Δύο Χαιρετιστήριοι Οίκοι εις τον Άγιο Μεγαλομάρτυρα Γεώργιο τον Τροπαιοφόρο

  1. Ποίημα Αγίου Νικοδήμου του Αγιορείτου

  2. Αγνώστου Συγγραφέως

Χαιρετισμοί εις τον Άγιο Ένδοξο Μεγαλομάρτυρα Γεώργιο τον Τροπαιοφόρο

Ποίημα Ἀγίου Νικοδήμου τοῦ Ἀγιορείτου

Κοντάκιον. Ἦχος πλ.δ΄. Τῇ ὑπερμάχῳ.
Τῷ πολυάθλῳ τοῦ Χριστοῦ μεγαλομάρτυρι, νῦν Γεωργίῳ ἐκ ψυχῆς οἱ πάντες ᾄσωμεν, χαιρετίζοντες αὐτὸν ἱεροῖς ἐν οἴκοις, ὡς λαμπρότατον μαρτύρων μέγαν ἥλιον, καὶ ὡς πρόμαχον πιστῶν καὶ ἀντιλήπτορα, πόθῳ κράζοντες· χαῖρε μάρτυς Γεώργιε.

Ἄγγελος ἐν τοῖς ἄθλοις, ἀληθῶς ἀνεδείχθης, Γεώργιε Χριστοῦ ἀθλοφόρε (ἐκ γ΄)· ὑλικὸς γὰρ καὶ σάρκινος ὥν, γενναίως ὑπὲρ πίστεως ἐνήθλησας, ὡς ἄϋλος καὶ ἄσαρκος· διὸ σοὶ προσφωνῶ τοιαύτα·

Χαῖρε, δειχθεὶς φύσις ὑπὲρ φύσιν·
χαῖρε, φανεὶς ὕλη ὑπὲρ ὕλην.
Χαῖρε, νεανία τερπνέ τε καὶ πάγκαλλε·
χαῖρε, ἀθλητάρχα Χριστοῦ ὡραιότατε.
Χαῖρε, Ἄγγελε ἐν σώματι, ὑπερβαίνων τοὺς βροτούς·
χαῖρε, ἄνθρωπε ἐγκόσμιε, ὑπερκόσμιε τῷ νῷ.
Χαῖρε, ὅτι ἐν ἄθλοις ἡλιόμορφος ὥφθης·
χαῖρε, ὅτι τῷ εἴδει ὡς Ἂγγελος ὡράθης.
Χαῖρε, γυμνὴ ἐνέργεια χάριτος·
χαῖρε, σαφὴς ἀργία τῆς φύσεως.
Χαῖρε, δι’ οὗ ἡ πίστις ἀνυψώθη·
χαῖρε, δι’ οὗ ἡ πλάνη κατηργήθη.

Χαῖρε μάρτυς Γεώργιε.

Βλέμματα διανοίας ἔχων κεκαθαρμένα, προ ἔκρινας παθεῖν ὑπὲρ κτίστου, καὶ συνθανεῖν μᾶλλον αὐτῷ, ἢ ζῆν καὶ πρόσκαιρον ἔχειν ἀπόλαυσιν· στέφει γὰρ ἠράσθης μαρτύρων στὲφσθαι, καὶ ψάλλειν τῷ Κυρίῳ·

Ἀλληλούια.

Γεωργὸς μὲν ἐδείχθης, φερωνύμως τρισμάκαρ Γεώργιε τῆς Θεοσεβείας· ἀσεβείας δὲ ἐκριζωτής, τὴν εἰδώλων πλάνην πᾶσαν προθέλυμνον ἀνασπῶν· διὸ ἀξίως ἀκούεις παρὰ πάντων·

Χαῖρε, σπορεῦ εὐσεβείας δένδρων·
χαῖρε, τομεῦ πλάνης ζιζανίων.
Χαῖρε, ὁ εἰδώλων ἐκτίλας τὴν ἄκανθαν.
χαῖρε, ὁ ἐνσπείρας τὴν πίστεως ἄρουραν.
Χαῖρε, ὅτι ἀγλαόκαρπα δένδρα ἤγαγες Χριστῷ·
χαἴρε, ὅτι πολλοὺς ἤνεγκας σεσωσμένους τῷ Θεῷ.
Χαῖρε, ὁ φυτοκόμος τῆς Τριάδος λατρείας·
χαῖρε, ὁ ῥιζοτόμος τῆς δαιμόνων θρησκείας.
Χαῖρε, ὁ γῆν ἀρόσας τὴν ἄκαρπον·
χαῖρε, Θεῷ αὐτὴν δείξας κάρπιμον.
Χαῖρε, δι᾿ οὗ ἀθεΐα ἐψύγη·
χαῖρε, δι᾿ οὗ Θεοῦ γνῶσις ἐφύη.

Χαῖρε μάρτυς Γεώργιε.

Δύναμιν τὴν ἐξ ὕψους, δεδεγμένος ὡράθης, γἐνναῖος ἀθλητὰ στρατιώτης, τοῦ ἀφθάρτου Βασιλέως Ἰησοῦ φθαρτὸν βασιλέα μηδὲν πτοούμενος· ἀλλ᾽ ἔνθους τῷ Κυρίῳ κράζων οὕτως·

Ἀλληλούια.

Ἔχων ὦ ἀθλοφόρε, θυρεὸν ὥσπερ μέγαν, τὴν πίστιν τοῦ Χριστοῦ ἐν καρδίᾳ, ὡς λέων βρυχήσας φοβερός, μέσον τοῦ σταδίου ἀνδρεῖος ἔστηκας, θαρσαλέῳ φρονήματι· διὸ προσαγορεύομέν σε·

Χαῖρε, Θεοῦ ὁ παγκρατιάρχης·
χαῖρε, Χριστοῦ ὁ στρατοπεδάρχης.
Χαῖρε, μονομάχε ἀήττητε πίστεως·
χαῖρε, νικηφόρε μεγάλαθλε χάριτος.
Χαῖρε, Δαυῒδ ἰσχυρότατε Γολιὰθ καταβαλών·
χαῖρε, Σαμψὼν ἀνδρειότατε ἀλλοφύλους καθελών.
Χαῖρε, τῆς εὐσεβείας ὁ ὀλυμπιονίκης·
χαῖρε, τῆς ἀσεβείας κράτιστος καταπέλτης.
Χαῖρε, πλουτῶν καρδίαν σιδήρειον·
χαῖρε, αὐχῶν στῆθος ἀδαμάντινον.
Χαῖρε, Σταυροῦ ἀριστεὺς τροπαιοῦχος·
χαῖρε, πιστῶν γίγας ὁ δαφνηφόρος.

Χαῖρε μάρτυς Γεώργιε.

Ζῆλον ζηλῶν Κυρίῳ, ὡς Ἠλίας τὸ πάλαι, αὐτόκλητος τὸ σκάμμα εἰσήλθες· οὐκ ἠνέσχου γὰρ ἁμαρτωλῶν, ἔλαιον λιπαίνειν σὴν κεφαλήν, Ἅγιε· διὸ ἀξίαν κόμητος, ἔῤῥιψας τούτοις, Θεῷ μέλπων·

Ἀλληλούια.

Ἤκουσας ἀθλοφόρε, τῶν βεβήλων δογμάτων, ἃ ἔγραψαν οἱ εἰδωλολάτραι κατὰ χριστωνύμων καὶ Χριστοῦ, καὶ ψυχὴν ἐπλήγης ὡς χριστομίμητος· διὸ κόσμου καὶ σώματος κατέπτυσας ὅθεν ἀκούεις·

Χαῖρε, φθαρτὸν πλοῦτον ὁ μισήσας·
χαῖρε, πτωχοῖς τοῦτον διανείμας.
Χαῖρε, ἡδονῶν τῶν γηΐνων πολέμιε·
χαῖρε, ἀγαθῶν τῶν τῆς ὕλης ὑπέρτερε.
Χαῖρε, ὅτι κόσμον ἅπαντα κατεπάτησας ποσί·
χαῖρε, ὅτι δόξαν ῥέουσαν ἀπετίναξας εἰς γῆν.
Χαῖρε, ὁ παραβλέψας τὸ νεότητος ἄνθος·
χαῖρε, ὁ μὴ οἰκτείρας τῆς σαρκός σου τὸ κάλλος.
Χαῖρε, ὀ ζωῆς μηδόλως φεισάμενος·
χαῖρε, ὀ τοῦ σώματος ἐχθρὸς ἄσπονδος.
Χαῖρε, ὁ σχῶν ἀπροσπάθειαν τῶν πᾶντων·
χαῖρε, ὁ λαβὼν νίκην τῶν παθῶν πάντων·

Χαῖρε μάρτυς Γεώργιε.

Θείους ἔρωτας ἔσχες ἐν καρδίᾳ σου Μάρτυς, καὶ πῦρ τῇς πρὸς Χριστὸν ἀγάπης· ὑφ᾽ οὗ θερμανθεὶς τὸν λογισμόν, ἔνθεος ὅλος καὶ πύρινος γέγονας· καὶ ἅπαντα λελόγισαι τὰ παρόντα ὠς ὄναρ, κράζων·

Ἀλληλούια.

Ἵνα τί καὶ βραδύνεις, δικαστά, καὶ οὐ πᾶσας βασάνους μοι ταχὺ ἑτοιμάζεις; τῷ Διοκλητιανῷ ὁ ἀθλητὴς ἔλεγε Γεῴργιος· καὶ γὰρ ἅπαντα ἕτοιμός εἰμι δέξασθαι δι᾽ ἐμὸν Κτίστην, καὶ ἀκοῦσαι·

Χαῖρε, Θεοῦ ὁ μανικὸς ἔρως·
χαῖρε, Χριστοῦ ὁ πρηστήριος πόθος.
Χαῖρε, τῆς ἀγάπης τῆς θείας πῦρ ἄσβεστον·
χαῖρε, τοῦ Δεσπότου φίλτρον τὸ ἀένναον.
Χαῖρε, ὅτι πάντα δέδωκας καὶ ὠνήσω τὸν Χριστόν·
χαῖρε, ὅτι τρυφὰς ἥγησαι τὰ δεινὰ διὰ Θεόν.
Χαῖρε, σαρκὸς τὸν πόθον διὰ πόθου νικήσας·
χαῖρε, κόσμου τὴν φλόγα διὰ φλογὸς ὁ σβέσας.
Χαῖρε, καλῆς βακχείας ὁ κάτοχος·
χαῖρε, φιλῶν ὁμοῦ καὶ φιλούμενος,
Χαῖρε, σαυτοῦ ἐκδημῶν ὅλος ὅλου·
χαῖρε, Χριστῷ ἐνδημῶν ὅλος ὅλῳ.

Χαῖρε μάρτυς Γεώργιε.

Κατεπλάγη τὸ μέγα τῆς ἀνδρείας σου θαῦμα, ὀ τύραννος Γεώργιε μάρτυς· καὶ τοῖς λόγοις σοὺ ἐμβροντηθείς, ἐνεὸς καὶ ἄφωνος ἰχθὺς γέγονεν· οὐ γὰρ εἶχε τι λέγειν, οὐδὲ οἷδε τῷ Κυρίῳ ψάλλειν·

Ἀλληλούια.

Λαμπροφώνως ὦ μάρτυς, εἰς ἐπήκοον πάντων, ἐν μέσῳ τοῦ σταδίου ἐβόας· εἷς ὑπάρχει Θεός, ἡ Τριάς· ὁ Πατήρ, ὁ Υἱός, καὶ Πνεῦμα Ἅγιον· καὶ Θεός ἐστιν ὁ Χριστός· διὸ καὶ χαιρετίζομέν σε·

Χαῖρε, λαμπρὲ τῆς Τριάδος κῆρυξ·
χαῖρε, τερπνὴ τῆς πίστεως σύριγξ.
Χαῖρε, ἀηδὼν λιγυρὰ καὶ πολύφωνος·
χαῖρε, χελιδὼν ᾠδικὴ καὶ τορόφθογγος.
Χαῖρε, χείλη οὐρανόβροντα τῆς Θεότητος Χριστοῦ·
χαῖρε, γλῶσσα ἡ μελίῤῥυτος οἰκονομίας αὐτοῦ.
Χαῖρε, ὁ δημηγόρος ὁ τῆς Θεολογίας·
χαῖρε, ὁ κομψὸς ῥήτωρ τῆς πιστῶν εὐσεβείας.
Χαῖρε, σειρὴν Πατρὸς ἡ θελκτήριος·
χαῖρε ψαλτὴρ τοῦ Πνεύματος εὔηχος.
Χαῖρε, δι’ οὗ τὸ ἀληθὲς ἐδείχθη·
χαῖρε, δι᾽ οὗ τὸ ψεῦδος ἀπηλέγχθη.

Χαῖρε μάρτυς Γεώργιε.

Μέγιστα πάντα τρόπον, τῶν βασάνων τὰ εἴδη ὑπάρχουσιν, ἃ πέπονθας μάρτυς· καὶ νοούμενα γὰρ μόνον αὐτά, κάμπτει καρδίαν καὶ τὴν ἀδαμάντινον· ἀλλὰ σὺ ταῦτα ὑπέμεινας μετὰ χαρᾶς, τὸν ὕμνον κράζων·

Ἀλληλούια.

Νέος μὲν ἡλικίαν, πολιὸς δὲ τὴν φρένα, ἐδείχθης ὦ Γεώργιε μάκαρ· ὅθεν καὶ τὰς κολάσεις στεῤῥῶς, ὥσπερ τινός ἄλλου πάσχοντος πέπονθας ἐν γεραρῷ φρονήματι· διό σοι κελαδῷ τοιάδε·

Χαῖρε, αἰχμῆ κεντηθεὶς γαστέρα·
Χαῖρε, ξανθεὶς βουνεύροις τὸ σῶμα.
Χαῖρε, ὁ τὸ στόμα δαρεὶς πολλαῖς μάστιξι·
χαῖρε, ὁ τὰς χεῖρας δεσμευθεὶς ἀλύσεσι.
Χαῖρε, ὅτι προσωμίλησας τῷ ξιφηφόρῳ τροχῷ·
χαῖρε, ὅτι λίθον δέδεξαι ἐπὶ τῷ στήθει τῷ σῷ.
Χαῖρε, πεπυρωμένας ὁ φορέσας ἐμβάδας·
χαῖρε, ὁ ἐν ἀσβέστῳ τρεῖς ἡμέρας ποιήσας.
Χαῖρε, ποτὸν πιὼν δηλητήριον·
χαῖρε, συχνῶς οἰκῶν δεσμωτήριον.
Χαῖρε, βληθεὶς ὀξυτάταις ἐν λόγχαις·
χαῖρε, λαβὼν τελευτὴν διὰ ξίφους.

Χαῖρε μάρτυς Γεώργιε.

Ξένα ὄντως ὑπάρχει, καὶ παράδοξα πάντα, ἃ ἔδρασας θαυμάσια Μάρτυς, ἐν τῷ καιρῷ ἀγώνων τῶν σῶν καὶ μετὰ τοὺς ἀγῶνας, τῷ πλήθει ἄπειρα, τῇ δυνάμει δὲ μέγιστα, Θεῷ τὸν ὕμνον ψάλλων·

Ἀλληλούια.

Ὅλον ἔχων ἐν στέρνοις τὸν Χριστὸν ἀθλοφόρε, τὸν ὄντα θαυμαστὸν ἐν ἁγίοις, δι᾽ αὐτοῦ ἐνήργεις τὰ φρικτά, καὶ πέρα διανοίας ὄντα θαύματα, ἃ ἡμεῖς ἐκπληττόμενοι, σὺν θαύματι ἀναβοῶμεν·

Χαῖρε, λογχῶν τὰ ἄκρα ἀμβλύνας·
χαῖρε, τροχοῦ βάσανον νικήσας.
Χαῖρε, ὁ ἀσβέστου φανεὶς ἀκμαιότερος·
χαῖρε, ὁ φαρμάκου δειχθεὶς ἰσχυρότερος.
Χαῖρε, ὅτι νεκρὸν ἤγειρας ἐκ τοῦ τάφου παλαιόν·
χαῖρε, ὅτι ἐξανέστησας τοῦ Γλυκερίου τὸν βοῦν.
Χαῖρε, ἐκ Βουλγαρίας ὁ παῖδα διασώσας·
χαῖρε, ὁ ἐκ τῆς Κρήτης ἄλλον παῖδα ἁρπάσας.
Χαῖρε, δι᾽ οὗ παιδίον νενίκηκε·
χαῖρε, ὑφ᾽ οὗ δεσμεύονται ἔμποροι.
Χαῖρε, δεχθεὶς τὸν κίονα τῆς χήρας·
χαῖρε, θεοὺς ἑλλήνων ὁ συντρίψας.

Χαῖρε μάρτυς Γεώργιε.

Πᾶσα φύσις Ἀγγέλων, ἄνωθεν καθορῶσα, ἑστῶτά σε ἐν μέσῳ σταδίου, νεανίαν ἄλκιμον Χριστοῦ, μονομαχοῦντα ἐκρότει, ἐπήνει σε, καὶ χαίρουσα ἐδόξαζε τὸν Κύριον, τὸν ὕμνον ἐκβοῶσα·

Ἀλληλούια.

Ῥήτορα τῶν δογμάτων, εὐσεβείας τρισμάκαρ, καὶ θαύματα πολλὰ ἐκτελοῦντα, σὲ ἐν γῇ ὁρῶντες οἱ λαοί, πρὸς τὴν θείαν πίστιν του Χριστοῦ ἀνήγοντο, καὶ ἔχαιρον τῷ πνεύματι, τοιαῦτα σοι ἀναφωνοῦντες·

Χαῖρε, τὸ θέατρον τῶν Ἀγγέλων·
χαῖρε, τὸ θέαμα τῶν ἀνθρώπων.
Χαῖρε, οὐρανίων δυνάμεων ἥδυσμα·
χαῖρε, ἐπιγείων βροτῶν ἀγαλλίαμα.
Χαῖρε, ὅτι δόξα γέγονας οὐρανοῦ τε καὶ τῆς γῆς·
χαῖρε, ὅτι χαρὰν ἤνεγκας καὶ Ἀγγέλοις καὶ βροτοῖς.
Χαῖρε, τοῦ ἄνω κόσμου ἐντρύφημα ὡραῖον·
χαῖρε, τοῦ κάτω κόσμου σεμνολόγημα θεῖον.
Χαῖρε, γλυκὺ τῶν νόων ἀγλάϊσμα·
χαῖρε, ἡδὺ τῶν ψυχῶν ἐγκαλλώπισμα.
Χαῖρε, δι᾽ οὗ ἡ Ἐκκλησία χαίρει·
χαῖρε, δι᾽ οὗ πᾶς ὁ κόσμος χορεύει.

Χαῖρε μάρτυς Γεώργιε.

Σύστημα τῶν δαιμόνων, καθορῶντες σε Μάρτυς, νικήσαντα αὐτοὺς ἐν τοῖς ἄθλοις, τὴν ἧτταν αὐτῶν ὁλολυγμῷ πικρῶς ἐθρήνουν, καὶ ταῦτα ἔλεγον· πῶς ὁ σαρκοφόρος ἀσάρκους ἐνίκησε; καὶ Θεῷ ψάλλει·

Ἀλληλούια.

Τρόπαιον ἀνεστήσω καὶ παγκρᾶτιον μέγα, ἑλλήνων κατὰ πάσης τῆς πλάνης· διὸ καὶ Τροπαιοφόρος σὺ μόνος ὀνομάζῃ, μάρτυς Γεώργιε· ὅπερ ἡμεῖς θαυμάζοντες, ἐφύμνια βοῶμεν ταῦτα·

Χαῖρε, δαιμόνων ὁ καταλύτης·
χαῖρε, ἑλλήνων ὁ καθαιρέτης.
Χαῖρε, ὁ συντρίψας τὰ ἄψυχα εἴδωλα·
χαῖρε, ὁ ἐλέγξας αὐτῶν τὸ μηχάνημα.
Χαῖρε, ὅτι ἐθριάμβευσας ἐξουσίας καὶ ἀρχάς·
χαῖρε, τοῖς σοῖς αἵμασιν ἔπνιξας Λευϊαθάν.
Χαῖρε, ὁ τῆς ἀπάτης τὴν πυρὰν κατασβέσας·
χαῖρε, πολυθεΐας πλατυσμὸν ὁ συστείλας.
Χαῖρε, πρηστὴρ βωμῶν φλογερώτατε·
χαῖρε, τυφὼν ξοάνων σφοδρότατε.
Χαῖρε, δι᾽ οὗ ὁ σατανᾶς οἰμώζει·
χαῖρε, δι᾽ οὗ ἑλληνισμὸς στενάζει·

Χαῖρε μάρτυς Γεώργιε.

Ὑπήντησαν ὦ μάρτυς τῇ Ἁγίᾳ ψυχῇ σου, τὰ τάγματα Ἁγίων ἁπάντων, ἀνερχομένῃ εἰς τοὺς οὐρανούς, καὶ μετὰ Ἀγγέλων τὸν ἐπινίκιον ὕμνον Θεῷ ἠλάλαζον, ἐν εὐφροσύνῃ ψάλλοντες συμφώνως·

Ἀλληλούια.

Φῶς τὸ ἄδυτον βλέπεις, τῆς Ἁγίας Τριάδος ἀμέσως, ὦ Γεώργιε μάρτυς, καὶ χαίρεις νῦν τὴν ὄντως χαράν, ἀτελεύτητόν τε καὶ ἀνεκλάλητον, δι’ ἄθλα ἃ ὑπέμεινας ὑπὲρ αὐτῆς· διὸ βοῶ σοι·

Χαῖρε, ζωῆς τρυφῶν ἀθανάτου·
χαῖρε, φωτὸς μετασχὼν ἀῤῥήτου.
Χαῖρε, τῶν ἀύλων Ἀγγέλων συνόμιλε·
χαῖρε, τῶν Ἁγίων ἁπάντων ὁμόσκηνε.
Χαῖρε, ὅτι πρὶν συνέπαθες τῷ πεπονθότι Χριστῷ·
χαῖρε, ὅτι νῦν συνδεδόξασαι δοξασθέντι αὐτῷ.
Χαῖρε, ὁ Βασιλείας οὐρανῶν ἀπολαύσας·
χαῖρε, τῆς αἰωνίου δόξης ὁ κοινωνήσας.
Χαῖρε, φορῶν ἀμάραντον στέφανον·
χαῖρε, λαβὼν κατὰ χάριν θέωσιν.
Χαῖρε, Θεοῦ ἄληκτε κληρονόμε·
χαῖρε, Χριστοῦ θεῖε συγκληρονόμε.

Χαῖρε μάρτυς Γεώργιε.

Χάριν εἴληφας Μάρτυς ἐκ Θεοῦ, τοῦ ἰᾶσθαι τὰ πάθη τῶν ψυχῶν καὶ σωμάτων· διὸ παράσχου ταύτην ἡμῖν, τοῖς σοῖς νεωκόροις, καὶ κατ᾽ ἀμφότερον πάσχουσιν, ἀλλὰ κράζουσι Θεῷ τὸν τερπνὸν ὕμνον·

Ἀλληλούια.

Ψάλλοντές σου τὴν μνήμην, καὶ τὴν ἄθλησιν Μάρτυς κροτοῦντες ἱεραῖς μελῳδίαις, σὲ ἀνευφημοῦμεν ἐκ ψυχῆς· ὡς θερμὸν προστάτην κόσμου καὶ φύλακα· καὶ ᾄσμασιν ὡς χείλεσιν ἅπαντες προσπτυσσόμεθά σε·

Χαῖρε, πτωχῶν ὁ ἄσυλος πλοῦτος·
χαῖρε, χηρῶν ὁ μέγας προΐστωρ.
Χαῖρε, εὐεργέτα πιστῶν πολυποίκιλε·
χαῖρε, ἀσθενούντων ἰατρὲ ἀδάπανε.
Χαῖρε, ὅτι πᾶσιν ἅπαντα γίνῃ διὰ τὸν Χριστόν·
χαῖρε, ὅτι κόσμον ἅπαντα ἐλευθεροῖς τῶν δεινῶν.
Χαῖρε, τῶν ἐν ἀνάγκαις ὁ ταχὺς ἀντιλήπτωρ·
χαῖρε, τῶν θλιβομένων ὁ ὀξὺς παρακλήτωρ.
Χαῖρε, πηγὴ θαυμάτων ἀκένωτε·
χαῖρε, ῥοὴ χαρίτων ἀένναε.
Χαῖρε, Ναοῦ τοῦ ἐν Λύδδῃ τὸ θαῦμα·
χαῖρε, κοινὲ πρεσβευτὰ καὶ μεσῖτα.

Χαῖρε μάρτυς Γεώργιε.

Ὦ Γεώργιε μάρτυς, τὸ γλυκὺ πιστοῖς πᾶσι, καὶ ὄνομα καὶ πρᾶγμα ὑπάρχων! (ἐκ γ΄)· ἐφύμνιον τοῦτο τὸ βραχύ, ὃ προσφέρομέν σοι, εὐμενῶς πρόσδεξαι, καὶ ἐκ παντοίας ῥῦσαι περιστάσεως, τοὺς μελῳδοῦντας·

Ἀλληλούια.

Καὶ αὖθυς τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῷ πολυάθλῳ τοῦ Χριστοῦ μεγαλομάρτυρι, νῦν Γεωργίῳ ἐκ ψυχῆς οἱ πάντες ᾄσωμεν, χαιρετίζοντες αὐτὸν ἱεροῖς ἐν οἴκοις, ὡς λαμπρότατον μαρτύρων μέγαν ἥλιον, καὶ ὡς πρόμαχον πιστῶν καὶ ἀντιλήπτορα, πόθῳ κράζοντες· χαῖρε μάρτυς Γεώργιε.

 

Χαιρετισμοί εις τον Άγιο Ένδοξο Μεγαλομάρτυρα Γεώργιο τον Τροπαιοφόρο

Κοντάκιον Ἦχος πλ. δ΄. Τῇ ὐπερμάχω
Ὠς τοῦ Χριστοῦ Μεγαλομάρτυρα παμμέγιστον, καὶ τῆς Παρθένου κατὰ πάντα φίλον γνήσιον, ἀνυμνοῦμέν σε, Γεώργιε στρατηλάτα, ἀλλ’ ὠς ἔχων ἐξ αὐτής του Ὄρους ἅπασαν προστασίαν καὶ ἠμᾶς αεὶ περίσωζε τοῦς βοῶντάς σοι· χαίροις μάρτυς Γεώργιε.

Ἀγγελοι σοῦς ἀγῶνας καὶ τοῦς ἄθλους ἰδόντες, ἐθαύμασαν Γεώργιε Μάρτυς (ἐκ γ΄) ἄνθρωποι δε καὶ τῶν Ἀσωμάτων τάγματα, σὲ νικητήν συνέχαιρον· καὶ ἔκθαμβος ὁ Μιχαὴλ Ἀρχάγγελος, πρὸς σε κραυγάζει ταύτα·

Χαῖρε, ὁ μείζων ἐν ἀθλοφόροις·
Χαῖρε, ὁ μέγας ἐν τοῖς ἀνθρῶποις.
Χαῖρε, Καππαδόκων τὸ ἄνθος τὸ εὔοσμον·
Χαῖρε, Παλαιστίνης τὸ κλέος τὸ ἔνθεον.
Χαῖρε, Μάρτυς καὶ υἰός Μάρτυρος χριστιανοῦ πατρός·
Χαῖρε, οὗ τῷ τάφῳ ὤρκισε μήτηρ σου Χριστῶ μείναι πιστός.
Χαῖρε, ὄτι τῷ κάλλει ὠς Ἀρχάγγελος ὤφθης·
Χαῖρε, ὄτι ἐν ἴππω ἀστραπὴ καθωράθης.
Χαῖρε, στρατοῦ τὸ ἔξοχον θέαμα·
Χαῖρε, λαοῦ θρύλος καὶ ἴνδαλμα.
Χαῖρε, Θεὸν ὁ δοξάσας καὶ Πλάστην·
Χαῖρε, ὑπέρτερος πάντων ἐν πᾶσι.

Χαίροις μάρτυς Γεώργιε.

Βλέπων σὲ στρατευθέντα, ὁ δεινὸς Αὐτοκράτωρ, ἀξίωμα χαρίζει σοι μέγα, ὀπλίτα Γεώργιε μὴ εἰδῶς Χριστοῦ πιστόν σε ὁ ἄπιστος, Χιλίαρχον, ἐν τῷ στρατῷ σε ἔθετο, τὸν ψάλλοντα τῇ Τριάδι·

Ἀλληλούια.

Γνῶσιν ἔχων εὐθείαν, ὁ σοφὸς πρὸς τὰ θεῖα, ἐγένετο γνωστὸς ἐν γῇ πόσῃ καὶ τῆν τῶν Λασσαίων πόλιν ἔφιππος διελθών, τερατώδη δράκοντα ἀπέκτεινε ὁ πάγκαλος, διὸ καὶ παρ’ ἡμῶν ἀκούει·

Χαῖρε, Ῥωμαίων στρατοῦ στρατάρχα·
Χαῖρε, ἀδικουμένων μέγιστε προστάτα
Χαῖρε, τῆς ἀνδρείας τὸ ἔμψυχον ἄγαλμα·
Χαῖρε, τῆς ἀγνείας τὸ ἔξοχον ἄρωμα.
Χαῖρε, ὄτι διεσπάραξας δράκοντα τὸν φοβερόν·
Χαῖρε, ὄτι φήμην δέδωκας ἤρωος παντί λαῷ.
Χαῖρε, ὀς ἐλυτρώσω βασιλίδα θανάτου·
Χαῖρε, ὀς ἀπεσπάσω τὸν λαὸν ἐκ βαράθρου.
Χαῖρε, πηγὴν ὸ βλύσας τῷ λόγῳ σου·
Χαῖρε, τῆν γῆν πληρώσας πληρῶσας θαυμάτων σου.
Χαῖρε, πτωχοῖς τὸν σὸν πλούτον σκορπίσας·
Χαῖρε, Ἐδέμ θησαυροὺς ὁ συνάξας.

Χαίροις μάρτυς Γεώργιε.

Δύναμις τοῦ Υψίστου, δυνατὸν κατὰ πάντα, Γεώργιε ἐδειξέ σε, Μάρτυς καταφρονῶν γὰρ τιμῶν βασιλέως, αὐτοῦ τῆν ἀθεΐαν ἤλεγξας, καὶ τὸν Χριστὸν Θεὸν ἐκήρυξας, μεγαλοφῶνως κράζων·

Ἀλληλούια.

Ἔφιππος ἐν πολέμοις, νίκης τρόπαια φέρεις, διὸ Τροπαιοφόρος ἐκλήθης· ἐν εἰρκτῇ δε κατ’ ὄναρ Χριστός, φίλημά σοι δέδωκε στεφανώσας σε δηλητήρια δε πιῶν καὶ μείνας ἀβλαβῆς ἀκούεις παρ’ ἡμῶν τοιαύτα·

Χαίρε, Γεώργιε ἀθλοφόρε·
χαίρε, ἀήττητε τροπαιοφόρε.
Χαίρε, τῶν Μαρτύρων ὁ πρώτος καὶ μέγιστος·
χαίρε, νικητῆς κατὰ πάντων θεόστεπτος.
Χαίρε, ὄτι τρώσεις έφερες συ ἐν ὅλῃ σου σαρκί·
χαίρε, ὄτι ἐνεκλείσθης ἐν ζοφώδει φυλακή.
Χαίρε, ὄτι ἐτέρφθης τῇ Δεσπότου ἐμφανίσει·
χαίρε, ὄτι ἐδέχθης χάριν τῇ Αὐτοῦ κατασπάσει.
Χαίρε, ἐγγὺς Χριστοῦ ὁ ιστάμενος·
χαίρε, Αὐτοῦ τὸ θάῤῥος δεξάμενος.
Χαίρε, δι’ ὃν τὰς κολάσεις υπέστης·
χαίρε, πρὸς ὃν παρ’ ἐλπίδι μετέστης.

Χαίρε μάρτυς Γεώργιε.

Ζέων τοῦ θείου πόθου, ὥσπερ λέων, ὁ Μάρτυς, πρὸς τοῦς ἀγώνας ὤρμησεν μόνος ἐκακουχήθη γὰρ ἐν δίψῃ καὶ λιμῷ, και ἐπὶ ξύλω τοῖς ποσὶ κατεπιέσθη, καὶ πόνους ὐπομένων τρομερούς, ἐβόα οῦτως·

Ἀλληλούια.

Ἤνεγκας τῆν φρικώδη, τοῦ τροχοῦ κακουχίαν, καὶ ὄλος συ μία πληγὴ ἔστης, ὦ Γεώργιε, τοῖς ὁρῶσί σε· ἀλλ’ ὁ θεῖος Ἄγγελος λύσας τῶν δεσμῶν σε ὑγιῆ καὶ ὠραιότατον ὠς πρὶν ἔδειξεν τοῖς βοῶσι·

Χαῖρε, δαρθεὶς βουνεύροις τὸ σῶμα·
Χαῖρε, τυφθεὶς κοντῶ τῆν γαστέρα.
Χαῖρε, ὁ τροχοῦ ὐποστὰς τῆν δυσχέρειαν·
Χαῖρε, ὁ Θεοῦ ἐκδεξάμενος πρόνοιαν.
Χαῖρε, ἐν ἀσβέστου λάκκῳ ἐμβληθεὶς τῷ φλογερῷ·
Χαῖρε, ἀβλαβῆς ὁ μείνας ἐνδυσάμενος Χριστόν.
Χαῖρε, ὁ υπομείνας σιδηράς τε κρηπίδας·
Χαῖρε, ὁ βηματίσας σῦν αὐταῖς ὥσπερ γίγας.
Χαῖρε, αὐτᾶς ποσὶ περιθέμενος·
Χαῖρε, αὐτῶν τοῦς ἤλους δεξάμενος.
Χαῖρε, πληγὰς παντὶ τῷ σώματι ὁ ἐσχηκῶς·
Χαῖρε, τῷ Θεῷ τὸν ὔμνον καὶ τὸ αἶμά σου προσενεγκῶν.

Χαίροις, μάρτυς Γεώργιε.

Θέλων αὐτόκλητος ἤλθον, καὶ θνήσκω ὑπὲρ Χριστοῦ προθύμως ἐκραύγαζε τοῖς παρανόμοις ὸ γενναίος ὸπλίτης σώμα μου ὅ παρέδωκα τῷ Ἰησοῦ, ὄλον μεληδὸν κατακόψατε, νικὰ γὰρ Χριστοῦ ὁ πόθος τῆς σαρκὸς τὸν πόνον ἐν τῷ ψάλλειν οῦτως·

Ἀλληλούια.

Ἴδον οἱ παρεστώτες, θεοδώρητον θαύμα, γενόμενον διὰ σοῦ ἀθλοφόρε εἴδον ζωοθέντα νεκρόν, ὃν μετὰ ταφήν, καὶ χρονιάν ἐν μνήματι κατάθεσιν, θανόντα πρὸ Χριστοῦ, ἀνέστησας ἀκούων παρὰ πάντων οὗτως·

Χαῖρε, τὸν ἄρχοντα ᾅδου νικήσας·
Χαῖρε, νεκρὸν εὐχῆ ἀναστήσας.
Χαῖρε, οὗτως γὰρ τὸν Χριστὸν Θεὸν ἐκήρυξε·
Χαῖρε, ὄτι καὶ αὖθις πεσῶν προσεκύνησε.
Χαῖρε, ὄτι σὺ απέδειξας τὴν ἀνάστασιν νεκρῶν·
Χαῖρε, ὁ τὸ δεσμωτήριον διδακτήριον ποιῶν.
Χαῖρε, ὄτι καὶ λίθον δέχεται σοῦ τὸ στήθος·
Χαῖρε, ὄτι βασάνων ὐπομένεις τὸ πλήθος.
Χαῖρε, δι’ οὗ Χριστὸς συνδοξάζεται·
Χαῖρε, δι’ οὗ ἐχθρὸς μυκτηρίζεται.
Χαῖρε, Γεώργιε τὴν γὴν ὁ οὐρανώσας·
Χαῖρε, τὰ οὐράνια ἄθλοις σου ὁ ἐκθαμβῶσας.

Χαίροις μάρτυς Γεώργιε.

Κάτω τοῦς εἰς τὰ ἄνω τοῦ βωμοῦ ἰσταμένους θεούς, τοῦς μη θεοῦς, διὰ λόγου συνέτριψας εἰς μόνος Θεός ἐστιν ὁ Χριστός, τοῦ ἐν τῷ εἰδώλῳ δαίμονος ὀμολογοῦντος μεν, ἀλλὰ μηδέποτε βοῶντος οὗτως·

Ἀλληλούια.

Λέλυται ὁ Διοκλητιανὸς τῆς ἐλπίδος, καὶ δίδωσι κατὰ τοῦ ἁγίου, καὶ αὐτῆς τῆς βασιλίσσης Ἀλεξάνδρας, θανάτου τὴν ἀπόφασιν καὶ νῦν ὁ μέγας τοῦ Χριστοῦ πρωταθλητής, δέχεται χαῖρων καὶ ἠμῶν τὸν ὔμνον, ἀναβοῶντων πόθῳ·

Χαῖρε, Γεώργιε Χριστομάρτυς·
Χαῖρε, σῦν τῇ Ἀλεξάνδρᾳ αὖθις.
Χαῖρε, βασιλέαν ἐλέγξας τὸν ἄθεον·
Χαῖρε, βασιλίδος ὸ δείξας τὸ φιλόθεον.
Χαῖρε, ὄτι ξίφος ἔκοψεν τὴν ὡραίαν κεφαλήν·
Χαῖρε, ὄτι στέφος εἴληφας ἄφθαρτον ἐν οὐρανοίς.
Χαῖρε, ὄτι τὸ σῶμά σου καταλέλοιπας ἐν γῇ·
Χαῖρε, ὄτι τὸ πνεύμα σου ἔδωκας Θεοῦ χειρί.
Χαῖρε, δι’ ὅ οἰκεὶς τὰ οὐράνια·
Χαῖρε, δι’ ὅ φρουρεὶς τὰ επίγεια.
Χαῖρε, δι’ οὗ ἐκ κινδύνων λυτρούμεθα·
Χαῖρε, δι’ οὗ ευφροσύνης πληρούμεθα.

Χαίροις μάρτυς Γεώργιε.

Μέγαν σοι ὠκοδόμησε ναόν, Κωνσταντίνος ὁ Μέγας, τῷ σῷ τάφῳ ἐν Λύδδᾳ ἐν ᾧ κατετέθη θεία χάριτι, ἡ σῇ Ἁγίᾳ σορός, πρὸς ὃν ἐνατενίζοντες, λατρείαν νῦν προσφέρομεν Θεῶ καὶ ὔμνον, τὸν χερουβικόν·

Ἀλληλούια.

Νῦν, πανένδοξε Μάρτυς, ἡ λαμπρὰ ἐορτή σου, δίς τοῦ ἔτους τελείται, στρατάρχα ἐν αἶς, ἄρχοντες, λαὸς καὶ ἄπασαι φυλαὶ τῆς γῆς, προστρέχοντες τοῖς σοῖς ναοῖς, βοῶσιν ἐν ἀγαλλιάσει οὗτως·

Χαῖρε, λαμπρὸν τῆς χάριτος ἔαρ·
Χαῖρε, θνητῶν ἀθάνατον νέκταρ.
Χαῖρε, Ἐκκλησίας δόξα καὶ θρίαμβος·
Χαῖρε, εὐσεβῶν βασιλέων υπέρμαχος.
Χαῖρε, ὄτι τῇ κοιμήσει σου ἔαρ χαῖρει καὶ σκιρτά·
Χαῖρε, ὄτι τῆν μετάθεσιν τοῦ σκήνους σου χειμῶν ορά.
Χαῖρε, ὁ ἀγιάζων τὴν περίοδον πᾶσαν·
Χαῖρε, ὸ καταυγάζων τὴν περίγειον πᾶσαν.
Χαῖρε, δι’ οὗ σκιρτῶσι φιλέορτοι·
Χαῖρε, ἐν ᾧ θρηνούσιν οι δαίμονες.
Χαῖρε, χαρᾶς ὁ τρυφῶν οὐρανίου·
Χαῖρε, ἠμᾶς ὁ πληρῶν παντὸς θείου.

Χαίροις μάρτυς Γεώργιε.

Ξένα σου Μάρτυς φαίνει, τὰ τεράστια πάντα, Γεώργιε, καὶ λίαν φρικῶδη τὸν γὰρ δαίμονα προστάζει σου δεσμοῖς κρατεὶς ἀμετάθετον, ταπεινῶσας τὸν υπερήφανον, τὸν μη ταπεινούμενον καὶ τῷ Θεῷ κραυγάζειν οὗτως·

Ἀλληλούια.

Ὄλος ἀπενεκρώθη, ὁ τὸ τόξον εὐθύνας, τοῦ βλάψαι τῆν εἰκόνα σου, Μάρτυς, ἐν τῷ ναῷ σου Σαρακηνός, οὗ τὸ βέλος πρὸς ἐαυτὸν ἐπέστρεψεν σὺ δὲ τούτον ἀνέστησας, φρικτῷ θαύματι, σοὶ βοῶντα·

Χαῖρε, ναοῦ σου ἡ εὐκοσμία·
Χαῖρε, στρατοῦ σου ἡ πανοπλία.
Χαῖρε, τῶν ἀπίστων τὸ τραύμα Γεώργιε·
Χαῖρε, τῶν πιστῶν τὸ θαύμα μυριόνικε.
Χαῖρε, ὄτι πανταχοῦ ἠγέρθη σοι σεβάσμιος ναός·
Χαῖρε, ὄτι σῇ σεπτῇ εἰκῶν ὑπάρχει ἐν παντὶ Θεοῦ ναῶ.
Χαῖρε, τὸν φονευθέντα ἀσεβὴ ὁ ἀναστήσας·
Χαῖρε, ὁ τὸν δυσσεβούντα Μάρτυρα Χριστοῦ ποιῆσας.
Χαῖρε, ὁ δοῦς τῷ μεν ἀναζώωσιν·
Χαῖρε, ὁ δοῦς τῷ δε τὴν συγχῶρησιν.
Χαῖρε, ὁ ὀμοιάζων τῇ ψυχῇ σου Ἀγγέλοις·
Χαῖρε, ὁ υπερβάλλων τοῦς πολλοῦς ἐν τῷ κάλλει.

Χαίροις μάρτυς Γεώργιε.

Πᾶσα τάξις Ἀγγέλων, καὶ πιστῶν Ὀρθοδόξων, δοξάζει σε καὶ ἀπίστων, Μάρτυς καὶ τὰ σὰ θαυμάσια σοφέ, καὶ τὴν πρὸς Θεὸν παῤῥησίαν βλέπουσα, βοᾶ ἐν παντὶ τόπῳ πρὸς Αὐτὸν καὶ μετὰ σοῦ ἀπαύστως·

Ἀλληλούια.

Ῥῦσαι, παντὸς κινδύνου, τοῦς ἠμᾶς σε καλοῦντας, καὶ δέχου τὰς ἡμῶν ἰκεσίας, ὠς ἐδέξω τῶν ἀπανταχοῦ τῆς Οἰκουμένης ἐν αἰχμαλωσίᾳ, θρήνους καὶ δάκρυα, οὓς ὡς συμπαθῆς ἠλευθέρωσας, ἀκούων παρὰ πάντων οὗτως·

Χαῖρε, ὁ Ἀγγελος ἐν ἀνθρῶποις·
Χαῖρε, ὁ ἔνυλος ἐν Ἀγγέλοις.
Χαῖρε, ὁ κατορθώσας τελειότητος μέτρον·
Χαῖρε, ὁ ἐπιφθάσας ἁγιότητος ὔψος.
Χαῖρε, ὄτι πολλοῦς ἔσωσας αἰχμαλῶτους ἀθλητά·
Χαῖρε, ὄτι τούτους ἔπλησας τῆς ἐνθέου σου χαράς.
Χαῖρε, ὁ θριαμβεύσας κατ’ ἐχθρῶν ἐν πολέμοις·
Χαῖρε, ὁ ταπεινῶσας τὸν ἐχθρὸν θείοις ἔργοις.
Χαῖρε, ὁ εν πολέμου τῇ τέχνῃ ἀνίκητος·
Χαῖρε, ὁ ἐν πᾶσι τοῖς ἄθλοις ἀκαταγώνιστος.
Χαῖρε, ἐλπὶς καὶ χαρὰ αἰχμαλῶτων·
Χαῖρε, ἰσχὺς καὶ στοργὴ ἀδυνάτων.

Χαίροις μάρτυς Γεώργιε.

Σῶσον, Θεέ μου σοῦς δούλους, δι’ ἐμοῦ τοῦς τιμῶντάς με, ὁ Μάρτυς Γεώργιος κράζει· καὶ ὡς Ἀγγελος, ὡς ἀστραπὴ ἐν ἴππῳ λευκῷ, διατρέχων γὴν καὶ οὐρανούς, προφθάνει πάντας πανταχού, κραυγάζων ἐν θριάμβῳ οὗτως·

Ἀλληλούια.

Τέρπεται ὁ ναός σου, ὁ σεπτὸς τῇ σῇ δόξῃ, θαυμάτων τε δεικνύμενος κρήνη· οὔκ ἔστιν γὰρ οὐ γὴ οὐδέ θάλασσα, οὐ πόλις οὔκ ἔρημος, ἔνθα τῶν θαυμάτων οἱ κρουνοί, οὐχ ὐπερβλύζουσι τοῖς ἐκβοῶσι μετὰ δέους ταύτα·

Χαῖρε, τὸ ἄστρον τῆς ἐκκλησίας·
Χαῖρε, τὸ ἄνθος ἀθανασίας.
Χαῖρε, ποταμὸς τῶν θαυμάτων ἀένναος·
Χαῖρε, ἰατρὸς τῶν νοσούντων ὁ εὔσπλαγχνος.
Χαῖρε, σῶματος ὠραιοτάτου ὑπεριδῶν ὄντως ἁγνέ·
Χαῖρε, ψυχῆς σου ἀθανάτου ἐπιμελησάμενος σοφέ.
Χαῖρε, ὑπερασπίζουν τοῦς πιστοῦς ἐν ανάγκαις·
Χαῖρε, ὁ ἐκφοβίζουν τοῦς ἀπίστους πολλάκις.
Χαῖρε, ὁ προκρίνας τῆς ζωῆς ὑπὲρ Χριστοῦ τίμιον θάνατον·
Χαῖρε, ὁ κερδίσας δόξαν τὴν παρ’ Αὐτοῦ τὴν ἀθάνατον.
Χαῖρε, τὸ βλέπειν τοῖς τυφλοῖς ὁ χαρίζουν·
Χαῖρε, τοῖς νοσοῦσιν θείαν ἴασιν δίδουν.

Χαίροις μάρτυς Γεώργιε.

Ὕμνος μέγας σοι πρέπει, τῷ κοινῷ εὐεργέτῃ, Γεώργιε, τοῦ κόσμου προστάτα σὺ γὰρ οὐ λείπεις φρουρεὶν καὶ σκέπειν ἐκ παντοίων κινδύνων καὶ θλίψεων, τοῦς σὲ ποθοῦντας Ἅγιε, καὶ ᾄδοντας ἐν τῷ ναῷ σου οὗτως·

Ἀλληλούια.

Φέροντες Μάρτυς νῦν ἄνθη τῇ θαυματουργῷ σου εἰκόνι, θερμῶς εὐχαριστούμεν σοι πάντες καὶ μεν τῷ θείου σου ναῷ, ὐμνούμεν τῆν σῆν δόξαν θεοδόξαστε, ἐν δὲ τῇ μνήμῃ Μάρτυς τῶν θαυμάτων σου, θάμβει βοῶμεν οὗτως·

Χαῖρε, ὁ πρόμαχος ὄρους Ἄθω·
Χαῖρε, ἀείῤῥοος κρήνη θαυμάτων.
Χαῖρε, τοῦ στρατοῦ σου ὁ μέγας ταξίαρχος·
Χαῖρε, τοῦ λαοῦ σου ὁ θεῖος εἰρήναρχος.
Χαῖρε, ὸ ἐν εὐγενείᾳ γένους σου διακριθείς·
Χαῖρε, τῆς μονῆς Ζωγράφου ἐν τῷ Ἄθῳ ὁ λαμπτήρ.
Χαῖρε, ὁ θαυμαστώσας σου Ἁγίαν εἰκόνα·
Χαῖρε, ὁ ἀποστείλας μοναχοῖς δώρον μέγα.
Χαῖρε, ὁ δοῦς ἠμῖν ῥῶσιν σώματος τε καὶ ψυχῆς·
Χαῖρε, ὁ δοῦς ἠμῖν γνῶσιν ἔνθεον καὶ θαυμαστήν.
Χαῖρε, τοῦς πάσχοντας Μάρτυς ὁ προφθάνων·
Χαῖρε, πρεσβείαν Θεῷ ὁ προσάγων.

Χαίροις μάρτυς Γεώργιε.

Χάριν θείαν πλουτήσας, ὦ Γεώργιε μάκαρ, ὁ μέγιστος ἡμῶν ἀντιλήπτωρ, Χριστῷ πρέσβευε υπὲρ ἡμῶν, τῶν προσκυνούντων οἴκον σου σεπτὸν Ἅγιε, ποιεῖν Αὐτοῦ τὸ θέλημα ἐν φόβῳ πάντοτε, ἵνα κράξω μεν οὗτως·

Ἀλληλούια.

Ψάλλοντές σου τὸν ὔμνον, ἐν Ἁγίῳ ναῷ σοῦ, Γεώργιε, βοῶμέν σοι πάντες· τῷ Θεῷ μὴ παύση τοῦ αἰτεὶν τῶν πταισμάτων ἄφεσιν, μετάνοιαν, εἰρήνην τε σοῖς δούλους, τοῖς βοῶσί σοι, Μεγαλομάρτυς·

Χαῖρε, ὁ ἄρχων Καππαδοκίας·
Χαῖρε, ὁ μύστης τῆς θεαρχίας.
Χαῖρε, τῶν ἐν Ἄθῳ μονῶν προϊστάμενος·
Χαῖρε, τῶν ἐν θλίψει ἀεὶ παριστάμενος.
Χαῖρε, ἄνω σῦν Δημητρίῳ παραστάτης τοῦ Χριστοῦ·
Χαῖρε, κάτω τῶν δυνάμεων ὁ προστάτης τοῦ στρατοῦ.
Χαῖρε, ὑπὲρ τῶν ὄλων τῷ Θεῷ ἰκετεύων·
Χαῖρε, ὁ τῶν σῶν δούλων ἐκτενῶς προστατεύων.
Χαῖρε, Ἁγίων ὁ προφιλέστερος·
Χαῖρε, Μαρτύρων ὁ ἐνδοξότερος.
Χαῖρε, τῶν στρατευομένων ὁ γενναίος προστάτης
Χαῖρε, φωτὸς τρισηλίου ὁ ενθεῶτατος λάτρης·

Χαίροις μάρτυς Γεώργιε.

Ὦ Γεώργιε μάρτυς, πρωτοστράτηγε τοῦ Βασιλέως Χριστοῦ καὶ δόξα στρατοῦ σου (ἐκ γ΄) προσδεξάμενος τὴν προσφορὰν ἡμῶν, ἐκ παντοίων ῥῦσαι κινδύνων τοῦς ὐμνοῦντάς σε καὶ ἐκ πᾶσης ἀνομίας, τοῦς Θεῷ βοῶντας·

Ἀλληλούια.

Καὶ αὖθυς τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὐπερμάχῳ
Ὠς τοῦ Χριστοῦ Μεγαλομάρτυρα παμμέγιστον, καὶ τῆς Παρθένου κατὰ πάντα φίλον γνήσιον, ἀνυμνοῦμέν σε, Γεώργιε στρατηλάτα, ἀλλ’ ὡς ἔχων ἐξ αὐτῆς του Ὄρους ἅπασαν προστασίαν καὶ ἡμᾶς ἀεὶ περίσωζε τοῦς βοῶντάς σοι· χαίροις μάρτυς Γεώργιε.