειμὼν ὁσίας φαιδρότητος·
χαῖρε, δρυμὼν σεμνῆς ἱλαρότητος.
Χαῖρε, ὁ ξένος τῶν ἐπιγείων·
χαῖρε, ὁ φίλος τῶν οὐρανίων.

Χαίροις, πάτερ Εὐμένιε.

Μένος τοῦ βροτοκτόνου, ἐν νεότητος χρόνοις, ὑπήνεγκας ὑφ’ οὗπερ ἐτρώθης, καὶ ταπείνωσιν θείαν μαθών, ἀφ’ ὧν ἔπαθες θεῖε Εὐμένιε, σοφίαν κατεπλούτησας, Θεοῦ τὰ μεγαλεῖα ψάλλειν·

Ἀλληλούϊα.

Νῆσος ἡ τῶν Κρητῶν σε, γηθοσύνως γεραίρει, καλλίκαρπον αὐτῆς οἷα δένδρον, καὶ αἰτοῦσά σου τὰς προσευχάς, καὶ ἐντεύξεις Θεῷ τῷ οἰκτίρμονι, ἐν χάριτι διάλλεται, καὶ ψάλλει σοι παναρμονίως·

Χαῖρε, τῆς γῆς μου ἡ εὐκοσμία·
χαῖρε, λαοῦ μου ἡ προστασία.
Χαῖρε, τῶν Κρητῶν ἀντιλήπτωρ ὁ ἕτοιμος·
χαῖρε, ἀρετῶν παμποικίλων ὁ ἔμπειρος.
Χαῖρε, στῦλε οὐρανόμηκες καρτερίας καὶ σιγῆς·
χαῖρε, κλῖμαξ θεοστήρικτε ἀγρυπνίας καὶ εὐχῆς.
Χαῖρε, Ἐθιᾶς χωρίου ἐγκαλλώπισμα νέον·
χαῖρε, ὁ τῆς Ἑλλάδος ὁσιώτατος γέρων.
Χαῖρε, Χριστοῦ δοχεῖον χρηστότητος·
χαῖρε, κρατὴρ μεστὲ ἀγαθότητος.
Χαῖρε, ὁ μύστης ἐπουρανίων·
χαῖρε, ἡ δόξα Ἀστερουσίων.

Χαίροις, πάτερ Εὐμένιε.

Ξένῃ σου πολιτείᾳ, Ἀθηνῶν ἐν τῇ πόλει, Χριστῷ μακαριστὲ ᾠκειώθης, καὶ δυνάμεις ἐκεῖσε πολλάς, ἐνεργῶν διανοίας κατέπληττες, πιστῶν τῶν θεωρούντων σε, καὶ χάριτι ἀναβοώντων·

Ἀλληλούϊα.

Ὅλῳ σου ἐν τῷ βίῳ, διηκόνεις Κυρίῳ, καὶ πᾶσι τοῖς πιστοῖς ἐβοήθεις, ἐξευρεῖν τε τὴν λύσιν δεινῶν, καὶ λαβεῖν τῆς ψυχῆς καὶ τοῦ σώματος, ὑγείαν θεοβράβευτον· διό σε εὐφημοῦμεν οὕτω·

Χαῖρε, ὁ μέγας ἐν διακόνοις·
χαῖρε, ὁ θεῖος ἐν ὑπηρέταις.
Χαῖρε, βοηθείας πιστῶν τὸ ὑπόδειγμα·
χαῖρε, ἀληθείας Θεοῦ τὸ ἐκτύπωμα.
Χαῖρε, λίθε θεοχάρακτε ἀρετῆς πνευματικῆς·
χαῖρε, λύχνε θεοφώτιστε βιοτῆς ἀγγελικῆς.
Χαῖρε, τῶν λωβηθέντων τῇ σαρκὶ ὁ ἰάτωρ·
χαῖρε, τῶν πηρωθέντων τῇ ψυχῇ ὁ ἀκέστωρ.
Χαῖρε, ψυχῶν πεσόντων ἡ ἔγερσις·
χαῖρε, δεινῶν δαιμόνων ἡ πτόησις.
Χαῖρε, ἡ ῥῶσις κακοπαθούντων·
χαῖρε, ἡ πτῶσις μεγαλαυχούντων.

Χαίροις, πάτερ Εὐμένιε.

Πέλαγος τὸ τοῦ βίου, διαπλεύσας ἐν πίστει, πρὸς εὔδιον λιμένα ὡρμίσθης, βασιλείας Θεοῦ τῆς τερπνῆς, ἔνθα χαίρεις χαρὰν ἀνεκλάλητον, θειότατε Εὐμένιε, προσάγων τῷ Κυρίῳ ὕμνον·

Ἀλληλούϊα.

Ῥεῖθρα τῶν θαυμασίων, ὧν ἐν γῇ ἐξειργάσω, κλεινὲ θαμβητικῶς θεωροῦντες, ἀναπέμπομεν ὕμνον λαμπρόν, τῷ Θεῷ καὶ δεσπότῃ τῆς κτίσεως, τῷ σὲ καταξιώσαντι, γλωσσῶν παρὰ πιστῶν ἀκούειν·

Χαῖρε, ἡ βάσις τῆς εὐσεβείας·
χαῖρε, τὸ ὕψος τῆς εὐπρεπείας.
Χαῖρε, ὁ πιστὸς τοῦ Κυρίου ἀκόλουθος·
χαῖρε, ὁ σεπτὸς Ἀποστόλων διάδοχος.
Χαῖρε, ὅτι ἐμεγάλυνας τὸν πανάγιον Θεόν·
χαῖρε, ὅτι ἐξεγέλασας τὸν παμπόνηρον ἐχθρόν.
Χαῖρε, ἐξομολόγων κοσμιότης ἡ θεία·
χαῖρε, ἁγιολόγων ἀφορμὴ ἡ ἁγία.
Χαῖρε, ἁγνῆς σοφίας ὁ πρύτανις·
χαῖρε, Θεοῦ ἱκέτης ὁ ἔνδακρυς.
Χαῖρε, τὴν τίγριν ὁ ἡμερώσας·
χαῖρε, τὰ κρείττονα ὁ ζηλώσας.

Χαίροις, πάτερ Εὐμένιε.

Σώματος ἀλγηδόνας, καὶ ψυχῆς σηπεδόνας, ἰᾶται ἡ θερμή σου πρεσβεία, πρὸς Χριστὸν τὸν Θεὸν τοῦ παντός, ᾧ ἐν γῇ εὐμενῶς διηκόνησας, Εὐμένιε μακάριε, τανῦν δὲ ἀναμέλπεις αἶνον·

Ἀλληλούϊα.

Τέτρωμαί σου τῷ πόθῳ, τῷ Κυρίῳ ἐβόας, Εὐμένιε ἐν ὅλῃ καρδίᾳ, οὗ τῇ χάριτι μέγας ὀφθείς, ἀντιλήπτωρ πιστῶν καὶ διδάσκαλος, ἐλάχιστον ὡς δώρημα, προσδέχου παρ’ ἡμῶν τοιάδε·

Χαῖρε, ὁ πόθῳ τρωθεὶς Κυρίου·
χαῖρε, ὁ φίλος λαοῦ Κυπρίου.
Χαῖρε, εὐσεβείας ὁ πύργος ὁ ἄσειστος·
χαῖρε, δυσσεβείας διώκτης ὁ ἄτεγκτος.
Χαῖρε, σάλπιγξ ἡ σαλπίζουσα τὰ ἐντάλματα Θεοῦ·
χαῖρε, λαῖλαψ ἡ λικμίζουσα τὰς ἐπάρσεις τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι ἀστράπτεις ταῖς βολαῖς τῶν θαυμάτων·
χαῖρε, ὅτι αὐλίζῃ σὺν χοροῖς ἀσωμάτων.
Χαῖρε, γραφῶν σεπτῶν τὸ τεκμήριον·
χαῖρε, ζωῆς ἡμῶν τὸ κριτήριον.
Χαῖρε, ποιμὴν τῶν ἐνασκουμένων·
χαῖρε, λιμὴν τῶν ποντιζομένων.

Χαίροις, πάτερ Εὐμένιε.

Ὕψος τῆς ἀρετῆς σου, πνευματέμφορε ἄνερ, τίς ἄξιος ἡμῶν ἀνυμνῆσαι, καὶ σημείων πληθὺν θαυμαστῶν, οἷς πιστῶν τοὺς χοροὺς ἐπεστήριξας, διδάσκων ἐν ἁπλότητι, αὐτοὺς πρὸς τὸν Θεὸν τοῦ κράζειν·

Ἀλληλούϊα.

Φάρος ἐπιεικείας, καὶ κρουνὸς εὐλογίας, τοῖς πέρασιν ὡράθης τοῦ κόσμου, καὶ πραότητος πάτερ εἰκών, τῇ Θεοῦ ἐνεργείᾳ καὶ χάριτι· διὸ ἐν κατανύξει σοι, ψυχῆς ἀναβοῶμεν ταῦτα·

Χαῖρε, ὁ φάρος ἐπιεικείας·
χαῖρε, ὁ βράχος χρηστοηθείας.
Χαῖρε, ἀφανείας εἰκὼν καὶ πραότητος·
χαῖρε, ὁ βαδίσας ὁδὸν τελειότητος.
Χαῖρε, ὅτι ἐν διδάγμασι παρεκάλεσας πιστούς·
χαῖρε, ὅτι θείοις θαύμασιν ἐθεράπευσας πολλούς.
Χαῖρε, ἐνυποστάτων ἀρετῶν φυτοκόμε·
χαῖρε, εὐπεριστάτων κακιῶν ῥιζοτόμε.
Χαῖρε, κλεινοῦ προστάτα τοῦ ἄστεως·
χαῖρε, Κρητῶν εὐχέτα πρὸς Κύριον.
Χαῖρε, ἡ ζέσις τῆς προθυμίας·
χαῖρε, ἡ σβέσις τῆς ῥᾳθυμίας.

Χαίροις, πάτερ Εὐμένιε.

Χαίρων χαρὰν ἁγίαν, τὴν ἐχθροῦ κακουργίαν, συνέτριβες Εὐμένιε πᾶσαν, καὶ σαλότητος ἤθει σεπτῷ, τὰς πλεκτάνας τοῦ δράκοντος ἔλυες, παιδίων ὡς ἀθύρματα, καὶ ὅλῃ ἐν ψυχῇ ἐβόας·

Ἀλληλούϊα.

Ψάλλοντές σου τὴν μνήμην, ἐν ᾠδαῖς ἐγκωμίων, Εὐμένιε καὶ ὕμνοις εὐσήμοις, ἀγαλλόμενοι πάνυ φαιδρῶς, μελετῶμεν τὸν ἄμεμπτον βίον σου, καρδίᾳ δὲ εὐγνώμονι, σοὶ πάτερ ἐκβοῶμεν ταῦτα·

Χαῖρε, ὁ ἄμεμπτος ἐν τῷ βίῳ·
χαῖρε, ὁ σύσκηνος τῶν Ἁγίων.
Χαῖρε, ὁ ἐκλάμψας ἀστὴρ οἷα πάμφωτος·
χαῖρε, ὁ ἁρπάσας ψυχὰς ἐκ τοῦ δράκοντος.
Χαῖρε, θρίαμβε καὶ τρόπαιον Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε, μέγα ἀποτρόπαιον τοῦ ἀλάστορος ἐχθροῦ.
Χαῖρε, τῶν πρεσβυτέρων ὁ θερμὸς παραστάτης·
χαῖρε, τῶν νεωτέρων ὁ σεμνὸς ἐπιστάτης.
Χαῖρε, ἀσκὲ μεστὲ θείου Πνεύματος·
χαῖρε, κρουνὲ μεστὲ θείου φθέγματος.
Χαῖρε, τὸ σκότος ὁ καταλάμπων·
χαῖρε, τὸν κόσμον ὁ καταυγάζων.

Χαίροις, πάτερ Εὐμένιε.

Ὦ Εὐμένιε πάτερ, ὀχληρῶν ἡμᾶς νόσων, ἀπάλλαξον ἁγίαις εὐχαῖς σου· (τρὶς) καὶ ὑγείαν κατ’ ἄμφω ἡμῖν, ἀσθενοῦσι δεινῶς θᾶττον χάρισαι, καὶ πίστει τὴν εἰκόνα σου, τιμῶσι καὶ ἀναβοῶσιν·

Ἀλληλούϊα.

Ἄνθρωπος οὐρανόφρων, ἐπὶ γῆς ἀνεφάνης, Εὐμένιε Θεοῦ τῇ συνάρσει· οὐρανοῦ δὲ τανῦν ἐν μοναῖς, συγχορεύων ἀγγέλων σὺν τάγμασι, Τριάδα τὴν ὑπέρθεον, δοξάζεις παρ’ ἡμῶν ἀκούων·

Χαῖρε, ὁ νέος ἐν τοῖς Ὁσίοις·
χαῖρε, ὁ μέγας ἐν θαυμασίοις.
Χαῖρε, τῶν ἀγγέλων Θεοῦ ὁ ἐφάμιλλος·
χαῖρε, τῶν βροτῶν βοηθὸς ὁ οὐράνιος.
Χαῖρε, πίστεως τὸ πρότυπον καὶ ἀγάπης πρὸς Θεόν·
χαῖρε, μάστιξ ἡ μαστίζουσα τὸν παγκάκιστον ἐχθρόν.
Χαῖρε, ὁ ἀντιλήπτωρ Μητροπόλεως Μόρφου·
χαῖρε, ὁ ὑφηγήτωρ βιοτῆς θεομόρφου.
Χαῖρε, πατὴρ ὁ θάλπων τὰ τέκνα σου·
χαῖρε, ἀστὴρ ὁ φαίνων ἐν χάριτι.
Χαῖρε, δι’ οὗ Ἐκκλησία ὑψοῦται·
χαῖρε, δι’ οὗ ὁ Βελίαρ τροποῦται.

Χαίροις, πάτερ Εὐμένιε.

Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς εὐμενείας τοῦ Κυρίου τὸν ὁμώνυμον, σημειοφόρων δὲ Πατέρων τὸν ὁμότιμον, ἀνυμνοῦμέν σε καρδίας ἐν κατανύξει· ἱκετεύεις γὰρ Τριάδα τὴν ὑπέρθεον, ὑπὲρ πάντων τῶν τιμώντων σε ἐκ πίστεως, καὶ βοώντων σοι· Χαίροις, πάτερ Εὐμένιε.