Πέντε Παρακλητικοί Κανόνες εις τον Ένδοξο Μεγαλομάρτυρα Γεώργιο τον Τροπαιοφόρο
Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ του Βυζαντίου
Ποίημα Νήφωνος Μοναχού Αγιορείτου
Ποίημα Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Ποίημα εις τον Άγιο Μεγαλομάρτυρα Γεώργιο του Κουδουνά
Ύμνοι εις τον Άγιο Μεγαλομάρτυρα Γεώργιο – Ποίημα Ἰσιδώρας Μοναχῆς Ἀγιεροθεΐτίσσης
Παράκληση εις τον Άγιο Γεώργιο τον Επανωσήφη
Παρακλητικός Κανών εις τον Άγιο Ένδοξον του Χριστού Μεγαλομάρτυρα Γεώργιον τον Τροπαιοφόρο
Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ του Βυζαντίου

†Εορτάζεται στις 23 Απριλίου. Εάν όμως το Πάσχα πέφτει μετά τις 23 Απριλίου, τότε εορτάζεται την επόμενη μέρα του Πάσχα
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν γενναιότατον Χριστοῦ στρατιώτην, καὶ ἀθλητὴν παναληθῆ τοῦ Σωτῆρος, καὶ ἰατρὸν πανάριστον τῶν νόσων ἐν ᾠδαῖς· ἅπαντες τιμήσωμεν πρὸς αὐτὸν ἐκβοῶντες· λύτρωσαι πρεσβείαις σου, τῆς παρούσης ἀνάγκης, τῆς ἀφορήτου ἵνα σὲ ἀεί, ὡς εὐεργέτην ὑμνῶμεν Γεώργιε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν ἔχων ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις· ΣΕΡΑΦΕΙΜ
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γεώργιε μάκαρ ἀγωνισθείς, τὸν θεῖον ἀγώνα, ἠξιώθης ἐπιτυχεῖν, τῆς ἐπουρανίου εὐφροσύνης, ὑπὲρ σῶν δούλων πρεσβεύων πρὸς Κύριον.
Ἐνίκησας δόγμα τυραννικόν, ἐνθέοις ἀγῶσιν, ἀλλὰ δέομαι Ἀθλητά, ταῖς σαῖς μεσιτείαις οἴκτειρόν με, ὑπὸ τῶν νόσων νικώμενον πάντοτε.
Ναὸς χρηματίσας τοῦ παντουργοῦ, τοὺς τῇ σῇ εἰκόνι, προσπελάζοντας εὐλαβῶς, Γεώργιε μάκαρ ταῖς εὐχαῖς σου, κατοικητήρια δεῖξον τοῦ Πνεύματος.
Θεοτοκίον.
Σὺ εἶ Παρθένε ἄσπιλε τῆς ἐμῆς, ψυχῆς ταλαιπώρου, ἡ ἰσχὺς τε καὶ ἡ ἐλπίς· τῆς δ’ ἐσκοτισμένης μου καρδίας, σὺ εἶ τὸ φῶς τὸ ἀνέσπερον, Πάναγνε.
ᾨδὴ γ΄. Συ εὶ τὸ στερέωμα.
Ἰλέων δεήσεσι, ταὶς εὐσπροδέκτοις σου ποίησον, τὸν λυτρωτήν, τοῖς σὲ ἀνυμνούσιν, ἀθλοφόρε Γεώργιε
Δὸς ἡμῖν βοήθειαν, τοῖς σοῖς ἱκέταις ἐν θλίψεσιν, οὖσι δειναῖς, καὶ παντοίαις νόσοις, ταῖς λιταῖς σου Γεώργιε.
Ἒνθεος γενόμενος, καὶ φωτισμοῦ παντὸς ἔμπλεως, πάντων ἡμῶν, τὰς ψυχὰς αὐγάζεις, ταῖς εὐχαῖς σου Γεώργιε.
Θεοτοκίον.
Ἐξωτέρου σκότους με, πυριφλεγοῦς πικροῦ σκώληκος, ῥῦσαι Ἁγνή, λιταῖς μητρικαῖς σου, καὶ παντοίας κολάσεως.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀσθενείας ὁ δείλαιος, καὶ κινδύνοις πλείστοις ἀεὶ συνέχομαι, ὦ Γεώργιε βοήθει μοι, τῷ κατεγνωσμένῳ ἱκετεύω σε.
Δεσμευθεὶς διὰ Κύριον, πᾶσαν τοῦ βελίαρ κακίαν ἔλυσας, ἐξ ἧς ἅπαντας περίσωζε, τοὺς πιστῶς ὑμνοῦντάς σε Γεώργιε.
Νοσημάτων καὶ θλίψεων, καὶ παντοίας βλάβης ἡμᾶς ἀπάλλαξον, ὦ Γεώργιε πανεύφημε, ταῖς πρὸς τὸν Σωτῆρα ἱκεσίαις σου.
Θεοτοκίον.
Ῥῶσιν δός μοι, Πανάχραντε, καὶ ἐκ χαλεπῶν κινδύνων διάσωσον, καὶ παθῶν κοπρίας ἔγειρον, σὸν ἀχρεῖον δοῦλον ταῖς πρεσβείαις σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φῶς τὸ νοητόν, τῇ καρδίᾳ σου δεξάμενος, τὴν τῆς ψυχῆς ἡμῶν ζοφότητα, φωτὶ τῷ θείῳ, Γεώργιε καταλάμπρυνον.
Σὺ μαρμαρυγαῖς, ταῖς τῆς χάριτος, Γεώργιε, καταυγαζόμενος φώτισον, ψυχὰς σῶν δούλων, σκοτισθείσας παραπτώμασι.
Πάθη χαλεπά, τῆς ψυχῆς ἡμῶν, Γεώργιε, ταῖς πρὸς τὸν πλάστην σου δεήσεσι, παρακαλοῦμεν ἰάτρευσον καὶ ἐξάλειψον.
Θεοτοκίον.
Ἄχραντε ἡμᾶς, ἀπογνώσεως ἐξάγαγε βυθοῦ, καὶ πρὸς ὅρμον τῆς ἀληθοῦς, τοὺς σοὺς ἱκέτας, μετανοίας καθοδήγησον.
ᾨδὴ ς΄. Ἰλάσθητί μοι.
Κατεύνασον τῶν παθῶν τὰς καταιγίσας, Γεώργιε, κινδύνους τε χαλεπούς, καὶ νόσους κατάπαυσον, τῶν πίστει τιμώντων σε, ταῖς πρὸς τὸν Δεσπότην παναγίαις ἱκεσίες σου.
Μεγάλους ἐπὶ τῆς γῆς, ἀνύσας ἄθλους, Γεώργιε, μεγάλων ἡμᾶς κακῶν, κινδύνων καὶ θλίψεων, ταῖς σαῖς ἀπολύτρωσαι, πρὸς Θεὸν πρεσβείαις, ἵνα πόθω γεραίρωμεν.
Γεώργιε ἀθλητά, τῇ σῇ πρεσβεῖα διάσωσον, ἐκ πειρασμῶν χαλεπῶν, καὶ πάσης αἱρέσεως, καὶ νόσων καὶ θλίψεων, ἡμᾶς τοὺς σοὺς δούλους, τοὺς τιμῶντας τῆν εἰκόνα σου.
Θεοτοκίον.
Φωτί σου αὔγασον νοῦν, καὶ τὴν ψυχήν μου ἁγίασον, τὸν ἐν Ἁγίοις Θεὸν ἐπαναπαυόμενον, ἀῥῥήτως κυήσασα, Παναγία Κόρη, εὐσπροδέκτοις ἱκεσίαις σου.
Διάσωζε ἐκ πάσης νόσου, παμάκαρ Γεώργιε, ταῖς πρὸς Θεὸν ἐνθέρμοις πρεσβείαις σου, τοὺς προστρέχοτας τῇ σεπτῇ σου εἰκόνι.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστάτην σε θερμόν, καὶ τεῖχος ἀπροσμάχητον, πλουτοῦντες ἀεί, οἱ σοὶ προσπελάζοντες, γοερῶς ἐκβοῶμέν σοι· πανσέβαστε Γεώργιε, πρόφθασον· καὶ ἐκ παθῶν ἡμᾶς καὶ θλίψεων ἀπάλλαξον, ταῖς θείαις πρὸς τὸν Σωτῆρα πρεσβείαις σου.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. (δίς).
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Τὸ Εὑαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ιε΄. 17-27, ιστ΄. 1-2 ).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν, ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με, εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου, ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε,ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε, ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Όλην αποθέμενοι.
Ὅλην ἀποθέμενος, βιωτικὴν τυραννίδα, ὀπίσω σου ἔδραμεν, ὁ σεπτὸς Γεώργιος Θεὲ ἄναρχε, καὶ τερπνὰ ἅπαντα, καὶ δεσμὸν ἄλυτον, ὡς ἱστὸν ἀράχνης ἔλυσε, διὸ καὶ ἔτυχε, τῆς σῆς Βασιλείας ἀόρατε· Αὐτοῦ οὖν ταῖς δεήσεσιν, ἱλασμὸν οἰκτίρμον παράσχου μοι, τῶν πλημμελημάτων, καὶ δεῖξόν με ἀνωτέρων παθῶν, τῶν ἐνοχλούντων μου Δέσποτα, τὴν ψυχὴν ἑκάστοτε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κοσμικῶν με σκανδάλων, καὶ παθῶν ἀτιμίας, καὶ πάσης θλίψεως, Γεώργιε εὐχαῖς σου, διάσωζε καὶ δίδου, ἀναμέλπειν ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥαθυμίας ἀτόπου, καὶ δεινῆς ἁμαρτίας, ταῖς ἱκεσίαις σου, Γεώργιέ με σῶσον, προστρέχοντα ἐν πίστει, τῇ θερμῇ ἀντιλήψει σου· ὅπως τιμῶ σε πιστῶς, εἰς πάντας τοὺς αἰῶνας.
Ὦ Γεώργιε μάκαρ, δυσχερείας τοῦ βίου, κλυδωνιζόμενον, μηδόλως με παρίδης, ἀλλ’ οἴκτιρον εὐχαῖς σου, καὶ διάσωσον ψάλλοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐν τῷ βίῳ τὸν χρόνον, ἀμελείᾳ Παρθένε, ἐκδαπανήσας πολλῇ, προσπίπτω καὶ βοῶ σοι, διέγειρόν με σῶσον, τῷ Υἱῷ σου κραυγάζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς σοὺς οἰκέτας, ὦ Γεώργιε μάκαρ, ἐκ κινδύνων θλίψεων καὶ νόσων, σαῖς πρὸς τὸν Σωτῆρα, ἀπάλλαξον πρεσβείαις.
Στήριξον πάντας, ὦ Γεώργιε μάρτυς, ἐν τῇ πίστει καὶ θείᾳ ἀγάπῃ, καὶ ῥῦσαι εὐχαῖς σου, κακίας τοῦ βελίαρ.
Τῇ ὑπερμάχῳ, ἀντιλήψει σου Μάρτυς, καταφεύγοντες αἰτούμεθα νόσων, καὶ δεινῶν εὐχαῖς σου, ταχέως λυτρωθῆναι.
Θεοτοκίον.
Ἴασαι, Κόρη, ταῖς πρὸς τὸν κτίστην λιταῖς σου, τηκομένους νόσοις τοὺς σοὺς δούλους, καὶ δεινῶν παντοίων, ἀπάλλαξον ταχέως.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νοσούντων καὶ πλεόντων, καὶ τῶν ἐν κινδύνοις, πρὸς σωτηρίαν κατέστης ὑπέρμαχος, τῶν Ἀθλητῶν ἡ ἀκρότης, μάρτυς Γεώργιε.
Συνήφθης ταῖς χορείαις, πάντων τῶν μαρτύρων, σὺν οἷς δυσώπει Θεὸν ὦ Γεώργιε, ἀπαλλαγῆναι κινδύνων, δεινῶν τοὺς δούλους σου.
Ὡς φύλαξ Ὀρθοδόξων, καὶ τῆς εὐσεβείας, καὶ τῶν μαρτύρων τὸ κλέος Γεώργιε, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα, θερμῶς ἱκέτευε.
Θεοτοκίον.
Μαρία ἐκτακείσαν, τὴν οἰκτρὰν ψυχήν μου, τῆς ἁμαρτίας φλογμῷ καταδρόσισον, τοῦ σοῦ ἐλέους ῥανίσι, καὶ σῶσον Πάναγνε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χεροβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Κατεύνασον τὸν τάραχον Ἀθλητά, παθῶν καὶ κινδύνων, καὶ δαιμόνων τὰς προσβολάς, ἀπέλασον πάσας, ἀπὸ τῶν σὲ ὑμνούντων, ὡς μάρτυρα Κυρίου, θεῖε Γεώργιε.
Πόθῳ ἑορτάσωμεν ἀδελφοί, τὴν φωσφόρον μνήμην, Γεωργίου τοῦ ἀθλητοῦ, καὶ στέψωμεν τοῦτον, τοῦ ἔαρος τοῖς ἴοις, ἵνα ἀξιωθῶμεν τῆς θείας χάριτος.
Ἀνάκτων ὑπέρμαχον καὶ πτωχῶν, πλεόντων σωτῆρα, ἀσθενοῦντά τε ἰατρόν, αἰχμαλώτων ῥύστην, καὶ ὀρφανῶν προστάτην, κεκτήμεθά σε πάντες, μάρτυς Γεώργιε.
Λῦσον ὦ Γεώργιε ἀθλητά, νέφος ἁμαρτίας, καὶ τὰς νόσους τὰς φοβεράς, δίωξον ἐν τάχει, ἀπὸ τῶν προσκυνούντων, τὴν θείαν σου εἰκόναν, καὶ ἀνυμνούντων σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα τὸ Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς τελοῦντάς σου πιστῶς, τὴν ἀξιοθαύμαστον μνήμην, μάρτυς Γεώργιε, πάσης περιστάσεως ῥῦσαι πρεσβείαις σου, νοσημάτων καὶ θλίψεων, παθῶν καὶ κινδύνων, σὲ καθικετεύομεν, καὶ τῶν βελῶν τοῦ ἐχθροῦ· ὅπως σὲ φαιδρῶς ἀνυμνῶμεν, ὡς κοινὸν ἡμῶν εὐεργέτην, καὶ τῶν ἀθλοφόρων ἐγκαλλώπισμα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις τον Άγιο Ένδοξον του Χριστού Μεγαλομάρτυρα Γεώργιον τον Τροπαιοφόρο
Ποίημα Νήφωνος Μοναχού Αγιορείτου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ τροπάριαν·
῏Ηχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν αἰχμαλώτων καὶ πτωχῶν ἀντιλήπτωρ, χειμαζομένων τε παντοίων ὁ ῥύστης, καὶ τῶν νοσούντων ἴασις γενόμενος, τοὺς ὑπὸ τὴν σκέπην σου παροτρύνεις βοᾶν σου· ἅγιε Γεώργιε, μὴ παρίδῃς εἰς τέλος, τοὺς πεποιθότας μάρτυς ἐπὶ σοί, καὶ τὸν ἐν κλίνῃ ὑγείωσον δοῦλόν σου.
Δόξα.
Ὂμοιον.
Τροπαιοφόρε τοῦ Χριστοῦ στρατιῶτα, ὁ θαυμαστός τε καὶ περίδοξος μάρτυς, καὶ τῶν πιστῶν ὑπέρμαχος ὁ μέγιστος, ῥῦσαι κατακείμενον, τὸν ἐν κλίνῃ νοσοῦντα, δοῦλόν σου Γεώργιε, τὸν πρὸς σὲ προσφυγόντα, καὶ δι’ ἡμῶν τὴν δέησιν σοφέ, νῦν σοὶ προσφέρει τὴν ῥῶσιν αἰτούμενος.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων·
Τῷ Γεωργίῳ σοι τὴν δέησιν φέρω.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τῷ Γεωργίῳ ὡς Χριστοῦ θεράποντι, ἡμῶν δὲ πρύτανι καὶ προστάτη θείῳ, ὕμνον σοι προσφέρομεν, οἱ δοῦλοί σου πολύαθλε, ὅπως σώσῃς εὐχαῖς σου, τὸν ἀσθενοῦντα ἱκέτην σου, καὶ χαρὰς πληρώσῃς τοὺς ἅπαντας.
Ὡς πεπλησμένος ἁμαρτίαις πέπονθα, νόσου δυσχέρειαν, Κύριε Θεέ μου, ἀλλ’ αὐτός με ἴασαι, καὶ λύτρωσιν παράσχου μοι, ταῖς τοῦ σοῦ ἱκεσίαις, θεράποντος καὶ προστάτου μου, θείου Γεωργίου σου μάρτυρος.
Γεωργηθεὶς παρὰ Θεοῦ Γεώργιε, γεωργηθέντα κἀμέ, ὑπὸ ἁμαρτίας ὡς παθῶν αἰχμάλωτον, καὶ νῦν νοσηλευόμενον, πρὸς Θεὸν ταῖς λιταῖς σου, ἐξ ἀμφοτέρων με λύτρωσαι, κράζω σοι· τῷ θείῳ προστάτῃ μου.
Θεοτοκίον.
Τὸν λυτρωτὴν καὶ παντουργὸν καὶ Κύριον, κυοφορήσασα, τὸν τὰς ἡμῶν νόσους, Πάναγνε βαστάσαντα, αὐτὸν οὖν καθικέτευε, χαλεπῆς ἀσθενείας, τὸν σὸν ἱκέτην λυτρώσασθαι, μόνη τῶν ἀνθρώπων βοήθεια.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχὰς.
Ἐπὶ τῆς θείας σου σοφέ, εἰκόνος οἱ τῆς μόνης σου, γόνυ κλίναντες αἰτοῦμεν τὴν λύσιν, τῶν ἁμαρτιῶν ἡμῶν, καὶ τὸν ἐν κλίνῃ κείμενον, τῷ πιεσμῷ τῆς νόσου, τούτω τὴν ἴασιν δώρησαι.
Ὡς μεγαλώνυμος Χριστοῦ, Γεώργιε ἀθλοφόρος, ὡς ἐξαίρετος ἐν μάρτυσι μάρτυς, τῶν σῶν δούλων ἐκπληροῖς, δεήσεις προστρεχόντων σοι, τῷ σῷ ναῷ καὶ τούτους, ποιεῖς οἰκείους τῷ κτίστῃ σου.
Ῥῶσιν ψυχῆς καὶ τῆς σαρκός, τῷ ἐπὶ κλίνης κειμένῳ, δὸς τῷ δούλῳ σου Γεώργιε μάρτυς, καὶ τοὺς πόνους καὶ πληγάς, τὸν ῥίγον καὶ τὴν στένωσιν, καὶ τὰς φλογώσεις πάσας, καὶ κακουχίας ἀφάνισον.
Θεοτοκίον.
Τῶν ἰαμάτων σε πηγήν, Χριστὸς ὁ μόνος υἱός σου, σὲ καὶ ἄβυσσον ἀπέδειξε μόνην, διὸ Πάναγνε τὸν σόν, ῥῦσαι πιστὸν ἱκέτην σου, τραυματισθέντα νόσῳ καὶ θεραπείαν αἰτούμενον.
Διάσωσον ἀπὸ κινδύνων καὶ ἀσθενείας τὸν σὸν ἱκέτην, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, Γεώργιε στεφανῖτα Κυρίου.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτην θερμόν, καὶ μέγαν ἀντιλήπτορα, ἱκέτης ὁ σός, γινώσκει σὲ Γεώργιε, τοῦτον οὖν ἐπίσκεψαι τάχιον, καὶ ἐκ τῆς κλίνης ἔγειραι αὐτόν, καὶ τῆς ὀδύνης καὶ νόσου ἀπάλλαξον.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Γεωργηθείς, ὑπὸ Χριστοῦ μου Γεώργιε, τὴν ὑγίειαν, ἐφ’ ἡμᾶς γεώργησον, τῆς τε ψυχῆς καὶ τὴν τῆς σαρκός, καὶ τὸν σὸν ἱκέτην, τὸν νόσῳ κατατρυχώμενον, πρεσβείαις σου ἁγίαις, τούτῳ παράσχου πᾶσαν ῥῶσιν, ἐκ τῶν πυλῶν τοῦ θανάτου ῥυόμενος.
Ἵνα τῆς σῆς, ἀξιωθῇ ἀντιλήψεως, ἀθλοφόρε, ὁ πιστὸς ἱκέτης σου, σοὶ τὴν ᾠδὴν ταύτην προσφωνεῖ, διὰ τῶν χειλέων, ἡμῶν τρισμάκαρ Γεώργιε· καὶ γὰρ ἐν μετανοίᾳ, ἡμᾶς ἐπίστρεψον καὶ ῥῦσαι τὸν ἐν νόσῳ κατάστικτον δοῦλόν σου.
Ὡς τοῦ Χριστοῦ, μάρτυς καὶ μέγας ἐν θαύμασι, καὶ προστάτης, ἐφ’ ἡμᾶς καὶ ἔφορος, καὶ ἰατρὸς καὶ χειραγωγός, ἐκ τῆς συνεχούσης, νόσου καὶ πάσης κακώσεως, κινδύνου καὶ ἀνάγκης, τὸν σὸν με ῥῦσαι νῦν ἱκέτην, τὸν πρὸς σὲ ἐκβοῶντα Γεώργιε.
Θεοτοκίον.
Πόνοις δεινοῖς, καὶ συνεχέσι βαλλόμενος, τῇ Παρθένῳ, σοὶ προσπίπτων σῶσόν με, τῇ κραταιᾷ, σκέπῃ σου Ἁγνή, οἴκτειρον καὶ σῶσον κἀμὲ τῇ θείᾳ πρεσβείᾳ σου, καὶ λύτρωσαι τῆς λύμης, καὶ δεινῆς ἀῤῥωστίας, καὶ τὰ ἄλγη μου πάντα θεράπευσον.
ᾨδὴ ε΄. Ἵνα τὶ μὲ ἀπώσω.
Σωτηρίαν σὲ ἔχω εὐεργέτην προστάτην πρέσβυν πρὸς Κύριον, τὸν ἐν ἀθλοφόροις, μεγαλώνυμον θεῖε Γεώργιε, καὶ ζωῆς μου σκέπην, καὶ ἰατρὸν ἐν ἀσθενείᾳ, ἧς με ῥῦσαι καὶ ῥῶσιν μοι δώρησαι.
Ὀλισθήσας εἰς βόθρον, τὸν τῆς ἀσθενείας πτοοῦμαι σύ Κύριε, τὴν δικαίαν κρίσιν, ἀλλ’ οἰκτείρησόν με εὐσπλάγχνῳ ἐλέει σου, ὡς Θεὸς οἰκτιρμῶν, καὶ μετανοίας δός μοι τρόπους, ταῖς τοῦ σοῦ ἀθλοφόρου δεήσεσι.
Ἱκεσίαις οὖν Λόγε, τοῦ αὐτοῦ θεράποντος ὅλον με ἔγειρον, νεκρωθέντα ὅλον, ἐν δεινῇ ἀσθενείᾳ καὶ ἴασαι, ἐξ αὐτῆς με μόνε, Δημιουργὲ καὶ δώρησαί μοι, τῶν πταισμάτων τὴν λύσιν Φιλάνθρωπε.
Θεοτοκίον.
Ἐν νυκτὶ τῇ τοῦ βίου, θύελλα κατέλαβε πάσης κακώσεως, ἐπεκάλυψέ με, ἀσθενείας Παρθένε σκοτόμαινα, ἀλλ’ἀνάτειλόν μοι, ἀναψυχῆς Πάναγνε, φέγγος· καὶ πρὸς φῶς εὐρωστίας ὁδήγησον.
ᾨδὴ ς΄. Ἰλάσθητί μοι Σωτήρ.
Τῶν ἀθλοφόρων Χριστέ, τῶν θείων σου ὁ ταξίαρχος, νῦν δυσῶπει σε οἰκτρῶς ὁ μέγας Γεώργιος, τὸν δοῦλόν σου ἔγειρον, ἐκ τῆς ἀσθενείας, τὸν προσπίπτοντά σοι σήμερον.
Ἡμέρας τε καὶ νυκτός, ᾠδὴν ἱκέσιον φέρει σοι ὁ ἀσθενῶν δοῦλος σός, τρισμάκαρ Γεώργιε· πόθων τοῦ θεάσασθαι διὰ σοῦ τὴν ῥῶσιν, καὶ πταισμάτων τὴν συγχώρησιν.
Νεκροὺς ἐγείρεις σοφέ, τῇ πρὸς Θεὸν παῤῥησίᾳ σου, καὶ ἀπὸ κλίνης τοὺς σοὺς ἱκέτας Γεώργιε, κἀμὲ τὸν ἱκέτην σου, ἔγειρον καὶ σῶσον, ἀσθενεία νεκρωθέντά με.
Θεοτοκίον.
Μαρία τὸ καθαρὸν τῆς παρθενίας κειμήλιον, καθάρισόν με νυνί, ἐκ νόσου καὶ θλίψεως, καὶ τῆς συνεχούσης με, ἀσθενείας ῥῦσαι, ἵνα πόθῳ μεγαλύνω σε.
Διάσωσον ἀπὸ κινδύνων καὶ πάσης νόσου τὸν σὸν ἱκέτην, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, Γεώργιε στεφανῖτα Κυρίου.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον
῏Ηχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστατεύειν οὐ μὴ παύσῃ τοῦ δούλου σου, καὶ πρεσβεύειν ὑπὲρ τούτου Γεώργιε, μὴ οὖν παρίδῃς σῶν ἱκετῶν δεήσεων φωνάς, ἀλλὰ πρόσπεσον τῷ ποιητῇ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, εἰς τὴν βοήθειαν αὐτοῦ, ἀθλητὰ Χριστοῦ μου μέγιστε.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. (δίς).
Στίχος. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν. καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει αὐτοῖς. ὀψίας δὲ γενομένης, προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλε τὰ πνεύματα λόγω, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος· αὐτὸς τάς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τάς νόσους ἐβάστασεν. ἱδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτόν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν· καὶ προσελθὼν εἰς Γραμματεύς, εἶπεν Αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοὶ ὅπου ἐὰν ἀπέρχη. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει που τὴν κεφαλὴν κλίνῃ. ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ. ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
Δόξα.
Ταῖς του Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
῏Ηχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Ἔγειρον τὸν δοῦλόν σου, τὸν κατακείμενον νόσῳ, ἀθλητὰ Γεώργιε, καὶ ἡμᾶς ἀπάλλαξον ἱκεσίαις σου, τοὺς πρὸς σὲ πάντοτε, εὐσεβῶς Ἅγιε, σοὶ προσπίπτοντας κραυγάζομεν· σῶσον ἐκ θλίψεως, πάσης καὶ κινδύνων καὶ οἴκτερον, καὶ ῥῶσίν τε πρυτάνευσον, καὶ εἰρήνην πᾶσι τὴν ἄνωθεν, τοῖς τῷ σῷ τεμένει, μονάζουσι καὶ λύτρωσαι λιμοῦ, λοιμοῦ, σεισμοῦ καὶ ποντόσεως, τούτους καὶ κακώσεως.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμένος ἀπὸ σοῦ ἐκπορεύεται σοφέ, Γεώργιε τρισμάκαρ, ἀλλ’ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα διὰ σοῦ, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων, ὑπάρχων ἀθλοφόρε Κυρίου· σῷζε πάντας τοὺς πρὸς σέ, ταῖς πρεσβείαις σου Μάρτυς, ὡς πολεμουμένων ἡ εἰρήνη, ὡς χειμαζομένων ἡ γαλήνη, ὡς ἄμεσος προστάτης ἡμῶν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Καὶ δροσίζει με μάρτυς, καὶ καταψυχίζει ἡ μνήμη καὶ κλῆσίς σου, καὶ τὴν νόσον πᾶσαν ἰᾶταί μου καὶ παύει, στρατηλάτα Γεώργιε, καὶ πυρετοὺς ἐξ ἐμοῦ, ῥιζόθεν ῥήγνυται.
Τῆς πηγῆς τοῦ ἐλέους, τοῦ Χριστοῦ ὡς γνήσιος πέλων Γεώργιε, αὐτὸν οὖν ἐκδυσώπει, κἀμὲ τοῦ ἰαθῆναι, ἐκ τῆς δεινῆς νόσου Ἅγιε, οἷα προστάτης καὶ ῥύστης, καὶ ἀντιλήπτωρ μου.
Καὶ ἡ κλῆσίς σου μόνη, καὶ ἡ μνήμη Ἅγιε, καὶ ἡ ἐπίβλεψις, πρὸς τὸν ποθούμενόν μοι, σοῦ θεῖον χαρακτῆρα, ἀποδιώκει μου πᾶσαν ἀσθένειαν, καὶ τὰς ὀδύνας ὠθεῖ, καὶ σῴζει με σὸν δοῦλον.
Θεοτοκίον.
Ἀπὸ πάσης ἀνάγκης, ἀπὸ νόσων παντοίων κἀμὲ διάσωσον, Παρθένε τὸν σὸν δοῦλον, δεινῶς περισχεθέντα, τὸν ἀπαύστως σοι ψάλλοντα· καὶ προσφυγόντα Ἁγνή, τῇ θείᾳ ἀρωγῇ σου.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινος.
Σοὶ τῷ φωστῆρι κράζομεν· τῷ λαμπρῷ νῦν Γεώργιε, τὸν ἐπὶ τῆς κλίνης, ἀσθενεία κείμενον, ὡς δοῦλόν σου οἴκτειρον, καὶ πρὸς αὐτὸν τὴν ἴασιν, χάρισαι πλουσίως, τὸν βοῶντα τῷ Κτίστῃ· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἵνα τῆς σῆς Γεώργιε, ἐπισκέψεως τεύξομαι, καὶ τῆς θεραπείας, τύχω τιτρωσκόμενος, τοιάσδε ὁ δοῦλός σου, καθυποκύπτω καὶ τὴν ᾠδήν· νῦν διὰ τῶν σῶν βοῷ σοι δούλων καὶ κράζω· μὴ παύσῃ ἀθλοφόρε, ὑπὲρ τῶν ἱκετῶν σου, Χριστῷ τοῦ ἱκετεύειν, ὑπὲρ ἡμῶν τρισμάκαρ.
Νενεκρωμένον ζώωσον, πληγωμένον θεράπευσον, καὶ ἀπεγνωσμένον, νῦν με παραμύθησον, τρισμάκαρ Γεώργιε, τῶν θλιβομένων ἡ χαρμονή, καὶ τῶν ἀσθενούντων ἰατρὸς τῶν βοώντων· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἡ κραταιὰ βοήθεια, καὶ βεβαία ἀντίληψις, τῶν ἀπηλπισμένων ἡ ἐλπὶς Πανάμωμε, ἐπίσκεψαι κάμνοντα ὀδυνηρῶς τὸν δοῦλόν σου, κούφισον τὸ βάρος τῆς πικρὰς ἀσθενείας, ἀπέλασον τὴν νόσον, τῆς λοιμώδους ἀνάγκης, καὶ σῶσον τὸν σὸν δοῦλον, Παρθένε Θεοτόκε.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτω ὁ οὐρανός.
Φερώνυμος ὡς ὄντως μάρτυς Χριστοῦ, ὁ θαυμάτων πληρώσας τὴν σύμπασαν, δεῖξον καὶ νῦν, ἕτερον θαυμάσιον ἐπ’ ἐμοί, τῷ ἀναξίῳ δούλῳ σου, νόσῳ τρυχωμένῳ σωματικῇ καὶ ψυχικῇ καὶ δός μοι, διττῶς τε τὴν ὑγιείαν, τροπαιοφόρε Μάρτυς ἔνδοξε.
Ἐκύκλωσάν με κύνες ὡσεὶ πολλοί, ἐξ ἀμέτρων πταισμάτων μου Ἅγιε, αἱ συμφοραί, καὶ αἱ ἀσθένειαί μου αἱ δειναί καὶ νῦν λοιπὸν προσπίπτω σοι, τῷ ἐμῷ προστάτῃ καὶ βοηθῷ ἐκ τούτων με ἁπάντων, ἀπάλλαξον καὶ σῶσον, μάρτυς Γεώργιε τὸν δοῦλόν σου.
Ῥυόμενος τοὺς δούλους σου ἀθλητά, ἐκ παντοίων κινδύνων καὶ θλίψεων, νῦν καὶ τὸν σόν, τὸν σοὶ προσφερόμενον τὴν ᾠδήν, ἐν κλίνῃ κατακείμενον, ἔγειρον ὑγείωσον τὸ αὐτοῦ, πραχθέντα σαῖς πρεσβείαις, ἐξάλειψον καὶ τοῦτον, ἐν πάσῃ μετανοίᾳ, τῷ βασιλεῖ Θεῷ παράστησον.
Θεοτοκίον.
Ὡς Κύριον τεκοῦσα τὸν συμπαθῆ συμπαθείας με Κόρη ἀξίωσον, καὶ χαλεπῆς, νόσου με ἀπάλλαξον ταῖς λιταῖς, τοῦ θείου Ἀθλοφόρου σου, καὶ ἐν μετανοίᾳ καὶ προσευχῇ, τὸν βίον ἐκτελέσαι, ἱκέτευε τῷ Κτίστῃ, τῷ σῷ Υἱῷ Παρθένε ἄχραντε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέρα τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὸν τροπαιοῦχον, τὸν ἀειμακάριστον καὶ θεοκόσμητον, καὶ προστάτην καὶ φρουρὸν ἡμῶν. Τὸν ἐκλελεγμένον ἐν τοῖς πιστοῖς, καὶ δεδοξασμένον, παρὰ πᾶσι τοῖς ἀθληταῖς, τὸν ἀδιαλείπτως Θεῷ παρεστηκότα, Γεώργιον τὸν μέγαν, ὕμνοις τιμήσωμεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν ἐν Ἀθλοφόροις θαυματουργόν, ὑπερασπιστήν τε, τῶν ἀπόρων καὶ τῶν δεινῶς, κατατρυχωμένων ἐν πάσῃ ἀσθενείᾳ, σὲ νῦν ἐπικαλεῖται, μάρτυς ὁ δοῦλός σου.
Ἔχεις παῤῥησίαν πρὸς τὸν Χριστόν, ὡς ἠγαπημένος, ὑπὲρ πάντας τοὺς ἀθλητάς, φάνηθι οὖν ῥύστης, ἡμῶν τε καὶ προστάτης, ὑγείωσον σὸν δοῦλον, μάκαρ Γεώργιε.
Ὡς τῶν αἰχμαλώτων ὁ λυτρωτής, ὑπερασπιστής τε, τῶν πενήτων καὶ ἰατρός, τῶν ἐν ἀσθενείᾳ, δεινῶς κεκρατημένων, Γεώργιε ὑπάρχων, κἀμὲ νῦν ἴασαι.
Σὲ καθικετεύει νῦν ἐν τῷ σῷ εὐαγεῖ τεμένει, δοῦλος ὁ ὑμέτερος δι’ ἡμῶν, ὁ ἐν ἀσθενείᾳ Γεώργιε ὑπάρχων, ὅπως αὐτῷ δωρήσῃ, σοφὲ τὴν ἴασιν.
Δέξαι ὦ Γεώργιε ἀθλητά, λιτὰς τῶν σῶν δούλων, ἃς ἐκ στόματος ῥυπαροῦ, καὶ γλώττης βεβήλου, προσάγομεν αἰτοῦντες, ἁμαρτημάτων λύσιν, καὶ τὴν ἀνάῤῥωσιν.
Ταῖς τῶν ἀσωμάτων σου λειτουργῶν, καὶ Ἁγίων Πάντων, ἱκεσίαις Χριστὲ Σωτῆρ, καὶ τῆς σῆς Ἀχράντου μητρὸς τὸν σὸν ἱκέτην, ἐν ἀσθενείᾳ ὄντα, σώσαι καὶ ἴασαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Πάντων προστατεύεις ἀθλητά, καὶ ὑπὲρ ἡμῶν νῦν πρεσβεύεις, Χριστῷ Γεώργιε, τῶν προσκαλουμένων σε ἐν τῷδε οἴκῳ τῷ σῷ, καὶ ἐκ θλίψεως ἅπαντας, κινδύνων καὶ νόσων, σῴζεις ἡμὰς Ἅγιε, ὡς παῤῥησίας τυχών· ὅθεν τὸν σὸν δοῦλον ἐκ πάσης, νόσου συνεχόμενον σῶσον, καὶ τὴν κλίνης ἔγειρον καὶ ἴασαι.
Δέξαι τὰς δεήσεις ἀφ’ ἡμῶν, ἃς ὁ ἐπὶ κλίνης προσφέρει, σοὶ τῷ θεράποντι, τοῦ Χριστοῦ Γεώργιε καὶ τοῦτον ἔγειρον, καὶ τῆς νόσου ἀπάλλαξον, αὐτοῦ ὡς προστάτης, ὡς φρουρός, ὡς ἔφορος, ὡς ἰατρὸς καὶ τροφεύς, πόθῳ γὰρ τὴν κλῆσίν σου φέρει, καὶ διαπαντὸς μνημονεύει σου καὶ τὴν εἰκόνα κατασπάζεται.
Δέξαι τὴν ἱκέσιον ᾠδήν, δέξαι μου τὸν θρῆνον στρατάρχα, δέξαι τὴν δέησιν, δέξαι μου τὰ δάκρυα, τὸν στεναγμὸν τῆς ψυχῆς, καὶ τὸν θρῆνον ἀφάνισον τὰ δάκρυα παῦσον, πάντα μεταῤῥύθμησον τὰ λυπηρὰ εἰς χαράν, δίδου τῷ τὴν σὴν ἐκζητούντι, θείαν προστασίαν καὶ σκέπην, ὁλοψύχῳ νεύσει ὦ Γεώργιε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σοῦ, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φυλάττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις τον Μεγαλομάρτυρα και Τροπαιοφόρο Αγιο Γεώργιο
Ποίημα Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ἀθλοφόρῳ οἱ πιστοί δεῦτε πάντες, εὐσεβοφρόνως προσπεσόντες βοῶμεν, τροπαιοφόρε ἔνδοξε Γεώργιε, ῥῦσαι τοὺς τιμῶντάς σε λοιμικῆς ἀσθενείας, πάσης περιστάσεως καὶ ποικίλων κινδύνων, ταῖς πρὸς Χριστὸν λιταῖς σου, ἀθλητά, σὲ γὰρ προστάτην Ὀρθόδοξοι ἔχομεν.
Δόξα. Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτὴς καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν·
῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εἰς δὲ τὰ δύο τελευταῖα·
Δόξα. Καὶ νῦν.
ᾨδὴ α΄. ῾Υγρὰν διοδεύσας.
Πρὸς σὲ καταφεύγω δεητικῶς, Γεώργιε μάρτυς, καὶ αἰτοῦμαι σὴν ἀρωγήν, παράσχου μοι ταύτην, θεηγόρε, ἵνα μὴ τάχος ἀπόλλλυμαι, ἔνδοξε.
Τὰ πάθη ἐμόλυναν τὴν ψυχὴν ἐμοῦ τοῦ ἀθλίου καὶ ἀχρείου, θαυματουργέ, διὸ σοι, Γεώργιε, προσπίπτω καὶ ἐξαιτοῦμαι βοήθειαν, πάντιμε.
Παράσχου μοι μάρτυς, θαυματουργέ, μετάνοιαν, πίστιν καὶ τὸν βίον εἰρηνικόν, ὡσαύτως μοι δὸς τῷ ἱκέτῃ ὑπομονὴν καὶ ἀγάπην, Γεώργιε.
Θεοτοκίον.
Ἐνθέρμως σέ, Μῆτερ τοῦ Λυτρωτοῦ, ἐγὼ ὁ ἀχρεῖος ἱκετεύω γονυκλινῶς θεράπευσον τάχος τῆς ψυχῆς μου καὶ σώματός μου τὰ ἔλκη, Θεόνυμφε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Αἰχμαλώτων ὁ ῥύστης, σὺ ἀληθῶς γέγονας καὶ τῶν ὀρφανῶν, θεηγόρε, μέγα προπύργιον· τῶν ἀσθενούντων ἀεὶ καὶ τῶν πτωχῶν ὁ προστάτης ἀνεδείχθης, πάντιμε μάρτυς Γεώργιε.
Ἱκετεύω σέ, Μάρτυς, τὸν σκοτασμὸν ἅρπασον καὶ τὴν τῆς ψυχῆς ἀθυμίαν σὺ ἀποδιωξον· δίδου ἀπαύστως, σεμνέ, τῷ σοὶ πιστῶς προσδραμόντι ὑγίειαν ἀκλόνητον, μάκαρ Γεώργιε.
Τοῦ καρκίνου τὸ πάθος σὺ ἀφ’ ἡμῶν δίωξον, τῇ σῇ κραταιᾷ μεσιτεία, μάρτυς Γεώργιε, καὶ δίδου πᾶσι, σοφέ, τὴν ψυχῆς ἠρεμίαν καὶ χαρὰν τοῦ Πνεύματος ἀδιατάρακτον.
Θεοτοκίον.
Ὀρθοδόξων ἐδείχθης καταφυγή, Δέσποινα, καὶ τῶν μοναζόντων τὸ κλέος, Θεομακάριστε, τῶν ἀσθενοῦντων ἀεὶ σὺ ἰατρὸς καὶ προστάτης καὶ χηρῶν ὑπέρμαχος ἀκατανίκητος.
Διάσωσον ἐκ πάσης βλάβης ἱκέτας σου, Ἀθλοφόρε, ὅτι πάντες πρὸς σὲ ἀεὶ πιστῶς καταφεύγομεν, τὸν μέγαν ὁπλίτην καὶ στεφηφόρον.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμὴ.
Πρεσβείαν τὴν σὴν κατέχοντες, φιλόχριστε, παγίδων πολλῶν λυτρούμεθα ἱκέτες σου, ἐκτενῶς βοῶμέν σοι, ὦ Γεώργιε, τάχος πρόφθασον καὶ ἐκ κινδύνων ῥύσασθαι ἡμᾶς ὁ μέγας προστάτης τῶν τιμῶντων σε.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Σὲ ἐλπίδα καὶ στήριγμα, ὡς καὶ ἰατρὸν ἀλάνθαστον ἔχομεν, διὸ πίστει σοι προστρέχομεν τοῖς λειψάνοις, ἅγιε Γεώργιε.
Τῶν παθῶν μου τὸν τάραχον σύ, Τροπαιοφόρε, τάχος κατάπαυσον καὶ τὸν νοῦν μου ἀποκάθαρον ἐκ παντοίων σκέψεων, Γεώργιε.
Σὺ τὴν γλῶσσαν μου φύλαξον ἐκ τῆς κατακρίσεως, τρισμακάριστε, καὶ τὸ στόμα μου διάνοιξον τοῦ δοξάζειν Κτίστην τὸν τοῦ σύμπαντος.
Θεοτοκίον.
Ὦ πανάχραντε Δέσποινα, τὸν σὸν Υἱὸν ἀεὶ καθικέτευε, ἵνα πάντες ἀπολαύσωμεν Παραδείσου κάλλη οἱ ἀνάξιοι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σῶμα καὶ ψυχὴ ὡς καὶ τὴν σὴν καρδίαν ᾄδοντας τῷ Κυρίῳ προσήνεγκας, θαυμαστέ, διὸ στεφάνους, Γεώργιε, παρέλαβες.
Δώρισαι ἡμῖν τὴν ὑγίειαν δεομένοις σου καὶ τῆς ψυχῆς ὡς καὶ τοῦ σώματος ἀεί, τροπαιοφόρε Γεώργιε, πάντων σέμνωμα.
Λῦσον τὴν ἀχλὺν τῶν πταισμάτων μου, Γεώργιε, καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς, Τροπαιοφόρε, μακαρίας Λύδδας βλάστημα.
Θεοτοκίον.
Ἰασαι, Ἁγνή, τῆς καρδίας μου τὰ τραύματα καὶ τοῦ νοὸς μου, Κόρη, τὴν ἔπαρσιν καὶ ὑγίειαν τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.
Παράσχου μοι ὑγίειαν καὶ ῥώμην ὡς καὶ τὴν σὴν ἰσχυρὰν προστασίαν, ἐκ τῆς οἰήσεως σῶσόν με τάχος καὶ ἐκ παγίδων τοῦ ὄφεως ῥῦσαί με, Γεώργιε μάρτυς σεπτέ, Ὀρθοδόξων τὸ ἅγιον πρότυπον.
Ἰάτρευσον τῆς ψυχῆς μου τὸ ἄλγος καὶ τὴν κάκωσιν τοῦ σώματος, μάρτυς, ὡς τὸν Χριστὸν δυνατῶς ἀγαπήσας, τροπαιοφόρε Γεώργιε ἔνδοξε, καὶ δίδου μοι εὐθυπορεῖν πρὸς ὁδοὺς τὰς εὐθείας καὶ σῶσόν με.
Προστάτην σε τῆς ζωῆς ἐπίσταμαι καὶ ἀκοίμητον φρουρὸν σὲ κατέχω, τοὺς πειρασμοὺς ἀπελαύνεις μακρόθεν, σὺ καὶ τὰς νόσους διώκεις ταχύτατα, Γεώργιε θαυματουργέ, Ὀρθοδόξων στεῤῥὸν κατάφύγιον.
Θεοτοκίον.
Ἡλίου τοῦ νοητοῦ σύ, ῎Αχραντε, ἀνεδείχθης, Θεοτόκε, μητέρα, ὃν καθικέτευε, κόρη, ἀπαύστως καὶ ὑπὲρ πάντων ἡμῶν ἐξευμένισον δεόμεθά σου, ὦ Μαριάμ, ἵνα λάβωμεν χάριν καὶ ἔλεος.
Διάσωσον ἐκ πάσης βλάβης ἱκέτας σου, Ἀθλοφόρε, ὅτι πάντες πρὸς σὲ ἀεὶ πιστῶς κατάφεύγομεν, τὸν μέγαν ὁπλίτην καὶ στεφηφόρον.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος καὶ μεσίτης πρὸς τὸν ποιητὴν ἀμετάθετος, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, θαυματουργέ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν θερμῶς δεομένων σοι· ἅγνισον τὴν ψυχὴν μου καὶ φύλαξόν μου τὸ σῶμα ἀπὸ παγίδων τοῦ ἔχθροῦ, ἀξιάγαστε Γεώργιε.
Προκείμενον.
Δίκαιος ὡς φοίνιξ ἀνθίσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. (δίς)
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.
Δίκαιος ὡς φοίνιξ ἀνθίσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον·
Εκ τοῦ κατὰ Ιωάννην.
(Κεφ. ιεʹ 17-27, ιστʹ 1-2)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν· Ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ ἐγκαταλείπῃς με, Μεγαλομάρτυς Κυρίου, τὸν πρὸς σὲ προστρέχοντα, ἀξιάγαστε· θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι τῶν δαιμόνων τὰ τοξεύματα· σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος· πάντοθεν πολεμούμενος καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου· Μάρτυς τοῦ Δεσπότου ἐλπὶς συ καὶ προστάτης τῶν πτωχῶν, τροπαιοφόρε Γεώργιε, Λύδδας ἄνθος εὔοσμον.
Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ιουδαίας.
Ἀσθενῶν ἰατρεῖον καὶ πτωχῶν καταφύγιον μέγα, ἔνδοξε, σὺ ὄντως ἀνεδείχθης, Γεώργιε παμμάκαρ, διὸ πίστει κραυγάζομεν· ὁ τῶν πατέρων ἡμῶν Θεὸς, εὐλογητὸς εἶ.
Τῶν τυφλῶν βακτηρίαν ὀνομάζουσι πάντες σέ, ἀξιάγαστε, καὶ τῶν ἀβοηθήτων βοήθειαν καὶ σκέπην· διὸ ἅπαντες ψάλλομεν· χαῖρε, πιστῶν χαρμονὴ καὶ δόξα Ὀρθοδόξων.
Μοναζόντων τὸ κλέος καὶ πιστῶν θεῖον καύχημα, πνευματέμφορε, δαιμόνων καθαιρέτης, ὁ μέγας ἀνεδείχθης· διὸ ἅπαντες ᾄδομεν· Μεγαλομάρτυς Χριστοῦ πιστῶν χαρὰ καὶ κλέος.
Θεοτοκίον.
Ἀρετῶν σὺ ταμεῖον ἀνεδείχθης, Μαρία θεοχαρίτωτε, διὸ καὶ σὲ ὑμνοῦμεν καὶ πίστει προσκυνοῦμεν οἱ ἀνάξιοι ᾄδοντες· χαῖρε, παρθένε Ἁγνή, ἡ δόξα τῶν Ἀγγέλων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὸν Βασιλέα σὺν τῷ σεμνῷ Γεωργίῳ μοναζόντων τᾲ πλήθη αἰνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰώνας.
Πολυχρονίαν καὶ τὸν υἱὸν αὐτῆς πᾶσαι Ὀρθοδόξων χορεῖαι ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἡ βιοτὴ σου χαρᾶς πληροῖ Ὀρθοδόξους καὶ εὐφραίνει καρδίας ἁπάντων τῶν τὸ ὄνομά σου φερόντων, Θεοφόρε.
Θεοτοκίον.
Τὴν ἀσθεσοῦσαν ἐκ τῶν παθῶν τῶν ποικίλων, Θεοτόκε, ἀθλίαν ψυχὴν μου ἴασαι τάχος, ἵνα μὴ ἀπολοῦμαι.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον.
Γεώργιε παμμάκαρ, καύχημα Λυδδαίων καὶ Ὀρθοδόξων στεῤῥὸν καταφύγιον τοὺς προσιόντας σοι, μάρτυς, χαρᾶς ἀξίωσον.
Σὺν τῇ σεπτῇ μητρὶ σου ἅπασι παράσχου σωτηριώδη μετάνοιαν, Ἅγιε, καὶ τοὺς τιμῶντάς σε πόθῳ δεινῶν ἀπάλλαξον.
Ἐκ τῆς φιλαργυρίας καὶ τῆς φλυαρίας, μεγαλομάρτυς Γεώργιε, σῶσόν με καὶ τοὺς πρὸς σὲ προσδραμόντας παθῶν ἀπάλλαξον.
Θεοτοκίον.
Ῥοὴν μου τῶν δακρύων μὴ ἀποποιήσῃς, Θεοτόκε Παρθένε, σοῦ δέομαι καὶ ἐκ ψυχῆς μου τὴν λύπην τάχος διάλυσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε Τροπαιοφόρε, τὸν ἀειμακάριστον καὶ θεοκόσμητον, καὶ προστάτην πάντων ἡμῶν. Τὸν δεδοξασμένονπαρὰ Θεῷ καὶ πεφιλημένον Ὀρθοδόξοις Χριστιανοῖς, τὸν μετὰ ἀγγέλων Θεῷ δοξολογοῦντα καὶ νέμοντα ἰάσεις πᾶσι τοῖς θέλουσι.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν Μεγαλομάρτυρα τοῦ Χριστοῦ καὶ τῶν ἀσθενούντων τὸν ἀνάργυρον ἰατρόν, τῶν ῾Ελλήνων κλέος καὶ Ὀρθοδόξων δόξαν, Γεώργιον, μεθ̉ ὕμνων πάντες τιμήσωμεν.
Φύλαττε τὸ σῶμά μου, θαυμαστέ, ἀπὸ τοῦ καρκίνου καὶ ἐκ νόσων παντοειδῶν, ὡς καὶ τὴν ψυχὴν μου ἐκ τῶν παθῶν, τρισμάκαρ, Γεώργιε θεόφρον, πιστῶν ἀγλάϊσμα.
Πᾶσαν τὴν ἐλπίδα μου, θαυμαστέ, πρὸς σὲ ἐπιῤῥίπτω ὁ ἀνάξιος τοῦ Θεοῦ, διὸ σοὶ προσπίπτω καὶ δέομαι ὁ τάλας τὰ τῆς ψυχῆς μου ἔλκη τάχος θεράπευσον.
Δίδου μοι μετάνοιαν, θαυμαστέ Γεώργιε μάρτυς, Ἐκκλησίας ἡ χαρμονή, ἵνα ἀπολαύσω ὁμοῦ σὺν τῇ μητρί σου τὴν δόξαν τοῦ Δεσπότου ἐν ἣ ἀγάλλεσαι.
Ὦ Πολυχρονία θαυματουργέ, μετὰ τοῦ υἱοῦ σου, Γεωργίου τοῦ θαυμαστοῦ, ῥύσατε ἱκέτας ἐκ βλάβης καὶ κινδύνων καὶ σώσατε λιταῖς σας ἐκ τῆς κολάσεως.
Μάρτυς Ῥιψιμία θαυματουργέ, σὺν τῷ Γρηγορίῳ καὶ παρθένῳ Γαϊανῇ καὶ Πολυχρονίᾳ μητρὶ Τροπαιοφόρου, σὺν τῇ ἁγίᾳ Νίνᾳ σώσατε ἅπαντας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα τὸ Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτὴς καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου.
Πάντων προστατεύεις ἀληθῶς τῶν καταφευγόντων ἐν πίστει τῇ προστασίᾳ τῇ σῇ, ἄλλον γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν ποικίλοις νοσήμασι, ἀεὶ σὲ μεσίτην οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, μάρτυς τοῦ Θεοῦ τοῦ ῾Υψίστου, ὅθεν σοι προστρέχομεν πόθῳ πάντες οἱ Ὀρθόδοξοι, μακάριε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Γεώργιο του Κωδωνά και της ευρέσεως της Πανσέπτου αυτού εικόνος κατά την Νήσον Πρίγκιπον

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ἐν ἀνάγκαις βοηθῷ ταχυτάτῳ, καὶ ἐν κινδύνοις ῥύστῃ ἀπροσμαχήτῳ, μετὰ σπουδῆς καὶ πίστεως γηθόμενοι νῦν, ἅπαντες πιστοὶ προσπέσωμεν, εὐλαβῶς ἐν ναῷ αὐτοῦ κράζοντες· βοήθησον ἐκ βαθέων καρδίας, μεγαλομάρτυς ἔνδοξε Χριστοῦ, τροπαιοφόρε καὶ θαυματουργὲ Γεώργιε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τῷ Μεγαλομάρτυρι Γ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τῆς εὐσεβείας γεωργός, Γεώργιε, ἀνεδείχθης τὰς ψυχὰς τῶν σοὶ προσφευγόντων, γεωργήσας πλήρωσον, μαρτυρικοῦ σου αἵματος, ἔπεισε γὰρ οἱ πάντες, ὡς πλεῖστα θαύματα βλύζοντα, τρέχομεν ἐν πόθῳ τῷ ζέοντι.
Ὥσπερ ἀείροον πηγὴ γινώσκομεν τὸν σὸν Ναὸν τὸν σεπτόν, θαῦμα ἐπὶ θαύματι, ἅπασι προχέοντα, ἐν ἀφθονίᾳ πάντοτε, διὸ δεόμεθά σου ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον πρέσβευε.
Μεγαλομάρτυς ἀθλητὰ Γεώργιε, τοὺς σοὺς οἰκέτας πιστοὺς ἐκ παντοίων νόσων, δεομένους λύτρωσαι, ὡς σε ἄμα ἐπεκαλέσαντο, καὶ λύτρωσιν ταχεῖαν εὑρήκασιν.
Ἐκ τῶν καμνόντων πάθη ἀπεδίωξας, τοῦ σώματος καὶ ψυχῆς, φθάνεις γὰρ εἰς πάντας, διὰ τάχους ἔνδοξε, βολάς τε τῶν θαυμάτων σου ἀπαστράπτεις εἰς πάντα, τῆς Οἰκουμένης τὰ πέρατα, λάμπων τοῦ ἡλίου φανώτερον.
Γλῶσσα γηίνη ἐξειπεῖν οὐ δύναται, τῶν οἰκτιρμῶν σου σοφέ, σὺ γὰρ αἰχμαλώτων, ῥύστης σὺ ταχύτατος, καὶ θησαυρὸς πενήτων τε, ἰατρὸς τὸν ἐν νόσοις, καὶ Βασιλέων ὑπέρμαχος, πάντοτε ἑτοίμη βοήθεια.
Θεοτοκίον.
Ἡ τετοκυῖᾳ Ἰησοῦ τὸν εὔσπλαχνον, καὶ μετὰ τόκον ὡς πρίν, αὖθίς τε Παρθένος ξένων θαῦμα μείνασα, καὶ πάντα διασώσασα, τῷ ἐκ σοῦ γεννηθέντι, γενοῦ πρεσβεία εὐπρόσδεκτος, ὅπως λυτρωθῶμεν κολάσεως.
Διάσωσον ἐκ τῶν κινδύνων τοὺς δούλους σου, Ἀθλοφόρε, ὅτι πάντες μετὰ Θεὸν πρὸς σὲ καταφεύγομεν, ὡς μέγαν προστάτην παντὸς τοῦ κόσμου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεία τῇ σῇ, μεγαλομάρτυς Γεώργιε, πάντας ἡμᾶς κολάσεως ἀπάλλαξον, ταῖς λιταῖς σου Ἅγιε, πρὸς Χριστὸν τὸν μόνο φιλάνθρωπον, σὲ γὰρ προστάτη κεκτήμεθα, ἀθλητῶν ἐγκαλλώπισμα.
ᾨδὴ ς΄.
Ἀκτῖσι μαρτυρικὲς τὴν τοῦ νοὸς ἡμῶν ζόφωσιν, καταυγάσον ἀθλητὰ καταπέμψας ἄνωθεν, ἀνδρεία καὶ σύνεσιν, ἵνα δυνηθῶμεν, πολεμῆσαι τὸν ἀντίπαλο.
Λίαν εὐφραίνεις πιστούς, προσερχομένους τῇ σκέπῃ σου, καὶ θλιβομένους πικρῶς ὑπὸ δεινοῦ δαίμονος, ῥυεὶς ὦ τοῦ θαύματος, ἀσθενεῖς δὲ ὅσους τῶν παθῶν σὺ ἐλευθέρωσας.
Ὁ παρεστῶς τῷ Θεῷ, μεγαλομάρτυς Γεώργιε, πρεσβεύει ὑπὲρ ἡμῶν, μὴ παύσῃ δεόμεθα, καὶ γὰρ σὲ προσπίπτωμεν καὶ παρακαλοῦμεν, παῤῥησία πλείστην ἔχοντα.
Μεγίστην καταφυγήν, σὲ οἱ ἀνάξιοι εὕρομεν, οἱ πένητες πλουτισμόν, ῥύστην οἱ αἰχμάλωτοι, οἱ τυφλοὶ ἀνάβλεψιν, οἱ ἀπεγνωσμένοι ἀντιλήπτορα θερμότατον.
Ἀντὶ πολλῶν δωρεῶν, ὧν δέδωκας ἡμῖν Ἅγιε, τί προσενέγκωμεν νῦν, οἱ ἀχρεῖοι δοῦλοί σου; ἀλλὰ παριδεῖν ἡμῶν τὸ ἀσθενὲς ἱκεσίαν τε καὶ δέησιν.
Ἀνύψωσόν μοι τὸν νοῦν, Ὑπεραγία Θεόνυμφε, ἐκ τοῦ βυθοῦ τῶν κακῶν, κἀμὲ ἀνακάλεσα, εἰς ὀρθὴν μετάνοιαν, ὅπως ὁ Υἱός σου, εὐμενῶς κἀμὲ προσδέξηται.
Διάσωσον ἐκ τῶν κινδύνων τοὺς δούλους σου, Ἀθλοφόρε, ὅτι πάντες μετὰ Θεὸν πρὸς σὲ καταφεύγομεν, ὡς μέγαν προστάτην παντὸς τοῦ κόσμου.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ έσχατων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.
Προστασίᾳ τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτείᾳ πρὸς τὸν ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεὶ Θεοτόκε τῶν τιμώντων σε.
Καὶ εὐθὺς τὸ προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡς ἡ κέδρος ἡ ἐν τῷ Λίβανῳ πληθυνθήσεται.
Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.
Εὐαγγέλιoν.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα’, 12- 20).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων, ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματος μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διά τὸ ὄνομα μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Ὅλην ἀποθέμενοι.
Ἅγιε Γεώργιε, μεγαλομάρτυς Κυρίου, ὑπὲρ τῶν ὑμνούντων σε πρέσβευε, δεόμεθα πρὸς Κύριον· λύτρωσαι θλίψεων, πειρασμῶν, κινδύνων, καὶ παντοίων περιστάσεων, τοὺς προσκυνοῦντάς σε πίστει ἀδιστάκτῳ πολύαθλε· πάντοθεν πολεμούμενοι, σὲ παραμυθίαν ἔχομεν πάντες· οἴκτειρον οὖν σῶσον, βοήθησον τοῖς δούλοις σου ἡμῖν, καὶ μὴ παρίδῃς τὴν δέησιν, τῶν παρακαλούντων σε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου.
ᾨδὴ θ΄ . Ἐξέστη ἐπὶ τούτῳ.
Ῥυσθῆναι ἐκ πταισμάτων παντοδαπῶν, τῷ Ναῷ σου προσφεύγομεν, Ἅγιε, ῥέει καὶ γάρ, Νεῖλος ὥσπερ ἄλλος, ῥεῖθρα ζωῆς, κρουνούς τε τῶν ἰάσεων, ἅπασι προχέει διηνεκῶς· διὸ σοῦ τὴν εἰκόνα χείλεσιν ἀναξίοις ἀσπαζομένους καθαγίασον.
Τοὺς πόθῳ σε γεραίροντας, Ἀθλητά, ἐπιτελοῦντάς τε μνήμην, ἀοίδιμε, σου τὴν σεπτήν, σῷζε, φρουρεῖ, φύλαττε ἀσφαλῶς, τὸ ὄνομά σου, Ἅγιε, ἐπικαλουμένους τὸ θαυμαστόν, ψυχῶν τὴν σωτηρίαν, σωμάτων θεραπείαν μὴ διαλείπῃς παρεχόμενος.
Ὑστέροις ἐν τοῖς χρόνοις τὴν σὴν Μονήν, βουληθεὶς ἀνεγείραι, θαυμάσιε, ὄναρ τινὶ ὤφθης τὴν εἰκόνα σου ἀνευρεῖν, καὶ ταύτην διὰ θαύματος, παραδοξοτέρου σὺ φανεροῖς, ἣν προσκυνοῦντες, αἰτούμεθα πρεσβεύειν ὑπὲρ ἡμῶν ἀεὶ πρὸς Κύριον.
Ῥανίδας τῶν δακρύων, θαυματουργέ, μὴ παρίδῃς ὁ φέρων τὰ τρόπαια κατὰ ἐχθροῦ, πάντων πολεμήτορος τοῦ δεινοῦ· ἀλλ’ ἱκεσίας πρόσδεξαι, πάντων τῶν παρόντων τὰς ἐκτενεῖς, Γεώργιε παμμάκαρ, Χριστοῦ μεγαλομάρτυς, ἵνα σε πόθῳ μεγαλύνωμεν.
Ἱκέσιόν μου δέησιν ὁ πολύς, ἐν τοῖς θαύμασι, μάρτυς Γεώργιε, δέξαι θερμήν, ὅτι κινδυνεύω ἐν πειρασμοῖς· καὶ δώρησαί μοι, Ἅγιε, τῶν ἁμαρτημάτων ἀπαλλαγήν, τῷ βίῳ ἡσυχίαν, ψυχῆς τὴν σωτηρίαν, καὶ νοσημάτων ἀπολύτρωσιν.
Θεοτοκίον.
Γεωργίῳ σὺν μάρτυρι τῷ κλεινῷ, ἱκετεύουσα, κόρη Θεόνυμφε, τὸν σὸν Υἱόν, ῥῦσαί με κολάσεως φοβερᾶς, ζωῆς δὲ με ἀξίωσον τῆς ἐν βασιλείᾳ τῶν οὐρανῶν· ἧς, Κύριε Θεέ μου, διάδοχόν με δεῖξον, κατὰ τὸ πλούσιον σου ἔλεος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄστρον ἀνατέταλκε φαεινὸν ἐκ τῆς Καππαδοκῶν ὁ πολύαθλος τοῦ Χριστοῦ μάρτυς, καὶ φωτίζει πιστῶν ἅπαν τὸ πλῆθος, Γεώργιος ὁ μέγας, ὃν νῦν γεραίρομεν.
Τὸν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, καὶ τροπαιοφόρον, καὶ ἐν πᾶσι θαυματουργόν, τὸν ὑπὲρ ἀγάπης Χριστοῦ ἐνηθληκότα, Γεώργιον τὸν μέγαν, πάντες τιμήσωμεν.
Μάρτυς ἀθλοφόρε θαυματουργέ, ὑπὲρ τοῦ λαοῦ σου ἐξαιτουμένου ἱλασμόν, λύτρωσαι κινδύνων, τοὺς ἐπικαλουμένους, τὸ ὄνομα τὸ θεῖον σου καὶ ἐξαίσιον.
Φύλαττε καὶ σκέπε ταῖς σαῖς λιταῖς, Χαράλαμπες μάρτυς, ὡς τὴν χάριν ταύτην λαβών, ἡμᾶς ἐκ παντοίων νόσων τε καὶ κινδύνων καὶ λοιμικοῦ θανάτου, ὅπως ὑμνῶμέν σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ Ἀπολυτίκιον τοῦ Ἁγίου.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προσδραμόντων, ἀθλητά, πίστει τῇ θερμῇ ἀντιλήψει τῆς προστασίας σου, ἀθλοφόρε ἔνδοξε θαυμαστὲ Γεώργιε, προστατεύεις δωρούμενος αἰτήματα τάχος ταῖς πρὸς τὸν οἰκτίρμονα λιταῖς σου ἔνδοξε, ὅθεν δυσωποῦμέν σε μάκαρ, οἴκτειρον ἡμᾶς ἱκετεύων Θεὸν τὸν παντάνακτα, ἀοίδιμε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Εὐχή.
Λεγομένῃ ἐπὶ τῶν προσερχομένων καὶ ἀφιερωθέντων εἰς τὴν χάριν, σκέπην, καὶ βοήθειαν τοῦ Ἁγίου ἐνδόξου μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου, καὶ λαμβανόντων κώδωνας.
Ποιεῖ ὁ ἱερεὺς Εὐλογητόν, εἶτα, Τρισάγιον, ὅτι σου ἔστιν, καὶ τὸ Ἀπολυτίκιον, Ὥς τῶν αἰχμαλώτων.
Τοῦ Κυρίου δεηθῶμεν.
Πάτερ ἅγιε, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ὁ πέμψας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πᾶσαν νόσον ἰώμενον, καὶ ἐκ θανάτου λυτρούμενον, αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν, διὰ πρεσβειῶν τοῦ Ἁγίου ἐνδόξου μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου καὶ ἴασαι τὸν δοῦλόν σου (τόνδε) τὸν καταξιωθέντα ἐλθεῖν καὶ ἀφιερωθήναι ὑπὸ τὴν σκέπην τοῦ· ἀπάλλαξον ἐκ τῆς περιεχούσης αὐτὸν ψυχικῆς τε καὶ σωματικῆς ἀσθενείας, διὰ τῆς χάριτος τοῦ Χριστοῦ σου· καὶ ζωοποίησον αὐτόν, κατὰ τὸ σοὶ εὐάρεστον, ὅπως τὴν ὀφειλομένην σοι εὐχαριστίαν καὶ προσκύνησιν ἐν ἀγαθοεργίαις ἀποπληροῖ, πρεσβείαις τοῦ ἁγίου μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου καὶ πάντων σου τῶν Ἁγίων. Ὅτι σὺ εἶ ἡ πηγὴ τῶν ἰαμάτων, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχή.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὰ χρόνια καὶ δεινὰ πάθη λόγῳ μόνῳ θεραπεύσας ὁ τὴν πενθερὰν Πέτρου πυρέσσουσαν ἰασάμενος αὐτὸς καὶ νῦν, Δέσποτα, διὰ πρεσβειῶν τοῦ Ἁγίου ἐνδόξου μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου ἀπάλλαξον καὶ ἐλευθέρωσον τὸν δοῦλόν σου (τόνδε) ἀπὸ τῆς συνεχούσης αὐτὸν μάστιγος· ὁ παιδεύων συμπαθῶς, καὶ ἰώμενος ἀγαθός, ὁ πᾶσαν νόσον καὶ μαλακίαν ἀφαιρεῖσθαι δυνάμενος, ἀνάστησον αὐτὸν ἀπὸ κλίνης ὀδυνηρᾶς, καὶ ἀπὸ στρωμνῆς κακώσεως, ἐπιθεὶς τὸ φάρμακον τοῦ ἐλέους σου. Παράσχου τελείαν ἱᾶσιν καὶ ὑγίειαν. Ὅτι σὺ εἰ ὁ ἰατρός τῶν σωμάτων καὶ τῶν ψυχῶν ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ύμνοι τω Αγίω Μεγαλομάρτυρι Γεώργιω τω Τροπαιοφόρω
Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεΐτίσσης

Ψαλλόμενοι πρὸς τὸ «Ἁγνὴ Παρθένε Δέσποινα»
οὗ ἡ ἀκροστιχίς·
«Ταῖς σαῖς πρεσβείαις σκέπε με Γεώργιε ἐν βίῳ. Ἰσιδώρας»
Τῶν ἀθλητῶν ἀγλάισμα Μαρτύρων ὡραιότης,
Ἀγγέλων τε συνόμιλος Γεώργιε ὑπάρχεις,
Χαίροις μάρτυς Γεώργιε
Αἷμά σου τὸ μαρτυρικὸν Κυρίῳ σου προσάξας,
Πνεῦμα τὸ θεῖον ἔλαβες Γεώργιε πλουσίως.
Χαίροις μάρτυς Γεώργιε
Ἱερωτάτῃ προσφορᾷ Κυρίῳ σου προσήχθης,
Γεώργιε ὡς λογικὸς ἀμνὸς ἐθελουσίως,
Χαίροις μάρτυς Γεώργιε
Στῦλος ὑπάρχων ἄσειστος πίστεως τῆς ἀμώμου,
στερέωσον ἐν πίστει με Γεώργιε εὐχαῖς σου.
Χαίροις μάρτυς Γεώργιε
Στολὴν λαμπρύνας σῆς ψυχῆς Γεώργιε ἐν ἄθλοις,
εὐπρέπισον τῆς ἀκαλοὺς ψυχῆς μου τὸν χιτῶνα.
Χαίροις μάρτυς Γεώργιε
Ἀνεμποδίστως διαβὰς τρίβον τοῦ μαρτυρίου,
πλάτος οἰκεῖς Γεώργιε τοῦ θείου Παραδείσου.
Χαίροις μάρτυς Γεώργιε
Ἰάσεων ὡς ποταμὸν καὶ κρήνην τῶν χαρίτων,
λειψάνων σου κεκτήμεθα Γεώργιε τὴν θήκην.
Χαίροις μάρτυς Γεώργιε
Σαρκὸς βασάνους ὑποστὰς πικρᾶς τε ἀλγηδόνας,
ἀγάλλει ἐν τῷ πνεύματι Γεώργιε ἀλήκτως.
Χαίροις μάρτυς Γεώργιε
Πατρίς σου χαίρει ἄμετρα κλινῇ Καππαδοκίᾳ,
καὶ Λύδδα συναγάλλεται Γεώργιε σῇ μνήμῃ.
Χαίροις μάρτυς Γεώργιε
Ῥημάτων κατελόγησας τῶν δυσσεβῶν τυράννων,
λόγοις ὑπείκων τοῦ Θεοῦ Γεώργιε καὶ Λόγου.
Χαίροις μάρτυς Γεώργιε
Ἐκατοστεύοντα καρπὸν ἔδωκας μαρτυρίου,
ὡς στάχυς ἱερώτατος Γεώργιε Κυρίῳ.
Χαίροις μάρτυς Γεώργιε
Σταυρῷ τὸν ὐφαπλώσαντα θελήματι παλάμας,
προθύμως ἠκολούθησας Γεώργιε ἐν βίῳ.
Χαίροις μάρτυς Γεώργιε
Βασιλικὸν ἐνδέδυσαι Γεώργιε χιτῶνα,
ὡς Οὐρανίου Ἄνακτος τίμιος στρατιώτης.
Χαίροις μάρτυς Γεώργιε
Ἐνίκησας τοὺς δυσμενεῖς Γεώργιε τυράννους,
νίκην διὸ τὴν ἀληθῇ, ἡμῖν ἐπιβραβεύεις.
Χαίροις μάρτυς Γεώργιε
Ἱλαρωτάτῃ σου ψυχὴ στέρξας Θεὸν τῶν ὅλων,
καθιλαρύνεις τὰς ψυχὰς τῶν πόθῳ σε τιμώντων.
Χαίροις μάρτυς Γεώργιε
Ἀγγέλων τὰ στρατεύματα συμφώνως ἐπεκρότουν,
τῶν ἄθλων σου τὰ τρόπαια Γεώργιε γενναῖε.
Χαίροις μάρτυς Γεώργιε
Ἰταμοτάτων δυναστῶν τὸ θράσος κατεβάλλου,
Γεώργιε φρονήματι στεῤῥῷ καὶ θαρσαλέῳ.
Χαίροις μάρτυς Γεώργιε
Σαρκός σου τὸ χιτώνιον ἐν αἵμασι φοινίξας,
ψυχήν σου κατελεύκανας Γεώργιε ἐνθέως.
Χαίροις μάρτυς Γεώργιε
Σιὼν τὴν ἐπουράνιον Γεώργιε λαμπρύνεις,
ὡς λίθος χρυσαυγέστατος τῆς θείας ἐκκλησίας.
Χαίροις μάρτυς Γεώργιε
Κηρύξας ὧ Γεώργιε Θεὸν φωνῇ μεγάλῃ,
σάλπιγξ πανεύηχος Αὐτοῦ τοῖς πέρασιν ἐγένου.
Χαίροις μάρτυς Γεώργιε
Ἐνέκρωσας Γεώργιε δράκοντα δόρατι σου,
τὴν τυραννίδα τῶν παθῶν διὸ ἀπόκτεινόν μου.
Χαίροις μάρτυς Γεώργιε
Πτέρυξι πανιέροις σου τῶν παμμεγίστων ἄθλων,
εἰς οὐρανοῦ Γεώργιε ἀνῆλθες θεία ὕψη.
Χαίροις μάρτυς Γεώργιε
Ἐν πέτρᾳ θείων ἐντολῶν ἐρηρεισμένος Μάρτυς,
Χριστὸν λίθον ἀκρόγωνον Γεώργιε δοξάζεις.
Χαίροις μάρτυς Γεώργιε
Μέλη σαρκὸς τιμίας σου διὰ Χριστὸν ἐκόπης,
ὅθεν Αὐτῷ Γεώργιε συνεὶς εἰς τοὺς αἰῶνας.
Χαίροις μάρτυς Γεώργιε
Ἐν τῇ ἀσβέστῳ ἐμβληθεὶς ἄτρωτος ἐφυλάχθης,
Θεὸν τε ἐμεγάλυνες Γεώργιε ἐν ὕμνοις.
Χαίροις μάρτυς Γεώργιε
Γηθόμενος Γεώργιε ἔφερες τὰς βασάνους,
χαρᾶς διόπερ ἀληθοῦς ἀπαύστως ἀπολαύεις.
Χαίροις μάρτυς Γεώργιε
Ἐν τῷ πυρὶ δοκιμασθεὶς δεινῶν πειρατηρίων,
νῦν καθαρότερος χρυσοῦ Γεώργιε ὑπάρχεις.
Χαίροις μάρτυς Γεώργιε
Ὡράϊσας Γεώργιε ψυχήν σου ἐν οἰκίαις,
κάλλος ἐράσμιον Θεοῦ νῦν δὲ ὁρᾷς ἀμέτρως.
Χαίροις μάρτυς Γεώργιε
Ῥείθροις αἱμάτων σου τὴν γῆν Γεώργιε ἀρδεύσας,
βότρυν ἀπέδωκας γλυκὺν ἐνδόξων παλαισμάτων.
Χαίροις μάρτυς Γεώργιε
Γαλήνιον σε ἔγνωμεν Γεώργιε λιμένα,
ὡς διελθὼν νικητικώς κλύδωνα τῶν βασάνων.
Χαίροις μάρτυς Γεώργιε
Ἰσχὺν δυναμούμενος Σταυροῦ τοῦ νικηφόρου,
διέμεινας Γεώργιε ἄθραυστος ὡς ἀδάμας.
Χαίροις μάρτυς Γεώργιε
Εἰδώλων ξόανα γλυπτὰ κατέῤῥαξας εἰς τέλος,
Γεώργιε καὶ ὕψωσας Θεόν τὸν ἐν Τριάδι.
Χαίροις μάρτυς Γεώργιε
Ἐφώνησας Γεώργιε νεκρὸν τὸν ἀπ’ αἰῶνος,
ὡς ὁ Δεσπότης σου Χριστὸς τοῦτον ἐξαναστήσας.
Χαίροις μάρτυς Γεώργιε
Ναμάτων σὲ ζωοποιῶν κρήνην ἐπιγινώσκω,
χαρίτων τε Γεώργιε ἀκένωτον κρατῆρα.
Χαίροις μάρτυς Γεώργιε
Βραβείᾳ τὰ οὐράνια Γεώργιε ἐδέξω,
χειρὶ τοῦ πλαστουργήσαντος ἐκ γῆς σε φιλανθρώπως.
Χαίροις μάρτυς Γεώργιε
Ἰχῶράς σου μαρτυρικοὺς ἀσπάζομαι ἐν πόθῳ,
καὶ τὸν τροχὸν Γεώργιε τιμῷ ἐν εὐλαβείᾳ
Χαίροις μάρτυς Γεώργιε
Ὠνούμενος Γεώργιε τοῦ οὐρανοῦ τὰ πλούτη,
τοὺς θησαυροὺς μοι δώρησαι τοὺς μὴ παλαιουμένους.
Χαίροις μάρτυς Γεώργιε
Ἰχνηλατήσας τοῦ Χριστοῦ Γεώργιε τὸ πάθος,
πόνους ὑπέστης τῇ σαρκὶ στοργὴ ἐν ἀκορέστῳ.
Χαίροις μάρτυς Γεώργιε
Σελᾷς ὄρων τρισήλιον ἐν ἀπροσίτῳ δόξῃ,
χρυσῆς μου κόρας αὔγασον Γεώργιε εὐχαῖς σου.
Χαίροις μάρτυς Γεώργιε
Ἰθύνας πρὸς τὸν ἄκλυστον λιμένα σὴν ὁλκάδα,
εἰρήνην ἡμῖν βράβευσον τὴν μὴ σαλευομένην.
Χαίροις μάρτυς Γεώργιε
Δεσμούμενος τοὺς πόδας σου ἐν σιδηραῖς κρηπῖσι,
Γεώργιε διέδραμες ὀδὸν ἐν εὐφροσύνῃ.
Χαίροις μάρτυς Γεώργιε
Ὡς ἔαρ ἀνατέταλκε πικρὸν χειμῶνα λύων,
Γεώργιος τῆς πίστεως τῆς ἀμωμήτου ἄνθος.
Χαίροις μάρτυς Γεώργιε
Ῥᾶνον τὸν ὄμβρον δαψιλῶς ψυχῇ μου τῇ ἀνίκμῳ,
Γεώργιε ὁ τὸν αὐχμὸν εἰδώλων καταπαύσας.
Χαίροις μάρτυς Γεώργιε
Ἀγγελικαῖς σὺν στρατιαῖς Θεῷ τῶν ὅλων ᾄδων,
Γεώργιε τοὺς ὕμνους μου προσδέχου εὐαρέστως.
Χαίροις μάρτυς Γεώργιε
Συνὼν τῷ Πανοικτίρμονι Θεῷ εἰς τοὺς αἰῶνας,
σύναψον τούτῳ καὶ ἡμᾶς Γεώργιε εὐχαῖς σου.
Χαίροις μάρτυς Γεώργιε
Δίστιχα ἀκροτελεύτια·
Πρεσβείαις ἀκοιμήτοις σου Γεώργιε τρισμάκαρ,
κοίμησον τυραννοῦντά με θανατηφόρα πάθη.
Ἀνάστασίν μοι δώρησαι ζωὴν τε αἰωνίαν,
ὁ Ἀναστάσεως γευθεὶς Γεώργιε τὸ πόμα.
Χάριν μοι δὸς καὶ ἔλεος καὶ τῶν πταισμάτων λύσιν,
ὡς παρεστὼς Γεώργιε τῷ θρόνῳ τοῦ ἐλέους.
Φωνῇς μου ταύτης ἄκουσόν σοι κράζει Ἰσιδώρα,
ἡ ἐκζητοῦσα σὴν θερμὴν Γεώργιε πρεσβείαν.
Συνεκβοᾶ Γεώργιος ὁ θεῖος Ἀναγνώστης,
χαρμονικώς ἐπικροτῶν τὴν ἱεράν σου μνήμην,
Σὺν τούτοις πάντων πρόστηθι κλεινὲ τροπαιοφόρε,
τρόπαια δὲ ἀξίωσον ἔνθεα ἐπιγράφειν.
Παρακλητικός Κανών στον Άγιο Γεώργιο τον Επανωσήφη

Προσόμοιον ἑσπερινοῦ πανηγύρεως ἦχος α΄. Γαβριὴλ Μαμουγιώργης 1982.
Ἐν θαλάσσῃ με πλέοντα, ἐν ὀδώ με βαδίζοντα, ἐν νυκτί καθεύδοντα περιφρούρησον· ἐπαγρυπνοῦντα διάσωσον, παμμάκαρ Γεώργιε, καί ἀξίωσον ποιεῖν, τοῦ Κυρίου τό θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρα τῆς δίκης τῶν ἐν βίω πεπραγμένων μου τήν λύσιν, ὁ προσδραμών ἐν τῇ σκέπη σου.
Ὁ Παρακλητικὸς κανόνας γράφτηκε κατὰ τὴν διάρκεια ἐπιδημίας πανώλης στην Κρήτη τὸ 1655
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ παρὸν τροπάριον. Ἦχος δ΄.
Τῷ σῷ Τεμένει τῷ σεπτῷ νῦν προστρέχομεν, καὶ τῇ σκέπῃ σου τῇ θείᾳ προσπίπτομεν, ἐν κατανύξει κράζομεν· δακρύοντες, πρός σε· ἅγιε Γεώργιε, αἰχμαλώτων ὁ ῥύστης, πρόφθασον καὶ λύτρωσαι ἐκ παντοίων κινδύνων, τοὺς προσκυνοῦντας πόθῳ ἐκ ψυχῆς, τὴν σεβασμίαν καὶ θείαν εἰκόνα σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾨδὴ α΄. Ἦχος πλ, δ΄. Ὑγρὰν διοδεύσας.
Πολλαῖς συνεχόμενος συμφοραῖς, πρὸς σὲ καταφεύγω λυτρωθῆναί με πειρασμῶν, ἐφόδου ληστῶν τε καὶ κινδύνων καὶ τῆς πανώλους, Γεώργιε μέγιστε.
Παθὼν ταραττόμενος προσβολαῖς πρὸς σὲ νῦν προστρέχω, ὡς προστάτην καὶ βοηθόν, λυτρώσαί με τούτων, Γεώργιε τρισμάκαρ, τῇ πρὸς Θεὸν θερμῇ μεσιτείᾳ σου.
Σωτῆρά σε ἔχομεν τῶν δεινῶν, Γεώργιε μάκαρ, ἀσθενείας τῆς λοιμικῆς, κινδύνων λῃστῶν τε καὶ βαρβάρων, ἐπιδρομῆς τε καὶ πάσης κακώσεως.
Θεοτοκίον.
Νοσοῦντά το σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας καὶ προνοίας τῆς παρά σου ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθῇ ἀγαθοῦ τε λοχεύτρια.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λοιμικῶν νοσημάτων καὶ συμφορῶν κύμασιν, ἔχομέν σε ῥύστην καὶ μέγιστον ἀντιλήπτορα, ἐν ταῖς βαρβάρων ὁρμαῖς, ἀλλὰ λιταῖς σου ταῖς θείαις, πάντων τούτων λύτρωσαι, μάρτυς Γεώργιε.
Σὺ προστάτης ὑπάρχεις τῶν δυστυχούντων Γεώργιε καὶ κινδυνευόντων ὑπέρμαχος καὶ ἀντίληψις καί τῆς πανώλους ὀξὺς ἐξολοθρευτὴς καὶ διώκτης, λῃστῶν τε ἀντίμαχος, θεομακάριστε.
Λῃστρικῆς τε ἐφόδου καὶ τῶν δεινῶν, Ἅγιε, καὶ τῆς λοιμικῆς ἀσθενείας, ὁ ἑτοιμότατος, ῥύστης καὶ πρόμαχος, ὁ βοηθὸς καὶ προστάτης, πάσης ἄλλης θλίψεως, μάρτυς Γεώργιε.
Θεοτοκίον.
Χαλεπαῖς ἀῤῥωστίαις καὶ νοσεροῖς πάθεσιν ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γὰρ ἀνελλιπῆ σε γινώσκω θησαυρόν, πανάμωμε, τὸν ἀδαπάνητον.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Ἀθλοφόρε, ὅτι πάντες σε ἐν κινδύνοις ἀεὶ προβαλλόμεθα, ὡς πρέσβυν πρός τὸν Θεὸν καὶ Σωτῆρα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Πρεσβεία θερμή.
Πρεσβεία θερμὴ τῇ σῇ πρὸς τὸν Κύριον, πανώλους ἡμᾶς τοὺς δούλους σου ἐκλύτρωσαι, τοὺς ἐπὶ σοὶ προσφεύγοντας, ἐπιδρομής τε βαρβάρων, Ἅγιε, καὶ τῶν παγίδων ἔτι τοῦ ἐχθροῦ, πάντας ἡμᾶς φύλαξον, ἔνδοξε Γεώργιε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τοῖς προστρέχουσιν ἅγιε, σκέπη σου τῇ θείᾳ γενοῦ ἀντίληψις, καὶ πανώλους προθυμότατος, ἰατὴρ τρισμέγιστε Γεώργιε.
Τῶν βαρβάρων τὴν ἔφοδον, δίωξον παμμάκαρ καὶ τῆς πανώλους τε, ἐλευθέρωσον τοὺς δούλους σου, τοὺς θερμῶς προστρέχοντες τῇ σκέπῃ σου.
Σὺ ἐφάνης ἀντίληψις, ἄλλων τε πολλῶν καὶ ἐμοῦ τοῦ δούλου σου, καὶ κινδύνων ἠλευθέρωσας, λῃστρικῶν ἐφόδων καὶ πανώλεος.
Θεοτοκίον.
Ἐπὶ κλίνης ὀδύνης με, καὶ τῆς ἀῤῥωστείας κατακειμένῳ μοι, ὡς φιλάγαθος βοηθῆσον, Θεοτόκε μόνη ἀειπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων καὶ κακώσεων, καὶ βαρβαρικῆς ἐφόδου καὶ συμφορᾶς καὶ λοιμικῶν νοσημάτων, μάκαρ Γεώργιε.
Λύτρωσαι ἡμᾶς, ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, ἀνομβρίας καὶ λοιμοῦ συμφορᾶς καὶ πάσης ἄλλης βλάβης τε, μάρτυς Γεώργιε.
Σῶσον τοὺς εἰς σε, πεποιθότας ἡμᾶς Ἅγιε, ἐκ τῶν κινδύνων καὶ τῶν δυσχερῶν καὶ τῆς πανώλεος, θεῖε Γεώργιε.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, ἐπισκοπής σου ἀξιώσασα, καὶ τὴν ὑγίειαν τῇ πρεσβείᾳ, σου παράσχου μοι.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Θανάτου, τοῦ λοιμικοῦ ἀπάλλαξον, τοὺς εἰς σὲ προσφεύγοντας ἐν πίστει, δακρυῤῥοοῦντας καὶ κλίνοντας γόνυ, καὶ ἐκβοῶντας τὸ πρόφθασον, Ἅγιε, καὶ σῶσον ἡμᾶς ἐπιδρομῇς, τῶν βαρβάρων, παμμάκαρ Γεώργιε.
Ἐξάρπασον, συμφορῶν Γεώργιε, καὶ δεινῆς πανωλεθρίας καὶ ζάλης, τρικυμιῶν ἀστραπῶν καὶ χαλάζης, καὶ πάσης δεινῆς περιστάσεως, ἀκρίδος τε καὶ τοῦ λοιμοῦ, ταῖς πρὸς Θεὸν θερμαῖς ἱκεσίαις σου.
Ὡς ἔσωσας, νεανίαν Ἅγιε, τῆς δεινῆς αἰχμαλωσίας τὸ πάλαι, οὕτω καὶ νῦν ἐκλύτρωσαι μάκαρ, τῇ πρὸς Θεὸν θερμῇ μεσιτείᾳ σου, πανώλους βλάβης τε καὶ φθορᾶς, συμφορῶν καὶ κινδύνων, Γεώργιε.
Θεοτοκίον,
Ἐν κλίνῃ νῦν, ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ σωτῆρα τοῦ κόσμου, καί τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Ἀθλοφόρε, καὶ ἐκ πανώλους καὶ παθών, τοὺς σοὶ καταφεύγοντας, ὡς ἔνθεος πρὸς Χριστὸν ἡμῶν πρέσβυς.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὣς ἔχουσα μητρικὴν παῤῥησίαν
Αἴτησις καὶ τὸ Κοντάκιον
῏Ηχος β΄. Προστασία τῶν χριστιανῶν.
Προστασίᾳ καὶ σκέπη, φρουρὸς καὶ ὑπέρμαχος, ὑπάρχεις ἡμῖν τοῖς ἐν πίστει σοι προστρέχουσι. Μὴ παρίδῃς ἡμῶν τῶν ἱκετῶν σου τὰς φωνάς, ἄλλα, πρόφθασον ὡς συμπαθής, καὶ ῥῦσαι ἡμᾶς ἀνάγκης κινδύνων τε καὶ θλίψεων, δαίμονας τῶν παγίδων, βαρβάρων ἐπιδρομῇς τε καὶ πανώλεος βλάβης καὶ φθορᾶς, πολύαθλε Γεώργιε μέγιστε.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
( Κεφ. κ’, 46-47, κα’ 1-4).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρῖμα. Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους· εἶδε δὲ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτά, καὶ εἶπεν· ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· Ταύτᾳ λέγων ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεήμων ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ προσόμοιον.
῏Ηχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Ἀθλοφόρε μέγιστε, καὶ τοῦ Κυρίου ὁπλῖτα, μάρτυς συμπαθέστατε, ἀθλητὰ Γεώργιε καὶ ἀήττητε, τῶν πιστῶν καύχημα, ὁ φρουρὸς καὶ φύλαξ, μὴ παρίδῃς τοὺς ἱκέτας σου, ἀλλά, σὺ πρόφθασον, καὶ ἐκ τῶν κινδύνων ἐξάρπασον, πανώλους ἀσθενείας τε, καὶ βαρβαρικῆς ἐπιθέσεως, πάντων δυσχερῶν τε, δαιμόνων ἐπηρείας καὶ ἐχθρῶν, ταῖς σαῖς πρεσβείαις πρὸς Κύριον, καὶ ταῖς παρακλήσεσιν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λοιμικῆς ἀσθενείας καὶ κινδύνων παντοίων καὶ νοσημάτων φθορᾶς, ἐξάρπασόν με τάχος, θερμαῖς ταῖς ἱκεσίαις, πρὸς Θεὸν καὶ δεήσεσιν· ταῖς σαῖς μεγαλομάρτυς, Γεώργιε τρισμάκαρ.
Λοιμικῶν νοσημάτων καὶ τοῦ σώματος με ἀπάλλαξον, Γεώργιε τρισμάκαρ, ἐπιβουλῆς παντοίας, δαιμόνων καὶ δεινῆς περιστάσεως, καὶ τῆς αἰχμαλωσίας, καὶ πάσης κακουργίας.
Στρατιώτῃ ὁπλῖτα, Ἀθλοφόρε γενναῖε μεγαλομάρτυς Χριστοῦ, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν ταῖς θλίψεσι καὶ λύτρωσαι λιταῖς σου ἡμᾶς, τοὺς σοὺς ἱκέτας.
Θεοτοκίον.
Σωμάτων μαλακίας καὶ ψυχῶν ἀῤῥωστίας, Θεογεννήτρια, τῶν πόθῳ προστρεχόντων τῇ σκέπη σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Τὸν ἀριστέα, σε τοῦ Χριστοῦ στρατιώτην, ἱκετεύω τοῦ ῥυσθῆναί με πάσης, βλάβης λοιμικῆς τε, καὶ νόσου ὀλεθρίας.
Τὸν τροπαιοῦχον, σε τὸν Χριστοῦ ἀθλοφόρον, ἱκετεύω Γεώργιε τρισμάκαρ, λύτρωσαί με ἐν τάχει, ἐπιβουλῆς δαιμόνων.
Τὸν γεωργόν σε, τῆς εὐσεβείας ὁπλίτην, ἱκετεύω τὸν θερμόν σε προστάτην, ἵνα με λυτρώσῃς, πανωλεθρίας νόσου.
Θεοτοκίον.
Κεκοσμημένον, σὺ ἀνεδείχθης Παρθένε, τῶν χαρίτων τοῦ πνεύματος δοχεῖον, ὅθεν λύτρωσαί με, λοιμοῦ τοῦ ὀξυτάτου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὅλος ἐγὼ προσπίπτω, σκέπη σου τῇ θείᾳ, τὸν λυτρωθῆναί με Παμμάκαρ νόσον δεινῆς, ἐπιδρομῇς τῶν βαρβάρων, καὶ περιστάσεως.
Σωτῆρα καὶ προστάτην, σὲ ἐπικαλοῦμαι, ἵνα προφθάσης ἐν τάχει καὶ ἐκλυτρώσης με, τῆς τῶν δαιμόνων ἀπάτης, φρενοβλαβείας τε.
Μακάριον σε τέλος, ἐδέξατο τρισμάκαρ, Μεγαλομάρτυς θεῖε Χριστοῦ Γεώργιε, ὅθεν ἡμᾶς πάντας πάσης, λύτρωσαι θλίψεως.
Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, μῆτερ Θεοτόκε, λοιμοῦ φθορᾶς καὶ θλίψεως με ἀπάλλαξον, λιταῖς Γεωργίου τοῦ θείου, μεγαλομάρτυρος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Εἶτα τὰ παρόντα μεγαλυνάρια τοῦ Ἁγίου.
Χαίροις αἰχμαλώτων ὁ λυτρωτής, καὶ κινδυνευόντων, ὁ θερμότατος βοηθός, Γεώργιε παμμάκαρ, σῶσον ἡμᾶς ἀνάγκης, λοιμοῦ πανωλεθρίου, τῇ προστασίᾳ σου.
Χαίροις τῶν μαρτύρων ἡ καλλονῇ, καὶ τοῦ διαβόλου, ὁ ἀντίπαλος καὶ ἐχθρός, Γεώργιε παμμάκαρ, ῥῦσαι πάντας κινδύνων, λοιμοῦ τοῦ ὀξυτάτου, καὶ πάσης θλίψεως.
Λύτρωσαι τοὺς δούλους σου Ἀθλητά, λῃστρικῆς ἐφόδου, καὶ βαρβάρων ἐπιδρομῆς, λοιμικῆς τε νόσου, παντοίων καὶ δυσχέρων, Γεώργιε τρισμάκαρ, τῇ μεσιτείᾳ σου.
Λάμψον τὰ ἐλέη σου ἐπ’ ἐμοί, λάμψον τὴν σὴν δόξαν, καὶ θαυμάτων τὸ ἀγλαές, Καππαδοκῶν κλέος, θαυματουργὲ ἐν κόσμῳ, Γεώργιε τρισμάκαρ, μαρτύρων καύχημα.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, ἐν ψαλμοῖς καὶ ὕμνοις, ἐν καρδίᾳ εἰλικρινεῖ, τὸν ἐκ Παλαιστίνης ἐκλάμψαντα ἐν Κρήτη, Γεώργιον τὸν θεῖον καὶ παμμακάριστον.
Δεῦτε πάντες ἄσωμεν οἱ πιστοί, ἐν ψαλμοῖς καὶ ὕμνοις, καὶ βοήσωμεν ἐν χαρᾷ, δῶμεν δόξαν αἶνον καὶ ὕμνον τῷ Ἁγίῳ, λάμψαντι ἐν τῇ Κρήτῃ νῦν ἐν τοῖς θαύμασιν
Τὴν ἐσθῆτα πάντες τὴν ἱεράν, τὴν σεπτὴν τε ζώνην τῆς θεόπαιδος Μαριάμ, προσκυνοῦντες πίστει, σῳζόμεθα παντοίων, καὶ νόσων καὶ κινδύνων αὑτῆς τῇ χάριτι.
Φύλαττε καὶ σκέπε ταῖς σαῖς λιταῖς, Χαράλαμπες μάρτυς, ὡς τὴν χάριν ταύτην λαβών, ἡμᾶς ἐκ παντοίων νόσου πανωλεθρίου καὶ λοιμικοῦ θανάτου ἡμᾶς ἐξάρπασον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, Εἰς τὴν προσκύνησιν τῆς εἰκόνας ψάλλεται τὸ παρόν·
Ἦχος β΄. Ὅτε ἐκ τὸν ξύλου.
Πάντων, ἀθλοφόρε, ὁ φρουρὸς καὶ καταφυγῇ σὺ ὑπάρχεις, τῶν προσφυγόντων εἰς σε, ἅγιε Γεώργιε, μεγαλομάρτυς Χριστοῦ, ἐν κινδύνοις καὶ θλίψεσιν, τῇ σὴ προστασίᾳ, λύτρωσαι τοὺς δούλους σου καὶ λοιμικῆς τῆς φθοράς, πάσης περιστάσεως ἄλλης, τοὺς ἀσπαζομένους ἐν πίστει, τὴν σεπτὴν καὶ θείαν σου ἐμφέρειαν.