Παρακλητικός Κανών εις του Αγίους Πρωτοκορυφαίους Αποστόλους Πέτρο και Παύλο

Ποίημα Αγίου Νικοδήμου Ἁγιορείτου

†Εορτάζονται στις 29 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Kαὶ τὸ ἑξῆς·

῏Ηχος δ´. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Κορυφαίων τῷ τεμένει προσδράμωμεν, Πέτρου καὶ Παύλου μετὰ πόθου καὶ πίστεως, ἀπὸ βαθέων κράζοντες ψυχῆς πρὸς αὐτούς· πάσης περιστάσεως, καὶ δεινῶν συμπτωμάτων, ῥύσασθε πανένδοξοι, καὶ παντοίων κινδύνων, τοὺς καλουμένους πάνσοφοι ὑμῶν, τὴν ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανὼν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἡ πέτρα τῆς πίστεως τοῦ Χριστοῦ, καὶ τῆς Ἐκκλησίας, βάσις ἄσειστος καὶ στεῤῥά, κλονούμενον στήριξον τὸν νοῦν μου, ταῖς τοῦ ἐχθροῦ προσβολαῖς, Πέτρε πάνσοφε.

Παῦλε θεῖον στόμα τοῦ Παντουργοῦ, ὁ τὴν κτίσιν πᾶσαν, ὥσπερ ἥλιος φωταυγής, φωτίσας καταύγασον ψυχήν μου, τὴν σκοτισθεῖσαν πολλοῖς πλημμελήμασιν.

Πέτρε πέτραν πίστεως ὁ πλουτῶν, τὴν φερωνυμίαν, ἐν τῇ πέτρᾳ ὑπομονῆς, τὴν ἐμὴν καρδίαν ἑδρασθῆναι, Πέτραν Χριστὸν Ἰησοῦν καθικέτευε.

Θεοτοκίον.
Ἁγία Παρθένε, Μήτηρ Θεοῦ, ἁγίασον πάντας, τοὺς ἐν πίστει εἰλικρινῶς, τῷ θείῳ Ναῷ σου προσιόντας, καὶ ἐν αὐτῷ σε ἀεὶ μακαρίζοντας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀποστόλων ἀκρότης, Ἐκκλησιῶν ἔρεισμα, Πέτρε κορυφαῖε κινδύνου, παντός με λύτρωσαι, ἐξομαλίζων μοι, τῆς μετανοίας τὴν τρίβον, θείαις μεσιτείαις σου, ὅπως γεραίρω σε.

Οὐρανόθεν τὴν χάριν, ἀκουτισθεὶς ἄνωθεν, ἵλεώς μοι οὐρανοβάμον, φάνηθι ἵλεων, καὶ εὐδιάλλακτον, τὸν Ποιητὴν τῶν ἁπάντων, Παῦλε ἐργαζόμενος, θείαις πρεσβείαις σου.

Ἐκ Σιὼν Παῦλε μέχρις, Ἰλλυρικοῦ ἥπλωσας, τοῦ Εὐαγγελίου τὸν λόγον· κἀμοῦ τὴν οἴησιν, ὁ ἐν τῇ Ῥώμῃ τμηθείς, σὴν κεφαλὴν διὰ ξίφους, τοῦ σατᾶν σύ ἔκτεμε, κεφαλὴν ἀκέφαλον.

Θεοτοκίον.
Παναγία Παρθένε, ἁγιασμὸν δώρησαι, τῇ κεκακωμένῃ ψυχῇ μου, τοῖς ἀνομήμασι, καὶ κινδυνεύοντα, τῆς ἐπηρείας τοῦ πλάνου, σῶσόν με πρεσβείαις σου, τὸν σοὶ προστρέχοντα.

Διάσωσον, ἀπὸ κινδύνων σοὺς δούλους δυὰς Ἀποστόλων, ὅτι τῇ θείᾳ ὑμῶν σκέπῃ πάντες προστρέχομεν, ῥυσθῆναι κινδύνων ἀεὶ καὶ νόσων.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πολλοῖς ἐν δεινοῖς, καὶ θλίψεσι κυκλούμενοι, ὑμῶν τῇ θερμῇ, πρεσβείᾳ καταφεύγομεν, θεοφόροι Ἀπόστολοι, τοῦ ῥυσθῆναι κινδύνων καὶ θλίψεων· ὑμεῖς γὰρ τὸ θεῖον εὐμενίζετε, τῷ κόσμῳ τὴν λύτρωσιν βραβεύοντες.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡραιώθητι ἔνδοξε, θείαις ἀγλαΐαις, Πέτρε ἀπόστολε, τῇ ἐνθέῳ μεσιτείᾳ σου, καὶ παντοίας βλάβης ἡμᾶς λύτρωσαι.

Ἐπαρθεὶς παμμακάριστε, Παῦλε ἕως τρίτου οὐρανοῦ ἤκουσας, ἃ οὐδεὶς ἤκουσεν ἄῤῥητα, ἰδὼν ἃ οὐκ εἶδε ποτέ ἄνθρωπος.

Τῷ τριττῷ ἐρωτήσεως, Πέτρε, τoῦ Κυρίου, φιλεῖς με, φήσαντος· πολυτρόπως τοῦτο ἔδειξας καὶ ἡμᾶς φιλεῖν Αὐτὸν ἱκέτευε.

Θεοτοκίον.
Θεοτόκε Πανύμνητε, πάθεσι τοῦ βίου περιστατούμενον, καὶ δεινῶς με ταραττόμενον, πρὸς τὸν μετανοίας ὅρμον ἴθυνον.

ᾨδὴ ε΄. Ἵνα τὶ με ἀπώσω.
Οὐρανῶν ὁ κλειδοῦχος, Πέτρε παναοίδιμε, πάντοτε φρούρει με, τὴν ζωήν μου πᾶσαν, κυβερνῶν ἱεραῖς μεσιτείαις σου, ὅπως ἀνυμνῶ σου, τὴν προστασίαν εὐχαρίστως, καὶ δοξάζω σε πίστει σωζόμενος.

Τοῦ Χριστοῦ πρὶν διώκων, Παῦλε ἐξ ἀγνοίας ἐν γνώσει ἐστήριξας, Ἐκκλησίαν αὖθις, καὶ πρὸς πίστιν τὰ ἔθνη συνήθροισας, ἐν αὐτῇ δοξάζων, τὸν Βασιλέα τῶν ἁπάντων, ὃν δυσώπει σωθῆναι τοὺς δούλους σου.

Ἐν ἡμέρᾳ τῆς δὶκης, ὅταν μέλλω κρίνεσθαι, ἐπὶ τοῦ βήματος, κατακεκριμένος, καὶ αἰσχύνης ἀμέτρου πληρούμενος, εὕροιμι ὑμᾶς τότε, προασπιστὰς ὦ Πέτρε, Παῦλε, λυτρουμένους με πάσης κολάσεως.

Θεοτοκίον.
Ποταμὸν γλυκερὸν σε, καὶ τρυφῆς χειμάῤῥουν τε μάννα οὐράνιον, μέλι τὸ ἐκ πέτρας, ἀφθονίαν καὶ χάριν ἀένναον, κεκτημένοι Κόρη, οἱ Θεοτόκον σε φρονοῦμεν, καὶ Παρθένον ἁγνὴν καὶ ἀμόλυντον.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἡ κορυφαία κρηπίς, τῶν Ἀποστόλων θεόπνευστε, κορυφουμένην ἀεί, τῶν παθῶν τὴν θάλασσαν, κατ’ ἐμοῦ καὶ θλίψεων, Πέτρε προσευχαῖς σου, καταπράϋνον καὶ σῶσόν με.

Ὁ πᾶσαν περιδραμών, τὴν οἰκουμένην ὡς ἀετός, ἀστράψας τε ὡς φωστήρ, τὸν λόγον τῆς πίστεως, ὡς ἀκτῖνας αὔγασον, τῇ ἐμῇ καρδίᾳ, τὸ φῶς, Παῦλε τὸ ἀνέσπερον.

Ὑποχωρεῖ Μαθηταί, Χριστοῦ ὑμῖν κτίσις σύμπασα· πελάγη γὰρ πορευτά, ἁλύσεις τε πίπτουσι, πυλῶνες οἱ σιδηροῖ, φρουρὰ πάνοπλός τε, ὑμῖν ἀόπλοις, σθένει τοῦ Πνεύματος.

Θεοτοκίον.
Ἀθέων Ἀγαρηνῶν, τὰ βέλη σύντριψον Δέσποινα, καὶ πᾶσαν ἐπιβουλήν, δαιμόνων ματαίωσον, λαὸν Χριστεπώνυμον, σκέπουσα Παρθένε, ἵνα πόθῳ σε δοξάζωμεν.

Διάσωσον, ἀπὸ κινδύνων σοὺς δούλους δυὰς Ἀποστόλων, ὅτι τῇ θείᾳ ὑμῶν σκέπῃ πάντες προστρέχομεν, ῥυσθῆναι κινδύνων ἀεὶ καὶ νόσων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Αὐτόμελον.
Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Ἀποστόλων Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. (δίς).

Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ιστ΄ 13-20)
Τῷ καιρῷ ἐκείνῳ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς Μαθητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; οἱ δὲ εἶπον· οἱ μὲν Ἰωάννην τὸν Βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν Προφητῶν. Λέγει αὐ τοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ˙ μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σάρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Κἀγὼ δὲ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς˙ καὶ δώσω σοι τὰς κλεῖς τῆς Βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.

Δόξα Σοι, Κύριε, δόξα Σοι.

Δόξα…
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν …
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅπαντα τὸν βίον μου, ἐν ἀμελείᾳ διάγων, εἰς τὸ τέλος ἔφθασα, ἄκαρπος ὁ δείλαιος Ὑπεράγαθε, πονηρῶν πράξεων, ἐπιφέρων μόνον, νῦν φορτία τὰ δυσβάστακτα, ἅπερ Φιλάνθρωπε, σκόρπισον ῥοπῇ τοῦ ἐλέους σου, καὶ δίδου μοι κατάνυξιν, καὶ ἐπιστροφὴν τὴν σωτήριον, θείαις Ἀποστόλων, πρεσβείαις εὐπροσδέκτοις ὁ Θεός, οὓς εἰς πρεσβείαν προσάγω σοι, καὶ τὴν σὲ κυήσασαν.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
Κύριε, ἐλέησον. (ιβ΄).

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Πέτρε σοι, πίστεως τῇ πέτρᾳ, ᾠκοδόμησε Χριστὸς τὴν Ἐκκλησίαν, οὗ ἐλεύσει ἔσῃ, ὑπέρτερος Ἀγγέ λων, ὥσπερ κριτής τε σύνεδρος, καὶ κλειδοῦχος Παραδείσου.

Ἓν ὑπὲρ πᾶν ὄνομα ἔστι, οὗ ὀνόματι, Ἰησοῦ πᾶν γόνυ κάμψει, οὐρανίων γηΐνων, καὶ καταχθονίων· τούτῳ με ζῆν ἀξίωσον, Παῦλε ὅλῃ τῇ ζωῇ μου.

Πέτρε σου χεῖρας ἐκτενοῦσι, Χριστὸς ἔφη σοι, Σταυρῷ δὲ ἀντιστρόφως, σὺ ἐπάγης· διό, καμὲ σάρκα σταυρῶσαι, μετὰ παθῶν ἀξίωσον, καὶ τοῖς κόσμῳ σταυρωθῆναι.

Θεοτοκίον.
Μήτηρ τοῦ πάντων Εὐεργέτου, χειμαζόμενον, πελάγει με τοῦ βίου, πρὸς λιμένα ζωῆς, κυβέρνησον βοῶντα· εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Τῶν Ἀποστόλων πρόκριτος, Ἐκκλησίας θεμέλιος, Πέτρε γεγονώς, τὴν σαθρωθεῖσαν πάθεσι, καρδίαν μου στήριξον, ἐν μετανοίᾳ δέομαι, καὶ τὰς οὐρανίους, ὑπανοίξας μοι πύλας, εἰσάγαγε εὐχαῖς σου, οὐρανῶν ὡς κλειδοῦχος, ὅπως σὲ μεγαλύνω, ὡς μέγαν μου προστάτην.

Ὁ πρὶν διώκτης τοῦ Χριστοῦ, Ἐκκλησίας θεμέλιος, ἄῤῥηκτος ἐδείχθης, τὴν Ἀσίαν πρότερον, Εὐρώπην δὲ ὕστερον, καὶ Οἰκουμένην ἅπασαν, ἔδραμες ὡς γίγας, τηλαυγής καταφλέγων, τὴν πλάνην τῶν εἰδώλων, καὶ φωτίζων καρδίας, ἐπιστολαῖς σου Παῦλε, εἰς πάντας τοὺς αἰῶνας.

Ὑπὲρ πᾶν, πίστιν γνῶσίν τε, καὶ μαρτύριον ὕψωσας, τὴν ἀγάπην Παῦλε, εἰπών˙ ἂν καυθήσωμαι, καὶ ἂν γνῶ μυστήρια, καὶ τῶν Ἀγγέλων γλώσσαις λαλῶ, καὶ πίστιν ἂν ἔχω, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδαμῶς ὠφελοῦμαι· διὸ ἀγαπᾶν ἀλλήλους, Χριστὸν ἀεὶ δυσώπει.

Θεοτοκίον.
Χαῖρε πηγὴ βλυστάνουσα, ψυχικὴν ἀγαλλίασιν, χαῖρε χορηγέ, τῆς θεϊκῆς χρηστότητος, χαρᾶς χαῖρε σκήνωμα· χαῖρε χωρίον ἅγιον, ὄχημα σεπτὸν τοῦ ἀνεσπέρου ἡλίου, Μαρία Θεοτόκε, ὑπερευλογημένη, ὑπερδεδοξασμένη, καὶ Κεχαριτωμένη.

ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοήν.
Ὡς πάντων πρόκριτος φανείς, Ἀποστόλων κορυφαῖε μακάριε, σὺν τούτοις πρέσβευε, Πέτρε τοῦ βίου, τὸν δρόμον ἅπαντας, ἀποπερᾶσαι τοῦ Θεοῦ, ποιοῦντας τὸ θέλημα, ὅπως σωζόμενοι, τὴν θερμήν σου, προστασίαν δοξάζωμεν.

Ἔχων τὴν μέριμναν πασῶν, Ἐκκλησιῶν ὑπὲρ πάντας ἀπόστολε, Παῦλε ἐκοπίασας, πᾶσι τὴν Πίστιν συστήσας μέγιστε· αὐτὴν καὶ νῦν διὰ παντός, ἀπόρθητον πρέσβευε, διαφυλάττεσθαι, δυσωπῶν Χριστόν, τὸν πάντων κυριεύοντα.

Ὁ μέλλων φωτίζειν πᾶσαν γῆν, σκοτισθεὶς ἐν Δαμασκῷ νῦν φωτίζεται, καὶ ὁ πρὶν βλάσφημος· τίς ἡμᾶς χωρίσει Χριστοῦ; ἔκραζεν· ὁ ἀρνηθεὶς δὲ τρὶς Χριστόν, Αὐτῷ χιλιάδας τρεῖς, πρῶτος προσήγαγε, Παρακλήτου, τῷ πυρὶ αὐγαζόμενος.

Θεοτοκίον.
Φώτισον πύλη τοῦ φωτός, τῆς καρδίας μου τὰ ὄμματα δέομαι, ἅπερ ἠμαύρωσε, τῆς ἁμαρτίας σκότος βαθύτατον, καὶ τῆς ἐκεῖθεν κοινωνόν, δεῖξόν με λαμπρότητος, καὶ μὴ ἐάσῃς με, πειραζόμενον, ἀεὶ ἀπροστάτευτον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὰς εὐήχους σάλπιγγας τοῦ Χριστοῦ, νῦν τοὺς Ἀποστόλους, εὐφημήσωμεν οἱ πιστοί, τοὺς τὴν οἰκουμένην, διδάξαντας πιστεύειν, τὴν Σάρκωσιν τοῦ Λόγου, καὶ τὴν Ἀνάστασιν.

Πέτρε θεῖον ἅρμα Χερουβικόν, οὐράνιε Παῦλε, ὄχημά τε Σεραφικόν, αἱ πύριναι γλῶσσαι, Χριστοῦ τοῦ Θεανθρώπου, πυρὸς με τῆς γεέννης, ἀπολυτρώσασθε.

Ποῖος ἐπαινέσει σε τῶν βροτῶν, ὃν εὐλόγως Λόγος, ἐμακάρισεν ὁ Χριστός, Υἱὸς Θεοῦ Πέτρε; διὸ τὸν ὑπὸ τούτου, λαμπρῶς μακαρισθέντα, σὲ μακαρίζομεν.

Τίς ἡμᾶς χωρίσει τῆς τοῦ Χριστοῦ, ἀγάπης; ὦ Παῦλε, κράζειν φώτισον καὶ ἡμᾶς, οὐ λιμὸς, οὐ θλῖψις, οὐκ ἐνεστώς οὐ μέλλον, οὐ κίνδυνος ζωή τε, οὐδὲ ὁ θάνατος.

Πρῶτος πάντων Πέτρε σὺ τὸν Χριστόν, πρῶτος καὶ τὸ Πνεῦμα, ἀνεκήρυξας σὺ Θεόν· ὃν δὲ τρὶς ἠρνήσω, σὺ κρινόμενον ζῶντα, ἐκ τάφου ἐγερθέντα, Θεὸν ἐκήρυξας.

Χάριν μοι δοθῆναι Παῦλε αἰτῶ, χάριν μοι τῷ πρώτῳ, ὑπὲρ πάντας ἁμαρτωλῷ· ὅπου ἐπλεόνασε γὰρ ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις ἔφησας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς γεραίροντας ὑμᾶς, καὶ ἀεὶ τιμῶντας ἐκ πόθου, θεῖοι ἀπόστολοι, Πέτρε Παῦλε Φίλιππε, Θωμᾶ Ἀνδρέα Λουκᾶ, Ἰωάννη, Ἰάκωβε, καὶ Βαρθολομαῖε, Ματθαῖε Ἰάκωβε, ὁ τοῦ Ἀλφαίου υἱός, Σίμων τε, Ἰούδα καὶ Μάρκε, σὺν τοῖς ἑβδομήκοντα πάσης, θλίψεως καὶ βλάβης διασώσατε.

Ὅμοιον.
Ὅτε, κατηυγάσθης τῷ φωτί, τῆς ἐπιφανείσης σοι δόξης, ἐν τῇ ὁδῷ ἐμφανῶς, τότε τὸν ἀνέσπερον, Ἥλιον ἔγνωκας, ἀγνοῶν ὃν ἐδίωκες, Χριστὸν τὸν Σωτῆρα, τὸν σὲ πρὸς οὐράνιον, κλῆσιν καλέσαντα· ὅθεν, ἐκλογῆς σκεῦος ὤφθης, καὶ ἐθνῶν Ἀπόστολος μέγας, καὶ τῶν Ἀποστόλων Παῦλε καύχημα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.