Δύο Παρακλητικοί Κανόνες εις την Παναγία Κυπαρισιώτισσα
Παράκλητικός Κανών εις την Υπεραγία Θεοτόκο Κυπαρισσιώτισσης Μεγάρων
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ ἱερᾷ σου καὶ ἁγίᾳ Εἰκόνι, Θεοκυῆτορ εὐλαβῶς προσιόντες, τὴν πρὸς ἡμᾶς κηρύττομέν σου πρόνοιαν, ὦ Κυπαρισσιώτισσα, Παναγία Παρθένε, καὶ πιστῶς βοῶμέν σοι· ἀπὸ πάσης ἀνάγκης, ῥύου ἀπαύστως ταύτην τὴν Μονήν, Ἱεροθέου τοῦ θείου δεήσεσι.
Δόξα. Καὶ νῦν.
Βαρβαρικῆς ἐπιδρομῆς ἐπελθούσης, ἐκ τοῦ ὀλέθρου τὴν ἁγίαν Μονήν σου, ὡς ἀληθῶς διέσωσας Πανάχραντε· ὅθεν χαριστήριον, σοὶ προσάδομεν αἶνον, ὦ Κυπαρισσιώτισσα, Παναγία Παρθένε, καὶ ἐκβοῶμεν Κόρη εὐλαβῶς· ἐκ τῶν μελλόντων, δεινῶν ἡμᾶς φύλαττε.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
Τῇ Κυπαρισσιωτίσσῃ αἶνος. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τῇ θείᾳ Εἰκόνι σου εὐλαβῶς, προσπίπτοντες Κόρη, ἐκβοῶμεν ἀπὸ ψυχῆς· Κυπαρισσιώτισσα Παρθένε, δέχου ἡμῶν τὰς δεήσεις ἑκάστοτε.
Ἡ χάρις σου φθάσασα θαυμαστῶς, διέσωσε πάλαι, ἐξ ὀλέθρου τὴν σὴν Μονήν, Κυπαρισσιώτισσα Παρθένε· διὸ κηρρύτομεν πᾶσι τὸ θαῦμά σου.
Κυπάρισσος ὤφθη καταφυγή, τοῖς ἀπειλουμένοις, ἐκ βεβαίας καταστροφῆς, Κυπαρισσιώτισσα Παρθένε· ἔνθεν προσφόρως τὴν κλῆσιν ἐκέκτησο.
Ὑψίστου καθέδρα περιφανής, Κεχαριτωμένη, τὴν εἰκόνα σου τὴν σεπτήν, λαβόντες οἱ Μονασταῖ ἀνῆλθον, ἐν Κυπαρίσσῳ τῇ νεύσει σου Ἄχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Πειρασμῶν ἀδοκήτων, καὶ συμφορῶν λύτρωσαι, Κυπαρισσιώτισσα Κόρη, ταύτην τὴν Μάνδραν σου, ταῖς παρακλήσεσιν, Ἱεροθέου τοῦ θείου, οὗ τὴν Κάραν ἔχομεν, ὡς δῶρον ἅγιον.
Ἀποῤῥήτως τεκοῦσα, τὸν τοῦ παντὸς Κύριον, δέχου τὰς δεήσεις Παρθένε, ἡμῶν ἑκάστοτε, καὶ τῆς προνοίας σου, δίδου ἡμῖν τὰς ἐκφάνσεις, Κυπαρισσιώτισσα, ἐκδυσωποῦμέν σε.
Ῥωστικῇ σου πρεσβείᾳ, καὶ σωστικῇ χάριτι, σῶζε τὴν Μονήν σου Παρθένε, ἐκ πάσης θλίψεως, τοῦ σοῦ θεράποντος, Ἱεροθέου πρεσβείαις, τοῦ τὴν σὴν Μετάστασιν, λαμπρῶς ὑμνήσαντος.
Ἱλασμὸν ἡμῖν δίδου, καὶ φωτισμὸν ἄνωθεν, Κυπαρισσιώτισσα Κόρη, ὡς ἡμῶν ἔφορος, καὶ πόῤῥω δίωκε, τὸν πονηρὸν Θεοτόκε, ἀφ’ ἡμῶν τὰ σκάνδαλα, ἀεὶ τεκταίνοντα.
Διάσωσον, ταύτην τὴν ποίμνην σου πάσης ἐπιβουλίας, δυσωποῦμεν Κυπαρισσιώτισσα Δέσποινα, ὡς ἀληθὴς προστασία ἡμῶν καὶ σκέπη.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν σὴν εὐλαβῶς, λαβόντες οἱ μονάζοντες, εἰκόνα Ἁγνή, ἀνῆλθον μετὰ πίστεως, ἐν κυπαρίσσῳ Δέσποινα, καὶ ἐχθροῦ τῆς μανίας ἐῤῥύσθημεν· ἐντεῦθεν Κυπαρισσιώτισσα, προσφόρως ὠνόμασαι Πανάχραντε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συμφορῶν καὶ κακώσεων, καὶ πολυειδῶν κινδύνων καὶ θλίψεων, ἀνωτέρους ἡμᾶς φύλαττε, Κυπαρισσιώτισσα Παντάνασσα.
Συντριβῆς ὡς διέσωσας, τῆς τῶν πειρατῶν τὴν Μάνδραν σου Ἄχραντε, οὕτω σκέπε αὐτὴν πάντοτε, ἐξ ἐπιβουλῶν καὶ περιστάσεων.
Ἱερὸν περιτείχισμα, ἔχοντες τὴν Κάραν σου Ἱερόθεε, θείαν χάριν κομιζόμεθα, καὶ πάσης στενώσεως ῥυόμεθα.
Ὡς τὸ πῦρ ἀνεχαίτισας, κατὰ τῆς Μονῆς σου τῇ θείᾳ χάριτι, Ἱερόθεε τῆς Κάρας σου, οὕτως ἡμᾶς σῶζε πάσης θλίψεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τεῖνον εὐμενές, οὖς Παρθένε ταῖς δεήσεσι, τῶν τιμώντων τὴν Εἰκόνα σου πιστῶς, καὶ ἐκ ταύτης δεχομένων θείαν δύναμιν.
Ἵλεων ἡμῖν, τὸν Υἱόν σου Κόρη ἔργασαι, ὡς ἄν λάβωμεν τὴν λύσιν τῶν παθῶν, καὶ τῆς ἄνω βασιλείας ἐπιτύχωμεν.
Σύντριψον ταχύ, τοῦ βελίαρ τὰ βουλεύματα, ὡς ἀνέτρεψας τοὺς πάλαι πειρατάς, καὶ παράσχου ἡμῖν Κόρη τὴν εἰρήνην σου.
Σοῦ τὴν θαυμαστήν, Ἱερόθεος ὁ πάνσοφος, ἐμεγάλυνε μετάστασιν Ἁγνή, οὗ πρεσβείαις ἡμῖν δίδου θείαν ἔλλαμψιν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡ χάρις, τῆς ἱερᾶς σου Εἰκόνος, πειρατῶν τῶν καθ’ ἡμῶν ἐπελθόντων, πᾶσαν βουλὴν ἐματαίωσε Κόρη· διὸ καὶ νῦν ἡμῖν δίδου δεόμεθα, τῆς προστασίας σου Ἁγνή, τὴν ἰσχὺν ἐν κινδύνοις καὶ θλίψεσιν.
Ἀνῆλθον, ἐν κυπαρίσσῳ κρατοῦντες, ταῖς χερσὶ τὴν ἱεράν σου Εἰκόνα, οἱ Μονασταὶ καὶ ἐῤῥύσθησαν πάλαι, τῶν πειρασμῶν τῆς δεινῆς βιαιότητος· ᾗ νῦν προσπίπτοντες Ἁγνή, κομιζόμεθα χάριν καὶ ἔλεος.
Ἰάσεις, τοῦ σοῦ θεράποντος βλύζει, Θεοτόκε ἡ πανσέβαστος Κάρα, Ἰεροθέου ὅς ὕμνησε πάλαι, Γεσθημανῇ τὴν ἁγίαν σου Κοίμησιν· οὗ ταῖς λιταῖς δίδου ἡμῖν, τὴν σωτήριον χάριν σου Δέσποινα.
Ναμάτων, ζωοποιῶν οὗσα κρήνη, ὡς τεκοῦσα τὸν Θεὸν τῶν ἁπάντων, βλῦσον ἡμῖν γλυκασμὸν σωτηρίας, πᾶσαν παθῶν τὴν πικρίαν ξηραίνοντα, Θεογεννῆτορ Μαριάμ, καὶ πταισμάτων ἡμῶν αἴτει τὴν ἄφεσιν.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Τῇ σῇ ἁγίᾳ Είκόνι προσπίπτοντες, ἁγιασμὸν καὶ εἰρήνην καὶ δύναμιν, λαμβάνομεν Κόρη ἑκάστοτε, καὶ τὴν πολλήν σου ὑμνοῦμεν προμήθειαν, δι’ ἧς δίδως πᾶσι τὰ κρείττονα.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νύν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κυπαρισσιώτισσα δεδοξασμένη Παρθένε, σκέπη καὶ βοήθεια, καὶ θερμὴ ἀντίληψις τῶν ὑμνοῦντών σε, πειρασμῶν λύτρωσαι, καὶ πάσης ἀνάγκης, καὶ ποικίλων περιστάσεων, ταύτην τὴν Μάνδραν σου, πίστει προσκειμένην τῇ δόξῃ σου· θερμῶς καθικετεύει γάρ, ὁ θεοειδὴς Ἱερόθεος· καὶ σὺν τούτῳ Κόρη, μὴ παύσῃ προστατεύουσα ἡμῶν, τῶν ἀφορώντων θερμότατα, πρὸς σὲ μετὰ πίστεως.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὀμβροφόρον νεφέλην, γλυκασμὸν σωτηρίας, ἡμῖν ὀμβρίζουσα, ὁρᾶται Θεοτόκε, ἡ πάντιμος Εἰκών σου, ᾗ προσπίπτοντες ψάλλομεν· χαῖρε Παρθένε ἁγνή, ἡμῶν ἡ προστασία.
Σὺν σεπτοῖς Ἀποστόλοις, ὁ σοφὸς Ἱερόθεος Κόρη ᾔνεσε, τὴν θείαν Κοίμησίν σου· οὗ ταῖς πρεσβείαις σκέπε, τὴν Μονήν σου κραυγάζουσαν· χαῖρε Παρθένε ἁγνή, ἡμῶν ἡ προστασία.
Γέρας κέκτηται θεῖον, ἡ ἁγία Μονή σου Θεοχαρίτωτε, τὴν θείαν σου Εἰκόνα, καὶ τὴν ἁγίαν Κάραν, Ἱεροθέου τοῦ μάκαρος· διὸ καὶ πίστει ὑμνεῖ, Χριστὸν τὸν πάντων Κτίστην.
Ἐκ πυρὸς τοῦ παμφάγου, Ἱερόθεε Πάτερ ὡς πάλαι ἔσωσας, Μονήν σου τὴν ἁγίαν, οὕτως αὐτὴν διατήρει ἀπήμαντον, ἐκ συστροφῶν τῶν δεινῶν, ἐχθροῦ τοῦ ἀοράτου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥώμην καρποῦται, ἡ τῆς Μονῆς ἀδελφότης, ἐκ τῆς θείας σου εἰκόνος Θεοτόκε· ὅθεν καὶ κηρύττει, τὴν σὴν ἐπιστασίαν.
Ἅγιον βίον, ἐν ὁμονοίᾳ ἀνύειν, καταξίωσον ἡμᾶς ἐν εὐλαβείᾳ, ἄχραντε Παρθένε, ἐν τῇ παρούσῃ Μάνδρᾳ.
Σὲ προστασίαν, Θεοκυῆτορ πλουτοῦντες, καὶ τὸν ἔνδοξον καὶ θεῖον Ἱεράρχην, ἔφορον ὑμνοῦμεν, Χριστὸν τὸν ζωοδότην.
Ἴθυνον Κόρη, ἐπὶ νομὰς σωτηρίας, τοὺς τὴν θείαν σου Εἰκόνα προσκυνοῦντας, ἵνα τῆς ἀλήκτου, τύχωμεν εὐφροσύνης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μονὴν ἡμῶν τὴν θείαν, Κεχαριτωμένη, καὶ ἱεράρχα σοφὲ Ἱερόθεε, ἐκ δυσχερείας ἁπάσης λυτροῦσθε πάντοτε.
Ὁλόφωτε λυχνία, τῆς ἀύλου δόξης, ἐκ σκοτασμοῦ ἁμαρτίας ἀπάλλαττε, τοὺς ἀνυμνοῦντας Παρθένε τὰ μεγαλεῖά σου.
Ὑφέρποντα δολίως, καθ’ ἡμῶν Παρθένε, τὸν σκοτεινόμορφον δράκοντα σύντριψον, ἐν ἐγρηγόρσει τηροῦσα ἡμᾶς δεόμεθα.
Ὑπέρτερον τὸν νοῦν μου, τήρει Θεοτόκε, τῆς γεηρᾶς προσπαθείας καὶ λάμψόν μοι, τῆς ἀληθοῦς μετανοίας φῶς τὸ σωτήριον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἔχει τὴν Εἰκόνα σου τὴν σεπτήν, ἡ Μονή σου Κόρη, ὡς διάδημα νοητόν, ἣν καὶ προσκυνοῦσα, χαῖρέ σοι ἀνακράζει, ᾧ Κυπαρισσιώτισσα, ἀειπάρθενε.
Ἐν τῇ Κυπαρίσσῳ οἱ μονασταί, ἀνῆλθον Παρθένε μετ’ Εἰκόνος σου τῆς σεπτῆς, καὶ τῇ χάριτί σου, χειρώσεως ῥυσθέντες, ᾧ Κυπαρισσιώτισσα, ὕμνον ᾗδόν σοι.
Κυπαρισσιώτισσα ἠ σεπτή, Εἰκών σου Παρθένε, ἐπικέκληται προσφυῶς, καὶ καθαγιάζει, τὴν ἱεράν Μονήν σου, τῇ ἐξ αὐτῆς πλουσίᾳ Δέσποινα χάριτι.
Σὺν Ἱεροθέῳ τῷ ἱερῷ, Κόρη Ἱεράρχη, ἀνυμνοῦμέν σε εὐλαβῶς, ὡς θερμοὺς προστάτας, καὶ θείους κηδεμόνας, ταύτης τῆς θείας ποίμνης, ἀγαλλιώμενοι.
Εἰκόνι προσπίπτοντες εὐλαβῶς, τῇ σεπτῇ σου Κόρη, καὶ τῇ Κάρᾳ τῇ ἱερᾷ, τοῦ Ἱεροθέου, τοῦ θείου Ἱεράρχου, ἐν τῇ ψυχῇ δεχόμεθα, χάριν ἄφθονον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅρμος καὶ ἀχείμαστος λιμήν, Κυπαρισσιώτισσα Κόρη, ἡ σὴ ἁγία Εἰκών, ὤφθη ἐπινεύσει σου, ταύτῃ τῇ ποίμνῃ σου, ᾗ πιστῶς προσερχόμενοι, πάσης τρικυμίας, πόνων καὶ κακώσεων, ἀπολυτρούμεθα· θᾶττον γὰρ παρέχεις Παρθένε, τὴν σὴν θαυμαστὴν προστασίαν, ἡμῖν τοῖς ἱκέταις σου ἑκάστοτε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Κυπαρισσιώτισσα δίδου Παρθένε,
Γερασίμῳ δύναμιν εἰς σωτηρίαν.
Παρακλητικός Κανών εις την Παναγία την Κυπαρισιώτισσα
Ποίημα Καϑηγουμένης Ἰσιδώρας Μοναχῆς Ἁγιεροϑεϊτίσσης.

Τὴν ἔφορον καὶ φρουρὸν τῆς Ἱερᾶς Μονῆς τοῦ Κυπαρίσσου. Ἧς ἡ πάνσεπτος καὶ σεβασμία εἰκὼν ἐτοιχογραφήϑη τὸν 15ον αἰῶνα, εἰς τὴν ὁμώνυμον ἱερὰν Μονὴν Κοιμήσεως Θεοτόκου Κυπαρισσιωτίσσης καὶ ἁγίου Ἱεροϑέου Μεγάρων, ἔνϑα ἐναπόκειτοι ὡς ϑησαύρισμα πολύτιμον καὶ κληρονομία ἀναφαίρετος.
Ἡ δὲ ἑόρτιος ταύτης σύναξις τελεῖται τὴν 27ην Ὀκτωβρίου (ἡμέραν καϑ᾽ ἣν ἐν ἔτει 1930) ἐπανιδρύϑη ἡ ἐπὶ ἑκατὸν ἔτη διαλυϑεῖσα ἱστορικὴ καὶ παλαίφατος αὕτη Μονή.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Κατόπιν τὰ Τροπάρια·
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἡ τῶν Ἀγγέλων Βασιλὶς καὶ Κυρία, Κυπαρισσιώτισα παρϑένε Μαρία, ἐξ οὐρανοῦ ἐπίβλεψον, ἡμῖν συμπαϑῶς· ἄκουσον δεόμεθα, τῆς φωνῆς τῶν σῶν δούλων, σπεῦσον καὶ βοήϑησον, τοῖς πικρῶς ϑλιβομένοις· καὶ κραταιᾷ, χειρί σου ἀγαϑή, ἐκ τῶν κινδύνων, ἡμᾶς διαφύλαττε.
Δόξα.
Κυπαρισσιώτισσα σεμνὴ Παναγία, τῇ ἱερᾷ σου καὶ ἁγίᾳ εἰκόνι, γονυκλινῶς προσπίπτομεν, καὶ γὰρ ἀγαϑή· αὕτη διεσώσατο, μητρικῇ σου προνοίᾳ, πάλαι τοὺς Μονάζοντας, ληστρικῆς ἐξ ἐφόδου· καὶ νῦν παρέχει αὖϑις ὡς λιμήν, ταῖς Μοναζούσαις, γαλήνην σωτήριον.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Κυπαρισσιώτισσα, σκέπε ἡμᾶς. Ἰσιδώρας
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κραταίωσον Δέσποινα Μαριάμ, χειρὶ κραταιᾷ σοὺ, τοὺς ἱκέτας σοὺ ἐν δεινοῖς, καὶ δίδου παρήγορον ἐλπίδα, Κυπαρισσιώτισσα Μῆτερ ἐν ϑλίψεσιν.
Ὑψόϑεν παράσχου τὰς δωρεάς, τὴς σῆς εὐσπλαγχνίας, καὶ μητρῷας σου ἀρωγῆς, πηγὴ γὰρ χρηστότητος ὑπάρχεις, Κυπαρισσιώτισσα Κόρη φιλόστοργε.
Πικρίας τοῦ βίου τὰς χαλεπάς, μετάβαλε αὖϑις, εἰς εὐφρόσυνον χαρμονήν, τὴν λύπην γὰρ ἔλυσας τὴς Εὔας, Κυπαρισσιώτισσα, ἄχραντε Δέσποινα.
Ἀσώτος τὸν βίον μου ἐπὶ γῆς, τελέσας βοῶ σοι· τῆς καρδίας ἐν συντριβῇ, μετάνοιαν δίδου μοι γνησίαν, Κυπαρισσιώτισσα, Κόρη πανάσπιλε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥαϑυμία καὶ λήϑη, καὶ σκοτεινὴ ἄγνοια, ὅλως με συνέχει καὶ ῥίπτει, εἰς τὸν κατώτατον, τῆς ἀμελείας βυϑόν, ἀλλὰ χειρί σου εἰς ὕψος, τοῦ Θεοῦ με ἔγειρον, Κυπαρισσιώτισσα.
Ἰατρὸν τῶν σωμάτων, καὶ τῶν ψυχῶν τέξασα, κεχαριτωμένη Παρϑένε, Κυπαρισσιώτισσα, τὸν πληγωϑέντα κἀμέ, τῆς ἁμαρτίας τῷ ἄλγει, ὑγιῆ με ποίησον, ὅπως δοξάζω σε.
Σελασφόρον τὸ κάλλος, τῆς ϑαυμαστῆς δόξης σου, ὦ Κυπαρισισώτισσα Κόρη, θεοχαρίτωτε, τὴν τῆς ψυχῆς μου στολήν, ὁ δυστυχὴς ἀχρειώσας, ἐκζητῶ τὸ ἔλεος, τῆς εὐσπλαγχνίας σου.
Σὺ γενοῦ ὁδηγός μου, καὶ συμπαϑὴς φύλαξ μου, ῥύστης καὶ τροφὸς καὶ φρουρός μου, καὶ ἀντιλήπτωρ μου, ὅτι ὡς Μήτηρ Θεοῦ, Κυπαρισσιώτισσα ἔχεις, ἰσχυρὰν τὴν δύναμιν, τῆς προστασίας σου.
Ἐπάκουσον, Κυπαρισσιώτισσα, Δέσποινα τῆς κραυγῆς μου, ἐκβοῶντος μετὰ κλαυθμοῦ πρὸς σὲ καὶ δεόμενος· τὸ ἔλεος δὸς μοι τῆς σῆς προνοίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πλουσία πηγή, τῆς ϑείας ἀγαϑότητος, καὶ κρήνη ζωῆς, ὑπάρχουσα ἡ ἄφϑονος, οἱ φλογμῷ τῶν ϑλίψεων, συνεχόμενοι κράζομεν λέγοντες· παραμυϑίας δώρησαι ἡμῖν, τὰ ῥεῖθρα ἁγνὴ Κυπαρισσιώτισσα.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἱκεσίαις σοῦ Δέσποινα, ἄχραντε Παρϑένε Κυπαρισσιώτισσα, ἐν ταῖς λύπαις ἡμῖν πρόστηθι, καὶ φρουρὸς γενοῦ ἡμῖν ἀκοίμητος.
Ὡς τὸ πάλαι διέσωσας, Μοναστὰς ἐκ βλάβης Κυπαρισσιώτισσα, τὴν Μονήν σου οὕτω φύλαττε, ἐκ ποντοίας ϑλίψεως ἑκάστοτε.
Τὴν εἰκόνα σου σέβομεν, ἐξ αὐτῆς γὰρ ἔλεος κομιζόμεϑα, ἐκβοῶντες δὸς τὴν χάριν σου· καὶ ἡμῖν ἁγνὴ Κυπαρισσιώτισσα.
Ἱλαρότητι λάμπουσα, καὶ φωτὸς τῷ κάλλει περιαστράπτουσα, Μαριὰμ Κυπαρισσιώτισσα, τοῦ φωτὸς μετόχους ἡμᾶς ποίησον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σάλῳ πειρασμῶν, χαλεπῶς κλυδωνιζόμεϑα, καὶ πρὸς σὲ Κυπαρισσιώτισσα ἁγνή, ἐλθόντες πίστει, τὴν εἰρήνην σοὺ αἰτούμεϑα.
Σήμερον ἡμῖν, ἡ ἁγνὴ Κυπαρισσιώτισσα, ἐν τιμῇ παρισταμένῃ τῆς ζωῆς, ἡμῖν προχέει, τὸν κρατῆρα τὸν ἀκένωτον.
Ἄλλος ὡς ληστής, ἔργα ἄτοπα ἐποίησα, τῷ Υἱῷ σοὺ μνήσθητί μου σὺν αὐτῷ, ἀξίωσόν με, ἐκβοᾶν Κυπαρισσιώτισσα.
Σοὶ μετὰ Θεόν, τὴν ἐλπίδα μου ἀνέϑηκα, καὶ βοῶ Κυπαρισσιώτισσα ἁγνή, παράστηϑί μοι, ἐν τῇ ὥρᾳ τῆς ἐξόδου μου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Κραταίωμα, Μοναστῶν ὑπάρχουσα, τῶν πιστῶν ἡ ἀσφαλὴς προστασία, τῶν ἐν δεινοῖς, ἀπροσμάχητον τεῖχος, Κυπαρισσιώτισσα Μῆτερ φιλόστοργε, βοήϑησον καὶ νῦν ἡμῖν, τοῖς δεινῶς κλονουμένοις ταῖς ϑλίψεσιν.
Ἐκέκραξα, ἐκ βαϑέων λέγων σοι, Μαριὰμ Κυπαρισσιώτισσα Κόρη, δέχου κἀμοῦ ὡς τῆς χήρας ἐκείνης, τὸν ταπεινὸν ὀβολὸν τῶν δακρύων μου, καὶ δὸς μοι λύσιν τῶν χρεῶν, ὅτι σοὺ ἡ χρηστότης ἀνείκαστος.
Πλατύνονται, τῶν πιστῶν τὰ στόματα, σὲ ὑμνεῖν Κυπαρισσιώτισσα Μῆτερ, χαῖρε ἁγνή οὐρανῶν Πλατυτέρα, καὶ τῶν Ἀγγέλων Κυρία καὶ Δέσποινα, ἀνάγαγε ἡμᾶς ἐκ γῆς, εἰς οὐράνια ὕψη τῆς χάριτος.
Εἰρήνευσον, τὴν ζωήν μου δέομαι, τὴν δεινῶς χειμαζομένην ταῖς λύπαις, σὺ γὰρ λιμήν, σωτηρίας ὑπάρχεις, Κυπαρισσιώτισσα Νύμφη ἀνύμφευτε, εἰρήνης γὰρ τὸν ἀρχηγόν, ζωοδότην Χριστὸν ἀπεκύησας.
Ἐπάκουσον, Κυπαρισσιώτισσα, Δέσποινα τῆς κραυγῆς μου, ἐκβοῶντος μετὰ κλαυθμοῦ πρὸς σὲ καὶ δεόμενος· τὸ ἔλεος δὸς μοι τῆς σῆς προνοίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάϑισμα.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὀφειλέτης ὡς πανευτελὴς καὶ ῥακένδυτος, καταφεύγω τῇ πλουτοποιῷ σου χρηστότητι, καὶ βοῶ σοι ἱκετικῶς δεόμενος πρὸς σε· κἀμοῦ πρόσδεξαι ἐκδυσωπῶ, συντετριμμένην μου φωνήν, καὶ ψυχῆς μου τὰ δάκρυα· ἔλεος γὰρ παρέχεις, τῆς ἄκρας σου εὐσπλᾶγχνίας, τοῖς καταφεύγουσι πρὸς σέ, Μαριὰμ Κυπαρισσιώτισσα.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεὰ καὶ γενεά.
Στίχος. Τὸ πρόσωπον σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Κυπαρισσιωτίσσης πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Τῆς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τάξεις ἐπουράνιαι, ἀγγελικῶν στρατευμάτων, ἐπὶ σοὶ ἀγάλλονται, καὶ χαρᾶς σοι ἄδουσι Εὐαγγέλια· διὰ σοῦ ἤνοικται, τῆς Ἐδὲμ ἡ ϑύρα, καὶ ἡ λύπη διαλέλυται, Ἀδὰμ ὁ πρότερον, καταδικασϑεὶς ἠλευϑέρωται, καὶ ἔλαβε τὸ χάρισμα, τῆς υἱοϑεσίας τῆς κρείττονος· χαῖρέ σοι βοῶμεν· αἰτούμενοι τὸ ἔλεος τὸ σόν, Κυπαρισσιώτισσα Δέσποινα, σεμνὴ χαριτώνυμε.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἠχρειώϑην ὁ τάλας, ταῖς πολλαῖς ἁμαρτίαις Κυπαρισσιώτισσα, ψυχῆς μου ἀμαυρώσας, τὸν ἔνδοϑεν χιτῶνα, καὶ τὰ ῥάκη περίκειμαι, τῆς ἀμελείας βοῶν, πρὸς σὲ ἐλέησόν με.
Μακρυνϑεὶς τῆς οἰκίας, τῆς πατρῴας μου Μῆτερ Κυπαρισσιώτισσα, ὡς ἄσωτος τὸν πλοῦτον, ἐσκόρπισα καὶ ἦλϑον, εἰς πτωχείας ἀπόγνωσιν, ἐπιστροφῆς μοι ὁδόν, ὑπάνοιξον εὐθεῖαν.
Ἀλλοτρίου τὰ βέλη, τὰ δεινὰ εὕροσάν με Κυπαρισσιώτισσα, ἀλλὰ τῇ ἀμετρήτῳ, δυνάμει σοὺ προστρέχων, διασώζομαι ἄτρωτος, σοῦ ἡ ἰσχὺς κραταιά, καὶ μέγα σου τὸ σϑένος.
Σκολιός μου ὁ βίος, καὶ τὰ ἔργα μου φαῦλα Κυπαρισσιώτισσα, ἐπίκρανα ἀφρόνως, Θεοῦ τοῦ φιλανθρώπου, τὴν πολλὴν ἀγαϑότητα, σὺ μοι παράσχου βοῶ· διόρϑωσιν τελείαν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰἀτρευσόν μου, Κυπαρισσιώτισσα Κόρη, τῆς σαρκὸς τὰ ἐπώδυνα ἄλγη, καὶ τὰς τῆς ψυχῆς μου, ἐξάλειψον ὀδύνας.
Σταϑῆναι μέλλων, Κυπαρισσιώτισσα Μῆτερ, φοβερᾶς εἰς ἡμέρας τὸ Βῆμα, σοῦ ἐπικαλοῦμαι, τὴν ϑείαν συμμαχίαν.
Ἱλάσϑητί μοι, Κυπαρισσιώτισσα κράζω, καὶ ὡς ἄλλος τελώνης στενάζω, ἄνες μοι καὶ ἄφες, κἀμοῦ τὰς ἁμαρτίας.
Δεσμὰ βαρέα, Κυπαρισσιώτισσα φέρω, τῆς ποδῶν μοὺ δουλείας καὶ κράζω· τῆς παραφροσύνης, ἐλεύϑερόν με δεῖξον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς ἔλαφος διψῶσα, τρέχω εἰς τὸ ὕδωρ, τῆς ἀενάου πηγῆς σου καὶ κράζω πρὸς σέ, Κυπαρισσιώτισσα δός μοι, χάριν ζωήῤῥυτον.
Ῥαϑύμως μου τὸν βίον, ὅλον ἐκτελέσας, Κυπαρισσιώτισσα, Κόρη, οὐκ ἔχω καρπόν, μὴ τῆς συκῆς μοι ἐπέλθῃ, τὸ ἐπιτίμιον.
Ἀκάνϑας καὶ τριβόλους, ἔσπειρα ἀφρόνως, καὶ τὴν τοῦ ϑέρους πτοοῦμαι ὑστάτην στιγμήν, βοήϑησόν μοι βοῶ σοι· Κυπαρισσιώτισσα.
Συνέσεως παρέβην, ὅρους καὶ ἐκλήσϑη, ἡ τοῦ νυμφῶνος μοι ϑύρα παρϑένος μωρά, εἰμὶ ἀλλ᾽ ὅμως ϑαῤῥῶ σοι, Κυπαρισσιώτισσα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ ἑπόμενα μεγαλυνάρια. Ὧν ἡ ἀκροστιχίς·
Χαῖρε Κυρία τῶν Ἀγγέλων.
Χεῖρας σοι ἐκτείνω καὶ ἐκζητῶ, ὡς ἡ Χαναναία, τὰ ψυχία ἱκετικῶς, τῆς ὑπερβαλλούσὴς καὶ ϑείας σου ἀγάπης, τὸ ἔλεός σου δός μοι Κυπαρισσιώτισσα.
Ἄνοιξον ἀγκάλας σοὺ μητρικάς, ἀπὸ τῆς οἰκίας ἀποστάντα τῆς πατρικῆς, ἄσωτος ὑπάρχω καὶ πάλιν ἐπιστρέφων, βοῶ τὸ ἥμαρτόν σοι· Κυπαρισσιώτισσα.
Ἴσχυσεν ὁ δόλιος ἐπ᾽ ἐμέ, καὶ ἐγύμνωσέ με τῆς ἰσχύος τῆς ϑεϊκῆς, δύναμιν ἐξ ὕψους ἐπένδυσόν με ὅπως, αὐτὸν κατανικήσω Κυπαρισσιώτισσα.
Ῥάκη περιβέβλημαι καὶ πληγάς, Λάζαρος ὡς ἄλλος, ἐπὶ ϑύραις σου ἐστηκώς, σοῦ ἐκ τῆς Τραπέζης πλουσίας ἐν ἐλέει, ψυχία ἀναμένω Κυπαρισσιώτισσα.
Ἔμπροσϑεν τοῦ βήματος τοῦ φρικτοῦ, μέλλω παραστῆναι καὶ τὴν ὥραν τὴν φοβεράν, κρίσεως Ἐκείνης πτοοῦμαι ὅϑεν κράζω· γενοῦ μοι παραστάτης Κυπαρισσιώτισσα.
Κράτησον χειρί σου τῇ δεξιᾷ, χεῖρα παρειμένην τοῦ ἱκέτου σου τοῦ οἰκτροῦ, στήριξόν με ὅπως βαδίζω ἀπροσκόπτως, ὁδὸν εἰς τὴν εὐθεῖαν Κυπαρισσιώτισσα.
Ὕψωσον τὸ κέρας Χριστιανῶν, ἔγειρον ἐν μάχαις νίκης τρόπαια τοῖς πιστοῖς, ϑραῦσὸν κατὰ κράτος ἐχϑρῶν τῶν ἀντιμάχων, ὀφρὺν ἐπαιρομένην Κυπαρισσιώτισσα.
Ῥάϑυμος ὑπάρχω καὶ ἀμελής, ἔλαιον οὐκ ἔχω, ἐν λαμπάδι μου τῆς ψυχῆς, ὥσπερ οὖν παρϑένος μωρὰ μὴ μείνω ἔξω, νυμφῶνος οὐρανίου Κυπαρισσιώτισσα.
Ἴλαϑι τοῦ δούλου σου δυσωπῶ, δὸς μοι δὲ πρεπούσης, διορϑώσεως τὸν καιρόν, ἵνα μετανοίας τοῖς τρόποις ἱλεώσω, Θεὸν Δικαιοκρίτὴν Κυπαρισσιώτισσα.
Ἄγγέλοι χαρήσονται ἐπ᾽ ἐμέ, ὅταν τοῦ δολίου, ἀπαρνήσομαι τὰς ἀρχάς, τοῦτο ἐκτλέσαι προϑύμως ταῖς εὐχαῖς σου, ἀξίωσόν με Μῆτερ Κυπαρισισώτισσα.
Τείχισον Μονήν σου τὴν ἱεράν, φρούρησον καὶ σκέπε, τὴν χορείαν Μοναζουσῶν, δὸς ἑνὶ ἑκάστῳ πιστῶς σε προσκυνοῦντι, τὴν σὴν ποαραμυθίαν Κυπαρισσιώτισσα.
Ὦ Κυπαρισσιώτισσα Μαριάμ, Δέσποινα τοῦ κόσμου, καὶ Βασίλισσα τοῦ παντός, ἐν τῇ Βασιλείᾳ τῆς δόξης τοῦ Υἱοῦ σου, μετόχους ἡμὰς δεῖξον ταῖς ἱκεσίαις σου.
Νῦν Κυπαρισσιώτισσα ἡ σεμνή, πάρεστι ἐν μέσῳ τοῦ πληρώματος τῶν πιστῶν, ταύτης τὴν πρεσβείαν αἰτήσωμεν βοῶντες· Θεὸν μὴ διαλίπῃς καϑικετεύουσα.
Ἄγνισον τὸν βίον μου δυσωπῶ, δὸς μοι σωφροσύνην καὶ καρδίας τὴν συντριβήν, δάκρυα ὡσαύτως γνησίας μετανοίας, Θεῷ ὡς ἂν ἀρέσω Κυπαρισσιώτισσα.
Γάμου εἰς νυμφῶνα τὸν ἐκλεκτόν, τοῦ ἐπουρανίου, δὸς γενέσϑαι με κοινωνόν, ἵνα εἰς αἰῶνας δοξάζω τοῦ Υἱοῦ σου, τὴν ἄκραν εὐσπλαγχνίαν Κυπαρισσιώτισσα.
Γνώμην ὀλισϑήσας ἐν τοῖς κακοῖς, ἦλθον εἰς τὰ βάϑη, ἀπογνώσεως τῆς πικρᾶς, σὲ ἐπικαλοῦμαι ἐν ὥρᾳ τῆς ἀνάγκης, βοήϑησόν μοι κράζων· Κυπαρισιώτισσα.
Ἔπαρον τὰς χεῖρας σου πρὸς Θεόν, ταύταις γὰρ ὡς βρέφος, τοῦτον ἔφερες μητρικῶς, ἵλεων γενέσϑαι Αὐτὸν ἐκδυσωποῦσα, ὑπὲρ τῶν ἱκετῶν σου Κυπαρισσιώτισσα.
Λύτρωσαι λαόν σου τὸν ἀλγεινῶς, στένοντα καὶ βάρει, συνεχόμενον τῶν δεινῶν, δεῖξον τῆς ἰσχύος τῆς σῆς τὰ μεγαλεῖα, εἰς σὲ καὶ γὰρ ϑαῤῥοῦμεν Κυπαρισσιώτισσα.
Ὡς Κυπαρισσιώτισσα Μαριάμ, ἔσωσας τὸ πάλαι τοὺς Μονάζοντας ἐξ ἐχϑρῶν, θραῦσον ὁρωμένων ἐχϑρῶν καὶ ἀοράτων, ὁρμὰς καὶ νῦν φρουροῦσα τοὺς πεποιϑότας σοι.
Νῦξ Κυπαρισσιώτισσα συνωϑεῖ, αὖϑις με εἰς χάος, καὶ εἰς βάραϑρα σκοτεινά, Ἥλιον τεκοῦσα καὶ φῶς Δικαιοσύνης, φωτός μοι τὰς εἰσόδους εὔϑυνον δέομαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Κυπαρίσσου τὸ κλέος, Μοναστῶν τὸ κραταίωμα, σὺ ὑπάρχεις Παρϑένε, Θεοτόκε πανύμνητε, λυτρώσασα τὸ πάλαι ϑαυμαστῶς, πατέρων τὸν χορὸν ἐκ πειρατῶν, καὶ ἡμᾶς τοὺς σὲ τιμῶντας εἰλικρινῶς, ἀπὸ κινδύνων λύτρωσαι· χαίροις Κυπαρισσιώτισσα σεμνή, χαίροις πιστῶν τὸ στήριγμα, χαίροις πρὸς τὸν Υἱόν σου καὶ Θεόν, πρέσβυς ἀκοίμητος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Σκέπη καὶ ἀνίκητος ἰσχύς, τεῖχος ἀσφαλὲς ἐν κινδύνοις, χειμαζομένων λιμήν, ἄσειστον ἑδραίωμα, τῶν ἐν ταῖς θλίψεσι, Μοναζόντῶν ἡ ἔφορος, Ἀγγέλων Κυρία, Δέσποινα τῆς κτίσεως, Κυπαρισσιώτισσα· δέχου τὰς ἡμῶν ἱκεσίας, ῥῦσαι ἀπὸ πάσης ἀνάγκης, τοὺς πιστῶς ἀεὶ σε μακαρίζοντας.
Σέβω τὴν ἁγίαν σου μορφήν, ὦ Κυπαρισσιώτισσα Κόρη, καὶ προσκυνῶ εὐλαβῶς, αὖϑις τὴν εἰκόνα σου, τὴν ϑαυματόβρυτον, μεγαλύνω τὴν δόξαν σου, τὸ χρέος προσφέρω, τῆς ὀφειλομένης σοι, εὐγνωμοσύνης μου· σὺ γὰρ κηδεμὼν καὶ προστάτης, ἔφορος ὑπάρχεις καὶ φύλαξ, ἐκ κινδύνων σώζουσα τοὺς δούλους σου.
Δἐξαι τὴν ἱκέσιον ᾠδήν, κλῖνον τὰ μητρῷα σου ὦτα, εἰς τὰς δεήσεις ἡμῶν, ἄκουσον τῶν δούλων σου, παρακαλούντων σε· τῇ ἰσχύι σου κράτυνον, ἡμᾶς ἐν τῇ πίστει, χάριν ἀντὶ χάριτος, πιστοῖς παρέχουσαι· δίδου τὰ ἐλέη σοὺ πᾶσι, καὶ τῶν ἀγαϑῶν σου τὸν πλοῦτον, εὔσπλαγχνε σεμνὴ Κυπαρισσιώτισσα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχα Ἀκροτελεύτια·
Τῇ πίστει με στερέωσον χειρὶ τῇ μητρικῇ σου,
Κυπαρισσιώτισσα σεμνὴ Κυρία τῶν Ἀγγέλων,
ἐν ἱκεσίαις δέεται ἡ πένης Ἰσιδώρα,
ἡ προεστῶσα τοῦ χοροῦ Μοναζουσῶν Παρϑένων
τῶν ἀσκουμένων ἐν Μονῇ τῇ σῇ τοῦ Κυπαρίσσου,
Ἱεροϑέου τε ὁμοῦ τοῦ πρώτου Ἐπισκόπου
τῶν Ἀϑηνῶν, τοῦ μέλψαντος τὴν ϑείαν Κοίμησίν σου,
μεϑ᾽ οὗ ἀπαύστως πρέσβευε Θεῷ τῷ φιλανθρώπῳ,
ἡμῖν παρέχειν ἔλεος καὶ λύσιν τῶν πταισμάτων,
μετάνοιαν ἐν πράξεσιν καλῶς ἐσφραγισμένην,
καὶ βίου τὴν διόρϑωσιν ἐν ταπεινῇ καρδίᾳ,
καὶ συνειδότι καϑαρῷ, ὅπως ταὶς οὐρανίαις
σκηναῖς κατασκηνώσωμεν Τριάδα τὴν ἁγίαν,
Πατέρα ἅμα τῷ Υἱῷ καὶ Πνεύματι Ἁγίῳ,
νὺν τῶν Ἀγγέλων τοῖς χοροῖς καὶ πᾶσι τοῖς Ἁγίοις,
ὐμνοῦμεν καὶ δοξάζωμεν εἰς πάντας τοὺς αἰῶνας.
ΑΜΗΝ.

