Τέσσερις Παρακλητικοί Κανόνες εις τον Ένδοξο Μεγαλομάρτυρα Γεώργιο τον Τροπαιοφόρο
Παρακλητικός Κανών εις τον Άγιο Ένδοξον του Χριστού Μεγαλομάρτυρα Γεώργιον τον Τροπαιοφόρο
Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ του Βυζαντίου
†Εορτάζεται στις 23 του Απρίλη. Εάν όμως το Πάσχα πέφτει μετά τις 23 Απρίλη, τότε εορτάζεται την επόμενη μέρα του Πάσχα
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν γενναιότατον Χριστοῦ στρατιώτην, καὶ Ἀθλητὴν παναληθῆ τοῦ Σωτῆρος, καὶ ἰατρὸν πανάριστον τῶν νόσων ἐν ὠδαῖς, ἅπαντες τιμήσωμεν πρὸς αὐτὸν ἐκβοῶντες· λύτρωσαι πρεσβείαις σου, τῆς παρούσης ἀνάγκης, τῆς ἀφορήτου ἵνα σὲ ᾀεί, ὡς εὐεργέτην ὑμνῶμεν Γεώργιε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὀ Κανών ἒχων ἀκροστιχίς ἐν τοὶς Θεοτοκίοις· ΣΕΡΑΦΕΙΜ
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γεώργιε Μάκαρ ἀγωνισθεῖς, τὸν θεῖον ἀγώνα, ἠξιώθης ἐπιτυχεῖν, τῆς ἐπουρανίου εὐφροσύνης, ὑπὲρ σῶν δούλων πρεσβεύων πρὸς Κύριον.
Ἐνίκησας δόγμα τυραννικόν, ἐνθέοις ἀγῶσιν, ἀλλὰ δέομαι Ἀθλητά, ταῖς σαῖς μεσιτείαις οἴκτειρόν με, ὑπὸ τῶν νόσων νικώμενον πάντοτε.
Ναὸς χρηματίσας τοῦ παντουργοῦ, τοὺς τῇ σῇ εἰκόνι, προσπελάζοντας εὐλαβῶς, Γεώργιε Μάκαρ ταῖς εὐχαῖς σου, κατοικητήρια δεῖξον τοῦ Πνεύματος.
Θεοτοκίον.
Σὺ εἶ Παρθένε ἄσπιλε τῆς ἐμῆς, ψυχῆς ταλαιπώρου, ἡ ἰσχὺς τε καὶ ἡ ἐλπίς· τῆς δ’ ἐσκοτισμένης μου καρδίας, σὺ εἶ τὸ φῶς τὸ ἀνέσπερον, Πάναγνε.
ᾨδὴ γ΄. Συ εὶ τὸ στερέωμα.
Ἲλέων δεήσεσι,ταὶς εὐσπροδέκτοις σου ποίησον, τὸν λυτρωτήν, τοῖς σε ἀνυμνούσιν, Ἀθλοφόρε Γεώργιε
Δὸς ἡμίν βοήθειαν, τοῖς σοῖς ἰκέταις ἐν θλίψεσιν, οὒσι δειναῖς, καὶ παντοίαις νόσοις, ταῖς λιταῖς σου Γεώργιε.
Ἒνθεος γενόμενος, καὶ φωτισμού παντός ἒμπλεως, πάντων ἡμῶν, τὰς ψυχὰς αὐγαζεις, ταῖς εὐχαῖς σου Γεώργιε.
Θεοτοκίον.
Ἐξωτέρου σκότους με, πυριφλεγοῦς πικροῦ σκώληκος, ῥῦσαι Ἀγνή, λιταῖς μητρικαῖς σου, καὶ παντοίας κολάσεως.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀσθενείας ὁ δείλαιος, καὶ κινδύνοις πλείστοις ἀεὶ συνέχομαι, ὧ Γεώργιε βοήθει μοι, τῷ κατεγνωσμένῳ ἱκετεύω σε.
Δεσμευθείς διὰ Κύριον, πᾶσαν τοῦ βελίαρ κακίαν ἔλυσας, ἐξ ἧς ἅπαντας περίσωζε, τοὺς πιστῶς ὑμνοῦντάς σε Γεώργιε.
Νοσημάτων καὶ θλίψεων, καὶ παντοίας βλάβης ἡμᾶς ἀπάλλαξον, ὧ Γεώργιε Πανεύφημε, ταῖς πρὸς τὸν Σωτῆρα ἱκεσίαις σου.
Θεοτοκίον.
Ῥῶσιν δὸς μοι, Πανάχραντε, καὶ ἐκ χαλεπῶν κινδύνων διάσωσον, καὶ παθῶν κοπρίας ἔγειρον, σὸν ἀχρεῖον δοῦλον ταῖς πρεσβείαις σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φῶς τὸ νοητόν, τῇ καρδίᾳ σου δεξάμενος, τὴν τῆς ψυχῆς ἡμῶν ζοφότητα, φωτὶ τῷ θείῳ, Γεώργιε καταλάμπρυνον.
Σὺ μαρμαρυγαῖς, ταῖς τῆς χάριτος, Γεώργιε, καταυγαζόμενος φώτισον, ψυχᾶς σῶν δούλων, σκοτισθείσας παραπτώμασι.
Πάθη χαλεπά, τῆς ψυχῆς ἡμῶν, Γεώργιε, ταῖς πρὸς τὸν πλάστην σου δεήσεσι, παρακαλοῦμεν ἰάτρευσον καὶ ἐξάλειψον.
Θεοτοκίον.
Ἄχραντε ἡμᾶς, ἀπογνώσεως ἐξάγαγε βυθοῦ, καὶ πρὸς ὅρμον τῆς ἀληθοῦς, τοὺς σοὺς ἱκέτας, μετανοίας καθοδήγησον.
ᾨδὴ ς΄. Ἰλάσθητι μοι.
Κατεύνασον τῶν παθῶν τάς καταιγίσας, Γεώργιε, κινδύνους τε χαλεπούς, καὶ νόσους κατάπαυσον, τῶν πίστει τιμώντωνσε, ταῖς πρὸς τον Δεσπότην παναγίαις ἰκεσίες σου.
Μεγάλους ἐπί τῆς γῆς, ἀνύσας ἂθλους, Γεώργιε, μεγάλων ἡμᾶς κακῶν, κινδύνων καὶ θλίψεων, ταῖς σαῖς ἀπολύτρωσαι, πρὸς Θεὸν πρεσβείαις, ἲνα πόθω γεραίρωμεν.
Γεώργιε Ἀθλητά, τῇ σῇ πρεσβεῖα διάσωσον, ἐκ πειρασμῶν χαλεπῶν, καὶ πᾶσης αἰρέσεως, καὶ νόσων καὶ θλίψεων, ἡμᾶς τοὺς σοὺς δούλους, τοὺς τιμῶντας τῆν εικόνα σου.
Θεοτοκίον.
Φωτί σου αύγασον νοῦν, καὶ τῆν ψυχήν μου ἀγίασον, τὸν ἐν Ἀγίοις Θεὸν ἐπαναπαυόμενον, ἀῥῥήτως κυήσασα, Παναγία Κόρη, εὐσπροδέκτοις ἰκεσίαις σου.
Διάσωζε ἐκ πάσης νόσου, παμάκαρ Γεώργιε, ταῖς πρὸς Θεὸν ἐνθέρμοις πρεσβείαις σου, τοὺς προστρέχοτας τῇ σεπτῇ σου εἰκόνι.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστάτην σὲ θερμόν, καὶ τεῖχος ἀπροσμάχητον, πλουτοῦντες ἀεί, οἱ σοὶ προσπελάζοντες, γοερῶς ἐκβοῶμέν σοι· Πανσέβαστε Γεώργιε, πρόφθασον· καὶ ἐκ παθῶν ἡμᾶς καὶ θλίψεων ἀπάλλαξον, ταῖς θείαις πρὸς τὸν Σωτήρα πρεσβείαις σου.
Καὶ εὐθὺς τὸ Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. (δίς).
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Τὸ Εὑαγγέλιον,
Ἐκ τοῦ κατᾶ Ἰωάννην
(Κέφ. ιε΄. 17-27, ιστ΄. 1-2 ).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν, ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με, εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου, ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε,ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε, ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Όλην αποθέμενοι.
Ὅλην ἀποθέμενος, βιωτικὴν τυραννίδα, ὀπίσω σου ἔδραμεν, ὁ σεπτὸς Γεώργιος Θεὲ Ἄναρχε, καὶ τερπνὰ ἅπαντα, καὶ δεσμὸν ἄλυτον, ὡς ἱστὸν ἀράχνης ἔλυσε, διὸ καὶ ἔτυχε, τῆς σῆς Βασιλείας Ἀόρατε· Αὐτοῦ οὖν ταῖς δεήσεσιν, ἱλασμόν Οἰκτίρμον παράσχου μοί, τῶν πλημμελημάτων, καὶ δεῖξόν με ἀνώτερων παθῶν, τῶν ἐνοχλούντων μου Δέσποτα, τὴν ψυχὴν ἑκάστοτε.
Σῶσον ὸ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κοσμικῶν με σκανδάλων, καὶ παθῶν ἀτιμίας, καὶ πάσης θλίψεως, Γεώργιε εὐχαῖς σου, διάσωζε καὶ δίδου, ἀναμέλπειν ἑκάστοτε· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥαθυμίας ἀτόπου, καὶ δεινῆς ἁμαρτίας, ταῖς ἱκεσίαις σου, Γεώργιέ με σῶσον, προστρέχοντα ἐν πίστει, τῇ θερμῇ ἀντιλήψει σου· ὅπως τιμῶ σε πιστῶς, εἰς πάντας τοὺς αἰῶνας.
Ὦ Γεώργιε Μάκαρ, δυσχερείας τοῦ βίου, κλυδωνιζόμενον, μηδόλως με παρίδης, ἀλλ’ οἴκτιρον εὐχαίς σου, καὶ διάσωσον ψάλλοντα· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐν τῷ βίῳ τὸν χρόνον, ἀμελείᾳ Παρθένε, ἐκδαπανήσας πολλῇ, προσπίπτω καὶ βοῶ σοι, διέγειρόν με σῶσον, τῷ Υἱῷ σου κραυγάζοντα· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς σοὺς οἰκέτας, ὦ Γεώργιε Μάκαρ, ἐκ κινδύνων θλίψεων καὶ νόσων, σαῖς πρὸς τὸν Σωτήρα, ἁπάλλαξον πρεσβείαις.
Στήριξον πάντας, ὦ Γεώργιε μάρτυς, ἐν τῇ πίστει καὶ θείᾳ ἀγάπῃ, καὶ ῥῦσαι εὐχαῖς σου, κακίας τοῦ βελίαρ.
Τῇ ὑπερμάχῳ, ἀντιλήψει σου μάρτυς, καταφεύγοντες αἰτούμεθα νόσων, καὶ δεινῶν εὐχαῖς σου, ταχέως λυτρωθῆναι.
Θεοτοκίον.
Ἴασαι, Κόρη, ταῖς πρὸς τὸν κτίστην λιταῖς σου, τηκομένους νόσοις τοὺς σοὺς δούλους, καὶ δεινῶν παντοίων, ἁπάλλαξον ταχέως.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νοσούντων καὶ πλεόντων, καὶ τῶν ἐν κινδύνοις, πρὸς σωτηρίαν κατέστης ὑπέρμαχος, τῶν Ἀθλητῶν ἡ ἀκρότης, Μάρτυς Γεώργιε.
Συνήφθης ταῖς χορείαις, πάντων τῶν μαρτύρων, σὺν οἷς δυσώπει Θεὸν ὦ Γεώργιε, ἁπαλλαγῆναι κινδύνων, δεινῶν τοὺς δούλους σου.
Ὡς φύλαξ ὀρθοδόξων, καὶ τῆς εὐσεβείας, καὶ τῶν μαρτύρων τὸ κλέος Γεώργιε, ὑπὲρ ἡμῶν τὸν Σωτήρα, θερμῶς ἱκέτευε.
Θεοτοκίον.
Μαρία ἐκτακείσαν, τὴν οἰκτρὰν ψυχὴν μου, τῆς ἁμαρτίας φλογμῷ καταδρόσισον, τοῦ σοῦ ἐλέους ῥανίσι, καὶ σῶσον Πάναγνε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χεροβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Κατεύνασον τὸν τάραχον Ἀθλητά, παθῶν καὶ κινδύνων, καὶ δαιμόνων τὰς προσβολάς, ἀπέλασον πάσας, ἀπὸ τῶν σὲ ὑμνούντων, ὡς μάρτυρα Κυρίου, θεῖε Γεώργιε.
Πόθῳ ἑορτάσωμεν ἀδελφοί, τὴν φωσφόρον μνήμην, Γεωργίου τοῦ Ἀθλητοῦ, καὶ στέψωμεν τοῦτον, τοῦ ἔαρος τοῖς ἴοις, ἵνα ἀξιωθῶμεν τῆς θείας χάριτος.
Ἀνάκτων ὑπέρμαχον καὶ πτωχῶν, πλεόντων σωτῆρα, ἀσθενοῦντα τε ἰατρόν, αἰχμαλώτων ῥύστην, καὶ ὀρφανῶν προστάτην, κεκτήμεθά σε πάντες, Μάρτυς Γεώργιε.
Λῦσον ὦ Γεώργιε ἀθλητά, νέφος ἁμαρτίας, καὶ τὰς νόσους τὰς φοβεράς, δίωξον ἐν τάχει, ἀπὸ τῶν προσκυνούντων, τὴν θείαν σου εἰκόναν, καὶ ἀνυμνούντων σέ.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα τὸ Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς τελοῦντάς σου πιστῶς, τὴν ἀξιοθαύμαστον μνήμην, μάρτυς Γεώργιε, πάσης περιστάσεως ῥῦσαι πρεσβείαις σου, νοσημάτων καὶ θλίψεων, παθῶν καὶ κινδύνων, σὲ καθικετεύομεν, καὶ τῶν βελῶν τοῦ ἐχθροῦ· ὅπως σὲ φαιδρῶς ἀνυμνῶμεν, ὡς κοινὸν ἡμῶν εὐεργέτην, καὶ τῶν ἀθλοφόρων ἐγκαλλώπισμα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Χαιρετισμοί εις τον Άγιο Ένδοξον Μεγαλομάρτυρα Γεώργιον τον Τροπαιοφόρο
Παρακλητικός Κανών εις τον Άγιο Ένδοξον του Χριστού Μεγαλομάρτυρα Γεώργιον τον Τροπαιοφόρο
Ποίημα Νήφωνος Μοναχού Αγιορείτου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
῏Ηχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν αἰχμαλώτων καὶ πτωχῶν ἀντιλήπτωρ, χειμαζομένων τε παντοίων ὁ ῥύστης, καὶ τῶν νοσούντων ἴασις γενόμενος, τοὺς ὑπὸ τὴν σκέπην σου παροτρύνεις βοᾶν σου, ἅγιε Γεώργιε, μὴ παρίδῃς εἰς τέλος, τοὺς πεποιθότας μάρτυς ἐπὶ σοί, καὶ τὸν ἐν κλίνῃ ὑγείωσον δοῦλον σοῦ.
Δόξα.
Ὂμοιον.
Τροπαιοφόρε τοῦ Χριστοῦ στρατιῶτα, ὁ θαυμαστός τε καὶ περίδοξος μάρτυς, καὶ τῶν πιστῶν ὑπέρμαχος ὁ μέγιστος, ῥῦσαι κατακείμενον, τὸν ἐν κλίνῃ νοσοῦντα, δοῦλον σου Γεώργιε, τὸν πρὸς σὲ προσφυγόντα, καὶ δι’ ἡμῶν τὴν δέησιν σοφέ, νῦν σοι προσφέρει τὴν ῥῶσιν αἰτούμενος.
Καί νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὐ ἡ ἀκροστιχίς ἄνευ τῶν Θεοτοκίων·
Τῷ Γεωργίῳ σοι τὴν δέησιν φέρω.
ᾨδὴ α΄. ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τῷ Γεωργίῳ ὡς Χριστοῦ θεράποντι, ἡμῶν δὲ πρύτανι καὶ προστάτη θείῳ, ὕμνον σοι προσφέρομεν, οἱ δοῦλοι Σου πολύαθλε, ὅπως σώσῃς εὐχαῖς σου, τὸν ἀσθενοῦντα ἱκέτην σου, καὶ χαρὰς πληρώσῃς τοὺς ἅπαντας.
Ὡς πεπλησμένος ἁμαρτίαις πέπονθα, νόσου δυσχέρειαν, Κύριε Θεέ μου, ἀλλ’αὐτὸς μὲ ἴασαι, καὶ λύτρωσιν παράσχου μοι, ταῖς του σοῦ ἱκεσίαις, θεράποντος καὶ προστάτου μου, θείου Γεωργίου σου μάρτυρος.
Γεωργηθεὶς παρὰ Θεοῦ Γεώργιε, γεωργηθέντα κἀμέ, ὑπὸ ἁμαρτίας ὡς παθῶν αἰχμάλωτον, καὶ νῦν νοσηλευόμενον, πρὸς Θεὸν ταῖς λιταῖς σου, ἐξ ἀμφοτέρων μὲ λυτρώσαι, κράζω σοὶ τῷ θείῳ προστάτῃ μου.
Θεοτοκίον.
Τὸν λυτρωτὴν καὶ παντουργὸν καὶ κύριον, κυοφορήσασα, τὸν τάς ἡμῶν νόσους, πάναγνε βαστάσαντα, αὐτὸν οὖν καθικέτευε, χαλεπῆς ἀσθενείας, τὸν σὸν ἱκέτην λυτρώσασθαι, μόνη τῶν ἀνθρώπων βοήθεια.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ἀρχὰς.
Ἐπὶ τῆς θείας σου σοφέ, εἰκόνος οἱ τῆς μόνης σου, γόνυ κλίναντες αἰτοῦμεν τὴν λύσιν, τῶν ἁμαρτιῶν ἡμῶν, καὶ τὸν ἐν κλίνῃ κείμενον, τῷ πιεσμῷ τῆς νόσου, τούτω τὴν ἴασιν δώρησαι.
Ὡς μεγαλώνυμος Χριστοῦ, Γεώργιε ἀθλοφόρος, ὡς ἐξαίρετος ἐν μάρτυσι μάρτυς, τῶν σῶν δούλων ἐκπληροίς, δεήσεις προστρεχόντων σοι, τῷ σῷ ναῷ καὶ τούτους, ποιεῖς οἰκείους τῷ κτίστῃ σου.
Ῥῶσιν ψυχῆς καὶ τῆς σαρκός, τῷ ἐπὶ κλίνῃς κειμένῳ, δὸς τῷ δούλῳ σου Γεώργιε μάρτυς, καὶ τοὺς πόνους καὶ πληγάς, τὸν ῥίγον καὶ τὴν στένωσιν, καὶ τάς φλογώσεις πάσας, καὶ κακουχίας ἀφάνισον.
Θεοτοκίον.
Τῶν ἰαμάτων σε πηγήν, Χριστὸς ὁ μόνος υἱός σου, σὲ καὶ ἄβυσσον ἀπέδειξε μόνην, διο Πάναγνε τὸν σόν, ῥῦσαι πιστὸν ἱκέτην σου, τραυματισθέντα νόσῳ καὶ θεραπείαν αἰτούμενον.
Διάσωσον ἀπὸ κινδύνων καὶ ἀσθενείας τὸν σὸν ἱκέτην, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, Γεώργιε στεφανῖτα Κυρίου.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτην θερμόν, καὶ μέγαν ἀντιλήπτορα, ἱκέτης ὁ σός, γινώσκει σὲ Γεώργιε, τοῦτον οὖν ἐπίσκεψαι τάχιον, καὶ ἐκ τῆς κλίνης ἔγειραι αὐτόν, καὶ τῆς ὀδύνης καὶ νόσου ἀπάλλαξον.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Γεωργηθείς, ὑπὸ Χριστοῦ μου Γεώργιε, τὴν ὑγείαν, ἐφ’ἡμᾶς γεώργησον, τῆς τε ψυχῆς καὶ τὴν τῆς σαρκός, καὶ τὸν σὸν ἱκέτην, τὸν νόσῳ κατατρυχώμενον, πρεσβείαις σου ἁγίαις, τούτω παράσχου πᾶσαν ῥῶσιν, ἐκ τῶν πυλῶν τοῦ θανάτου ῥυόμενος.
Ἵνα τῆς σῆς, ἀξιωθῇ ἀντιλήψεως, ἀθλοφόρε, ὁ πιστὸς ἱκέτης σου, σοὶ τὴν ᾠδὴν ταύτην προσφωνεῖ, διὰ τῶν χειλέων, ἡμῶν τρισμάκαρ Γεώργιε· καὶ γὰρ ἐν μετανοίᾳ, ἡμᾶς ἐπίστρεψον καὶ ῥῦσαι τὸν ἐν νόσῳ κατάστικτον δοῦλον σου.
Ὡς τοῦ Χριστοῦ, μάρτυς καὶ μέγας ἐν θαύμασι, καὶ προστάτης, ἐφ’ἡμᾶς καὶ ἔφορος, καὶ ἰατρὸς καὶ χειραγωγός, ἐκ τῆς συνεχούσης, νόσου καὶ πάσης κακώσεως, κινδύνου καὶ ἀνάγκης, τὸν σὸν μὲ ῥῦσαι νῦν ἱκέτην, τὸν πρὸς σὲ ἐκβοώντα Γεώργιε.
Θεοτοκίον.
Πόνοις δεινοῖς, καὶ συνεχέσι βαλλόμενος, τῇ Παρθένω, σοὶ προσπίπτων σῶσόν με, τῇ κραταιᾷ, σκέπῃ σου Ἁγνή, οἴκτειρον καὶ σῶσον κἀμέ τῇ θείᾳ πρεσβείᾳ σου, καὶ λύτρωσαι τῆς λύμης, καὶ δεινῆς ἀῤῥωστίας, καὶ τὰ ἄλγη μου πάντα θεράπευσον.
ᾨδὴ ε΄. Ἵνα τὶ μὲ ἀπώσω.
Σωτηρίαν σὲ ἔχω εὐεργέτην προστάτην πρέσβυν πρὸς Κύριον, τὸν ἐν ἀθλοφόροις, μεγαλώνυμον θεῖε Γεώργιε, καὶ ζωῆς μου σκέπην, καὶ ἰατρὸν ἐν ἀσθενείᾳ, ἧς μὲ ῥῦσαι καὶ ῥῶσιν μοι δώρησαι.
Ὀλισθήσας εἰς βόθρον, τὸν τῆς ἀσθενείας πτοοῦμαι σύ Κύριε, τὴν δικαίαν κρίσιν, ἀλλ’οἰκτείρησον μὲ εὐσπλάγχνῳ ἐλέει σου, ὡς Θεὸς οἰκτιρμῶν, καὶ μετανοίας δός μοι τρόπους, ταῖς τοῦ σοῦ ἀθλοφόρου δεήσεσι.
Ἱκεσίαις οὖν Λόγε, τοῦ αὐτοῦ θεράποντος ὅλόν με ἔγειρον, νεκρωθέντα ὅλον, ἐν δεινῇ ἀσθενείᾳ καὶ ἴασαι, ἐξ αὐτῆς με μόνε, Δημιουργὲ καὶ δώρησαί μοι, τῶν πταισμάτων τὴν λύσιν Φιλάνθρωπε.
Θεοτοκίον.
Ἐν νυκτὶ τῇ τοῦ βίου, θύελλα κατέλαβε πάσης κακώσεως, ἐπεκάλυψε μέ, ἀσθενείας Παρθένε σκοτόμαινα, ἀλλ’ἀνάτειλόν μοι, ἀναψυχῆς Πάναγνε, φέγγος· καὶ πρὸς φῶς εὐρωστίας ὁδήγησον.
ᾨδὴ ς΄. Ἰλάσθητί μοι Σωτήρ.
Τῶν ἀθλοφόρων Χριστέ, τῶν θείων σου ὁ ταξίαρχος, νῦν δυσωπεὶ σὲ οἰκτρῶς ὁ μέγας Γεώργιος, τὸν δοῦλον σου ἔγειρον, ἐκ τῆς ἀσθενείας, τὸν προσπίπτοντα σοὶ σήμερον.
Ἡμέρας τε καὶ νυκτός, ᾠδὴν ἱκέσιον φέρει σοὶ ὁ ἀσθενῶν δοῦλος σός, τρισμάκαρ Γεώργιε· πόθων τοῦ θεάσασθαι διὰ σοῦ τὴν ῥῶσιν, καὶ πταισμάτων τὴν συγχώρησιν.
Νεκροὺς ἐγείρεις σοφέ, τῇ πρὸς Θεὸν παῤῥησία σου, καὶ ἀπὸ κλίνῃς τοὺς σούς, ἱκέτας Γεώργιε, κἀμέ τὸν ἱκέτην σου, ἔγειρον καὶ σῶσον, ἀσθενεία νεκρωθέντα μέ.
Θεοτοκίον.
Μαρία τὸ καθαρόν, τῆς παρθενίας κειμήλιον, καθάρισον μὲ νυνί, ἐκ νόσου καὶ θλίψεως, καὶ τῆς συνεχούσης μέ, ἀσθενείας ῥῦσαι, ἵνα πόθω μεγαλύνω σε.
Διάσωσον ἀπὸ κινδύνων καὶ πάσης νόσου τὸν σὸν ἱκέτην, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, Γεώργιε στεφανῖτα Κυρίου.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον
῏Ηχος β΄. Προστασία τῶν χριστιανῶν.
Προστατεύειν οὐ μὴ παύσῃ τοῦ δούλου σοῦ, καὶ πρεσβεύειν ὑπὲρ τούτου Γεώργιε, μὴ οὖν παρίδῃς σῶν ἱκετῶν δεήσεων φωνάς, ἀλλὰ πρόσπεσον τῷ ποιητῇ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, εἰς τὴν βοήθειαν αὐτοῦ, ἀθλητὰ Χριστοῦ μου μέγιστε.
Καὶ εὐθὺς τὸ Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. (δίς).
Στίχος. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν. καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει αὐτοῖς. ὀψίας δὲ γενομένης, προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλε τὰ πνεύματα λόγω, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος· αὐτὸς τάς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τάς νόσους ἐβάστασεν. ἱδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτόν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν· καὶ προσελθὼν εἰς Γραμματεύς, εἶπεν Αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοὶ ὅπου ἐὰν ἀπέρχη. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει που τὴν κεφαλὴν κλίνῃ. ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ. ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
Δόξα.
Ταῖς του ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
καὶ τὸ προσόμοιον.
῏Ηχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Ἐγειρον τὸν δοῦλον σου, τὸν κατακείμενον νόσῳ, ἀθλητὰ Γεώργιε, καὶ ἠμᾶς ἀπάλλαξον ἱκεσίαις σου, τοὺς πρός σε πάντοτε, εὐσεβῶς ἅγιε, σοὶ προσπίπτοντας κραυγάζομεν· σῶσον ἐκ θλίψεως, πάσης καὶ κινδύνων καὶ οἴκτερον, καὶ ῥῶσιν τε πρυτάνευσον, καὶ εἰρήνην πᾶσι τὴν ἄνωθεν, τοῖς τῷ σῷ τεμένει, μονάζουσι καὶ λύτρωσαι λιμοῦ, λοιμοῦ, σεισμοὺ καὶ ποντόσεως, τούτους καὶ κακώσεως.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμένος ἀπὸ σοῦ ἐκπορεύεται σοφέ, Γεώργιε τρισμάκαρ, ἀλλ’αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα διὰ σοῦ, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων, ὑπάρχων ἀθλοφόρε Κυρίου· σῷζε πάντας τοὺς πρὸς σέ, ταῖς πρεσβείαις σου μάρτυς, ὡς πολεμουμένων ἡ εἰρήνη, ὡς χειμαζομένων ἡ γαλήνη, ὡς ἄμεσος προστάτης ἡμῶν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Καὶ δροσίζει μὲ μάρτυς, καὶ καταψυχίζει ἡ μνήμη καὶ κλῆσίς σου, καὶ τὴν νόσον πᾶσαν, ἰᾶταί μου καὶ παύει, στρατηλάτα Γεώργιε, καὶ πυρετοὺς ἐξ ἐμοῦ, ῥιζόθεν ῥήγνυται.
Τῆς πηγῆς τοῦ ἐλέους, τοῦ Χριστοῦ ὡς γνήσιος πέλων Γεώργιε, αὐτὸν οὖν ἐκδυσώπει, κἀμέ τοῦ ἰαθῆναι, ἐκ τῆς δεινῆς νόσου ἅγιε, οἷα προστάτης καὶ ῥύστης, καὶ ἀντιλήπτωρ μου.
Καὶ ἡ κλῆσίς σου μόνη, καὶ ἡ μνήμη ἅγιε, καὶ ἡ ἐπίβλεψις, πρὸς τὸν ποθούμενόν μοι, σοῦ θεῖον χαρακτῆρα, ἀποδιώκει μου πᾶσαν ἀσθένειαν, καὶ τάς ὀδύνας ὠθεῖ, καὶ σῴζει μὲ σὸν δοῦλον.
Θεοτοκίον.
Ἀπὸ πάσης ἀνάγκης, ἀπὸ νόσων παντοίων κἀμέ διάσωσον, Παρθένε τὸν σὸν δοῦλον, δεινῶς περισχεθέντα, τὸν ἀπαύστως σοι ψάλλοντα· καὶ προσφυγόντα Ἁγνή, τῇ θείᾳ ἀρωγῇ σου.
ᾨδὴ η΄. Ἐπταπλασίως κάμινος.
Σοὶ τῷ φωστῆρι κράζομεν, τῷ λαμπρῷ νῦν Γεώργιε, τὸν ἐπὶ τῆς κλίνης, ἀσθενεία κείμενον, ὡς δοῦλον σου οἴκτειρον, καὶ πρὸς αὐτὸν τὴν ἴασιν, χάρισαι πλουσίως, τὸν βοώντα τῷ Κτίστῃ· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἵνα τῆς σῆς Γεώργιε, ἐπισκέψεως τεύξομαι, καὶ τῆς θεραπείας, τύχω τιτρωσκόμενος, τοιάσδε ὁ δοῦλος σοῦ, καθυποκύπτω καὶ τὴν ᾠδήν· νῦν διὰ τῶν σῶν βοώ σοι δούλων καὶ κράζω· μὴ παύσῃ ἀθλοφόρε, ὑπὲρ τῶν ἱκετῶν σου, Χριστῷ τοῦ ἱκετεύειν, ὑπὲρ ἡμῶν τρισμάκαρ.
Νενεκρωμένον ζώωσον, πληγωμένον θεράπευσον, καὶ ἀπεγνωσμένον, νῦν μὲ παραμύθησον, τρισμάκαρ Γεώργιε, τῶν θλιβομένων ἡ χαρμονή, καὶ τῶν ἀσθενούντων ἰατρὸς τῶν βοώντων· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖες ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἡ κραταιὰ βοήθεια, καὶ βεβαία ἀντίληψις, τῶν ἀπηλπισμένων, ἡ ἐλπὶς Πανάμωμε, ἐπίσκεψαι κάμνοντα ὀδυνηρὼς τὸν δοῦλον σοῦ, κούφισον τὸ βάρος τῆς πικρὰς ἀσθενείας, ἀπέλασον τὴν νόσον, τῆς λοιμώδους ἀνάγκης, καὶ σῶσον τὸν σὸν δοῦλον, Παρθένε Θεοτόκε.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτω ὁ οὐρανός.
Φερώνυμος ὡς ὄντως μάρτυς Χριστοῦ, ὁ θαυμάτων πληρώσας τὴν σύμπασαν, δεῖξον καὶ νῦν, ἕτερον θαυμάσιον ἐπ’ἐμοί, τῷ ἀναξίῳ δούλῳ σοῦ, νόσῳ τρυχωμένω σωματικὴ καὶ ψυχικὴ καὶ δός μοι, διττώς τε τὴν ὑγείαν, τροπαιοφόρε μάρτυς ἔνδοξε.
Ἐκύκλωσαν μὲ κύνες ὡσεὶ πολλοί, ἐξ ἀμέτρων πταισμάτων μου ἅγιε, αἱ συμφοραί, καὶ αἱ ἀσθένειαί μου αἱ δειναί. καὶ νῦν λοιπὸν προσπίπτω σοί, τῷ ἐμῷ προστάτῃ καὶ βοηθῷ ἐκ τούτων μὲ ἁπάντων, ἀπάλλαξον καὶ σῶσον, μάρτυς Γεώργιε τὸν δοῦλον σου.
Ῥυόμενος τοὺς δούλους σοῦ ἀθλητά, ἐκ παντοίων κινδύνων καὶ θλίψεων, νῦν καὶ τὸν σόν, τόν σοι προσφερόμενον τὴν ᾠδήν, ἐν κλίνῃ κατακείμενον, ἔγειρον ὑγείωσον τὸ αὐτοῦ, πραχθέντα σαῖς πρεσβείαις, ἐξάλειψον καὶ τοῦτον, ἐν πάσῃ μετανοίᾳ, τῷ βασιλεῖ Θεῶ παράστησον.
Θεοτοκίον.
Ὡς Κύριον τεκούσα τὸν συμπαθῆ συμπαθείας μὲ κόρη ἀξίωσον, καὶ χαλεπῆς, νόσου μὲ ἀπάλλαξον ταῖς λιταῖς, τοῦ θείου ἀθλοφόρου σοῦ, καὶ ἐν μετανοίᾳ καὶ προσευχή, τὸν βίον ἐκτελέσαι, ἱκέτευε τῷ Κτίστῃ, τῷ σῷ Υἱῷ Παρθένε Ἄχραντε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέρα τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὸν τροπαιοῦχον, τὸν ἀειμακάριστον καὶ θεοκόσμητον, καὶ προστάτην καὶ φρουρὸν ἡμῶν. Τὸν ἐκλελεγμένον ἐν τοῖς πιστοῖς, καὶ δεδοξασμένον, παρὰ πᾶσι τοῖς ἀθληταῖς, τὸν ἀδιαλείπτως Θεῶ παρεστηκότα, Γεώργιον τὸν μέγαν, ὕμνοις τιμήσωμεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τὸν ἐν ἀθλοφόροις θαυματουργόν, ὑπερασπιστήν τε, τῶν ἀπόρων καὶ τῶν δεινῶς, κατατρυχωμένων ἐν πάσῃ ἀσθενείᾳ, σὲ νῦν ἐπικαλεῖται, μάρτυς ὁ δοῦλος σοῦ.
Ἔχεις παῤῥησίαν πρὸς τὸν Χριστόν, ὡς ἠγαπημένος, ὑπὲρ πάντας τοὺς ἀθλητάς, φάνηθι οὖν ῥύστης, ἡμῶν τε καὶ προστάτης, ὑγείωσον σὸν δοῦλον, μάκαρ Γεώργιε.
Ὡς τῶν αἰχμαλώτων ὁ λυτρωτής, ὑπερασπιστής τε, τῶν πενήτων καὶ ἰατρός, τῶν ἐν ἀσθενείᾳ, δεινῶς κεκρατημένων, Γεώργιε ὑπάρχων, κάμε νῦν ἴασαι.
Σὲ καθικετεύει νῦν ἐν τῷ σῷ εὐαγεῖ τεμένει, δοῦλος ὁ ὑμέτερος δι’ἡμῶν, ὁ ἐν ἀσθενείᾳ Γεώργιε ὑπάρχων, ὅπως αὐτὼ δωρήσῃ, σοφὲ τὴν ἴασιν.
Δέξαι ὧ Γεώργιε ἀθλητά, λιτὰς τῶν σῶν δούλων, ἃς ἐκ στόματος ῥυπαροῦ, καὶ γλώττης βεβήλου, προσάγομεν αἰτοῦντες, ἁμαρτημάτων λύσιν, καὶ τὴν ἀνάῤῥωσιν.
Ταῖς τῶν ἀσωμάτων σοῦ λειτουργῶν, καὶ ἁγίων πάντων, ἱκεσίαις Χριστὲ Σωτήρ, καὶ τῆς σῆς Ἀχράντου, μητρὸς τὸν σὸν ἱκέτην, ἐν ἀσθενείᾳ ὄντα, σώσαι καὶ ἴασαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Πάντων προστατεύεις ἀθλητά, καὶ ὑπὲρ ἡμῶν νῦν πρεσβεύεις, Χριστῷ Γεώργιε, τῶν προσκαλουμένων σέ ἐν τῷδε οἴκῳ τῷ σῷ, καὶ ἐκ θλίψεως ἅπαντας, κινδύνων καὶ νόσων, σῴζεις ἡμὰς ἅγιε, ὡς παῤῥησίας τυχών· ὅθεν τὸν σὸν δοῦλον ἐκ πάσης, νόσου συνεχόμενον σῶσον, καὶ τὴν κλίνης ἔγειρον καὶ ἴασαι.
Δέξαι τὰς δεήσεις ἀφ’ἡμῶν, ἃς ὁ ἐπὶ κλίνῃς προσφέρει, σοὶ τῷ θεράποντι, τοῦ Χριστοῦ Γεώργιε καὶ τοῦτον ἔγειρον, καὶ τῆς νόσου ἀπάλλαξον, αὐτοῦ ὡς προστάτης, ὡς φρουρός, ὡς ἔφορος, ὡς ἰατρὸς καὶ τροφεύς, πόθω γὰρ τὴν κλῆσίν σου φέρει, καὶ διαπαντὸς μνημονεύει, σοῦ καὶ τὴν εἰκόνα κατασπάζεται.
Δέξαι τὴν ἱκέσιον ᾠδήν, δέξαι μου τὸν θρῆνον στρατάρχα, δέξαι τὴν δέησιν, δέξαι μου τὰ δάκρυα, τὸν στεναγμὸν τῆς ψυχῆς, καὶ τὸν θρῆνον ἀφάνισον τὰ δάκρυα παῦσον, πάντα μεταρρύθμησον τὰ λυπηρὰ εἰς χαράν, δίδου τῷ τὴν σὴν ἐκζητούντι, θείαν προστασίαν καὶ σκέπην, ὁλοψύχω νεύσει ὦ Γεώργιε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σοῦ, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην Σου.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σοῦ φυλάττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Χαιρετισμοί εις τον Άγιο Ένδοξον Μεγαλομάρτυρα Γεώργιον τον Τροπαιοφόρο
Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Γεώργιο του Κωδωνά και της ευρέσεως της Πανσέπτου αυτού εικόνος κατά την Νήσον Πρίγκιπον.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ἐν ἀνάγκαις βοηθῷ ταχυτάτῳ, καὶ ἐν κινδύνοις ῥύστῃ ἀπροσμαχήτω, μετὰ σπουδῆς καὶ πίστεως γηθόμενοι νῦν, ἅπαντες πιστοὶ προσπέσωμεν, εὐλαβῶς ἐν ναῷ αὑτοῦ κράζοντες· βοήθησον ἐκ βαθέων καρδιᾷς, μεγαλομάρτυς ἔνδοξε Χρίστου, τροπαιοφόρε καὶ θαυματουργὲ Γεώργιε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τὸ Μεγαλομάρτυρι Γ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραὼ Ἐβύθισε.
Τῆς εὐσεβείας γεωργός, Γεώργιε, ἀνεδείχθης τὰς ψυχάς τῶν σοι προσφευγόντων, γεωργήσας πλήρωσον, μαρτυρικοῦ σου αἵματος, ἔπεισε γὰρ οἱ πάντες, ὡς πλεῖστα θαύματα βλύζοντα, τρέχομεν ἐν ποθῶ τῷ ζέοντι.
Ὥσπερ ἀείροον πηγὴ γινώσκομεν τὸν σὸν ναόν τὸν σεπτόν, θαῦμα ἐπὶ θαύματι, ἅπασι προχέοντα, ἐν ἀφθονίᾳ πάντοτε, διὸ δεόμεθα σου ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον πρέσβευε.
Μεγαλομάρτυς ἀθλητὰ Γεώργιε, τοὺς σοὺς οἰκέτας πιστοὺς ἐκ παντοίων νόσων, δεομένους λύτρωσαι, ὡς σε ἄμα ἐπεκαλέσαντο, καὶ λυτρώσῃ ταχεῖαν εὑρήκασιν.
Ἐκ τῶν καμνόντων πάθη ἀπεδίωξας, τοῦ σώματος καὶ ψυχῆς, φθάνεις γὰρ εἰς πάντας, δία τάχους ἔνδοξε, βολὰς τε τῶν θαυμάτων σου ἀπαστράπτεις εἰς πάντα, τῆς Οἰκουμένης τὰ πέρατα, λάμπων τοῦ ήλιου φανώτερον.
Γλῶσσα γιηνή ἐξειπεῖν οὐ δύναται, τοὺς οἰκτιρμῶν σου Σοφέ, σὺ γὰρ αἰχμαλώτων, ῥύστης σὺ ταχύτατος, καὶ θησαυρὸς πενήτων τε, ἰατρός τὸν ἐν νόσοις, καὶ Βασιλέων ὑπέρμαχος, πάντοτε έτοιμη βοήθεια.
Θεοτοκίον.
Ἡ τετοκυίᾳ Ἰησοῦ τὸν εύσπλαχνον, καὶ μετὰ τόκον ὡς πρίν, αὖθις τε Παρθένος ξένων θαῦμα μείνασα, καὶ πάντα διασώσασα, τῷ ἐκ σου γεννηθέντι, γενοῦ πρεσβεία εὐπρόσδεκτος, ὅπως λυτρωθῶμεν κολάσεως.
Διάσωσον ἐκ τῶν κινδύνων τοὺς δούλους σου, Ἀθλοφόρε, ὅτι πάντες μετὰ Θεὸν πρὸς σὲ καταφεύγομεν, ὣς μέγαν προστάτην παντός τοῦ Κόσμου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεία τῇ σῇ, Μεγαλομάρτυς Γεώργιε, πάντας ἡμᾶς κολάσεως ἀπαλλάξαν, ταῖς λιταῖς σου Ἅγιε, πρὸς Χριστόν τὸν μόνο φιλάνθρωπον, σε γὰρ προστάτῃ κεκτήμεθα, ἀθλητῶν ἐγκαλλώπισμα.
ᾨδὴ ς΄.
Ἀκτῖσι μαρτυρικές τήν τοῦ νόος ἡμῶν ζόφωσιν, καταυγάσον ἀθλητὰ καταπέμψας ἄνωθεν, ἀνδρεία καὶ σύνεσιν, ἶνα δυνηθῶμεν, πολέμησαι τὸν ἀντίπαλο.
Λίαν εὐφραίνεις πιστούς, προσερχόμενους τῇ σκέπη σου, καὶ θλιβομένους πικρῶς ὑπὸ δεινοῦ δαίμονος, ῥυεὶς ὧ τοῦ θαύματος, ἀσθενεῖς δε ὅσους τῶν παθὼν σὺ ἐλευθερώσας.
Ὁ παρεστώς τὸ Θεῶ, μεγαλομάρτυς Γεώργιε πρεσβεύει ὑπὲρ ἡμῶν, μὴ παύσῃ δεόμεθα, καὶ γὰρ σε προσπίπτωμεν καὶ παρακαλοῦμεν, παῤῥησία πλείστην ἔχοντα.
Μεγίστην καταφυγήν, σὲ οἱ ἀνάξιοι εὕρομεν, οἱ πένητες πλουτισμόν, ῥύστην οἱ αἰχμάλωτοι, οἱ τυφλοὶ ἀνάβλεψιν, οἱ ἀπεγνωσμένοι ἀντιλήπτορα θερμότατον.
Ἀντὶ πολλῶν δωρεῶν, ὢν δέδωκας ἡμῖν Ἅγιε, τί προσενέγκωμεν νῦν, οἱ άχρείοι δουλοῖ σου; ἄλλα παριδεῖν ἡμῶν τὸ ἀσθενὲς ἱκεσίαν τε καὶ δέησιν.
Ἀνύψωσόν μοι τὸν νοῦν, Ὑπεραγία Θεόνυμφε, ἐκ τοῦ βυθοῦ τῶν κακῶν, κάμε ἀνακάλεσα, εἰς ὀρθὴν μετάνοιαν, ὅπως ὁ υἱός σου, εὐμενῶς κάμε προσδέξηται.
Διάσωσον ἐκ τῶν κινδύνων τοὺς δούλους σου, Ἀθλοφόρε, ὅτι πάντες μετὰ Θεὸν πρὸς σὲ καταφεύγομεν, ὡς μέγαν προστάτην παντός τοῦ Κόσμου.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ έσχατων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὣς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.
Προστασίᾳ τῶν χριστιανῶν ἀκαταίσχυντε, μεσιτείᾳ πρὸς τὸν ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς άγαθή εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεὶ Θεοτόκε τῶν τιμώντων σέ.
Καὶ εὐθύς τὸ προκείμενον.
Δίκαιος ὣς φοῖνιξ ἀνθήσει καὶ ὣς ἢ κέδρος ἢ ἒν τῷ Λίβανώ πληθυνθήσεται.
Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.
Εὐαγγελίoν
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. κα’, 12- 20).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχετε ἀπό τῶν ἀνθρώπων, ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματος μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διά τὸ ὄνομα μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τοῦ ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Ὅλην ἀποθέμενοι.
Ἅγιε Γεώργιε, Μεγαλομάρτυς Κυρίου, ὑπέρ τῶν ὑμνούντων σε πρέσβευε, δεόμεθα πρὸς Κύριον· λύτρωσαι θλίψεων, πειρασμῶν, κινδύνων, καὶ παντοίων περιστάσεων, τοὺς προσκυνοῦντας σε πίστει ἀδιστάκτῳ πολύαθλε· πάντοθεν πολεμούμενοι, σὲ παραμυθίαν ἔχομεν πάντες· οἴκτειρον οὖν σῶσον, βοήθησον τοῖς δούλοις σου ἡμῖν, καὶ μὴ παρίδῃς τὴν δέησιν, τῶν παρακαλούντων σε.
Σῶσον ὁ θεός τὸν λαόν σου.
ᾨδὴ θ΄ . Ἐξέστη ἐπὶ τούτῳ.
Ῥυσθῆναι ἐκ πταισμάτων παντοδαπῶν, τῷ νάω σου προσφεύγομεν, Ἅγιε, ῥέει καὶ γάρ, Νεῖλος ὥσπερ ἄλλος, ῥεῖθρα ζωῆς, κρουνοὺς τε τῶν ἰάσεων, ἅπασι προχέει διηνεκῶς· διό σου τὴν εἰκόνα χείλεσιν ἀναξίοις ἀσπαζομένους καθαγίασον.
Τοὺς ποθῶ σε γεραίροντας, Ἀθλητά, ἐπιτελοῦντας τε μνήμην, Ἀοίδιμε, σου τὴν σεπτήν, σῷζε, φρουρεῖ, φύλαττε ἀσφαλῶς, τὸ ὄνομα σου, Ἅγιε, ἐπικαλουμένους τὸ θαυμαστόν, ψυχῶν τὴν σωτηρίαν, σωμάτων θεραπείαν μὴ διαλείπῃς παρεχόμενος.
Ὑστέροις ἐν τοῖς χρόνοις τὴν σὴν Μονήν, βουληθείς ἀνεγείραι, θαυμάσιε, ὄναρ τινὶ ὤφθης τὴν εἰκόνα σου ἀνευρεῖν, καὶ ταύτην διὰ θαύματος, παραδοξοτέρου σὺ φανεροῖς, ἢν προσκυνοῦντες, αἰτούμεθα πρεσβεύειν ὑπὲρ ἡμῶν ἀεὶ πρὸς Κύριον.
Ῥανίδας τῶν δακρύων, θαυματουργέ, μὴ παρίδῃς ὁ φέρων τὰ τρόπαια κατὰ ἐχθροῦ, πάντων πολεμήτορος τοῦ δεινοῦ· ἀλλ’ ἱκεσίας πρόσδεξαι, πάντων τῶν παρόντων τὰς ἐκτενεῖς, Γεώργιε παμμάκαρ, Χριστοῦ μεγαλομάρτυς, ἵνα σε πόθῳ μεγαλύνωμεν.
Ίκεσιόν μου δέησιν ὁ πολύς, ἐν τοῖς θαύμασι, μάρτυς Γεώργιε, δέξαι θερμήν, ὅτι κινδυνεύω ἐν πειρασμοῖς· καὶ δώρησαί μοι, Ἅγιε, τῶν ἁμαρτημάτων ἀπαλλαγήν, τῷ βίῳ ἡσυχίαν, ψυχῆς τὴν σωτηρίαν, καὶ νοσημάτων ἀπολύτρωσιν.
Θεοτοκίον.
Γεωργίῳ σὺν μάρτυρι τῷ κλεινῷ, ἱκετεύουσα, κόρη Θεόνυμφε, τὸν σὸν υἱόν, ῥῦσαί με κολάσεως φοβέρας, ζωῆς δὲ με ἀξίωσον τῆς ἐν βασιλεία τῶν οὐρανῶν· ᾖς, Κύριε Θεέ μου, διάδοχον με δεῖξον, κατά τὸ πλούσιον σου ἔλεος.
Ἅξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
Καί τὰ παρόντα Μεγαλυνάρια,
Ἄστρον ἀνατέταλκε φαεινὸν ἐκ τῆς Καππαδοκῶν ὁ πολύαθλος τοῦ Χρίστου μάρτυς, καὶ φωτίζει πιστῶν ἅπαν τὸ πλῆθος, Γεώργιος ὁ μέγας, ὂν νῦν γεραίρομεν.
Τὸν Μεγαλομάρτυρα τοῦ Χρίστου, καὶ τροπαιοφόρον, καὶ ἐν πᾶσι θαυματουργόν, τὸν ὑπὲρ ἀγάπης Χρίστου ἐνηθληκότα, Γεώργιον τὸν μέγαν, πάντες τιμήσωμεν.
Μάρτυς ἀθλοφόρε θαυματουργέ, ὑπέρ τοῦ λαοῦ σου ἐξαιτουμένου ἱλασμόν, λύτρωσαι κινδύνων, τοὺς ἐπικαλουμένους, τὸ ὄνομα τὸ θεῖον σου καὶ ἐξαίσιον.
Φύλαττε καὶ σκέπε ταῖς σαῖς λιταῖς, Χαράλαμπες μάρτυς, ὡς τὴν χάριν ταύτην λαβών, ἡμᾶς ἐκ παντοίων νόσων τε καὶ κινδύνων καὶ λοιμικοῦ θανάτου, ὅπως ὑμνῶμεν σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καί τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τὸ ὄνομα Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ Ἀπολυτίκιον τοῦ Ἁγίου.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καί τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προσδραμόντων, Ἀθλητά, πίστει τῇ θερμὴ ἀντιλήψει τῆς προστασίας σου, ἀθλοφόρε ἔνδοξε θαυμάσιε Γεώργιε, προστατεύεις δωρούμενος αἰτήματα τάχος ταῖς πρός τὸν οἰκτίρμονα λιταῖς σου ἔνδοξε, ὅθεν δυσωποῦμεν σε μάκαρ, οἴκτειρον ἡμᾶς ἱκετεύων Θεόν τὸν παντάνακτα, ἀοίδιμε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Εὐχή.
Λεγομένῃ ἐπί τῶν προσερχομένων καὶ άφιερωθέντων εἰς τὴν χάριν, σκέπην, καὶ βοήθειαν τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ τροπαιοφόρου, καὶ λαμβανόντων κώδωνας.
Ποιεῖ ὁ ἱερεὺς Εὐλογητόν, εἶτα, Τρισάγιον, ὅτι σου ἔστιν, καί τὸ Ἀπολυτίκιον, Ὥς τῶν αἰχμαλώτων.
Τοῦ Κυρίου δεηθῶμεν.
Πάτερ ἅγιε, ἰατρέ τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, ὁ πέμψας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πᾶσαν νόσον ἰώμενον, καὶ ἐκ θανάτου λυτρούμενον, αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν, διὰ πρεσβειῶν τοῦ Ἀγίου ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου καὶ ἴασαι τὸν δοῦλον σου (τόνδε) τὸν καταξιωθέντα ἐλθεῖν καὶ ἀφιερωθήναι ὑπό τὴν σκέπην τοῦ· ἀπάλλαξον ἐκ τῆς περιεχούσης αὑτὸν ψυχικῆς τε καὶ σωματικῆς ἀσθενείας, διά τῆς χάριτος τοῦ Χρίστου σου· καὶ ζωοποίησον αὐτόν, κατά τὸ σοὶ εὐάρεστον, ὅπως τὴν ὀφειλομένην σοι εὐχαριστίαν καὶ προσκύνησιν ἐν ἀγαθοεργίαις ἀποπληροῖ, πρεσβείαις τοῦ άγιου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου καὶ πάντων σου τῶν ἁγίων. Ὅτι σὺ εἶ ἡ πηγή τῶν ἰαμάτων, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχή.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὰ χρόνια καὶ δεινὰ πάθη λόγῳ μόνῳ θεραπεύσας ὁ τὴν πενθερὰν Πέτρου πυρέσσουσαν ἰασάμενος αὐτὸς καὶ νῦν, Δέσποτα, δία πρεσβειῶν τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου ἀπάλλαξον καὶ ἐλευθερῶσον τὸν δοῦλον σου (τόνδε) ἀπό τῆς συνεχούσης αὐτόν μάστιγος· ὁ παιδεύων συμπαθώς, καὶ ἰώμενος ἀγαθός, ὁ πᾶσαν νόσον καὶ μαλακίαν ἀφαιρεῖσθαι δυνάμενος, ἀνάστησον αὐτόν ἀπὸ κλίνης ὀδυνηρᾶς, καὶ ἀπὸ στρωμνῆς κακώσεως, ἐπιθείς τὸ φάρμακον τοῦ ἐλέους σου. Παράσχου τελείαν ἱᾶσιν καὶ ὑγείαν. Ὅτι σὺ εἰ ὁ ἰατρός τῶν σωμάτων καί τῶν ψυχῶν ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ύμνοι τω Αγίω Μεγαλομάρτυρι Γεώργιω τω Τροπαιοφόρω
Ποίημα Ἰσιδώρας Μοναχῆς Ἀγιεροθεΐτίσσης
Ψαλλόμενοι πρός τὸ «Ἁγνή Παρθένε Δέσποινα»
οὐ ἤ ἀκροστιχίς·
«Ταῖς σαῖς πρεσβείαις σκέπε με Γεώργιε ἔν βίω. Ἰσιδώρας»
Τῶν ἀθλητῶν ἀγλάϊσμα Μαρτύρων ὡραιότης,
Ἀγγέλων τε συνόμιλος Γεώργιε ὑπάρχεις,
Χαίροις Μάρτυς Γεώργιε
Αἷμά σου τὸ μαρτυρικὸν Κυρίῳ σου προσάξας,
Πνεῦμα τὸ θεῖον ἔλαβες Γεώργιε πλουσίως.
Χαίροις Μάρτυς Γεώργιε
Ἱερωτάτῃ προσφορᾷ Κυρίῳ σου προσήχθης,
Γεώργιε ὡς λογικὸς ἀμνὸς ἐθελουσίως,
Χαίροις Μάρτυς Γεώργιε
Στῦλος ὑπάρχων ἄσειστος πίστεως τῆς ἀμώμου,
στερέωσον ἒν πίστει με Γεώργιε εὐχαῖς σου.
Χαίροις Μάρτυς Γεώργιε
Στολὴν λαμπρύνας σῆς ψυχῆς Γεώργιε ἒν ἄθλοις,
εὐπρέπισον τῆς ἀκαλοὺς ψυχῆς μου τὸν χιτῶνα.
Χαίροις Μάρτυς Γεώργιε
Ἀνεμποδίστως διαβὰς τρίβον τοῦ μαρτυρίου,
πλάτος οἰκεῖς Γεώργιε τοΰ θείου Παραδείσου.
Χαίροις Μάρτυς Γεώργιε
Ἰάσεων ὣς ποταμὸν καὶ κρήνην τῶν χαρίτων,
λειψάνων σου κεκτήμεθα Γεώργιε τὴν θήκην.
Χαίροις Μάρτυς Γεώργιε
Σαρκὸς βασάνους ὑποστὰς πικρᾶς τε ἀλγηδόνας,
ἀγάλλει ἒν τῷ πνεύματι Γεώργιε ἀλήκτως.
Χαίροις Μάρτυς Γεώργιε
Πατρίς σου χαίρει ἄμετρα κλινῇ Καππαδοκίᾳ,
καὶ Λύδδα συναγάλλεται Γεώργιε σῇ μνήμῃ.
Χαίροις Μάρτυς Γεώργιε
Ῥημάτων κατελόγησας τῶν δυσσεβῶν τυράννων,
λόγοις ὑπείκων τοῦ Θεοῦ Γεώργιε καὶ Λόγου.
Χαίροις Μάρτυς Γεώργιε
Ἐκατοστεύοντα καρπὸν ἔδωκας μαρτυρίου,
ὡς στάχυς ἱερώτατος Γεώργιε Κυρίῳ.
Χαίροις Μάρτυς Γεώργιε
Σταυρῷ τὸν ὐφαπλώσαντα θελήματι παλάμας,
προθύμως ἠκολούθησας Γεώργιε ἐν βίῳ.
Χαίροις Μάρτυς Γεώργιε
Βασιλικὸν ἐνδέδυσαι Γεώργιε χιτῶνα,
ὡς Οὐρανίου Ἄνακτος τίμιος στρατιώτης.
Χαίροις Μάρτυς Γεώργιε
Ἐνίκησας τοὺς δυσμενεῖς Γεώργιε τυράννους,
νίκην διό τὴν ἀληθῇ, ἡμῖν ἐπιβραβεύεις.
Χαίροις Μάρτυς Γεώργιε
Ἱλαρωτάτῃ σου ψυχὴ στέρξας Θεόν τῶν ὅλων,
καθιλαρύνεις τὰς ψυχάς τῶν πόθῳ σε τιμώντων.
Χαίροις Μάρτυς Γεώργιε
Ἀγγέλων τὰ στρατεύματα συμφώνως ἐπεκρότουν,
τῶν ἄθλων σου τὰ τρόπαια Γεώργιε γενναῖε.
Χαίροις Μάρτυς Γεώργιε
Ἰταμοτάτων δυναστῶν τὸ θράσος κατεβάλλου,
Γεώργιε φρονήματι στερρῷ καὶ θαρσαλέῳ.
Χαίροις Μάρτυς Γεώργιε
Σαρκός σου τὸ χιτώνιον ἒν αἵμασι φοινίξας,
ψυχήν σου κατελεύκανας Γεώργιε ἐνθέως.
Χαίροις Μάρτυς Γεώργιε
Σίων τὴν ἐπουράνιον Γεώργιε λαμπρύνεις,
ὣς λίθος χρυσαυγέστατος τῆς θείας ἐκκλησίας.
Χαίροις Μάρτυς Γεώργιε
Κηρύξας ὧ Γεώργιε Θεὸν φωνῇ μεγάλῃ,
σάλπιγξ πανεύηχος Αὐτοῦ τοῖς πέρασιν ἐγένου.
Χαίροις Μάρτυς Γεώργιε
Ἐνέκρωσας Γεώργιε δράκοντα δόρατι σου,
τὴν τυραννίδα τῶν παθὼν διὸ ἀπόκτεινόν μου.
Χαίροις Μάρτυς Γεώργιε
Πτέρυξι πανιέροις σου τῶν παμμεγίστων ἄθλων,
εἳς οὐρανοῦ Γεώργιε ἀνῆλθες θεία ὕψη.
Χαίροις Μάρτυς Γεώργιε
Ἐν πέτρα θείων ἐντολῶν ἐρηρεισμένος Μάρτυς,
Χριστὸν λίθον ἀκρόγωνον Γεώργιε δοξάζεις.
Χαίροις Μάρτυς Γεώργιε
Μέλη σαρκὸς τιμίας σου διὰ Χριστὸν ἐκόπης,
ὅθεν Αύτώ Γεώργιε συνεὶς εἴς τοὺς αἰῶνας.
Χαίροις Μάρτυς Γεώργιε
Ἐν τῇ ἀσβέστῳ ἐμβληθεὶς ἄτρωτος ἐφυλάχθης,
Θεὸν τε ἐμεγάλυνες Γεώργιε ἒν ὕμνοις.
Χαίροις Μάρτυς Γεώργιε
Γηθόμενος Γεώργιε ἔφερες τὰς βασάνους,
χαρᾶς διόπερ ἀληθοῦς ἀπαύστως ἀπολαύεις.
Χαίροις Μάρτυς Γεώργιε
Ἐν τῷ πυρὶ δοκιμασθεὶς δεινῶν πειρατηρίων,
νῦν καθαρότερος χρυσοῦ Γεώργιε ὑπάρχεις.
Χαίροις Μάρτυς Γεώργιε
Ωράϊσας Γεώργιε ψυχήν σου ἐν οἰκίαις,
κάλλος ἐράσμιον Θεοῦ νῦν δὲ ὁρᾷς ἀμέτρως.
Χαίροις Μάρτυς Γεώργιε
Ῥείθροις αἱμάτων σου τὴν γῆν Γεώργιε ἀρδεύσας,
βότρυν ἀπέδωκας γλυκὺν ἐνδόξων παλαισμάτων.
Χαίροις Μάρτυς Γεώργιε
Γαλήνιον σε ἔγνωμεν Γεώργιε λιμένα,
ὡς διελθὼν νικητικώς κλύδωνα τῶν βασάνων.
Χαίροις Μάρτυς Γεώργιε
Ἰσχὺν δυναμούμενος Σταυροῦ τοῦ νικηφόρου,
διέμεινας Γεώργιε ἄθραυστος ὡς ἀδάμας.
Χαίροις Μάρτυς Γεώργιε
Εἰδώλων ξόανα γλυπτὰ κατέῤῥαξας εἰς τέλος,
Γεώργιε καὶ ὕψωσας Θεόν τὸν ἐν Τριάδι.
Χαίροις Μάρτυς Γεώργιε
Ἐφώνησας Γεώργιε νεκρόν τὸν ἀπ’ αἰῶνος,
ὡς ὁ Δεσπότης σου Χριστὸς τοῦτον ἐξαναστήσας.
Χαίροις Μάρτυς Γεώργιε
Ναμάτων σὲ ζωοποιῶν κρήνην ἐπιγινώσκω,
χαρίτων τε Γεώργιε ἀκένωτον κρατῆρα.
Χαίροις Μάρτυς Γεώργιε
Βραβείᾳ τὰ οὐρανίᾳ Γεώργιε ἐδέξω,
χειρί τοῦ πλαστουργήσαντος ἐκ γῆς σε φιλανθρώπως.
Χαίροις Μάρτυς Γεώργιε
Ἰχῶρας σου μαρτυρικοὺς ἀσπάζομαι ἐν πόθῳ,
καί τὸν τροχὸν Γεώργιε τιμῷ ἐν εὐλαβείᾳ
Χαίροις Μάρτυς Γεώργιε
Ὠνούμενος Γεώργιε τοῦ οὐρανοῦ τὰ πλούτη,
τοὺς θησαυροὺς μοι δώρησαι τοὺς μὴ παλαιουμένους.
Χαίροις Μάρτυς Γεώργιε
Ἰχνηλατήσας τοῦ Χρίστου Γεώργιε τὸ πάθος,
πόνους ὑπέστης τῇ σαρκὶ στοργὴ ἒν ἀκορέστῳ.
Χαίροις Μάρτυς Γεώργιε
Σελᾷς ὄρων τρισήλιον ἐν ἀπροσίτῳ δόξῃ,
χρυσῆς μου κόρας αὔγασον Γεώργιε εὐχαῖς σου.
Χαίροις Μάρτυς Γεώργιε
Ἰθύνας πρός τὸν ἄκλυστον λιμένα σὴν ὁλκάδα,
εἰρήνην ἡμῖν βράβευσον τὴν μὴ σαλευομένην.
Χαίροις Μάρτυς Γεώργιε
Δεσμούμενος τοὺς πόδας σου ἐν σιδηραῖς κρηπῖσι,
Γεώργιε διέδραμες ὀδὸν ἒν εὐφροσύνῃ.
Χαίροις Μάρτυς Γεώργιε
Ὡς ἔαρ ἀνατέταλκε πικρὸν χειμῶνα λύων,
Γεώργιος τῆς πίστεως τῆς ἀμωμήτου ἄνθος.
Χαίροις Μάρτυς Γεώργιε
Ῥᾶνον τὸν ὄμβρον δαψιλώς ψυχῇ μου τῇ ἀνίκμῳ,
Γεώργιε ὁ τὸν αὐχμὸν εἰδώλων καταπαύσας.
Χαίροις Μάρτυς Γεώργιε
Ἀγγελικαῖς σὺν στρατιαῖς Θεῷ τῶν ὅλων ᾄδων,
Γεώργιε τοὺς ὕμνους μου προσδέχου εὐαρέστως.
Χαίροις Μάρτυς Γεώργιε
Συνὼν τῷ Πανοικτίρμονι Θεῷ εἰς τοὺς αἰῶνας,
σύναψον τούτῳ καὶ ἡμᾶς Γεώργιε εὐχαῖς σου.
Χαίροις Μάρτυς Γεώργιε
Δίστιχα ἀκροτελεύτια·
Πρεσβείαις ἀκοιμήτοις σου Γεώργιε τρισμάκαρ,
κοίμησον τυραννοῦντα με θανατηφόρα πάθη.
Ἀνάστασίν μοι δώρησαι ζωὴν τε αἰωνίαν,
ὁ Ἀναστάσεως γευθεὶς Γεώργιε τὸ πόμα.
Χάριν μοι δὸς καὶ ἔλεος καί τῶν πταισμάτων λύσιν,
ὡς παρεστὼς Γεώργιε τῷ θρόνῳ τοῦ ἐλέους.
Φωνῇς μου ταύτης ἄκουσόν σοι κράζει Ἰσιδώρα,
ἡ ἐκζητοῦσα σὴν θερμὴν Γεώργιε πρεσβείαν.
Συνεκβοᾶ Γεώργιος ὁ θεῖος Ἀναγνώστης,
χαρμονικώς ἐπικροτῶν τὴν ἱεράν σου μνήμην,
Σὺν τούτοις πάντων πρόστηθι κλεινὲ τροπαιοφόρε,
τρόπαια δε ἀξίωσον ἐνθεᾷ ἐπιγράφειν.
Παρακλητικός Κανών στον Άγιο Γεώργιο τον Επανωσήφη
Προσόμοιον ἑσπερινοῦ πανηγύρεως ἦχος ἆ’. Γαβριήλ Μαμουγιώργης 1982.
Ἐν θαλάσσῃ με πλέοντα, ἐν ὀδώ με βαδίζοντα, ἐν νυκτί καθεύδοντα περιφρούρησον· ἐπαγρυπνοῦντα διάσωσον, παμμάκαρ Γεώργιε, καί ἀξίωσον ποιεῖν, τοῦ Κυρίου τό θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρα τῆς δίκης τῶν ἐν βίω πεπραγμένων μου τήν λύσιν, ὁ προσδραμών ἐν τῇ σκέπη σου.
Ὁ Παρακλητικὸς κανόνας γράφτηκε κατά τὴν διάρκεια ἐπιδημίας πανώλης στην Κρήτη τὸ 1655
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ παρὸν τροπάριον. Ἦχος δ΄.
Τῷ σῶ τεμένει τῷ σεπτῷ νῦν προστρέχομεν, καὶ τῇ σκέπη σου τῇ θείᾳ προσπίπτομεν, ἐν κατανύξει κράζομεν, δακρύοντες, πρὸς σε, Ἅγιε Γεώργιε, αἰχμαλώτων ὁ ῥύστης, πρόφθασον καὶ λύτρωσαι ἐκ παντοίων κινδύνων, τοὺς προσκυνοῦντας πόθῳ ἐκ ψυχῆς, τὴν σεβασμίαν καὶ θείαν εἰκόνα σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾨδὴ α΄. Ἦχος πλ, δ΄. Ὑγρὰν διοδεύσας.
Πολλαῖς συνεχόμενος συμφοραῖς, πρὸς σε καταφεύγω λυτρωθῆναι με πειρασμῶν, ἐφόδου λῃστῶν τε καὶ κινδύνων καὶ τῆς πανώλους, Γεώργιε μέγιστε.
Παθὼν ταραττόμενος προσβολαῖς πρὸς σε νῦν προστρέχω, ὡς προστάτην καὶ βοηθόν, λυτρώσαί με τούτων, Γεώργιε τρισμάκαρ, τῇ πρὸς Θεὸν θερμὴ μεσιτείᾳ σου.
Σωτῆρα σε ἔχομεν τῶν δεινῶν, Γεώργιε μάκαρ, ἀσθενείας τῆς λοιμικῆς, κινδύνων λῃστῶν τε καὶ βαρβάρων, ἐπιδρομῆς τε καὶ πάσης κακώσεως.
Θεοτοκίον.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας καὶ προνοίας τῆς παρά σου ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθῇ ἀγαθοῦ τε λοχεύτρια.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λοιμικῶν νοσημάτων καὶ συμφορῶν κύμασιν, ἔχομεν σε ῥύστην καὶ μέγιστον ἀντιλήπτορα, ἐν ταῖς βαρβάρων ὁρμαῖς, ἀλλὰ λιταῖς σου ταῖς θείαις, πάντων τούτων λύτρωσαι, μάρτυς Γεώργιε.
Σὺ προστάτης ὑπάρχεις τῶν δυστυχούντων Γεώργιε καὶ κινδυνευόντων ὑπέρμαχος καὶ ἀντίληψις καί τῆς πανώλους ὀξὺς ἐξολοθρευτὴς καὶ διώκτης, λῃστῶν τε ἀντίμαχος, θεομακάριστε.
Λῃστρικῆς τε ἐφόδου καί τῶν δεινῶν, Ἅγιε, καὶ τῆς λοιμικῆς ἀσθενείας, ὁ ἑτοιμότατος, ῥύστης καὶ πρόμαχος, ὁ βοηθὸς καὶ προστάτης, πάσης ἄλλης θλίψεως, μάρτυς Γεώργιε.
Θεοτοκίον.
Χαλεπαῖς ἀῤῥωστίαις καὶ νοσεροῖς πάθεσιν ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γὰρ ἀνελλιπῆ σε γινώσκω θησαυρόν, πανάμωμε, τὸν ἀδαπάνητον.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, ἀθλοφόρε, ὅτι πάντες σε ἐν κινδύνοις ἀεὶ προβαλλόμεθα, ὡς πρέσβυν πρός τὸν Θεὸν καὶ Σωτῆρα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Πρεσβεία θερμή.
Πρεσβεία θερμή τῇ σῇ πρὸς τὸν Κύριον, πανώλους ἡμᾶς τοὺς δούλους σου ἐκλύτρωσαι, τοὺς ἐπὶ σοι προσφεύγοντας, ἐπιδρομῇς τε βαρβάρων, Ἅγιε, καὶ τῶν παγίδων ἔτι τοῦ ἐχθροῦ, πάντας ἡμᾶς φύλαξον, ἔνδοξε Γεώργιε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τοῖς προστρέχουσιν ἅγιε, σκέπη σου τῇ θείᾳ γενοῦ ἀντίληψις, καὶ πανώλους προθυμότατος, ἰατὴρ τρισμέγιστε Γεώργιε.
Τῶν βαρβάρων τὴν ἔφοδον, δίωξον παμμάκαρ καὶ τῆς πανώλους τε, ἐλευθέρωσον τοὺς δούλους σου, τοὺς θερμῶς προστρέχοντες τῇ σκέπη σου.
Σὺ ἐφάνης ἀντίληψις, ἄλλων τε πολλῶν καὶ ἐμοῦ τοῦ δούλου σου, καὶ κινδύνων ἠλευθέρωσας, λῃστρικῶν ἐφόδων καὶ πανώλεος.
Θεοτοκίον.
Ἐπὶ κλίνης ὀδύνης με, καὶ τῆς ἀῤῥωστείας κατακειμένῳ μοι, ὡς φιλάγαθος βοηθῆσον, Θεοτόκε μόνη Ἀειπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων καὶ κακώσεων, καὶ βαρβαρικῆς ἐφόδου καὶ συμφορᾶς καὶ λοιμικῶν νοσημάτων, μάκαρ Γεώργιε.
Λύτρωσαι ἡμᾶς, ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, ἀνομβρίας καὶ λοιμοῦ συμφορᾶς καὶ πάσης ἄλλης βλάβης τε, μάρτυς Γεώργιε.
Σῶσον τοὺς εἰς σε, πεποιθότας ἡμᾶς Ἅγιε, ἐκ τῶν κινδύνων καὶ τῶν δυσχερῶν καὶ τῆς πανώλεος, θεῖε Γεώργιε.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, ἐπισκοπῇς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν τῇ πρεσβείᾳ, σου παράσχου μοι.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Θανάτου, τοῦ λοιμικοῦ ἀπάλλαξον, τοὺς εἰς σε προσφεύγοντας ἐν πίστει, δακρυῤῥοοῦντας καὶ κλίνοντας γόνυ, καὶ ἐκβοῶντας τὸ πρόφθασον, ἅγιε, καὶ σῶσον ἡμᾶς ἐπιδρομῇς, τῶν βαρβάρων, παμμάκαρ Γεώργιε.
Ἐξάρπασον, συμφορῶν Γεώργιε, καὶ δεινῆς πανωλεθρίας καὶ ζάλης, τρικυμιῶν ἀστραπῶν καὶ χαλάζης, καὶ πάσης δεινῆς περιστάσεως, ἀκρίδος τε καὶ τοῦ λοιμοῦ, ταῖς πρὸς Θεὸν θερμαῖς ἱκεσίαις σου.
Ὡς ἔσωσας, νεανίαν Ἅγιε, τῆς δεινῆς αἰχμαλωσίας τὸ πάλαι, οὕτω καὶ νῦν ἐκλύτρωσαι μάκαρ, τῇ πρὸς Θεὸν θερμῇ μεσιτείᾳ σου, πανώλους βλάβης τε καὶ φθορᾶς, συμφορῶν καὶ κινδύνων, Γεώργιε.
Θεοτοκίον,
Ἐν κλίνη νῦν, ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ σωτῆρα τοῦ κόσμου, καί τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, ἀθλοφόρε, καὶ ἐκ πανώλους καὶ παθών, τοὺς σοὶ καταφεύγοντας, ὡς ἔνθεος πρὸς Χριστὸν ἡμῶν πρέσβυς.
Ἄχραντε ἡ δία λόγου τὸν Λόγον ανερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὣς ἔχουσα μητρικὴν παῤῥησίαν
Αἴτησις καὶ τὸ Κοντάκιον
῏Ηχος β΄. Προστασία τῶν χριστιανῶν.
Προστασίᾳ καὶ σκέπη, φρουρὸς καὶ ὑπέρμαχος, ὑπάρχεις ἡμῖν τοῖς ἐν πίστει σοι προστρέχουσι. Μὴ παρίδῃς ἡμῶν τῶν ἱκετῶν σου τὰς φωνάς, ἄλλα, πρόφθασον ὡς συμπαθής, καὶ ῥῦσαι ἡμᾶς ἀνάγκης κινδύνων τε καὶ θλίψεων, δαίμονας τῶν παγίδων, βαρβάρων ἐπιδρομῇς τε καὶ πανώλεος βλάβης καὶ φθορᾶς, πολύαθλε Γεώργιε μέγιστε.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
( Κεφ. κ’, 46-47, κα’ 1-4).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπό τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρῖμα. Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους· εἶδε δὲ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτά, καὶ εἶπεν· ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· Ταύτᾳ λέγων ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Δόξα.
Ταῖς τοῦ ἀθλοφόρου πρεσβείαις Ἐλεήμων ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ προσόμοιον.
῏Ηχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Ἀθλοφόρε μέγιστε, καί τοῦ Κυρίου ὁπλῖτα, μάρτυς συμπαθέστατε, ἀθλητὰ Γεώργιε καὶ ἀήττητε, τῶν πιστῶν καύχημα, ὁ φρουρὸς καὶ φύλαξ, μὴ παρίδῃς τοὺς ἱκέτας σου, ἀλλά, σὺ πρόφθασον, καὶ ἐκ τῶν κινδύνων ἐξάρπασον, πανώλους ἀσθενείας τε, καὶ βαρβαρικῆς ἐπιθέσεως, πάντων δυσχερῶν τε, δαιμόνων ἐπηρείας καὶ ἐχθρῶν, ταῖς σαῖς πρεσβείαις πρὸς Κύριον, καὶ ταῖς παρακλήσεσιν.
Σῶσον ὁ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λοιμικῆς ἀσθενείας καὶ κινδύνων παντοίων καὶ νοσημάτων φθορᾶς, ἐξάρπασον με τάχος, θερμαῖς ταῖς ἱκεσίαις, πρὸς Θεὸν καὶ δεήσεσιν· ταῖς σαῖς μεγαλομάρτυς, Γεώργιε τρισμάκαρ.
Λοιμικῶν νοσημάτων καὶ τοῦ σώματος με ἀπάλλαξον, Γεώργιε τρισμάκαρ, ἐπιβουλῆς παντοίας, δαιμόνων καὶ δεινῆς περιστάσεως, καὶ τῆς αἰχμαλωσίας, καὶ πάσης κακουργίας.
Στρατιώτῃ ὁπλῖτα, ἀθλοφόρε γενναῖε μεγαλομάρτυς Χριστοῦ, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν ταῖς θλίψεσι καὶ λύτρωσαι λιταῖς σου ἡμᾶς, τοὺς σοὺς ἱκέτας.
Θεοτοκίον.
Σωμάτων μαλακίας καὶ ψυχῶν ἀῤῥωστίας, Θεογεννήτρια, τῶν πόθῳ προστρεχόντων τῇ σκέπη σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Τὸν ἀριστέα, σε τοῦ Χριστοῦ στρατιώτην, ἱκετεύω τοῦ ῥυσθῆναι με πάσης, βλάβης λοιμικῆς τε, καὶ νόσου ὀλεθριᾷς.
Τὸν τροπαιοῦχον, σε τὸν Χριστοῦ ἀθλοφόρον, ἱκετεύω Γεώργιε τρισμάκαρ, λύτρωσαι με ἐν τάχει, ἐπιβουλῆς δαιμόνων.
Τὸν γεωργὸν σε, τῆς εὐσεβείας ὁπλίτην, ἱκετεύω τὸν θερμὸν σε προστάτην, ἵνα με λυτρώσῃς, πανωλεθρίας νόσου.
Θεοτοκίον.
Κεκοσμημένον, σὺ ἀνεδείχθης Παρθένε, τῶν χαρίτων τοῦ πνεύματος δοχεῖον, ὅθεν λυτρωσαί με, λοιμοῦ τοῦ ὀξυτάτου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὅλος ἐγὼ προσπίπτω, σκέπη σου τῇ θείᾳ, τὸν λυτρωθῆναι με παμμάκαρ νόσον δεινῆς, ἐπιδρομῇς τῶν βαρβάρων, καὶ περιστάσεως.
Σωτῆρα καὶ προστάτην, σε ἐπικαλοῦμαι, ἵνα προφθάσης ἐν τάχει καὶ ἐκλυτρώσης με, τῆς τῶν δαιμόνων ἀπάτης, φρενοβλαβείας τε.
Μακάριον σε τέλος, ἐδέξατο τρισμάκαρ, μεγαλομάρτυς θεῖε Χριστοῦ Γεώργιε, ὅθεν ἡμᾶς πάντας πάσης, λύτρωσαι θλίψεως.
Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, μῆτερ Θεοτόκε, λοιμοῦ φθορᾶς καὶ θλίψεως με ἀπάλλαξον, λιταῖς Γεωργίου τοῦ θείου, μεγαλομάρτυρος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Εἶτα τὰ παρόντα μεγαλυνάρια τοῦ Ἁγίου.
Χαίροις αἰχμαλώτων ὁ λυτρωτής, καὶ κινδυνευόντων, ὁ θερμότατος βοηθός, Γεώργιε παμμάκαρ, σῶσον ἡμᾶς ἀνάγκης, λοιμοῦ πανωλεθρίου, τῇ προστασίᾳ σου.
Χαίροις τῶν μαρτύρων ἡ καλλονῇ, καί τοῦ διαβόλου, ὁ ἀντίπαλος καὶ ἐχθρός, Γεώργιε Παμμάκαρ, ῥῦσαι πάντας κινδύνων, λοιμοῦ τοῦ ὀξυτάτου, καὶ πάσης θλίψεως.
Λύτρωσαι τοὺς δούλους σου ἀθλητά, λῃστρικῆς ἐφόδου, καὶ βαρβάρων ἐπιδρομῆς, λοιμικῆς τε νόσου, παντοίων καὶ δυσχερῶν, Γεώργιε τρισμάκαρ, τῇ μεσιτείᾳ σου.
Λάμψον τὰ ἐλέη σου ἐπ’ ἐμοί, λάμψον τὴν σὴν δόξαν, καὶ θαυμάτων τὸ ἀγλαές, Καππαδοκῶν κλέος, θαυματουργὲ ἐν κόσμῳ, Γεώργιε τρισμάκαρ μαρτύρων καύχημα.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, ἐν ψαλμοῖς καὶ ὕμνοις, ἐν καρδία εἰλικρινεῖ, τὸν ἐκ Παλαιστίνης ἐκλάμψαντα ἐν Κρήτη, Γεώργιον τὸν θεῖον καὶ παμμακάριστον.
Δεῦτε πάντες ἄσωμεν οἱ πιστοί, ἐν ψαλμοῖς καὶ ὕμνοις, καὶ βοήσωμεν ἐν χαρά, δῶμεν δόξαν αἶνον, καὶ ὕμνον τῷ Ἁγίῳ, λάμψαντι ἐν τῇ Κρήτη νῦν ἐν τοῖς θαύμασιν
Τὴν ἐσθῆτα πάντες τὴν ἱεράν, τὴν σεπτὴν τε ζώνην τῆς θεόπαιδος Μαριάμ, προσκυνοῦντες πίστει, σῳζόμεθα παντοίων, καὶ νόσων καὶ κινδύνων αὑτῆς τῇ χάριτι.
Φύλαττε καὶ σκέπε ταῖς σαῖς λιταῖς, Χαράλαμπες μάρτυς, ὡς τὴν χάριν ταύτην λαβών, ἡμᾶς ἐκ παντοίων νόσου πανωλεθρίου καὶ λοιμικοῦ θανάτου ἡμᾶς ἐξάρπασον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, Εἰς τὴν προσκύνησιν τῆς εἰκόνας ψάλλεται τὸ παρόν·
Ἦχος β΄. Ὅτε ἐκ τὸν ξύλου.
Πάντων, ἀθλοφόρε, ὁ φρουρὸς καὶ καταφυγῇ σὺ ὑπάρχεις, τῶν προσφυγόντων εἰς σε, ἅγιε Γεώργιε, Μεγαλομάρτυς Χριστοῦ, ἐν κινδύνοις καὶ θλίψεσιν, τῇ σὴ προστασίᾳ, λύτρωσαι τοὺς δούλους σου καὶ λοιμικῆς τῆς φθοράς, πάσης περιστάσεως ἄλλης, τοὺς ἀσπαζομένους ἐν πίστει, τὴν σεπτὴν καὶ θείαν σου ἐμφέρειαν.