Ακολουθία του Οσίου Πατρός ημών Γερασίμου Μικραγιαννανίτου του Υμνογράφου
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄
καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Γεράσιμε, λύρα λιγυρὰ τοῦ Ἁγίου Πνεύματος, ὁ ὑμνηπόλος ὁ ἔνθεος, ἡ μεγαλόφωνος σάλπιγξ τῶν ᾀσμάτων καὶ ἡ αὔρα χάριτος τῆς θείας, ἐν ἐσχάτοις τοῖς ἔτεσι πάντας κατηύφρανας εὐσεβεῖς ταῖς ὑμνῳδίαις σου πρὸς Ἁγίων καμάτων ἐξύμνησιν.
Γεράσιμε, Σκήτεως Μικρᾶς τῆς Θεοπρομήτορος Ἁγίας Ἄννης ὁ ἔνοικος ὁ ἱερώτατος, ἀρετῶν ἀνῆλθες ψυχοτρόφων κλίμακα καὶ ὤφθης ταπεινώσεως ἄγαλμα, νήψεως πρόβολος, προσευχῆς ταμεῖον ἄσυλον καὶ πυξίον ἠθῶν τῆς χρηστότητος.
Γεράσιμε, σὴν ὑπακοὴν χρόνων ἐκ νεότητος ἀμείβων Κύριος ἔπλησε σὲ θείου Πνεύματος καὶ ὑμνογραφίας ἔδειξέ σε κάλαμον ἀρίστης θεοκίνητον, Ὅσιε, Ἄθωνος σάπφειρε πολυτίμητε καὶ μάργαρον μονοτρόπων, ποθούντων τὴν θέωσιν.
Γεράσιμε, ῥόδον εὐανθὲς τοῦ λειμῶνος Ἄθωνος τοῦ ἀνθεμόεντος, ηὔφρανας θείων ᾀσμάτων σου εὐωδίᾳ δῆμον ἄρτι στρατευόμενον, ὃν ἴθυνας πρὸς τὴν θριαμβεύουσαν, πάτερ, ὁμήγυριν, ἔνθα τάγματα δοξάζουσι τῶν Ἀγγέλων ἀπαύστως τὸν Κύριον.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸν ὡς φιλέρημον στρουθίον καλιὰν πήξαντα ἀσκητικῶν ἀγώνων ἐν δυσπροσίτοις παρυφαῖς τοῦ Ἄθωνος, Γεράσιμον, τὸν πνευματέμφορον ὑμνογράφον τὴν μουσικωτάτην καὶ γλυκύφθογγον τοῦ Χριστοῦ ἀηδόνα, κελαδήσασαν τὰς ἀριστείας τῶν Ἁγίων τῆς πίστεως, ἀξίως εὐφημήσωμεν πάντες κράζοντες· Ὄργανον κρουόμενον αὔραις θείου Πνεύματος, εὔφρανον προστασίᾳ σου τοὺς ψάλλοντας ὕμνους σου καὶ δοξάζοντας τὸν σὲ δοξάσαντα Κύριον.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι….
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σκήτεως τῆς Μικρᾶς Ἁγίας Ἄννης εὖχος, Γεράσιμε, σοῖς ὕμνοις ἐτίμησας Ἁγίους καὶ Ὕψιστον ἐδόξασας.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τέτιξ ὡς μουσικὸς οὐκ ἔπαυσας Ἁγίων, Γεράσιμε, καμάτους ὑμνεῖν καὶ μεγαλύνειν καρδίᾳ τε καὶ χείλεσι.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἔλαμψας ἀστραπαῖς ἀρετηφόρου βίου καὶ συγγραφῆς ᾀσμάτων, Γεράσιμε, πρὸς δόξαν Χριστοῦ, τοῦ σὲ δοξάσαντος.
Δόξα. Τριαδικόν.
Δόξα Σοι, ὁ Θεός, Τριὰς ὑπεραγία, καρδίας Γερασίμου τὸ εὖχος καὶ καλάμου αὐτοῦ ἡ θεία κίνησις.
Καὶ νῦν. Θεοτοκίον.
Ἄθωνος χαρμονὴ τῶν μοναστῶν, Παρθένε, καὶ λύπης οἰκετῶν σου ὀλέτειρα, εὐλόγει τοὺς πόθῳ ἀνυμνοῦντάς σε.
Νῦν ἀπολύεις…τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ
καὶ Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀρωματόπνουν λειμῶνα τῆς Θείας Χάριτος, τὸν μυροβόλα κρίνα ἐξανθήσαντα ὕμνων, Γεράσιμον, τὸν νέον ἐν ἀσκηταῖς ὄρους Ἄθωνος, μέλψωμεν ὡς ὑμνογράφον θεόπνευστον τῶν σεπτῶν οἰκιστῶν τῆς Ἄνω Πόλεως.
Τὸν ἐκ Βορείου Ἠπείρου τὸ γένος ἕλκοντα Δαμασκηνὸν ὡς νέον, Ῥωμανόν τε Ἀνδρέαν τῆς Κρήτης, Θεοφάνην καὶ Ἰωσὴφ ἄλλον, ᾄσμασι στέψωμεν, ὑμνογραφίας δυσπρόσιτον κορυφήν, πνευματέμφορον Γεράσιμον.
Καταλαβὼν ἐκ τῶν χρόνων τῆς σῆς νεότητος ψυχῆς ἐφέσει ὅλῃ Ἁγιώνυμον Ὄρος διέλαμψας ἀσκήσει, ὑπακοῇ, νυχθημέροις παλαίσμασι καὶ προσευχῇ νεοπύρσευτος ὡς φωστήρ, θεοφώτιστε Γεράσιμε.
Μικρᾶς διάκοσμος ὤφθης ἀρτίως Σκήτεως χαριτωνύμου Ἄννης, ἀσκητὰ θεοφόρε, Γεράσιμε, καὶ ὄρους τοῦ ἱεροῦ ἐγκαλλώπισμα Ἄθωνος, ὁ προσελκύσας τοῦ Πνεύματος δαψιλῶς ἐπὶ σὲ τὴν χάριν, Ὅσιε.
Τίς κατ’ ἀξίας ὑμνήσει τὰς ἀριστείας σου ἐνθέου πολιτείας, ἀγωγῆς θεαρέστου καὶ ὕμνων θεοπνεύστων τὴν συγγραφήν, εὐσεβείας, Γεράσιμε, κανὼν καὶ τύπε βιώσεως ἀκραιφνοῦς, Ἀθωνῖτα πάτερ, Ὅσιε.
Ὕδατος ζῶντος ἐδείχθης πηγή, Γεράσιμε, τοῦ ἁλλομένου, πάτερ, εἰς ζωὴν αἰωνίαν· διὸ σὴν θείαν μνήμην πανευλαβῶς ἐκτελοῦντες αἰτούμεθα σὴν χάριν βίου ἱκέται σου ἐν αὐχμῷ ἀκηδίας ἐκτηκόμενοι.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς ὀρθρινὸς ἀστὴρ ἀνατέταλκεν ἡ πανσεβάσμιος μνήμη Γερασίμου τοῦ ὑμνογράφου, τοῦ πολίσαντος τὴν Σκήτην τῆς Μικρᾶς Ἁγίας Ἄννης, καὶ αὐτὴν πιάναντος ἱδρῶσι καὶ δάκρυσιν· οὗτος γὰρ ἐκ νεότητος τρωθεὶς ὑπὸ θείου ἔρωτος κατέλιπε τὰ τοῦ κόσμου τερπνὰ καὶ ἡδέα καὶ ἀγωνισάμενος διὰ τὰ ἐσαεὶ διαμένοντα καὶ ἄῤῥευστα δοχεῖον τῆς Χάριτος ἐγένετο πολυτίμητον· πολλαπλασιάσας οὖν τὸ δοθὲν αὐτῷ πλουσίως τῆς ὑμνογραφίας τάλαντον τῇ τῶν σῳζομένων συνηριθμήθη μερίδι, ἔνθα Χριστῷ ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε,…
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 – 11 )
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 – 10 )
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδ’ οὐ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 – 9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ ὁ Ἁγιώνυμος Ἄθως καὶ σκίρτα καὶ ἀγάλλου ἡ τῆς Μικρᾶς Ἁγίας Ἄννης Σκήτη, ὅτι ἐν σοὶ ὡς κυπάρισσος ἀρετῶν εὐθυτενὴς ἐξήνθησεν ὁ Ὑμνογράφος τῶν Ἁγίων, Γεράσιμος ὁ θεοείκελος· οὗτος γὰρ τὴν πετρώδη καὶ ἀπαράκλητον αὐτῆς ἔρημον συντόνου ἀσκήσεως ἁγιάσας πόνοις Ἀγγέλων ἰσοστάσιος ὤφθη καὶ τῇ εὐκλείᾳ ἰσότιμος· ὅθεν χάριν εἴληφε δαψιλῶς θεόθεν ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τοῦ σύμπαντος κόσμου
καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Μαθητεύσας ἐν ὑπακοῇ τῇ ψυχοτρόφῳ ἀρχέτυπον ταπεινώσεως ὤφθης, φίλος γνήσιος τοῦ δι’ ἡμᾶς δούλου μορφὴν λαβόντος,καὶ σκεῦος ψυχικῆς εἰρήνης καὶ πραότητος, Γεράσιμε, ἀρετῆς τῶν Ἁγίων ὑμνῆτορ· ἀξιωθεὶς ὅθεν διδάξαι τοὺς φοιτητάς σου ξενιτείαν, παρθενίαν καὶ ἀκτησίαν ὑπακοῆς αὐτοὺς ζηλωτὰς ἀνέδειξας καὶ Χριστοῦ ὑμνηπόλους, τοῦ παρέχοντος πᾶσι τὸ μέγα καὶ πλούσιον ἔλεος.
Ἦχος γ΄.
Τῇ ἐρωτουργῷ ἐνεργείᾳ τοῦ Παναγίου Πνεύματος, προσευχῇ ἀδιαλείπτῳ καὶ μεθέξει ἐν τοῖς ἀγῶσι τῶν Ἁγίων τὸν κάλαμόν σου ἐπέθετες ἐπὶ τοῦ χάρτου πρὸς ἀποτύπωσιν πνευματικῶν μελῳδημάτων, Γεράσιμε, Μεγάλε τῆς Ἐκκλησίας Χριστοῦ Ὑμνογράφε· ὅθεν πολλάκις ἔτυχες τῆς εὐαρεσκείας τῶν ἐξυμνουμένων Ἁγίων καὶ τοῦ δοξάσαντος αὐτοὺς Κυρίου, τοῦ δωρουμένου ἡμῖν εὐχαῖς σου τὸ ἄμετρον ἔλεος.
Ἦχος δ΄.
Τὸν προσηνῆ καὶ ἐνάρετον Γέροντα, τὸν ἅλατι πάντοτε ἠρτυμένον λόγον ἔχοντα καὶ τηροῦντα εὐλαβικῶς τὴν φυλακὴν τῶν αἰσθήσεων, Γεράσιμον, τὸν Μικραγιαννανίτην Ὅσιον, τιμήσωμεν καὶ αὐτῷ ἐν κατανύξει βοήσωμεν· Πάτερ πνευματέμφορε, ὁ οἰκοδομῶν φθέγμασι καὶ παραδείγματι ἰδίῳ τοὺς προσιόντας σοι πρὸς ψυχικὴν ὠφέλειαν, μὴ παύσῃ τοῦ Κυρίου δεόμενος ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.
Δόξα. Ἦχος ὁ αὐτός.
Προσευχῇ, ὑπακοῇ καὶ ταπεινώσει ἐν τῷ ἀοράτῳ πολέμῳ ἐθριάμβευσας τὸν δεινὸν πολεμήτορα καὶ ἠξιώθης συντρίψαι τὰ κατὰ σοῦ κινούμενα βέλη τοῦ μισοκάλου ἀσπίδι τῆς κυριάρχου τοῦ Ἄθωνος, Παναγίας Παρθένου, τοῦ τῆς μετανοίας κήρυκος, Τιμίου Προδρόμου καὶ τῆς χορείας τῶν ἐκλεκτῶν τοῦ Κυρίου, ὧν τὰ κατορθώματα ἐξύμνεις, Γεράσιμε· ὅθεν τῶν οὐρανίων ἐπάλξεων κληρονόμος γέγονας καὶ τῶν Ἀγγέλων ἰσότιμος, μεθ’ ὧν ἀσιγήτως Χριστῷ πρεσβεύεις ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου…
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, τῆς Ἐκκλησίας Χριστοῦ ὁ ὑμνογράφος ὁ σοφὸς καὶ θεόπνευστος, ὁ στῦλος τῆς εὐσεβείας, ὁ εὐγενὴς καὶ πραΰς, ὁ ἀπαύστως νήφων καὶ εὐχόμενος, ἐλλάμψει τοῦ Πνεύματος τοῦ σεπτοῦ αὐγαζόμενος καὶ ποιημάτων τῶν αὐτοῦ ἀμαρύγμασι φιλακόλουθον ὁ φωτίζων ὁμήγυριν· Πάτερ πνευματοκίνητε, Γεράσιμε Ὅσιε, Ἀθωνιτῶν κοσμιότης καὶ ὑμνηπόλων ἀκρώρεια, Χριστὸν ἐκδυσώπει παρασχεῖν τοῖς σὲ τιμῶσι τὸ μέγα ἔλεος.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Σκεῦος τοῦ Παντουργοῦ εὐπρεπές, ἡ κουροτρόφος τῶν παρθένων ἐπέλεξε, πανύμνητος Θεοτόκος, σὲ κατοικῆσαι σεπτῶς εἰς αὐτῆς λειμῶνα, τὸν τοῦ Ἄθωνος, Γεράσιμε Ὅσιε, ὄρνις ὄντως φιλέρημος, ποθοῦσα ὕμνοις κελαδῆσαι παλαίσματα καὶ θαυμάσια τῶν Ἁγίων τῆς πίστεως· ἔνοικε ἱερώτατε καὶ θεῖε διάκοσμε ἀπαρακλήτου ἐρήμου Ἁγίας Ἄννης τῆς Σκήτεως Μικρᾶς κεκλημένης, ἑβδομήκοντα ἐν ταύτῃ ἔτη ἐνήσκησας.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἄκρας φιλοπονίας εἰκών, δοχεῖον Πνεύματος Ἁγίου πολύτιμον,κανὼν ἑλληνομαθείας, ποιητικῶν θαυμαστῶν, πάτερ θεοφόρε, ἐπιδόσεων φαιδρότης, ἐξύμνησας μελιῤῥύτως, Γεράσιμε,Ἁγίων πλείστων τὰ σεπτὰ κατορθώματα καὶ θαυμάσια τῆς σεμνῆς Θεομήτορος, ἧσπερ τὸν κλῆρον πόνοις σου παννύχοις ἐκλέϊσας καὶ τὸν χορὸν τῶν ἀζύγων αὐτοῦ ἀρτίως ὡράϊσας· διόπερ σὴν μνήμην εὐλαβῶς τὴν μακαρίαν πανηγυρίζομεν.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸν πολιὸν καὶ θεοφόρον Γέροντα δεικνύμενον νεανικὴν προθυμίαν ἐν τῇ ἀσκήσει, Μικρᾶς Ἁγίας Ἄννης Σκήτεως κοσμήτορα, Γεράσιμον, τὴν μεγάφωνον σάλπιγγα τῶν ᾀσμάτων καὶ τὸ παναρμόνιον ψαλτήριον τῶν ὕμνων, ἐγκωμίων ἄνθεσι καταστέψωμεν πιστῶς βοῶντες· Ἀηδὼν γλυκύλαλε τῶν τοῦ Χριστοῦ Ἁγίων κατορθωμάτων, μὴ παύσῃ Αὐτὸν ἡμῖν ἱλεούμενος, ὡς πολλὴν τὴν παῤῥησίαν κατέχων, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι…
Νῦν ἀπολύεις….Τὸ Τρισάγιον
καὶ τὸ Ἀπολυτίκιον· Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Συνεργίᾳ τῆς Χάριτος κόσμῳ ἔλαμψας ὡς ὑμνηπόλος Ἁγίων, ἐγκρατευτὰ θαυμαστέ, Ἄννης Σκήτεως Μικρᾶς Ἁγίας ἔνοικε, χρηστοηθείας κορυφὴ καὶ εὐχῆς καρδιακῆς, Γεράσιμε, μυροθήκη· διὸ τιμῶντές σε πόθῳ θερμὰς εὐχάς σου ἐκδεχόμεθα.
Θεοτοκίον.
Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος…
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ, μετὰ δὲ
τὴν α΄ Στιχολογίαν Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Αὐλὸς ποιμενικὸς καὶ γλυκύλαλος ὤφθης τερπνῶν μελῳδιῶν, Παρακλήτου σαμβύκη, στρουθὸς λιγυρόφθογγος καὶ κρουόμενον ὄργανον αὔραις Πνεύματος, θεοειδὲς Ἀθωνῖτα, οὗ τὸν κάλαμον ἐκίνει χάρις πρὸς ὕμνων, Γεράσιμε, σύνθεσιν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ὁδήγει ἀκλινῶς εὐσεβῶν τὰς χορείας καὶ δήμους μοναστῶν Ὄρους Ἁγιωνύμου πρὸς θέωσιν, Δέσποινα, Θεοκῦμον πανάχραντε, μεγαλύνοντας τοῦ Γερασίμου τὴν μνήμην, διαλάμψαντος συνθέσει ὕμνων ἀρτίως εὐχῇ καὶ στερήσεσι.
Μετὰ τὴν β΄. Στιχολογίαν Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῇ χάριτι ἤνυσας τῆς τοῦ Κυρίου Μητρὸς ὁδὸν τῆς ἀσκήσεως Ἁγίας Ἄννης Μικρᾶς ἐν Σκήτῃ ὡς ἄσαρκος οὔσῃ ἀπαρακλήτῳ ἑβδομήκοντα ἔτη, Ὅσιε Ὑμνογράφε, ἀσιγήτως δοξάζων Χριστὸν καὶ τοὺς Ἁγίους ὑμνῶν πόθῳ, Γεράσιμε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ἀεὶ ἐποπτεύουσα ἐξ ὕψους δόξης τῆς σῆς μὴ παύσῃ, Μητρόθεε, Ἁγίου Ὄρους φρουρὲ καὶ φύλαξ καὶ πρόμαχε, πάντας ἐνασκουμένους θεαρέστως ἐν Ἄθῳ σοῦ τῷ τερπνῷ λειμῶνι, Παναγία Παρθένε, καὶ δῆμον εὐσεβῶν ἀκλινῶς ὑμνολογοῦντά σε.
Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὁ ὀξυγράφος σου καὶ θεῖος κάλαμος Ἁγίων ὕμνησε πληθύν, Γεράσιμε, Προδρόμου θείου ἐραστὰ τῶν πόνων καὶ τῆς Καλύβης φερωνύμῳ Ἄθωνος οἰκιστὰ τούτῳ Ὅσιε· ὅθεν μεγαλύνοντες νυχθημέρους καμάτους σου πρὸς κτῆσιν ἀρετῆς σοὶ βοῶμεν· Χαῖρε, ὑμνογραφίας κέρας.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον· Ὁσιακόν (Λουκ. στ΄ 17 – 23).
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ…
Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος.
Ὁ Ν΄ Ψαλμός.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Τὸν κατακοσμούμενον ὑπὸ τῶν ἀρετῶν τῆς αὐτομεμψίας, προσευχῆς, ἀγάπης, ἐγκρατείας καὶ λογισμῶν διακρίσεως, Γεράσιμον, τὸν νέον Ὑμνογράφον, τιμήσωμεν καὶ αὐτῷ ἐν κατανύξει βοήσωμεν· Πάτερ Ὅσιε, ὁ πάντας τοὺς προσιόντας σοι οἰκοδομήσας λόγοις καὶ παραδείγματί σου, Χριστὸν ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν πίστει τιμώντων τὴν πανσεβάσμιον μνήμην σου.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου….
Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς·
Γεράσιμον ὑμνογράφον τολμῶ ὑμνῆσαι. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Γεράσιμον πάνσοφον, ὑμνογραφίας ἀνάκτορον καὶ μέλαθρον Πνεύματος τοῦ Παναγίου λαμπρὸν εὐφημήσωμεν, Γεράσιμον τὸν θεῖον, ὡς Ἄθωνος σέμνωμα περικλεέστατον.
Ἐρήμου λευκάνθεμον ὡραῖον, μάκαρ Γεράσιμε, κατηύφρανας Ἄθωνα σῇ ἀκραιφνεῖ ἀγωγῇ καὶ τὴν εὔανδρον Μικρᾶς Ἁγίας Ἄννης, θεόπνευστε, σκάμμασι Σκήτην συντόνοις σου.
Ῥεόντων ὑπέρτερε, Διονυσίου τοῦ Ῥήτορος ἐδείχθης ἐφάμιλλος καὶ Μητροφάνους σεπτοῦ τοῖς παλαίσμασι, Γεράσιμε, ἀσκήσας αὐτῶν ἄντρου ὕπερθεν ὥσπερ ἰσάγγελος.
Θεοτοκίον.
Ἀνάδειξον δούλους σου θριαμβευτάς, Μητροπάρθενε, τοῦ πλάνου ἀλάστορος, τοὺς σὲ ὑμνοῦντας λαμπρῶς καὶ τὰ σκάμματα αἰνοῦντας Γερασίμου, ἀρτίως ἀσκήσαντος ἐν τῷ λειμῶνί σου.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Σὲ πάντες, Γεράσιμε, τιμῶμεν Βορείου Ἠπείρου τὸν βλαστὸν ὡς φοίνικα ὑψίκομον, ἀνθήσαντα ἐν Ἄθωνι ὑμνογραφίας λείρια καὶ ἀρετῆς ῥόδα εὔοσμα.
Ἰθύνας τὰ διαβήματά σου ἐκ χρόνων νεότητος τῆς σῆς, Γεράσιμε, εἰς Ἄθωνα ὑπακοῆς ἐκτύπωμα τῷ Μελετίῳ πέφηνας καὶ Ἀβιμέλεχ, θεόσοφε.
Μονάζον, Γεράσιμε, στρουθίον Προδρόμου Καλύβης τῆς σεπτῆς, ἐν ταύτῃ ἐκελάδησας μοναδικῆς βιώσεως πνευματικὴν ἀνάτασιν καὶ προσευχὴν τὴν νυχθήμερον.
Θεοτοκίον.
Οἱ δῆμοι Ἀθωνιτῶν ἀζύγων, ἀεὶ οὕσπερ σκέπεις καὶ φρουρεῖς, ᾠδαῖς σὲ μεγαλύνουσι μελισταγέσιν, ἄχραντε, καὶ μελιῤῥύτοις ᾄσμασιν, εὐλογημένη Μητρόθεε.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Νεαυγέστατον Ἁγίας Ἄννης πάντες Σκήτεως Μικρᾶς φωστῆρα εὐφημήσωμεν, Γεράσιμον Ὅσιον, ὡς ποιητὴν ἱερὸν ὕμνους ᾄδοντα πνευματικοὺς τοῖς Ἁγίοις τοῦ Κτίσαντος καὶ γλυκύλαλον στρουθίον, ζωὴν ἐν Ἄθωνι ἐκθύμως κελαδῆσαν τὴν ἰσάγγελον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Προστατεύουσα μὴ διαλείπῃς τοὺς μονάζοντας ἐν ὄρει Ἄθῳ καὶ πιστούς, τῆς ἀρετῆς ὁλοκλήρωσιν ἐπιποθοῦντας ἐν βίῳ, Μητρόθεε, Ἁγίου Ὄρους φρουρὲ ἀπροσμάχητε, ἡ τοὺς δούλους σου ἰθύνουσα πρὸς σκηνώματα λαμπρὰ τοῦ οὐρανίου στερεώματος,
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Νεοσμίλευτον Ἁγίων ἐξυμνήσεως ἄγαλμα, ἐρημῖτα, ὤφθης, Ἄθωνος, Γεράσιμε Ὅσιε, ὁ κοσμικῆς ματαιότητος ὑπέρτερος, θέλων Κτίσαντι προσομιλεῖν μόνον πάντοτε.
Ὑμνηπόλε θεοφόρε, πανσθενὴς Χάρις Πνεύματος κάλαμον ἐκίνει σοῦ τὸν ἱερὸν πρὸς ἐξύμνησιν κατορθωμάτων Ἁγίων θείας πίστεως· ὅθεν ἅπαντες σὲ μελῳδοῦμεν, Γεράσιμε.
Μονοτρόπων ἀγαπήσας τὴν ἀφάνειαν, Ὅσιε, ἐπήξας κονίστραν παλαισμάτων σῶν ἐν τῷ Ἄθωνι, ἐν ᾧ ἀσκήσει ἐπύκτευσας, Γεράσιμε, νυχθημέρῳ σου τὸν βροτοκτόνον ἀλάστορα.
Θεοτοκίον.
Νῦν τιμῶντές σε, Παρθένε, σὴν παγκόσμιον Κοίμησιν ἀνυμνολογοῦμεν καὶ τοῦ σοῦ Ναοῦ τὸν δομήτορα τοῦ φερωνύμου, Γεράσιμον, γεραίρομεν, τὸν θεόπνευστον συνθέτην ὕμνων, Μητρόθεε.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὁ νοῦς ὁ οὐράνιος, καρδία ἡ φιλάνθρωπος, χεὶρ ἡ θεοκίνητος καὶ σῶμα τῇ ἐμπαθείᾳ καὶ τῇ κακίᾳ νεκρόν, Γεράσιμε, σὺν τῷ ἱερῷ Παύλῳ ἀνεκραύγαζες· Ἐν ἐμοὶ ζῇ ὁ Κύριος.
Γεράσιμε Ὅσιε, τοῦ Ἄθωνος διάκοσμε, ὀφθαλμοφανῶς τὸν παλαμναῖον πολλάκις εἶδες κτηνῶν λαβόντα μορφὴν καὶ κρότους ποιοῦντα ζωηρούς, θέλοντα φοβίσαι σε, πάτερ, τὸν θεοφρούρητον.
Ῥανίσιν ἱδρώτων σου ἀσκητικῶν, Γεράσιμε, χθόνα καθηγίασας πετρώδη Σκήτεως ἄρτι Ἁγίας Ἄννης Μικρᾶς, ἐν ᾗπερ ἐξήνθησας καρποὺς ἡδυγεύστους νήψεως, ἀρετῆς καὶ θεώσεως.
Θεοτοκίον.
Ἁγνότητος σκήνωμα καὶ παρθενίας σέμνωμα, Κεχαριτωμένη Θεοτόκε, Ἁγίου Ὄρους ἡ ἀρωγὸς καὶ φρουρός, περίσκεπε πάντας ἀσκητὰς καὶ πιστοὺς προστρέχοντας τῷ εὐώδει λειμῶνί σου.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Φαιδρότης, πάτερ Γεράσιμε, ἁπάντων θεολόγων, ὡμίλησας ὥσπερ θεόληπτος διὰ Θεὸν χθὲς καὶ σήμερον Αὐτὸν καὶ εἰς αἰῶνας αἰώνων, Ὅσιε.
Ὁσίων εὖχος ἀτίμητον τῶν νέων, γλωσσαμύντωρ ἐν ἔτεσιν ὤφθης, ἀοίδιμε, λεξιπενίας, Γεράσιμε, ἐν γλώσσῃ ὁ συγγράψας Ἀγγέλων ᾄσματα.
Ναὲ ἀγάπης, Γεράσιμε, διπλῆς, τῆς πρὸς Θεὸν καὶ τὸν ἔγγιστα, πάντας ἀνέπαυες, τοὺς προσιόντας Καλύβῃ σου διδάγματα ἀκοῦσαι τὰ σὰ θεόπνευστα.
Θεοτοκίον.
Ταμεῖον Χάριτος ἄσυλον, χαρίτωσον τοὺς σὲ μεγαλύνοντας, Θεογεννήτρια, καὶ Ὑμνογράφου τὰ σκάμματα αἰνοῦντας Γερασίμου, τοῦ οὐρανόφρονος.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν τηρητὴν τῆς Ὀρθοδόξου Παραδόσεως, ὑμνογραφοῦντα ἐμμελῶς τὰ κατορθώματα τῶν Ἁγίων, εὐφημήσωμεν κατ’ ἀξίαν, προσευχῆς ὡς ἐραστὴν καὶ ταπεινώσεως ἐνδιαίτημα καὶ νοῦν πνευματοκίνητον πόθῳ κράζοντες· Χαίροις, πάτερ Γεράσιμε.
Ὁ Οἶκος.
Ἄριστος ὑμνηπόλος τῆς Χριστοῦ Ἐκκλησίας, Γεράσιμε θεόπνευστε, ὤφθης, ἐναρέτου κανὼν ἀγωγῆς, ταπεινοφροσύνης, προσευχῆς, νήψεως
ἀκρότης καὶ ἀσκήσεως διάκοσμε· διὸ βοῶμεν·
Χαῖρε, Βορείου Ἠπείρου γόνος·
χαῖρε, ὡραίου ἀγῶνος πόλος.
Χαῖρε, οἰκιστὴς θεοφόρος τοῦ Ἄθωνος·
χαῖρε, πολιστὴς τῆς ἐρήμου ἰσάγγελος.
Χαῖρε, Σκήτεως ἀγλάϊσμα Ἄννης θείας τῆς Μικρᾶς·
χαῖρε, πρόβολος καὶ σέμνωμα πολιτείας καθαρᾶς.
Χαῖρε, ὅτι ὑπάρχεις ταπεινώσεως κέρας·
χαῖρε, ὅτι ἐδείχθης προσευχῆς θεῖον σέλας.
Χαῖρε, χαρίτων δρόσος θεόσδοτος·
χαῖρε, ᾀσμάτων χεὶρ θεοκίνητος.
Χαῖρε, Ἁγίων ὁ θεῖος ὑμνήτωρ·
χαῖρε, ἀζύγων ὁ νέος κοσμήτωρ·
Χαίροις, πάτερ Γεράσιμε.
Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς ζ΄ Δεκεμβρίου. Εἶτα λέγομεν·
Τῇ ζ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γερασίμου τοῦ Μικραγιαννανίτου, Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας.
Στίχοι.
Ἁγίοις συγχαίρεις, Ἁγίων ὑμνῆτορ,
Γεράσιμε, ὄρους Ἁγίου κοσμῆτορ.
Συναξάριον.
Ὁ τῆς ὁσιότητος καὶ ὑμνογραφίας νεολαμπὴς φωστήρ, ὁ θεόπνευστος ὑμνήτωρ τῶν ἱερῶν τῶν Ἁγίων κατορθωμάτων, ὁ τῆς ἐρήμου τοῦ Ἄθωνος πολιστής, ὁ ἔνοικος τῆς Σκήτεως τῆς Μικρᾶς Ἁγίας Ἄννης καὶ ὁ σύνοικος τῆς ἀρετῆς καὶ ἐνθέου σοφίας, πολιὸς πατὴρ ἡμῶν Γεράσιμος, διέλαμψεν ἄρτι ἀκτῖσιν ἐμπράκτου αὐτοῦ θεολογίας, τέλους ὑπαρχούσης ψυχῆς πανάγνου. Οὗτος κατὰ κόσμον Ἀναστάσιος – Ἀθανάσιος Γραίκας ἐγεννήθη ἐν Δροβιάνῃ ἐπαρχίας Δελβίνου τῆς Βορείου Ἠπείρου τῇ 5ῃ Σεπτεμβρίου σωτηρίου ἔτους 1905. Ἡ μήτηρ αὐτοῦ εὐσεβεστάτη ἐνεστάλαξεν ἐν τῇ καρδίᾳ αὐτοῦ νάματα πίστεως βαθυτάτης καὶ ἐκκλησιαστικῆς συνειδήσεως. Ἔλαβε τὴν ἐγκύκλιον μόρφωσιν ἐν Δροβιάνῃ καὶ Ἀθήνας ἐπιδείξας ἐπιμέλειαν ἀρίστην. Φύσις φιλομόναχος ἐτρώθη ἐνωρὶς ὑπὸ τοῦ θείου ἔρωτος καὶ γνοὺς τὴν ματαιότητα τῶν προσκαίρων κατέφυγεν εἰς Ἄθωνα, ἔνθα διεκρίθῃ τῇ ὑπακοῇ, τῇ προσευχῇ καὶ τῇ ταπεινώσει. Βαλὼν μετάνοιαν ἐν τῇ Σκήτῃ τῆς Μικρᾶς Ἁγίας Ἄννης καὶ ὑπείκων Μελετίῳ τῷ αὐτοῦ Γέροντι ἐν τῷ Κελλίῳ τοῦ Τιμίου Προδρόμου, ὡς σίδηρος τῷ χαλκεῖ, σκεῦος εὔχρηστον ἐγένετο τοῦ Παναγίου Πνεύματος. Ἀργότερον ὑπετάγη Ἀβιμέλεχ τῷ ὁσιωτάτῳ. Ἔλαβε θεόθεν πλουσίως τὴν χάριν τῆς ὑμνογραφίας καὶ δὴ μετὰ τὴν ὑπὲρ ἥλιον λάμπουσαν αὐτῷ θεοφανείαν καὶ ἀνεδείχθη ἐφάμιλλος τοῖς πάλαι διαλάμψασιν ὑμνογράφοις. Μετὰ τοῦ αὐτοῦ Γέροντος Ἀβιμέλεχ μετῴκησεν εἰς τὴν Καλύβην τῆς Κοιμήσεως τῆς Θεοτόκου, τὴν ὕπερθεν τοῦ σπηλαίου τῶν Ἁγίων, Διονυσίου τοῦ Ῥήτορος καὶ Μητροφάνους. Μερίμνῃ αὐτοῦ ἀνεκαινίσθη εἶτα ἡ Καλύβη αὕτη καὶ ἐκτίσθη κατανυκτικώτατος σπηλαιώδης Ναὸς ἐν τῷ τόπῳ ἀσκήσεως τῶν ἀνωτέρῳ Ὁσίων. Ἄριστος θεολόγος καὶ ἀμύντωρ τῆς ἑλληνικῆς γλώσσης, τῆς γλώσσης τῶν Ἀγγέλων, ὡς ἐπωνόμαζε τὴν ἐκκλησιαστικὴν αὐτὸς ἑλληνικὴν γλῶσσαν, συνέγραψε πλῆθος Ἱερῶν Ἀκολουθιῶν, Παρακλητικῶν Κανόνων, Χαιρετιστηρίων Οἴκων, Ἐγκωμίων, Ἐγκωμιαστικῶν Λόγων καὶ Συναξαρίων πρὸς κάλυψιν λειτουργικῶν ἀναγκῶν. Ἐκοιμήθη τὸν ὕπνον τῶν δικαίων τῇ 7ῃ Δεκεμβρίου τοῦ σωτηρίου ἔτους 1991 καὶ ἐτάφη πλησίον τῆς Καλύβης τῶν ἀσκητικῶν αὐτοῦ παλαισμάτων ἀναμένων τὴν κοινὴν τῶν νεκρῶν ἐξανάστασιν. Ὁ εὔσπλαγχνος Κύριος λαβὼν τὴν μακαρίαν αὐτοῦ ψυχὴν ἔθηκεν αὐτὴν ἐν τόπῳ ἀναψύξεως Ἀγγέλοις συναγάλλεσθαι καὶ ἠξίωσε τὸν γνησιώτατον Αὐτοῦ φίλον πρεσβεύειν Αὐτῷ ἀπαύστως ὑπὲρ τῶν τιμώντων αὐτοῦ μνήμην τὴν πανσεβάσμιον.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ
σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὁσιώτατε καὶ λόγιε Γεράσιμε, Θεοτοκάριον, νέον Θεοῦ τῇ Μητρὶ ἐξ ὕμνων ἐποίησας εὐτάκτων μέλισμα, ὁμηγύρεως εὐφραῖνον εὐσεβόφρονος
ὦτα, πάτερ, καὶ καρδίας.
Λιγυρόφωνος αὐλὸς Χριστοῦ τῆς πίστεως καὶ παναρμόνιος ἅρπα ἐδείχθης, σεπτέ, σειρὴν ἡ θελκτήριος τοῦ θείου Πνεύματος καὶ γλυκύλαλον στρουθίον ἐπὶ δώματος, ὦ Γεράσιμε, μονάζον.
Μετεμόρφωσε καρδίαν σου ὁ Κύριος, Ὃν ἐν νεότητι κατεῖδες ξένως τῇ σῇ, θεόφρον Γεράσιμε, καὶ σκεῦος Χάριτος σὲ ἀνέδειξεν Ἁγίων τοῦ συντάγματος, τὸν θεόπνουν ὑμνηπόλον.
Θεοτοκίον.
Ὡς πολύτιμον τοῦ Θεανθρώπου σκήνωμα σὲ μακαρίζομεν οἱ δῆμοι τῶν εὐσεβῶν καὶ σπεύδομεν πάντοτε τῇ ἀντιλήψει σου, Μητροπάρθενε, εὐλογημένη Δέσποινα, καὶ ἑτοίμῃ προστασίᾳ.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὕμνοις διηκόνησας προθύμως εὐτάκτοις τὴν Ἐκκλησίαν τοῦ αντάνακτος, ἀσκητὰ Γεράσιμε, Ῥωμανῷ ἑπόμενε, Ἀνδρέου ἰσοστάσιε, Κοσμᾶ ὁμόζηλε, σεπτοῦ Δαμασκηνοῦ ὁ τυγχάνων ἴσος τῇ εὐκλείᾳ καὶ Ἰωσὴφ τῇ δόξῃ.
Μοναχῶν, Γεράσιμε, σεμνότης, ἐνέκρωσας τὸ σαρκίον σου παλαίσμασι καὶ θεόθεν εἴληφας Πνεῦμα τὸ πανάγιον, τὸ ἄρτι τὴν γραφίδα σου κινῆσαν, Ὅσιε, πρὸς ὕμνων συγγραφὴν θεοπνεύστων, εὐφραινόντων πᾶσαν Χριστοῦ τὴν Ἐκκλησίαν.
Νάματα ἀνέβλυσαν ἀφθόνως, Γεράσιμε, ἐκ κοιλίας σου, ποτίζοντα τὰς ψυχὰς συστήματος εὐσεβῶν, ἀείποτε τοῦ ψάλλοντος τὰ ᾄσματα σοῦ τὰ μελίῤῥυτα καὶ ὕμνους τοὺς τερπνοὺς πρὸς Ἁγίους τῆς θριαμβευούσης ἐν πόλῳ Ἐκκλησίας.
Θεοτοκίον.
Ἡ ἑτοίμη πάντων προστασία, πανύμνητε Θεοκῦμον, τὸ προσφύγιον τῶν ἐν δίναις, Δέσποινα, καὶ τὸ παραμύθιον τῶν θλιβομένων, ἄκουσον ἡμῶν δεήσεων, τῶν νῦν μεγαλυνόντων καμάτους θείου Γερασίμου, τοῦ νέου ὑμνογράφου.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Σὲ τὸν νεαυγῆ ὑμνήτορα μέλπομεν αἴσθημα πίστεως καὶ ἀγάπης ἔχοντα, πνοὴν βαθεῖαν τέχνης ποιήσεως τῶν ὑμνητῶν, ἐφάμιλλον τῶν πάλαι τάγματος τῶν Ἁγίων, θαυμαστὲ Γεράσιμε, ὑμνογράφων φωστὴρ παμφαέστατε.
ᾎσμα τὸ καινὸν κατὰ προφητάνακτα Δαβὶδ ἐν Ἄθωνι ἔψαλλες, Γεράσιμε, Χριστῷ, Ἁγίους Αὐτοῦ δοξάζοντι, καὶ ἐκελάδεις ᾄσματα πρὸς θεῖον ἔρωτα τὰς καρδίας τῶν πιστῶν ἐγείροντα, ὡς ψαλτήριον, πάτερ, δεκάχορδον.
Ἴσχυσας ἐχθρὸν πατῆσαι τὸν δόλιον εὐχῇ, Γεράσιμε, ἀειῤῥύτοις δάκρυσι, σκληραγωγίᾳ, παννύχοις στάσεσι καὶ ἀσιτίᾳ, Ὅσιε, καὶ εὐηρέστησας σῇ ἀσκήσει τῷ Χριστῷ, σὲ δειξάντι ὑμνογράφον σοφὸν καὶ θεόπνευστον.
Θεοτοκίον.
Χαῖρε, τιμαλφὲς τοῦ Ἄθωνος σέμνωμα, Θεογεννήτρια, χαῖρε, φύλαξ ἄγρυπνε τῶν μοναζόντων καὶ καταφύγιον πιστῶν καμνόντων, Δέσποινα, μακαριζόντων σε καὶ ὑμνούντων Γερασίμου σκάμματα, ἐν λειμῶνί σου θείῳ ἀσκήσαντος.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὑμνογραφεῖν ἠξίωσαι ἀνὴρ ὡς θεοείκελος, τῆς καθαρότητος ὄμμα, ὑπακοῆς ἐκμαγεῖον καὶ λύχνος ταπεινώσεως, γραφὶς πνευματοκίνητε, Ἁγίας Ἄννης Σκήτεως Μικρᾶς, Γεράσιμε θεῖε, ὁ οἰκιστὴς καὶ κοσμήτωρ.
Θεοτοκίον.
Ἡ σκέπουσα τὸν Ἄθωνα καὶ ἀπλανῶς ἰθύνουσα τοὺς ἐν αὐτῷ ἀσκουμένους πρὸς οὐρανίους λειμῶνας, Θεογεννῆτορ Δέσποινα, ἐπάκουσον δεήσεων ἡμῶν μακαριζόντων σε καὶ προσφευγόντων σῇ σκέπῃ ἐν δυσθυμίαις καὶ ζάλαις.
Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος !
Χαῖρε, τῶν Ἁγίων πίστεως ὑμνήτωρ ὁ ἱερός, ὁ τὸν Τίμιον Πρόδρομον, μετανοίας κήρυκα, καταστέψας τοῖς ᾄσμασι καὶ τῇ Παρθένῳ Θεοτοκάριον ἀφιερώσας τερπνὸν καὶ ἔμμελον, μάκαρ Γεράσιμε, ἀσκητὰ τῆς Σκήτεως Ἄννης Μικρᾶς τῆς Ἁγίας κόσμημα πολυτιμότατον.
Χαίροις, ὄρνις ἡ φιλέρημος, τὰς φαραγγώδεις πλευρὰς καὶ ἀνίκμους τοῦ Ἄθωνος ὁ πολίσας ἔτεσιν ἐν ἐσχάτοις, Γεράσιμε, ὁ θεῖον ζῆλον ἐκ τῆς νεότητος, πνευματοφόρε, ἐπιδεικνύμενος καὶ ἑβδομήκοντα ἔτη τῶν ἱδρώτων σου σεπταῖς ῥοαῖς καταρδεύσας ἔρημον τὴν ἀπαράκλητον.
Χαίροις, ὁ τῇ Θείᾳ Χάριτι ἀναδειχθεὶς ἀκρεμὼν θεολόγων, Γεράσιμε, σοῦ τοῖς μελῳδήμασι τοῖς παντέρπνοις καὶ ᾄσμασι καὶ ὑμνηπόλων Χριστοῦ τῆς πίστεως φαιδρότης, πάτερ, Ὁσίων σέμνωμα καὶ ἰσοστάσιε Ῥωμανοῦ καὶ μάκαρος Δαμασκηνοῦ, ὁ φαιδρύνας Ἄθωνα σεμνῇ βιώσει σου.
Χαίροις, ὁ συγγράψας ᾄσματα ἐν γλώσσῃ ἑλληνικῇ, ἧς ἀνύντωρ, Γεράσιμε, ἀνεδείχθης ἄριστος ἐν ἐσχάτοις τοῖς ἔτεσιν, ὁ ὑμνογράφος ὁ θεοφώτιστος, ὁ ἀτενίσας ἐμφρόνως ἄῤῥευστα πάντα ἐν βίῳ σου καὶ ὡσεὶ μελίῤῥυτος ἐρωδιὸς ἐξυμνήσας τάγματα Ἁγίων πίστεως.
Δόξα. Ἦχος πλ. α΄.
Τὸ εὐτελὲς τῶν ῥεόντων καταλιπὼν νοῒ τελείῳ καὶ πόνοις ἀσκητικοῖς ἀτενίσας ἐμφρόνως πρὸς μόνα τὰ ἄῤῥευστα, τὸν καλὸν ἠγωνίσω ἀγῶνα, Γεράσιμε, καὶ τὴν Σκήτην τῆς Μικρᾶς Ἁγίας Ἄννης ἡγίασας νυχθημέροις καμάτοις σου, ὑμνογράφε θεόπνευστε· ὅθεν ὡς κληρονόμον τῆς ἀφθίτου τιμῶντές σε ὡραιότητος καὶ καλλικέλαδον ἀηδόνα τῆς ἀριστείας τῶν Ἁγίων τῆς πίστεως τὰς θεοπειθεῖς σου εὐχὰς ἐκδεχόμεθα, ἵνα εἰρηνικῶς βιοῦντες τῆς σὺν σοὶ ἀξιωθῶμεν μακαριότητος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,…
Δοξολογία Μεγάλη καὶ ‘Απόλυσις.
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή.
Ἀπόστολος· Πρὸς Γαλάτας (Κεφ. ε΄ 22 – στ΄ 2 ).
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστι, χαρά,…
Ζήτει τῷ Σαββάτῳ τῆς ΚΖ΄ Ἑβδομάδος.
Εὐαγγέλιον· Κατὰ Λουκᾶν (Κεφ. ιγ΄ 17 – 23 ).
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ…
Ζήτει τῇ Πέμπτῃ τῆς Δ΄ Ἑβδομάδος.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.
Μεγαλυνάριον.
Χαίροις, ὑμνογράφων νεολαμπῶν κλέϊσμα καὶ Ἄθω νέον κόσμημα, λιγυρὰ Πνεύματος κινύρα, Γεράσιμε, Ἁγίων ὁ ἐξυμνήσας ἄρτι πόθῳ τὰ σκάμματα.
Δίστιχον·
Γεράσιμον, Συνοδίας αὐτοῦ χάριν,
σεπτὸν ὑμνηπόλον, ᾖσε Χαραλάμπης.