Χαιρετισμοί εις την Παναγία Κυπαρισσιώτισσης Μεγάρων

Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.

Τῇ Παναμώμῳ τοῦ Θεοῦ Μητρὶ προσπίπτομεν ἱκετικῶς Αὐτῇ βοῶντες· Ἀπειρόγαμε τοὺς Σοὺς δούλους φύλαττε ἐκ κινδύνων καὶ πάσης ἄλλης ἀνάγκης, καὶ ἀπειλῆς ἐχθρῶν τε τῶν ἀοράτων καὶ ορατῶν, ἵνα πάντες Σοι κράζωμεν· Παρθενομήτορ Μαριὰμ εἰρήνευσον τὸν κόσμον Σου, ὡς τοῦ κόσμου μεσίτρια.

Ἄνασσα πάντων Κόρη, Ἀπειρόγαμε χαῖρε, ἐξ ἧς ἡ σωτηρία ἐτέχθη (ἐκ γ΄), τῶν Σῶν δούλων δέχου τὰς λιτὰς καὶ αὐτὰς προσάγαγε Θεῷ τῷ Πανοικτίρμονι, πρεσβεύουσα Αὐτῷ Μητροπρεπῶς, ὑπὲρ τῶν προσφωνούντων Σοι τοιαῦτα·

Χαῖρε Δέσποινα ὑπέραγνε, σώτειρα τῶν Μοναστῶν·
χαῖρε Κόρη Παντευλόγητε, λύτρωσις τῶν δυσχερῶν.
Χαῖρε Κόρη, Κυρία τοῦ φωτὸς καὶ λυχνία·
χαῖρε ὅτι ἰθύνεις τῶν πιστῶν τὰς χορείας.
Χαῖρε ὕψιστον ἀγλάϊσμα, ἐναθλούντων εὐσεβῶς·
χαῖρε νῖκος ἀπροσμάχητον, κατ’ ἐχθρῶν φθοροποιῶν.
Χαῖρε ὅτι κρατύνεις Ὀρθοδόξων τὸ κέρας·
χαῖρε ὅτι χαρίζεις τῶν καμάτων τὸ πέρας.
Χαῖρε κόσμε πολυέραστε εὐχομένων μυστικῶς·
χαῖρε σθένος καὶ κραταίωμα εὐδρομούντων ἀκλινῶς.
Χαῖρε ὕμνος Ἀγγέλων, θαυμαστός τε καὶ θεῖος·
χαῖρε θρῆνος δαιμόνων, κατ’ ἐχθρῶν ἐναντίων.

Χαῖρε κόσμου μεσίτρια.

Βρέφος τὸν πάντων κτίστην ἐν ἀγκάλαις κρατοῦσα ἡ Παναγία Θεοτόκος, κατεπλήττετο ἐν ἑαυτῇ τοῦ θαύματος τὸ ἄῤῥητον βάθος. Καὶ χεῖρας ἐκτείνασα πρὸς τὸν ταύτης Υἱόν, ἐβόα πρὸς Αὐτὸν ἐν εὐφροσύνῃ·

Ἀλληλούϊα.

Γῆς ἁπάσης καὶ πόλου ὁ κρατῶν τὰς ἠνίας, κρατεῖται ἐν χερσὶ τῆς Πανάγνου. Καὶ ὡς πάντων Βασιλεὺς καὶ Κύριος δοξάζει τοὺς Αὐτὴν δοξάζοντας καὶ μελωδοῦντας πρὸς Αὐτὴ τοιαῦτα·

Χαῖρε ἡ φρουρήσασα τὴν Σὴν Μάνδρα θαυμαστῶς·
χαῖρε ἡ διασώσασα Μοναστὰς ἐκ πειρατῶν.
Χαῖρε ἡ ἀμβροσία τοῖς πιστοῖς δωρουμένη·
χαῖρε ἡ σωτηρίαν ἅπασι παρεχομένη.
Χαῖρε Μῆτερ ἀειπάρθενε στήριγμα καὶ φωτισμός·
χαῖρε Κόρη πανακήρατε, ἥδυσμα καὶ γλυκασμός.
Χαῖρε ὅτι ἐδόθης εἰς χαρὰν παντὶ τῷ γένει·
χαῖρε ὅτι ἐφάνης ὡς λιμὴν χειμαζομένοις.
Χαῖρε γῆ καρποφοροῦσα ψυχικὴν εὐκοσμίαν·
χαῖρε δένδρον τὸ παρέχον ἄφθαρτον καρποφορίαν.
Χαῖρε φλόγαν ἁμαρτίας καταπαύσασα στεῤῥῶς·
χαῖρε δρόσον οὐρανίαν, ἡ κυήσασα φρικτῶς.

Χαῖρε κόσμου μεσίτρια.

Δεῖξαι θέλουσα πᾶσι Σῆς προνοίας τὸ μέγα, ἐπέστης θαυμαστῶς τῇ Μονῇ Σου· καὶ ἐκ βλάβης τῆς τῶν πειρατῶν, Μοναστὰς ἐῤῥύσω ὡς φρουρὸς ἄμαχος, λατρεύοντάς Σοι εὐγνωμόνως καὶ βοῶντας·

Ἀλληλούϊα.

Ἔρεισμά τε καὶ τεῖχος καὶ λιμὴν σωτηρίας τοῖς Σοῖς μύσταις ἀνεδείχθης Παρθένε. Διὸ παρέσχες τούτοις θαυμαστῶς τὴν Σὴν κραταιὰν ἀντίληψιν ἐν καιρῷ τῆς τῶν ἐχθρῶν ἐπιδρομῆς, ἀναφωνοῦσιν τῇ Σῇ ἀγαθότητι τοιαῦτα·

Χαῖρε τῶν Μοναζόντων κραταιὰ προστασία·
χαῖρε ἡσυχαζόντων ἰσχυρὰ βακτηρία.
Χαῖρε ἡ διανοίξασα Παραδείσου τὰς αὐλάς·
χαῖρε ἡ διαῤῥήξασα τῶν πταισμάτων τὰς σειράς.
Χαῖρε ἡ χρυσαυγεστάτη καὶ ἀκένωτος πηγή·
χαῖρε ἡ εὐωδεστάτη καὶ ὑπέρφωτος αὐγή.
Χαῖρε τῆς ἐμῆς καρδίας ἡ βεβαίωσις Σεμνή·
χαῖρε ἡ ἐν τοῖς πολέμοις ἀπροσμάχητος ἰσχύς.
Χαῖρε Ἅδου τυραννίδα παύσασα Σῷ τοκετῷ·
χαῖρε τοῦ θανάτου κέντρον θραύσασα νικητικῶς.
Χαῖρε φῶς τῶν ὀφθαλμῶν μου καὶ πανεύδιος λιμήν·
χαῖρε σθένος καὶ προστάτης ἐν κινδύνοις χαλεποῖς.

Χαῖρε κόσμου μεσίτρια.

Ζάλης καὶ παντὸς κινδύνου καὶ ἐχθρῶν ἐπιδρομῆς, ἔσωσας ἐν Κυπαρίσσῳ τοὺς Σοὺς Μῆτερ λατρευτάς. Ὅθεν καὶ ἐν τῇ Μονῇ Σου ἀθροιζόμενοι πιστῶς, προσφωνοῦμεν ὡς ἐκεῖνοι τὴν εὐχάριστον ωδήν·

Ἀλληλούϊα.

Ἤδυσμα καὶ θυμηδία καὶ Ἀγγέλων χαρμονὴ πέφυκας Ἁγνὴ Παρθένε καὶ πιστῶν καταφυγή. Διὸ καὶ προσφεύγοντες Σῇ εὐσπλάγχνῳ δεξιᾷ, ἐξαιτοῦμεν δωρηθῆναι χάριν παρὰ Σοῦ, βοᾶν Σοι ταῦτα·

Χαῖρε Δέσποινα τοῦ κόσμου προστασία φοβερά·
χαῖρε Μῆτερ τοῦ Ὑψίστου συμμαχία κραταιά.
Χαῖρε ἡ χαρὰν τῷ κόσμῳ ἀποτέξασα Ἁγνή·
χαῖρε ἡ τῆς εὐλογίας δωρουμένη τὴν πηγήν.
Χαῖρε δόξα Μοναζόντων καὶ βεβαία ἀρωγός·
χαῖρε κλέος τῶν Πατέρων, ἐν κινδύνοις βοηθός.
Χαῖρε ἡ χαρισαμένη τὰς βασιλικὰς αὐλάς·
χαῖρε ἡ τροπωσαμένη φάλαγγας δαιμονικάς.
Χαῖρε Τράπεζα Ἁγία ἡ βαστάσασα Χριστόν·
χαῖρε Ἄμπελος ἡ θεία φέρουσα οἶνον μυστικόν.
Χαῖρε σκήνωμα τοῦ Λόγου πάνσεπτον καὶ καθαρόν·
χαῖρε σκεῦος τοῦ Δεσπότου εὔχρηστον καὶ φωτεινόν.

Χαῖρε κόσμου μεσίτρια.

Θαύματός Σου Παρθένε τίς ἰσχύσει ἀξίως, ὑμνεῖν καὶ διηγεῖσθαι τὸ μέγα; Ὅτι ἐν κλώνοις δένδρου ταπεινοῦ, διέσωσας πάλαι ὑπερφυῶς Μοναζόντων τὸν σεπτὸν χορόν, τὴν Σὴν προσκαλουμένων σύναρσιν καὶ πιστῶς ἀναφωνούντων·

Ἀλληλούϊα.

Ἴασαί μου Παρθένε τὰς πληγὰς καὶ τὰ πάθη τὰ θλίβοντά μου δεινῶς τὴν καρδίαν. Καὶ σκέπασόν με ἐξ ἀσάρκων δυσμενῶν ἐπιβουλῆς, ὡς ἔσκεπες πάλαι ἐκ ληστρικῆς ἐπιδρομῆς (ἐν Κυπαρίσσῳ) τοὺς Σοὺς Μοναστάς, ὑμνολογοῦντάς Σου τὴν δύναμιν καὶ φθεγγομένους Σοι τοιαῦτα·

Χαῖρε Πάναγνε Μαρία καύχημα τῶν Μοναστῶν·
χαῖρε Κόρη ὑπερτέρα Ἀσωμάτων Λειτουργῶν.
Χαῖρε πάμφωτε λυχνία καὶ νεφέλη φωτεινή·
χαῖρε θάλασσα γλυκεῖα, τῶν ἐν ζάλῃ ὁ λιμήν.
Χαῖρε κῆπος ὁ εὐώδης καὶ αὐγὴ ἡ μυστική·
χαῖρε ἆσμα τῶν Ἀγγέλων, ὑπερτέρα Χερουβίμ.
Χαῖρε τῶν πιστῶν ἡ δόξα καὶ τὸ καύχημα Σεμνή·
χαῖρε τῶν Παρθένων κλέος καὶ Μητέρων καλλονή.
Χαῖρε προφητῶν ἁπάντων ἡ ἐκπλήρωσις Ἁγνή·
χαῖρε Ἀποστόλων σθένος καὶ Μαρτύρων ἡ ἰσχύς.
Χαῖρε γέφυρα καὶ κλίμαξ καὶ ὁλόφωτε σκηνή·
χαῖρε βάτε φλογοφόρε ἥν τεθέαται Μωσῆς.

Χαῖρε κόσμου μεσίτρια.

Καταφύγιον Παρθένε γέγονας Σὺ κραταιὸν καὶ διέσωσας τὸ πάλαι Μοναστὰς ἐκ πειρατῶν. Ὡς ἐκεῖνοι οὖν Παρθένε καὶ ἡμεῖς χρεωστικῶς, κλίναντες καρδίας γόνυ, μελωδοῦμέν Σοι πιστῶς·

Ἀλληλούϊα.

Λύτρωσιν παθῶν αἰτοῦντες, Σοὶ προσπίπτομεν Ἁγνή, ἐκβοῶντες ἐκ βαθέων Κόρη, σέμνωμα καὶ κλέος Κυπαρίσσου τῆς Μονῆς, εὐμενῶς ἡμᾶς προσδέχου ἐν κινδύνοις καὶ δεινοῖς, ἵνα πόθῳ προσφωνοῦμεν σὺν Πατρᾶσιν καὶ ἡμεῖς·

Χαῖρε ἀρετῶν ἁπάντων τὸ κεφάλαιον Σεμνή·
χαῖρε βάθος θεωρίας κρείττονος καὶ μυστικῆς.
Χαῖρε πλούτος πτωχευόντων, πενομένων ἡ τροφή·
χαῖρε ἰατρὸς νοσούντων, ἄμισθος καὶ ταχινή.
Χαῖρε τὴν ἐλπίδα πάντων ἀποτέξασα Χριστόν·
χαῖρε ποταμὸν ἐλέους δωρουμένη δαψιλῶς.
Χαῖρε τῆς διπλῆς ἀγάπης τὸ ταμεῖον ἀληθῶς·
χαῖρε τῶν ἁμαρτανόντων γέφυρα καὶ ἱλασμός.
Χαῖρε δῖψαν προπατόρων παύσασα Σῷ τοκετῷ·
χαῖρε ἄβυσσος δογμάτων καὶ ἀφάτων οἰκτιρμῶν.
Χαῖρε τῆς Ζωῆς ταμεῖον καὶ Παράδεισος τρυφῆς·
χαῖρε θεία μυροθήκη καὶ ἀμόλυντος σκηνή.

Χαῖρε κόσμου μεσίτρια.

Μάνδρα τῆς τοῦ Κυπαρίσσου Σὺ ὑπάρχεις προεστώς, καὶ ὑπέρμαχος προστάτις καὶ ἐν κινδύνοις ἀρωγός· τείχισον ἡμᾶς Παρθένε ἐν παντοίαις συμφοραῖς καὶ ἀξίωσον προσάδειν ὕμνον τὸν Ἀγγελικόν·

Ἀλληλούϊα.

Ναυαγίῳ τῷ τοῦ βίου περιπίπτοντες δεινῶς, αἴρομεν πρὸς Σὲ τὰς χεῖρας, κράζοντες ἱκετικῶς· ὡς ἐῤῥύσω τὴν Μονήν Σου ἐξ ἐφόδου ληστρικῆς, ῥῦσαι πάσης καταδίκης Σοὺς Παρθένε ἐραστὰς καὶ ἱκάνωσον φωνεῖν Σοι μετὰ δέους Ἁγαθή·

Χαῖρε πάντων ἐγκωμίων ὑπερέχουσα σαφῶς·
χαῖρε ἡ Σκιὰν τοῦ νόμου παύσασα παναληθῶς.
Χαῖρε ἡ τὴν σωτηρίαν πᾶσιν δωρουμένη ἀψευδῶς·
χαῖρε ἡ τῶν Πάντων Κτίστην δυσωποῦσα ἐκτενῶς.
Χαῖρε τῶν καλῶν ἀπάντων ὁ ἐπίλογος Σεμνή·
χαῖρε τῶν ὑπερκοσμίων ὁ κλεινὸς ὑφηγητής.
Χαῖρε ἡ τῶν πρωτοπλάστων ἐπανόρθωσις Ἁγνή·
χαῖρε ἡ τῶν πεπτωκότων παύσασα τὴν οἰμωγήν.
Χαῖρε χελιδὼν ὡραία καὶ ἡδύλαλος πολύ·
χαῖρε ἕαρ ἀφθαρσίας ἀνατείλασα ἡμῖν.
Χαῖρε ναῦς ἡ ἐν πελάγει ὁδηγοῦσα ἀκλινῶς·
χαῖρε ῥάβδος συμπαθείας ἡ ποιμαίνουσα καλῶς.

Χαῖρε κόσμου μεσίτρια.

Ξύλον τῆς ζωῆς Παρθένε τέτοκας ὑπερφυῶς· καὶ ἐν ξύλῳ Κυπαρίσσου ἀναβάντας Μοναστάς, θαυμαζόντων ἐλυτρώσω, ὡς ἀνύστακτος φρουρός. Φάνηθι καὶ νῦν προστάτης τῶν ψαλλόντων Σοι τερπνῶς·

Ἀλληλούϊα.

Ὅρμον Σε γαληνιῶτα ὀνομάζομεν Ἁγνή, καὶ προστρέχομέν Σοι πόθῳ ὡς Πατέρες οἱ σεπτοί, οἱ ἀσκούμενοι ἐνθέρμως Κυπαρίσσου τῇ Μονῇ. Ὡς ἐκείνων οὐ παρεῖδες τοὺς καρδίας στεναγμούς, δέχου καὶ ἡμᾶς Παρθένε ἅδοντάς Σοι ἐκτενῶς·

Χαῖρε λύρα μελουργοῦσα ὑπερκόσμιον ᾠδήν·
χαῖρε ἆσμα τῶν Ἀγγέλων καὶ πιστῶν ἡ χαρμονή.
Χαῖρε μόσχον ἡ τεκοῦσα ἄμωμον καὶ σιτευτόν·
χαῖρε βότρυν ζωηφόρον φέρουσα καὶ μυστικόν.
Χαῖρε τῶν μετανοούντων ἐπανόρθωσις Σεμνή·
χαῖρε τῶν ἁμαρτανόντων ἐπανάκλησις Ἀγνή.
Χαῖρε ξῖφος τὸ ἐκκόπτον φάλαγγας δαιμονικάς·
χαῖρε ὅπλον καταράσσσον τοῦ ἐχθροῦ τὰς μηχανάς.
Χαῖρε Ἥλιον τῆς δόξης ἡ κυήσασα φρικτῶς·
χαῖρε φῶς τοῖς ἐν τῷ σκότει δωρουμένη τῶν παθῶν.
Χαῖρε Γεδεὼν ὁ πόκος ὀ πανένδροσος Ἁγνή·
χαῖρε ὄρος ὄντως πῖον, ὡς προψάλλει ὁ Δαυΐδ.

Χαῖρε κόσμου μεσίτρια.

Πέλαγος τῶν Σῶν θαυμάτων τίς ἰσχύσει ἐξειπεῖν; Πάντων τῶν ρητόρων Κόρη ἀτονοῦσιν αἱ φθογγαί, ἀνυμνῆσαι ἐπαξίως Σοὺς ἀφάτους οἰκτιρμούς· ὅθεν σὺν τοῖς Ἀσωμάτοις κράζομέν Σοι καὶ ἡμεῖς·

Χαῖρε Δέσποινα τοῦ κόσμου, βασιλίδων Βασιλίς·
χαῖρε θάλαμε Ὑψίστου, ἀλουργόχροε χλαμύς.
Χαῖρε τοῦ Παμβασιλέως οἰκητήριον φαιδρόν·
χαῖρε τοῦ ἁπάντων Κτίστου σκήνωμα τὸ φωτεινόν.
Χαῖρε τῶν ἐν ἀσθενείαις, ἀκέστως πάνυ συμπαθής·
χαῖρε τῶν ἐν τρικυμίαις, ἀντιλήπτωρ εὐμενής.
Χαῖρε καλλονῆς ἁπάσης φαιδροτέρα ἀψευδῶς.
Χαῖρε τῆς θεολογίας ἀθεώρητος βυθός·
χαῖρε τῆς ὑμνολογίας ἀτελεύτητος εἱρμός.
Χαῖρε Μήτηρ καὶ Παρθένος ἐν ταυτῷ ξενοπρεπῶς·
χαῖρε δούλη καὶ κυρία τοῦ Υἱοῦ Σου θαυμαστῶς.

Χαῖρε κόσμου μεσίτρια.

Συνεχόμενος ποικίλοις καὶ ἀμέτροις πειρασμοῖς, αἵρω ὄμμα τῆς καρδίας, Σοῖς Παρθένε οἰκτιρμοῖς. Ταῖς πρεσβείαις τῶν πατέρων, τῶν σωθέντων θαυμαστῶς ἐν Μονῇ τοῦ Κυπαρίσσου, σῶσον πάντων λυπηρῶν, τοὺς πιστούς Σου δούλους Κόρη, ἄδοντάς Σοι ἐκτενῶς·

Ἀλληλούϊα.

Τράνωσόν μου Θεοτόκε, γλῶσσαν τὴν πανευτελῆ, ἵνα ὕμνους ἐξυφάνω τῇ ἀφάτῳ Σου στοργῇ. Μὴ ἀπώση ὤ Παρθένε τοὺς ἐκ βάθους στεναγμούς, μηδ’ ἀπορίψης πόῤῥω ἐκ προσώπου Σου Ἁγνή. Ἐπικάμφητι εὐσπλάγνως ἀναξίοις ὑμνηταῖς, καὶ ἐπάκουσον βοῶντας μετὰ δέους Σοι Σεμνή·

Χαῖρε προφητῶν διόπτρα, Ἀσκητῶν ἡ καλλονή·
χαῖρε τῶν Μαρτύρων σθένος, Ἀποστόλων διδαχή.
Χαῖρε βάθος Μυστηρίων ἀποῤῥητων καὶ φρικτῶν·
χαῖρε ὕψος τῶν δογμάτων, ἀκατάληπτον βροτοῖς.
Χαῖρε τῆς θεολογίας, πλοῦτος ὁ πανευκλεής·
χαῖρε τῆς ἁγνῆς σοφίας, κόσμος ὁ πανευπρεπής.
Χαῖρε τῶν πιστῶν ἁπάντων ἔρεισμα καὶ στηριγμός·
χαῖρε τῶν πεπλανημένων Σώτειρα καὶ ὁδηγός.
Χαῖρε ῥόδον τὸ εὐῶδες, ἀποτέξασα φρικτῶς·
χαῖρε ἄνθος ἀφθαρσίας, ἐξανθοῦσα θαυμαστῶς.
Χαῖρε ἡ τῆς ἁμαρτίας καθελούσα τὴν ἰσχύν·
χαῖρε ἡ τῆς εὐλογίας ἀναβλύσασα πηγήν.

Χαῖρε κόσμου μεσίτρια.

Ὕψωσον πρός Σε Παρθένε, νοῦν, καρδίαν καὶ ψυχήν. Φρούρησον τὴν ποίμνην ταύτην, τὴν ἐγκαυχωμένη μέγα, ῆς προνοίας τὸν βυθόν, καὶ πλουτοῦσαν Σε προστάτην, ἔφορον καὶ βοηθόν, ἵνα λυτρωθεὶς κινδύνων καὶ παντοίων συμφορῶν, ἀναμέλπω ἀσιγήτως·

Ἀλληλούϊα.

Φύσιν γηγενῶν Παρθένε, ὑπερέβης ἀληθῶς, ἐν τῷ τίκτειν Σε ἀσπόρως Συνοχέα τοῦ Παντός. Ὡς πλουτοῦσα παῤῥησίαν Μητρικὴν παναληθῶς, μὴ ἐλλίπης ἱκετεύειν ὑπὲρ πάντων Σὸν Υἱόν, τῶν ἀναφωνούντων πόθῳ·

Χαῖρε Πνεύματος δοχεῖον, πάντιμον καὶ καθαρόν·
χαῖρε σκεῦος εὐλογίας, γέμον θείων οἰκτιρμῶν.
Χαῖρε γάλα θρεψαμένη τὸν ἁπάντων Ποιητήν·
χαῖρε Ἄρτον τῶν Ἀγγέλων δωρουμένη τοῖς πιστοῖς.
Χαῖρε ἡ τῶν διεστώτων ἄριστος συναγωγή·
χαῖρε ἡ τῶν πεπτωκότων πρὸς Θεὸν καταλλαγή.
Χαῖρε Πνεύματος κιθάρα, μελουργοῦσα ὑπὲρ νοῦν·
χαῖρε λύρα ἡδυτάτη, κατατέρπουσα πιστούς.
Χαῖρε δρόσον οὐρανίαν ὑετίζουσα ἡμῖν·
χαῖρε πλοῦτον ἀμβροσίας φανερώσασα ἡμῖν.
Χαῖρε τῶν γυμνητευόντων ἔνδυμα πανευκλεές·
χαῖρε ἀπορούντων πλοῦτος καὶ λιμάνι ἀσφαλές.

Χαῖρε κόσμου μεσίτρια.

Χρέους τῶν ἁμαρτιῶν μου, τὸ χειρόγραφον Ἁγνή, Σὺ διάῤῥηξον Παρθένε, ὡς πλουτοῦσα τὴ ἰσχύν. Καὶ χαρίτωσον τὸν νοῦν ,ου ἵνα δυνηθῶ κἀγώ, μετὰ πάντων τῶν Ἀγγέλων ἀναμέλπειν Σοι τρανῶς·

Ἀλληλούϊα.

Ψάλλειν Σοι τοὺς ὕμνους τούτους, Σύ μοι δέδωκας ἰσχύν, δέχου τοίνυν τούτους Μῆτερ, ὡς τῆς χήρας τὰ λεπτά, καὶ ἀντίδος μοι Σὴν χάριν, τοῦ βοᾶν Σοι ἐκτενῶς·

Χαῖρε θρόνε τοῦ Ὑψίστου, πλατυτέρα Οὐρανῶν·
χαῖρε ἡ λαμπρὰ καθέδρα, θέμεθλος ἐκκλησιών.
Χαῖρε Κεχαριτωμένη, ὡς Ἀρχάγγελος φησίν·
χαῖρε Σὺ εὐλογημένη, ἐν ἁπάσαις γυναιξίν.
Χαῖρε τῆς ζωῆς ταμεῖον θησαυρίσασα πιστοῖς·
χαῖρε πλοῦτον χαρισμάτων, ἡ κομίσασα πτωχοῖς.
Χαῖρε τῶν ἁμαρτιῶν μου διαρρήξασα σειράς·
χαῖρε τὴν στολὴν τὴν πρώτην ἐπενδύσασα ἡμᾶς.
Χαῖρε Μοναστῶν ἁπάντων καύχημα καὶ στηριγμός·
χαῖρε Κυπαρίσσου κλέος καὶ ἐτοίμη ἀρωγός.
Χαῖρε πάντες προσφωνοῦμεν ἀκατάπαυστα Ἁγνή·
χαῖρε ἡ καταξιοῦσα, περαιῶσαι τὴν ᾠδήν.

Χαῖρε κόσμου μεσίτρια.

Ὤ ἀκήρατε Κόρη, ἡ ἐνοῦσα τὸν πόλον τοῖς γηΐνοις ἡμῖν ἐκ (γ΄), μὴ ἀπώσῃ Σοὺς δούλους, τοὺς τιμῶντας ἐκ πόθου Σῆς εἰκόνος Μορφήν, ἀλλὰ τήρει ἀτρώτους ἐκ παντοίων κακῶν, ἵνα μέλπωσιν πάντες·

Ἀλληλούϊα.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν Θεοτόκον οἱ πιστοὶ ἀνευφημήσωμεν τοῦ κυπαρίσσου τῆς Μονῆς τὸ ἐγκαλώπισμα ἀσπαζόμενοι τὴν ταύτης θείαν εἰκόνα καὶ βοήσωμεν ἐν πόθῳ ἀνακράζοντες· ἀπὸ πάσης περιστάσεως ἐξάρπασον τοὺς Σοὶ λέγοντας· χαῖρε κόσμου μεσίτρια.