Ακολουθία του Οσίου Πατρός ημών Βησσαρίωνος του Αγαθωνίτου

Ποίημα Μητροπολίτου Εδέσσης Ιωήλ

Ψαλλομένη τῇ 22ᾳ τοῦ μηνὸς Ἰανουαρίου

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Τὸν ἀκτήμονα ἅγιον, Πρεσβυτέρων τὸ κόσμημα, τῶν πτωχῶν ἀνθρώπων προστάτην μέγιστον, πάσης Φθιώτιδος σέμνωμα, Μονῆς τοῦ Ἀγάθωνος, θεοφόρον λειτουργόν, Ἐκκλησίας καλλώπισμα, Βησσαρίωνα, ἀνυμνήσωμεν πάντες ἐκ καρδίας, καὶ ἐν ὕμνοις γηθοσύνως, αὐτοῦ τὴν μνήμην τιμήσωμεν.

Ἐν ἐσχάτοις τοῖς ἔτεσιν, ὡς χρυσὸν τὸ σὸν σκήνωμα, ἐκ τῆς γῆς ἐξῆλθε μονῆς Ἀγάθωνος, καὶ ὄντως πάντες ἐπλήσθησαν, ὁρῶντες τὸ θέαμα, μοναχοὶ καὶ κοσμικοί, χαρμονῆς καὶ γλυκύτητος, διηγούμενοι, Βησσαρίων τὸ πλῆθος χαρισμάτων, τὴν ἁγίαν βιοτήν σου, καὶ τὰ σημεῖά σου ὅσιε.

Ὥσπερ ἔνσαρκος ἄγγελος, καθ’ ἑκάστην μακάριε, τῶν πενήτων ὤφθης πατὴρ φιλόστοργος, καὶ τῶν νοσούντων παράκλητος, ἀλείπτης δὲ ἅγιος, ταῖς σοφαῖς σου συμβουλαῖς, Βησσαρίων γεγένησαι, τῶν συνόντων σοι, διὸ εἴληφας πάτερ θείαν χάριν, κατευθύνειν εὐθυπόρως, ἁμαρτωλοὺς εἰς μετάνοιαν.

Ἐν Μονῇ τοῦ Ἀγάθωνος, ὥσπερ ἥλιος ἔλαμψας, καταυγάζων ἤθεσι τοῖς ἁγίοις σου, τῶν μοναστῶν τὴν συνάθροισιν, πιστῶν τὰ συστήματα, Βησσαρίων θαυμαστέ, πάσης Φθίας τὸ καύχημα, διὸ σήμερον, τὴν σὴν μνήμην τελούντων ἐγκαρδίως, μὴ ἐλλείπῃς ἱκετεύων, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

Δόξα. Ἦχος β΄.
Ἅγιε πάτερ, ἀναγαγὼν τὸν νοῦν σου, ἀπὸ τῶν αἰσθητῶν εἰς τὰ μένοντα, ἀπέῤῥιψας τοῦ κόσμου τὰ ἡδέα, καὶ ἐσχόλαζες προσευχαῖς καὶ δεήσεσι, γενόμενος καθαρὸν τοῦ Χριστοῦ ἐνδιαίτημα, διὸ καὶ τοῦ Θεοῦ μανικῶς ἠράσθης, ἀλλὰ καὶ τὸν ἄνθρωπον, τὴν αὐτοῦ εἰκόνα, διὰ βίου ἠγάπησας, γενόμενος ὁμοδίαιτος, τῶν πρὸ σοῦ ὁσίων Πατέρων, μεθ’ ὧν πρέσβευε, ὑπὲρ τοῦ σωθῆναι ἡμᾶς.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου…

Ἀπόστιχα
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πάτερ ἱερουργέ, παμμάκαρ Βησσαρίων, διηνεκῶς δυσώπει, Χριστὸν ταῖς σαῖς πρεσβείαις, σωθῆναι ἡμᾶς ἅπαντας.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Ἅγιε τοῖς πτωχοῖς, ἐσκόρπισας ἀφθόνως, τὰ ἀγαθὰ Κυρίου,
διὸ εἰς τὸν αἰῶνα, ἡ ἀρετή σου ἔμεινε.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἤρθη ἀπὸ τῆς γῆς, ἡ σὴ ἁγία θήκη, τοῦ θείου σου λειψάνου, καὶ δέδωκε τοῖς πᾶσι, χαρὰν καὶ ἀγαλλίασιν.

Δόξα.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, Μονὰς ἡ ἐν Τριάδι ἡμᾶς τοὺς ἐν τῷ σκότει, κειμένους καταλάμπρυνον.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ, ἡ σώσασα τὸν κόσμον, τῷ τόκῳ σου μὴ παύῃ, ἀπαύστως τῇ σῇ σκέπῃ, ἡμᾶς διαφυλάττουσα.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ.
Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
Ἁπλοῦς ἐν τοῖς τρόποις σου φανείς, Βησσαρίων ὅσιε, τὴν ἐπαρχίαν Φθιώτιδα, ὡς κῆρυξ ἔνθεος, κύκλῳ περιῆλθες, τοῦ Θεοῦ ἐντάλματα, διδάξας τῷ σῷ βίῳ καὶ ῥήμασι, ἀγρεύων ἅγιε, πρὸς εὐσέβειαν τοὺς ἔχοντας, ἐν καρδίᾳ, Χριστοῦ τὴν ἀγάπησιν.

Ὡς ὄντως φιλόστοργος πατήρ, ἐν ἐσχάτοις ἔτεσι, τοὺς ἐνδεεῖς καὶ τοὺς πάσχοντας, πολλάκις ἔθρεψας, ὥσπερ σιτοδότης, τοῦ Χριστοῦ πανάριστος, διὸ καὶ τοῦ Σωτῆρος τὸ λόγιον, ἐν σοὶ πεπλήρωται, ὅτι πάντες οἱ συντρέχοντες, τοῖς ἀπόροις, εὑρήσουσιν ἔλεος.

Ὡς ἔχων ὡς γέρων τοῦ Χριστοῦ, τὸ μέγιστον χάρισμα, τῆς διακρίσεως ὅσιε, πολλοὺς ἀφήρπασας, τῶν ἁμαρτανόντων, ἐκ χειρῶν τοῦ δράκοντος, κακόφρονος δεινοῦ καὶ ἀλάστορος, ταῖς ὑποδείξεσι, καὶ τῇ χάριτί σου πάντιμε, Βησσαρίων, Πατέρων ἰσότιμε.

Σημεῖα ἡ χάρις τοῦ Θεοῦ, διὰ σοῦ εἰργάσατο, ἐν τοῖς πιστοῖς ὁσιώτατε, δηλοῦσα ἅπασιν, ὅτι Παρακλήτου, σκεῦος πάτερ γέγονας, τὸ πάγχρυσον θαμβώσας τῷ βίῳ σου, ἀγγέλων τάγματα, καὶ ἀνθρώπων τὰ ἀθροίσματα, Βησσαρίων, ἡμῶν ἡ βοήθεια.

Ὀρθρίζων ἡμέρας καὶ νυκτός, Βησσαρίων ἅγιε, ἐν τῷ Ναῷ καθικέτευες, πυκναῖς δεήσεσι, πρὸς τὸν σὸν Δεσπότην, ὑπὲρ τῶν συνόντων σοι, καὶ πάντων τῶν νοσούντων μακάριε, καὶ τῶν ἐν θλίψεσι, διὸ πάτερ σοῦ δεόμεθα, τῶν σῶν φίλων, μνημόνευε πάντοτε.

Μονὴν τοῦ Ἀγάθωνος σεμνέ, μὴ παύσῃ πρεσβείαις σου, ἐπιστηρίζων ἑκάστοτε, σκεδάζων ἅπαντα, τοῦ σατὰν τὰ βέλη, καὶ τὰ μηχανήματα, καὶ τῶν ἐνασκουμένων τὸ ἄθροισμα, ἀπαύστως φύλαττε, ἐνισχύων τὰ φρονήματα, Βησσαρίων, αὐτῶν πρὸς τὸν Κύριον.

Δόξα. Ἦχος πλ. β΄.
Διὰ βίου ἅγιε, τὸν Χριστὸν ἀγαπήσας, ὁλοτρόπῳ διαθέσει, καὶ ἀμέμπτῳ βίῳ, ὡς ἥλιος ἐσχάτως ἀνῖσχες, Βησσαρίων πατὴρ ἡμῶν πανόσιε.

Σὺ γὰρ ἐξ ἁπαλῶν ὀνύχων, τοῦ Ἁγίου Πνεύματος γέγονας, ἀξιοπρεπὲς ἐνδιαίτημα, καὶ ὤφθης ἐν τῇ Ἐκκλησίᾳ, ὡς δένδρον κατάκαρπον, καρποφοροῦν καρπὸν δικαιοσύνης, καὶ ἁγιότητος· διὸ πάντες ἐν τῇ Φθίᾳ πιστοί, ἐγκαρδίως ἐγκωμιάζοντες, τὴν σὴν θεάρεστον βιοτήν, οὕτως λέγομεν· χαίροις ἄνερ πανεύφημε, τῶν Μεσσηνίων γόνε, Φθίας τὸ καύχημα, καὶ μονῆς τοῦ Ἀγάθωνος σέμνωμα, ὁ διατηρήσας ἐν σοὶ τὴν εἰκόνα, τοῦ Θεοῦ ἀμόλυντον, καὶ τοὺς χαρακτῆρας αὐτοῦ τιμήσας.

Χαίροις ὁ τῆς ἱερωσύνης ἐνδυσάμενος στολήν, καὶ ὡς ἄξιος λειτουργός, τὴν σωτήριον χάριν μεταδούς, τοῖς προσερχομένοις σοι πιστοῖς, θεραπεύων τὰ τραύματα, τῆς ψυχῆς τὰ δυσίατα.

Χαίροις ἐλεῆμον ἄνθρωπε, ὁ τοὺς πτωχοὺς βοηθήσας καὶ ἀπόρους, κατὰ τοῦ Δεσπότου τὸ ὑπόδειγμα.

Ὅθεν κατὰ νοῦν, ταῦτα πάντοτε ἔμπροσθεν ἔχοντες, ἐν ταπεινώσει ἀντιβολοῦμεν, μὴ ὀκνήσῃς πρεσβευτικῶς φροντίζων, τὴν ἁγίαν Μονήν σου, καὶ πάντας τοὺς ἐξαιτοῦντας, τὴν σὴν ἀντίληψιν καὶ βοήθειαν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον;

Ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος.

Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν,
τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα
(κεφ. 10,7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητός, ὃς οἶδε σύνεσιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 4,7)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολλιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 3,1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων, ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα.
Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ περιάκουστος Μητρόπολις Φθίας, ἡ πολλοὺς ἁγίους ἐκθρέψασα, πάλαι τε καὶ νῦν, ἐξ ὧν καὶ τὸν ἔσχατον, ὁσιώτατον ἱερομόναχον, Βησσαρίωνα τὸν Ἀγαθωνίτην, τὸν πρὸ αὐτοῦ ἁγίων Πατέρων, ζηλωτὴν ἐν τοῖς ἔργοις, καὶ ὁμότροπον.

Οὗτος γὰρ χαλινώσας, τῆς σαρκὸς τὰ πάθη, καὶ διηνεκῶς σχολάσας, ἐν προσευχαῖς καὶ νηστείαις, ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις, τοῦ Θεοῦ ἐφάνη, φίλος καὶ ὑπέρμαχος· διὸ καὶ ἠγάπησε τὸν πλησίον, ὁρῶν ἐν αὐτῷ τοῦ Χριστοῦ τὸ πρόσωπον, ὃν ὡς ἔχοντα παῤῥησίαν, παρακαλοῦμεν, μὴ παύσηται δυσωπεῖν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ἡ ἐκ τοῦ τάφου κομιδὴ τοῦ σοῦ σκηνώματος, πάτερ Βησσαρίων, χαρᾶς ἐπλήρωσε μεγίστης, μοναστὰς καὶ μιγάδας, ἱερεῖς καὶ κοσμικούς, ὡς γὰρ χρυσός, ἐν χωνευτηρίῳ πυρὸς δοκιμασθείς, τὸ ἅγιόν σου σῶμα, χάριτας δωρεῖται, τοῖς προσκυνοῦσι τοῦτο ἐν πίστει, εὐσεβέσι χριστιανοῖς.

Ὅθεν καὶ ἡμεῖς σήμερον, τὴν ἁγίαν σου μνήμην, τελοῦντες θεαρέστως, ἀνακράζομεν· ὅσιε τοῦ Θεοῦ ἱερομόναχε, τῇ πρὸς Χριστὸν ὀξείᾳ πρεσβείᾳ σου, σκέπασον ἡμᾶς, ἀπὸ πάσης τοῦ πονηροῦ κακώσεως, ὡς καὶ ἀπάλλαξον πάντας, τῆς ἐνεργείας τῶν ψυχοφθόρων παθῶν, τῆς ψυχῆς καὶ τοῦ σώματος.

Ἦχος γ΄.
Ἔχων ἐν τῇ καρδίᾳ τῇ σῇ, τὸν ζῶντα Κύριον ἅγιε, τοὺς πένητας ἀδελφούς σου, ὡς ἐλεῆμον πάτερ, ἐξέθρεψας μάκαρ καὶ ἐκούφισας, διδοὺς τὰ κατάλληλα, τῇ ψυχῇ καὶ τῷ σώματι.

Ὅθεν τὴν θείαν μνήμην σου, τελοῦντες πανεύφημε, τὴν βιοτήν σου ὑμνοῦμεν, καὶ ταπεινῶς ἱκετεύομεν, ὅσιε Βησσαρίων· ἡμᾶς τοὺς συνόντας σοι, καὶ τὸ κοινὸν ἡμῶν γένος, καὶ τὴν πατρίδα βοήθησον, ἐν ταύταις ταῖς ἡμέραις ταῖς δυσχειμέροις, πρεσβείαις σου πρὸς τὸν Χριστὸν καὶ Δεσπότην, καὶ λυτρωτὴν τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Σπεῦσον ἱκετηρίαις ταῖς σαῖς, πρὸς τὸν φιλάνθρωπον Θεὸν ἀξιάγαστε, καὶ φύλαττε ἐκ κινδύνων, καὶ ἀδοκήτων κακῶν, τῆς σεπτῆς σου μάνδρας τοὺς μονάζοντας, καὶ ταύτην περίεπε, καὶ ἀσάλευτον τήρησον, ἐκ φθόνου τοῦ ἀντιδίκου, καὶ ἐπινοιῶν πονηρῶν, τῶν φθοροποιῶν μερόπων, πάτερ ἅγιε, Βησσαρίων τρισόλβιε, παραδείσου ὁ πολίτης, καὶ τῶν ἁγίων σύσκηνος, καὶ ἡμῶν τῶν σὲ τιμώντων, φρουρὸς ἀκοίμητος.

Δόξα. Ἦχος ὁ αὐτός.
Ὅσιε πάτερ, ἀκλινὴς βαδίσας τὴν ὁδὸν τοῦ Κυρίου σου, ἀγαθὸν γεώργιον γέγονας, πολλοὺς ἐκθρέψας ἐν Φθίᾳ, ὑλικοῖς βρώμασι, καὶ πνευματικοῖς χάρισι, αὐξήσας τὰ τάλαντα εἰς δέκα, κατὰ τὸν Σωτῆρος λόγον· βιαστὴς γὰρ ὤφθης τῆς φύσεως, ἐθελουσίως θεοειδὴς ὅλος χρηματίσας, Βησσαρίων πατὴρ ἡμῶν ὅσιε, καὶ τὰ νῦν κατεσκήνωσας, ἐν ταῖς μοναῖς τῶν ἁγίων, αὐγαῖς φωτιζόμενος, τοῦ Παναγίου Πνεύματος, καὶ ἐνώπιον στάς, τοῦ θρόνου τοῦ Χριστοῦ, μετὰ τῶν ἄλλων ὁσίων, μὴ παύσῃ ταῖς εὐχαῖς σου, ὑπὲρ ἡμῶν ἱκετεύειν, ὑψῶν τὰς τιμίας σου χεῖρας, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός. Θεοτοκίον.
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.

Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν στίχον.
Τοῦ Ἁγίου Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις Πεταλιδίου βλαστέ, τῶν ἱερέων ἁγιώτατον ἄκουσμα, ἀνδρῶν τῶν ἐνασκουμένων, προσθήκη νέα λαμπρά, τῆς μονῆς ἡ δόξα τοῦ Ἀγάθωνος, τῆς Φθίας καλλώπισμα, τῶν πτωχῶν ἀγαλλίαμα, ἁμαρτανόντων, ὁδηγὸς πρὸς μετάνοιαν, καὶ ὁ ἔνθεος, τῶν ἀνθρώπων διδάσκαλος, σκεῦος τὸ πολυτίμητον, χαρίτων τοῦ Πνεύματος, τῆς Ἐκκλησίας τὸ φέγγος, τῶν ἀσωμάτων ἰσότιμος, καὶ πάντων δικαίων, Βησσαρίων θεοφόρε, τὸ ἀγαλλίαμα.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Ἤρθη, ἀπὸ τῆς γῆς θαυμαστῶς, τὸ θεῖον σκεῦός σου ἀλώβητον ὅσιε, σκορπῖσαν τὴν εὐωδίαν, τοῖς μοναχοῖς καὶ λοιποῖς, ὅτε ἐκ τοῦ τάφου σὲ ἀνέσυραν, διὸ καὶ ὡς μάργαρον, καὶ χρυσίον πολύτιμον, καὶ ὄλβον ὄντως, τοῦ Χριστοῦ τὸν ἀκένωτον, τοῦ Ἀγάθωνος, ἡ μονὴ τοῦτο δείκνυσι. Ὅσιε πανσεβάσμιε, γονάτων ταῖς κάμψεσι, καὶ προσευχαῖς Βησσαρίων, πάντες ἡμεῖς ἀσπαζόμεθα, τὰς χεῖράς σου πάτερ, καὶ λαβεῖν ἐπιθυμοῦμεν, τὴν θείαν χάριν σου.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ὄντως, σημειοφόρος φανείς, ἐν τῇ Μονῇ σου, Βησσαρίων ἀοίδιμε, παρέχεις τοῖς προσκυνοῦσι, τὴν σὴν ἁγίαν σορόν, τῶν ἀῤῥωστημάτων τὴν ἰάτρευσιν, ψυχῆς τε εἰρήνευσιν, φοβιῶν τὴν κατάπαυσιν, καὶ νοημάτων, ἐφαμάρτων τὴν σκέδασιν, ἅμα δὲ πάτερ ἅγιε, χαρὰν καὶ τὴν ἄνεσιν, τοῖς σοῖς ἱκέταις καὶ φίλοις, ἀφθόνως δίδως πανεύφημε· διὸ μὴ παρίδῃς, τοὺς ὑμνοῦντάς σε στηρίζειν, ταῖς ἐνεργείαις σου.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸ ὄμμα τῆς ψυχῆς σου, ἀμετεώριστον ἔχων, ἀπεξεδύθης τὸν χοϊκὸν ἄνθρωπον, καὶ εὔδρομος γέγονας, πρὸς ἐργασίαν τῶν σωτηρίων ἐντολῶν, πάτερ Βησσαρίων πανόσιε.

Σὺ γὰρ ὡς ἄνθρωπος τοῦ Θεοῦ, τὴν ἀμέλειαν διώξας, καὶ φυγαδεύων τὴν ἀκηδίαν, διὰ βίου εἰργάσθης, ἐν προσευχαῖς καὶ ἐλεημοσύναις, διὰ τοὺς ἔχοντας ἀνάγκην, ἀδελφοὺς τοῦ Κύριου.

Οὕτω πολιτευθεὶς καὶ τῷ οὐρανῷ φθάσας, τοῖς ἀγγέλοις συνευφραίνῃ, καὶ δέει τοῦ Παντοκράτορος, ὑπὲρ ἡμῶν τῶν ἐξυμνούντων, τὸν φιλόθεον βίον σου.

Καὶ νῦν. Ὁ αὐτός. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοῦ χοροῦ τῶν Πατέρων, μονῆς Ἀγάθωνος, θεοφιλέστατον θύτην, καὶ Φθίας ἄνδρα λαμπρόν, τῶν πενήτων τὴν χαράν, καὶ ἀκριβέστατον, ἁμαρτανόντων ποδηγόν, πρεσβυτέρων τοῦ Χριστοῦ, τὸν τύπον τῆς εὐσεβείας, τὸν Βησσαρίωνα πάντες, ἀπὸ καρδίας ἀνυμνήσωμεν.

Ἕτερον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν θεοφώτιστον, Χριστοῦ πρεσβύτερον, καὶ εὐσεβέστατον, πιστῶν διδάσκαλον, Μονῆς Ἀγάθωνος καρπόν, πενήτων τὴν προστασίαν, τὸν ἐπιστηρίξαντα, τὸ ὀρθόδοξον πλήρωμα,διδαχαῖς καὶ θαύμασι, Βησσαρίωνα ὅσιον, τιμήσωμεν αὐτῷ ἐκβοῶντες· Χαίροις ὦ ἄνερ χριστοφόρε.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Πρεσβύτερος Χριστοῦ, μοναζόντων τὸ εὖχος, ἐδείχθης ἐπὶ γῆς, Βησσαρίων παμμάκαρ, κηρύσσων τοῖς σοῖς ῥήμασι, τοῦ Θεοῦ τὰ ἐντάλματα, καὶ τῷ βίῳ σου, τῷ ἀκριβεῖ κατηχήσας, τοὺς συνόντας σοι, καὶ τοὺς προστρέχοντας πάτερ, τῇ σῇ ἁγιότητι.

Θεοτοκίον.
Ἰάσω τῶν βροτῶν, τὸ ἀνίατον τραῦμα, τεκοῦσα ἰατρόν, ἐπιστήμονα μέγαν, καὶ ὤφθης ὄντως σώτειρα, τοῦ σοῦ γένους Πανάμωμε, διὸ ἅπασαι, αἱ γενεαὶ εὐφημοῦσιν, ὡς προείρηκας, τὸ πρόσωπόν σου Παρθένε, τὸ θεῖον καὶ πάνσεπτον.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Πάτερ ὅσιε, ἐν τῇ καρδίᾳ, θεῖον ἔρωτα, ἀνῆψας ὄντως, παιδιόθεν ἀγαπήσας τὸν Κύριον, ἀσκητικῶς γὰρ βιώσας κατέλαβες, τὴν ὑψηλὴν κορυφὴν τῆς θεώσεως, διὸ γέγονας, ἀγγέλοις Θεοῦ ὁμότιμος, καὶ πάντων τῶν ὁσίων ἰσοστάσιος.

Θεοτοκίον.
Μῆτερ Ἄχραντε, ἁμαρτανόντων, τῇ λοχείᾳ σου, ἐγένου ἄκος, ἱλασμὸς καὶ σωτηρία καὶ δύναμις, σὺ γὰρ ἐδέχθης ἐν μήτρᾳ τὸν Κύριον, τὸν ἀναιρέτην κακῶν τοῦ ἀλάστορος, ὅθεν ψάλλομεν, τοὺς ὕμνους τοὺς σοὺς οἱ δοῦλοί σου, ζητοῦντες τὰ ἐλέη καὶ τὴν χάριν σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀγάλλονται ὅσιε, ἐπὶ τῇ μνήμῃ τῇ σῇ, ἡ κώμη ἡ φύσασα, Πεταλιδίου λαμπρῶς, τιμῶσα τὸν βίον σου, ὕστερον δὲ ἡ Φθία, καὶ Ἀγάθωνος Μάνδρα, Δῆμος τοῦ Ταϋγέτου, ὡς καὶ ἕτεροι τόποι, ἐν τούτοις γὰρ ἐφάνη, τὰ σὰ ἀξιάκουστα.

Θεοτοκίον.
Τὴν βρότειον φύσιν μου, ὑπερφυῶς ὁ Χριστός, τεχθεὶς ἐκ νηδύος σου, Παρθενομῆτορ ἁγνή, αὐτὸς ἐθεράπευσεν· ὕστερον δὲ τὴν δόξαν, ἥνπερ πρότερον ἔσχον, πρὸ τοῦ ἐξορισθῆναι, ἐξ Ἐδέμ μοι παρέσχε, διό σε ὡς τὴν τέξασαν, Θεὸν μεγαλύνομεν.

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον τὸ ἐν τῷ Ὄρθρῳ τοῦ ἁγίου Σάββα.

Ὁ Ν΄.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου.

Ἰδιόμελον. Ἦχος πλ. β΄.
Ἐκ παιδὸς ἡλικίας, τὸν Χριστὸν ἀγαπήσας, τὸν Σταυρὸν Αὐτοῦ,
ἐπωμάδιον εἴληφας διὰ βίου, Βησσαρίων πατὴρ ἡμῶν ὅσιε, καὶ ἐν χαρᾷ ἐβάστασας, τὰ σωτήρια τοῦ Κυρίου στίγματα, σχολάζων ἐν προσευχαῖς καὶ νηστείαις, ὡς ἔνσαρκος ἄγγελος, καὶ τὰ νῦν ἐν οὐρανίοις θαλάμοις μετατεθείς, πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν, τῶν ἀνυμνούντων ἐν πίστει, τὸ θεῖόν σου ὄνομα.

Εἶτα οἱ Κανόνες. Κανὼν πρῶτος τῆς Θεοτόκου,
οὗ ἡ Ἀκροστιχίς· «Θεοχαρίτωτε Δέσποινα σῶσον ἡμᾶς. Ἰωήλ.»

ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Θεὸς ὁ ἀόρατος, ἐκ σοῦ Παρθένε προσέλαβε, μορφὴν καὶ εἰργάσατο, τὴν σωτηρίαν μου· ὅθεν Δέσποινα, ταῖς θείαις σου πρεσβείαις, τὸν νοῦν μου κατεύθυνον, πρὸς τὰ οὐράνια.

Ἐξάρπασον Πάναγνε, ἐκ τῶν χειρῶν τοῦ ἀλάστορος, τοὺς δούλους σου ἅπαντας, τοὺς κινδυνεύοντας, σὺ γὰρ ἔπληξας, αὐτοῦ ἀθλίαν κάραν, καὶ βλάβης ἀπήλλαξας, Μῆτερ τὸ γένος σου.

Οὐ φέρομεν Δέσποινα, τὰς ἐπιθέσεις τοῦ ὄφεως, αὐτὸς γὰρ κακότητι, ἡμῶν ἐμόλυνε, τὴν διάνοιαν, αἰσχραῖς ἐπιθυμίαις, ἀλλὰ τούτου ἔκκοψον, τὸ θράσος πρόῤῥιζον.

Χριστοῦ μήτηρ γέγονας, τῇ συνεργείᾳ τοῦ Πνεύματος, δωρήσασα μέροψι, ἀπελευθέρωσιν, καὶ βοήθειαν καὶ δύναμιν μεγίστην, καὶ ὤφθης ὁλόφωτος, σκέπη τῶν δούλων σου.

Κανὼν Πρῶτος τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς·
«Νικολάῳ Βησσαρίωνος ᾠδὴν πρώτην. Ἰωήλ»

Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Νέμεις παμμάκαρ Βησσαρίων χάριτας, τοῖς σὲ γεραίρουσι, διὸ δός μοι χάριν, καὶ ἐξ ὕψους δύναμιν, ὑμνῆσαι τὰ θαυμάσια, τῆς ζωῆς σου θεόφρον, τὰ σὰ σημεῖα καὶ θαύματα, ἃ ἐπὶ τῆς γῆς ἐπετέλεσας.

Ἱερουργὸς τῶν μυστηρίων γέγονας, καταλαμπόμενος, ἐν τῇ λειτουργίᾳ, τοῦ Χριστοῦ ταῖς λάμψεσι, καὶ ηὔγασας ὡς ἥλιος, Βησσαρίων ἀῤῥήτως, τοὺς προσιόντας σοι ἅγιε, καὶ ἐξαιτουμένους τὴν χάριν σου.

Κραταιωθεὶς ἐν τῇ ἀσκήσει Ἅγιε, ὡς ἄλλος ἄγγελος, ἐπὶ γῆς στηρίξας, τῶν πιστῶν τὸ πλήρωμα, καὶ ὤφθης ἁμαρτάνουσι, ὁδηγὸς πρὸς τὰ κρείττω, τοῖς εὐσεβείας διδάγμασιν, ἅμα Βησσαρίων καὶ βίῳ σου.

Θεοτοκίον.
Ὁ ἀπερίγραπτος Σωτὴρ καὶ Κύριος, ἐν τῇ νηδύϊ σου, σάρκα προσλαμβάνει, ἐξ ἁγνῶν αἱμάτων σου, καὶ ἄνθρωπος γενόμενος, περιγράφεται Μῆτερ, ἵνα ἰάσῃ τὰ τραύματα, Δέσποινα Ἀδὰμ τοῦ προπάτορος.

Κανὼν Δεύτερος τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς·
«Βησσαρίων κανόνα δεύτερον δέξαι. Ἰωήλ»

Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Βοῶ ἐκ καρδίας ὁ ταπεινός, ζητῶν τὴν σὴν χάριν, Βησσαρίων θαυματουργέ, τὸν βίον τὸν σὸν καὶ τὰ σημεῖα, ὑμνολογῆσαι σαφῶς ἀξιότιμε.

Ἡδέως Ἀγάθωνος ἡ Μονή, καὶ πᾶσα ἡ Φθία, σὲ διδάσκαλον θαυμαστόν, λογίζεται πάτερ Βησσαρίων, καθοδηγοῦντα ἡμᾶς πρὸς μετάνοιαν.

Σοφῶς τοῖς συνοῦσί σοι μαθηταῖς, ἐν λόγοις καὶ ἔργοις, καὶ ἐν γράμμασι πατρικοῖς, τὴν τρίβον Χριστοῦ τὴν φωτοφόρον, καταδεικνύεις ἀλείπτα πανεύφημε.

Θεοτοκίον.
Συνέλαβες Ἄχραντε Μαριάμ, τὸν ἄσαρκον Λόγον, ὑπὲρ ἔννοιαν ἐν γαστρί, καὶ τέτοκας τοῦτον ὃν δυσώπει, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει ὑμνούντων σε.

ᾨδὴ γ΄. Κανὼν τῆς Θεοτόκου. Τοὺς σοὺς ὑμνολόγους.
Ἀκόπως ἐγέννησας Παρθένε, Υἱόν σου καὶ Κύριον Θεόν, τὸν αἵματι λευκάναντα, χειρόγραφον τῶν πράξεων, ἁμαρτωλῶν ἰώμενον, τὸ μέγα τραῦμα τὸν ἄνθρωπον.

Ῥοῇ τῶν πολλῶν σου δωρημάτων, ψυχὴν ξηρανθεῖσαν ἐκ πολλῶν, ἁμαρτημάτων ζώωσον, Παρθένε τῶν ὑμνούντων σου, καὶ γεραιρόντων θαύματα, καὶ τὰ ποικίλα ἐλέη σου.

Ἰδοὺ πρὸ τῆς θείας σου εἰκόνος, ἱκέτιδας χεῖρας Μαριάμ,
ὑψοῦμεν καὶ δεόμεθα, τῇ σῇ δυνάμει λύτρωσαι, τοὺς δούλους σου ἐκ δράκοντος, τοῦ ἰσχυροῦ ἀειπάρθενε.

Τὸ κάλλος μορφῆς σου τῆς ἁγίας, οὐ φέρει θεάσασθαι Ἁγνή, ὁ ἑωσφόρος τύραννος, ὁ ἐκπεσὼν τῆς χάριτος, ἐκ παραδείσου σκότιος, τῇ φιλαυτίᾳ γενόμενος.

Κανὼν Πρῶτος τοῦ Ὁσίου. Ὁ στερεώσας κατ’ ἀρχάς.
Λύσιν πολλῶν ἀρρωστιῶν, ταῖς σωστικαῖς προσευχαῖς σου, ἐν ζωῇ καὶ μετὰ θάνατον πάλιν, ἐπετέλεσας σεμνέ, ὡς τὸν καρκίνον ἔχοντα, ἐν τῇ Λαμίᾳ σφόδρα, ὦ Βησσαρίων νοσήσαντα.

Ἀῤῥήτως πάτερ ἐν φωτί, ἐν προσευχῇ σε κατεῖδον, οἱ ξενίσαντες ποτὲ ἐν Τιθορέᾳ, σὺ γὰρ σκεῦος τὸ λαμπρόν, τοῦ Παναγίου Πνεύματος, ἐν τοῖς ἐσχάτοις χρόνοις, ἐδείχθης ἄνερ πανεύφημε.

Ὥσπερ ἐξ ὕψους ὑετός, ἡ προσευχή σου τὴν φλόγα, ἐν τῇ μάνδρᾳ τοῦ Ἀγάθωνος ὤφθη, καταστείλασα πυρός, μανίαν τὴν δυσκάθεκτον, ὦ Βησσαρίων γέρον, πνευματικὲ πολυθαύμαστε.

Θεοτοκίον.
Βεβαρυμένοι ἐκ πολλῶν, θανατηφόρων πταισμάτων, ἱκεσίαις καὶ εὐχαῖς σου Παρθένε, προσδοκῶμεν οἱ πιστοί, ῥυσθῆναι τῆς κολάσεως, καὶ τοῦ πυρὸς τοῦ ἀστέκτου, τοῦ αἰωνίζοντος Δέσποινα.

Κανὼν Δεύτερος τοῦ Ἁγίου. Οὐρανίας ἁψῖδος.
Ἀληθὴς ὢν ὁπλίτης, τοῦ Ἰησοῦ ἅγιε, Βησσαρίων μάχην ἐδίδους, κατὰ τοῦ δαίμονος, τοῦ σὲ πειράζοντος, ἀλλὰ σταυρῷ τοῦ Κυρίου, ἅπαντα τὰ σκάνδαλα, τούτου ἐσκέδασας.

Ῥυπαρίας ποικίλας, τὰς τῆς σαρκὸς ἔφυγες, ζήσας ἐπὶ γῆς ὥσπερ ἄλλος, θεόφρων ἄγγελος, διὸ καὶ εἴληφας, πλεῖστα χαρίσματα θεῖα, Βησσαρίων ὅσιε, θεοχαρίτωτε.

Ἰατήριον ὤφθη, τὸ θεῖον σκῆνός σου ὅσιε, πάσας θεραπεῦον τὰς νόσους, ψυχῆς καὶ σώματος, σὺ γὰρ γεγένησαι, τοῦ Παρακλήτου δοχεῖον, εἰληφὼς δωρήματα, τὰ πολυθαύμαστα.

Θεοτοκίον.
Ὁ ἐχθρὸς ἠδαφίσθη, καὶ κατηργήθη ὁ θάνατος, καὶ τῆς ἁμαρτίας τὰ κέντρα, ἐλύθη Δέσποινα, ὁ ᾅδης πέπαυται, καὶ ὁ παράδεισος πάλιν, ἤνοιξε τῷ τόκῳ σου, Ἀειμακάριστε.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πολλάκις ἐστήριξας, ταῖς ἱεραῖς συμβουλαῖς, τοὺς θύτας τῆς χάριτος, καὶ λειτουργοὺς τοῦ Χριστοῦ, ἡνίκα ἐπείραζε, τούτους ὁ πτερνοσκόπος, καὶ νυκτίμορφος ὄφις, ὅσιε Βησσαρίων, πειρασμοῖς ἀκηδίας, σὺ γὰρ ὁ τύπος ὤφθης, τοῦ κλήρου πολύτιμος.

Θεοτοκίον.
Παθῶν τὸ κλυδώνιον, τὴν ταπεινήν μου ψυχήν, χειμάζει Πανάχραντε, διὸ πρὸς σὲ τὴν Ἁγνήν, βοῶ πρὸς βοήθειαν· οὗτος γὰρ ὁ κακοῦργος, πτερνιστὴς πολεμεῖ με, θλίψεσιν ἀφορήτοις, καὶ ποικίλαις συμβάσεις, ἀλλὰ τῇ σῇ δυναστείᾳ, τοῦτον ἐδάφισον.

ᾨδὴ δ΄. Κανὼν τῆς Θεοτόκου. Ὁ καθήμενος ἐν δόξῃ.
Ὤφθης πάλαι ἐν συμβόλοις, Θεοτόκε πανύμνητε, Ἀαρὼν ἡ ῥάβδος, καὶ λαὸς Κυρίου ὁ πάμφωτος, στάμνος τοῦ μάννα καὶ ὄρος τὸ κατάσκιον, βάτος ἄφλεκτος, καὶ ὥσπερ θρόνος περίβλεπτος.

Τὴν ὀξεῖάν σου πρεσβείαν, ἐκζητοῦμεν οἱ δοῦλοί σου, καὶ παρακαλοῦμεν, σὲ τὴν τεξαμένην τὸν Κύριον, ἀπαλλαγῆναι ἐκ ῥίζης τῆς οἰήσεως, τοῦ ἀλάστορος, καὶ βλασφημίας Πανάχραντε.

Ἐν νοΐ μου ἐπιμόνως, τοῦ Χριστοῦ τὸ κριτήριον, φέρω καὶ φοβοῦμαι, τούτου τὴν δικαίαν ἀπόφασιν, ἀλλὰ θαῤῥῶν ταῖς ὀξείαις ἱκεσίαις σου, Ἀειπάρθενε, τῆς καταδίκης σωθήσομαι.

Δόξαν ἄφθιτον Παρθένε, τὸν Υἱόν σου καὶ Κύριον, ἔχουσα μὴ παύσῃ, τῶν παθῶν μου λῦσαι τὸν τάραχον, καὶ τῆς σαρκός μου σπουδὴν τὴν εὐεπίφορον, ἁμαρτήμασι, στῆσον δυνάμει σου Δέσποινα.

Κανὼν Πρῶτος τοῦ Ἁγίου. Σύ μου ἰσχύς.
Ἡ εὐαγής, καὶ περιάκουστος μάνδρα σου, κεκλημένη, πάτερ τοῦ Ἀγάθωνος, τὰ σὰ θαυμάσια ἐκτενῶς, σεμνὲ Βησσαρίων, ὁμολογεῖ καὶ εὐφραίνεται, ἐσχάτως γὰρ ὡς ἄστρον, ἀνατέταλκας ὄντως, καὶ τὸν κόσμον τῆς Φθίας ἐφώτισας.

Σὺ ὡς ἀνήρ, ἐμπεπλησμένος τῆς χάριτος, Παρακλήτου, τοὺς ἐν νόσοις ἅγιε, ἐπαραμύθησας σταθηρῶς, τῇ ἐξομολογήσει, καὶ θεηγόροις διδάγμασι, καὶ ἄλλους ἐκ θανάτου, Βησσαρίων ἐῤῥύσω, ἰσχυρᾷ προσευχῇ σου πανόλβιε.

Στύλος στεῤῥός, τῶν ἐμπεσόντων εἰς βάραθρον, ἁμαρτίας,
ἀνεδείχθης ὅσιε, ἐξαναστήσας ταῖς διδαχαῖς, καὶ τῇ κατηχήσει, τούτους διδάσκαλε πάντιμε, διὸ ἐν εὐφροσύνῃ, τὴν σὴν μνήμην τιμῶμεν, Βησσαρίων ὁσίων τὸ καύχημα.

Θεοτοκίον.
Ἀχλὺς πυκνή, τῆς φιλαυτίας μου Πάναγνε, ἐμποδίζει, τὸν Θεὸν θεάσασθαι, ἐν μετανοίᾳ καὶ συντριβῇ, καὶ ὠθεῖ με Μῆτερ, ἐν ἁμαρτίαις πορεύεσθαι· διό σε ἱκετεύω, τῇ θερμῇ σου πρεσβείᾳ, θεραπεῦσαι ψυχῆς μου τὰ ὄμματα.

Δεύτερος Κανὼν τοῦ Ἁγίου. Εἰσακήκοα Κύριε.
Νέμεις πάτερ τὴν χάριν σου, τοῖς προσερχομένοις καὶ μετὰ πίστεως, προσκυνοῦσι τὸ σὸν λείψανον, τὸ μυροβλυστάνον τε καὶ ἄφθαρτον.

Καταργεῖς τῇ δεήσει σου, τῆς φλογὸς τὴν δύναμιν ὁσιώτατε, ἐν τῇ Μάνδρᾳ τοῦ Ἀγάθωνος, ταύτην ἐξ ὀλέθρου σῴζων Ἅγιε.

Ἀπὸ πάσης στενώσεως, βλάβης ἀσθενείας, καὶ πάσης θλίψεως, Βησσαρίων τοὺς ὑμνοῦντάς σε, φύλαττε καὶ σκέπε καὶ προστάτευε.

Θεοτοκίον.
Νεουργεῖς τὸ ἀνθρώπινον, φύραμα Παρθένε τὸ πολυάμαρτον, ὑπὲρ φύσιν τῇ λοχείᾳ σου, τὸν Θεὸν τεκοῦσα Ἀπειρόγαμε.

ᾨδὴ ε΄. Κανὼν τῆς Θεοτόκου. Ἐξέστη τὰ σύμπαντα.
Ἐπλήσθην ὁ δοῦλός σου, τραυμάτων τοῦ ἀλάστορος, τοῦ κατατοξεύσαντος ἀδίκως, βέλεσι Μῆτερ τῶν πονηρῶν λογισμῶν, ὡς καὶ βλασφημίας τῆς δεινῆς, διὸ καὶ ἐν δάκρυσιν, ἐξαιτῶ τὴν σὴν δύναμιν.

Συνέχομαι Ἄχραντε, ἐξ ὅλων τῶν κυκλούντων με, τοῦ ἀντικειμένου δαιμονίων, τῶν ἐθελόντων τὴν ταπεινήν μου ψυχήν, ὄντων κακουργίας λειτουργῶν, ῥῖψαι εἰς τὴν κόλασιν, διὸ τούτους ἐδάφισον.

Προσφύγιον Δέσποινα, μερόπων τῶν τιμώντων σε, καὶ τὴν σὴν πρεσβείαν ἐκζητούντων, ἵνα τὸ σκότος ἐπιλογῶν τῶν κακῶν, πάντες ἀποῤῥίψωσι σφοδρῶς, τὸ δὲ θεῖον θέλημα, τοῦ Υἱοῦ σου ἐκλέξωσι.

Ὁ μέγας ἀρχάγγελος, τὸ χαῖρέ σοι Πανάχραντε, εἴρηκε καὶ γέγονε τὸ θαῦμα, θείᾳ δυνάμει ἐν τῇ γαστρί σου Ἁγνή, τοῦ δημιουργήσαντος ἡμᾶς, Θεοῦ Λόγου Δέσποινα, θαυμαστὴ ἐνανθρώπησις.

Κανὼν Πρῶτος τοῦ Ἁγίου. Ἵνα τί με ἀπώσω.
Ἡ φωνὴ Παϊσίου, ἐξ Ἁγίου Ὄρους τὴν σὴν μεμαρτύρηκεν, πάτερ θεοφόρε, ἁγιότητα λόγων καὶ πράξεων, διὸ καὶ εἰς πάντας, ἐξ Ἄθωνος ἐβροντοφώνει, Βησσαρίων ζηλῶ σου καὶ χάριτας.

Σεαυτὸν τοῖς ἀνθρώποις, ἐνδεέσι καὶ πάσχουσιν ὡς διάκονον, τιθεὶς ὥσπερ λέγει, τοῦ Κυρίου τὸ λόγιον Ἅγιε, ὅθεν σπουδαζόντων, ἀνέλαβες τὸ ὅλον βάρος, ὡς πατὴρ Βησσαρίων φιλόστοργος.

Σωστικαῖς προσευχαῖς σου, ἐκ καρκίνου ἄνδρα νοσήσαντα ἔσωσας, καὶ ἄλλους ἑτέρους, ἐκ ποικίλων λοιμῶν ἐπροστάτευσας, χάριτι Κυρίου, ὡς ἔχων πάτερ παῤῥησίαν, ἐν τῷ θρόνῳ Χριστοῦ τοῦ Παντάνακτος.

Θεοτοκίον.
Ἀηττήτῳ σου ῥώμῃ, Θεοτόκε Δέσποινα, τοὺς νέους φύλαττε, ἐκ τῆς ἁμαρτίας, τῆς σαρκὸς καὶ νοὸς ἀθεότητος, σὺ γὰρ μήτηρ πάντων, τῷ θείῳ τόκῳ σου ἐγένου, Μητροπάρθενε Κόρη Πανύμνητε.

Κανὼν Δεύτερος τοῦ Ἁγίου. Φώτισον ἡμᾶς.
Ὅλως σεαυτόν, Βησσαρίων ἀνατέθεικας, ἐν νηστείαις καὶ εὐχαῖς διηνεκῶς, τοῦ σοῦ βίου τὰς ἡμέρας διερχόμενος.

Νῦν ἐν τῇ Μονῇ, Βησσαρίων τὸ σὸν λείψανον, θεραπεύει τὰς φοβίας τῶν πιστῶν, καὶ ἰᾶται τὰ κατ’ ἄμφω ἀῤῥωστήματα.

Ἅγιε ἡμᾶς, τοὺς ἐν πόθῳ τὴν σὴν λάρνακα, προσκυνοῦντας ἀπὸ πάσης συμφορᾶς, καὶ παγίδος διαφύλαξον τοῦ ὄφεως.

Θεοτοκίον.
Δέξαι Μαριάμ, τοῦ νοὸς καὶ τῆς καρδίας μου, τὴν ἀπέλπιδα ᾠδήν μου καὶ φαιδρῶς, μεταποίησον αὐτὴν τῇ δυναστείᾳ σου.

ᾨδὴ στ΄. Κανὼν τῆς Θεοτόκου. Τὴν θείαν ταύτην.
Ἰάσω μῆτερ τὸ σύντριμμα, Ἀδὰμ τοῦ χοϊκοῦ τῇ κυήσει σου, Χριστὸν γεννήσασα, τὸν τὰς πληγὰς θεραπεύσαντα, ψυχῆς μου Θεοτόκε ἀειμακάριστε.

Νοῦν ἐν τοῖς πάθεσι κείμενον, τοῦ φθόνου καὶ κακίας Πανάχραντε, λιταῖς σου κάθαρον, καὶ διαυγέστατον ποίησον, διώκουσα ἐννοίας, δυσώδεις Πάναγνε.

Ἀσπόρως Μῆτερ Ἀνύμφευτε, ἀφθόρως καὶ ἀφράστως γεγέννηκας, Χριστὸν τὸν Κύριον, καὶ τοῦτον γάλακτι ἔθρεψας, τὸν χορηγοῦντα πᾶσι, τὸν ἐπιούσιον.

Στενάζω θρήνοις καὶ δάκρυσι, ὁρῶν τὰ τῆς ψυχῆς μου οἰδήματα, Μῆτερ φιλεύσπλαγχνε, διὸ λιταῖς σου παράσχου μοι, τὴν ἄνεσιν ἐν βίῳ, Θεοχαρίτωτε.

Κανὼν Πρῶτος τοῦ Ἁγίου. Ἱλάσθητί μοι Σώτηρ.
Ὁμόζηλος τῶν πρὸ σοῦ, ὁσίων πάντων ἐπέδειξας, ἀγάπην πρὸς τοὺς πιστούς, ὡς λέγει ὁ Κύριος, παρέχων τὰ πρόσφορα, τοῖς ἀνθρώποις πᾶσι, Βησσαρίων θεοτίμητε.

Σταυρώσας ἐν τῷ Σταυρῷ, ὡς γράφει Παῦλος ὁ ἅγιος, τὰ πάθη καὶ σεαυτόν, ἐκτήσω τὸ χάρισμα, σοφὲ διακρίσεως, καὶ τῆς παῤῥησίας, Βησσαρίων πρὸς τὸν Κύριον.

Ὡς δῶρον τὸ θεϊκόν, τὸ χαριτόβρυτον σκῆνός σου, ἐξῆλθεν ἀπὸ τῆς γῆς, χαρίζον τὴν ἴασιν, νοσοῦσι καὶ πάσχουσι, καὶ τε, Βησσαρίων τὴν εἰρήνευσιν.

Θεοτοκίον.
Δυσώπησον Μαριάμ, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου, ὑπὲρ τῶν ἁμαρτωλῶν, τῶν ὄντων ἐν θλίψεσι, καὶ δὸς ὡς φιλάνθρωπος, τῆς ψυχῆς γαλήνην, καὶ χαρὰν τὴν ἀναφαίρετον.

Κανὼν Δεύτερος τοῦ Ἁγίου. Τὴν δέησιν ἐκχεῶ.
Εὐκέλαδον, ὡς πτηνὸν ἐκήρυξας, ἐν τῇ Φθίᾳ Βησσαρίων τοὺς λόγους, τοῦ ζωοδότου Χριστοῦ καὶ ἐκ πλάνης, ἁμαρτωλοὺς θεοφόρε ἐζώγρησας, διὸ τὴν μνήμην σου φαιδρῶς, ἀνυμνοῦσι καὶ γάννυνται ὅσιε.

Ὑψαύχενος, ὁ ἐχθρὸς ἠθέλησε, καθαρώτατον παμμάκαρ σκεδάσαι, τοῦ Τρισηλίου Δεσπότου τὸ ἦθος, ἀλλὰ τῇ σῇ ἀντιστάσει ἐνίκησας, τὰ τούτου πάτερ ζοφερά, καὶ ἀπαίσια ὄντως τεχνάσματα.

Τὸ σκῆνός σου, ἐν τῇ θείᾳ μάνδρᾳ σου, ἀπὸ πάσης προσβολῆς προστατεύει, τῶν κακοτρόπων ἀνθρώπων θεόφρον, τῶν μοναζόντων χορὸν τὸν φιλόχριστον, τῶν καθ’ ἑκάστην ἐν ᾠδαῖς, εὐφημούντων τὸν βίον σου πάντιμε.

Θεοτοκίον.
Ἐπάκουσον, Θεοτόκε Δέσποινα, τῶν σῶν δούλων τὸν ἱκέσιον ὕμνον, τῶν ἐκζητούντων ἐν ὅλῃ καρδίᾳ, τὰ σὰ ἐλέη καὶ πάντα τὰ πρόσφορα, πρὸς σωτηρίαν τῆς ψυχῆς, Παναγία Θεόνυμφε Ἄχραντε.

Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν τῇ θείᾳ μνήμῃ σου, πανηγυρίζει, ἡ Μονὴ Ἀγάθωνος, ἀλλὰ καὶ Φθία ἡ κλεινή, τὴν βιοτὴν διηγούμενοι, ὦ Βησσαρίων, τὴν σὴν καὶ τὰ θαύματα.

Ὁ Οἶκος.
Κεκαθαρμένος ἐκ παθῶν πολυτρόπων, καὶ εὐτρεπισμένος τῷ χιτῶνι τῆς ἱερωσύνης, ἐν τοῖς ἐσχάτοις χρόνοις, ἐν τῇ Μονῇ τοῦ Ἀγάθωνος, ὡς ἥλιος ἀνίσχες, διαυγάζων τοῖς πέρασι.

Σὺ γὰρ ἐνισχυθεὶς τῇ ἄνωθεν βοηθείᾳ, τοῦ Χριστοῦ τὸ ὄνομα καὶ τὰς αὐτοῦ ἐντολάς, ὡς διδάχος πανάριστος πανταχοῦ ἐκήρυξας, ζωγρήσας ἐν τοῖς ἀρκύοις τῆς Ἐκκλησίας, πολλοὺς ἐν ἁμαρτίαις ζῶντας.

Ὅθεν ὡς ἅγιος δοξασθείς, καὶ ἐν ζωῇ καὶ μετὰ τὴν θανήν, ὦ Βησσαρίων, οἱ μονασταὶ καὶ κοσμικοί, διηγοῦνται καὶ ὑμνολογοῦσι, τὴν χάριν καὶ τὰ ποικίλα ἐλέη σου.

Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Βησσαρίωνος τοῦ Νέου, τοῦ ἐν τῇ Μονῇ τοῦ Ἀγάθωνος ἐν Φθίᾳ ἀσκήσαντος καὶ τελειωθέντος, τοῦ ἐλεήμονος καὶ διακριτικοῦ, οὗ τὸ ἅγιον λείψανον ἐκ τάφου ἐξαχθέν, εὑρέθη ἄφθορον.

Στίχοι
Βησσαρίων τοῦ Δεσπότου Χριστοῦ θύτα, ταῖς σαῖς λιταῖς σκέπαζε τοὺς σὲ ὑμνοῦντας.

Οὗτος ὁ νέος τῆς Ἐκκλησίας ὅσιος τὴν καταγωγὴν ἕλκει ἐκ Πεταλιδίου τῆς Μεσσήνης. Ἐγεννήθη τῇ εἰκοστῇ τοῦ μηνὸς Νοεμβρίου τοῦ χιλιοστοῦ ἐννεακοσιοστοῦ καὶ πέμπτου ἔτους (1905) ἐκ γονέων εὐσεβῶν, τοῦ Δημοσθένους καὶ τῆς Βινέτας. Τυχὼν τῆς νενομισμένης εἰς τοὺς χρόνους ἐκείνους παιδείας καὶ μαθητεύσας παρὰ τοὺς πόδας τοῦ γνωστοῦ ἀσκητοῦ Ἠλία Παναγουλάκη οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν κηρυγμάτων ἄλλων Πατέρων, ὅπως τῶν ἱερομονάχων Πολυκάρπου Ἀνδρώνου, Ἰωὴλ Γιαννακοπούλου καὶ τοῦ ἱεραποστόλου Χρυσοστόμου Παπασαραντοπούλου ὅτε ἦλθεν ἡ κατάλληλος τῆς ἡλικίας ὥρα προσεχώρησεν εἰς τὴν Μονὴν τῆς Παναγίας τῆς Δημιόβας. Μετὰ τριετῆ δοκιμασίαν ἐκάρη μοναχός. Τὸ 1931 ἐχειροτονήθη διάκονος ὑπὸ τοῦ Μητροπολίτου Μεσσήνης Μελετίου καὶ τὸ ἔτος 1933 Πρεσβύτερος ὑπὸ τοῦ Τριφυλλίας Ἀνδρέου, ὄντος τοποτηρητοῦ τῆς Μητροπόλεως Μεσσήνης. Ἀργότερα ἐχειροθετήθη πνευματικός.

Ταῖς αὐτοῦ πρεσβείαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Ἀμήν.

ᾨδὴ ζ΄. Κανὼν τῆς Θεοτόκου. Οὐκ ἐλάτρευσαν.
Ὦ Πανύμνητε, Μαρία ἀπειρόγαμε, Θεοχαρίτωτε, ἁμαρτανόντων ἐλπίς, στενόντων τὸ στήριγμα, πενθούντων ἄνεσις, τὰ ἐνθυμήματα, τῶν φοβιῶν μου σκέδασον, τῇ ἁγίᾳ σου δυνάμει.

Σὲ τὸ στήριγμα, Χριστοῦ τὸ καθαρώτατον, ταῖς ἱκεσίαις σου, τὴν σπιλωθεῖσαν δεινῶς, ψυχήν μου καθάρισον, Μῆτερ ἀνύμφευτε, σὺ γὰρ γέγονας, ἁμαρτωλῶν βοήθεια, ἀκαταίσχυντε Παρθένε.

Οὐ δυνήσονται, ὑμνῆσαι τὴν λοχείαν σου, τὴν ἀνερμήνευτον, ἅπας ὁ κόσμος ὁμοῦ, ὑπὲρ γὰρ Πανύμνητε, τὴν φύσιν ἔτεκες, τὸν ποιήσαντα, τὸν οὐρανὸν τῷ ῥήματι, καὶ τὴν γῆν καὶ τοὺς ἀνθρώπους.

Νῦν οἱ δοῦλοί σου, Παρθένε τὰ ἐλέη σου, καὶ τὰ σημεῖά σου, ἃ καθ’ ἑκάστην ποιεῖς, ἀφθόνως τοῖς πάσχουσι, ὕμνοις γεραίρουσι, καὶ βοῶσί σοι, χαῖρε βροτῶν ἰάτειρα, χαῖρε κόσμου σωτηρία.

Κανὼν Πρῶτος τοῦ ἁγίου. Θεοῦ συγκατάβασιν.
Ἡ μάνδρα σου ὅσιε, ὡσεὶ χρυσίον ζύθειον σκῆνός σου,
πεπλησμένον χαρίτων, πάτερ κατέχει καὶ ἐπαγάλλεται, καὶ ἀνυμνεῖ ἐγκαρδίως κραυγάζουσα· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Νυνὶ τὴν σὴν λάρνακα, τῶν εὐσεβούντων τὰ πλήθη στέφουσι, ψαλμωδίαις ἁγίαις, καὶ βιοτήν σου ὑμνοῦσιν ἅγιε, καὶ τὰ πολλὰ ὑπὲρ φύσιν σημεῖά σου, ὦ Βησσαρίων πατὴρ θεοχαρίτωτε.

Πατὴρ ὁ φιλόστοργος, ἐν τῇ ζωῇ ἐδείχθης τοῖς πάσχουσι, θεραπεύων ἀνάγκας, τῶν πενομένων ἐν βίῳ ἅγιε, καὶ μετὰ θάνατον ὤφθης πανόλβιε, πολλῶν ἀνθρώπων ἀκέστωρ ὄντως ταχύς.

Θεοτοκίον.
Ῥοαῖς τῶν χαρίτων σου, τὴν χερσωθεῖσαν γῆν τῆς καρδίας μου, θαυμαστῶς καταρδεύεις,καὶ εἰς ἀγρὸν καρποφόρον Δέσποινα, μεταποιεῖς διὸ πάντες κραυγάζομεν· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Κανὼν δεύτερος τοῦ ἁγίου. Εἱρμός· Oἱ ἐκ τῆς Ἰουδαίας.
Ῥωσθεὶς ταῖς ἐνεργείαις, Παρακλήτου Ἁγίου πολλοὺς διέσωσας, ἐκ τῶν ἀμπλακημάτων, πολλῶν θανατηφόρων, προϊδὼν ἀκριβέστατα, τὴν πτῶσιν τούτων σεμνέ, παμμάκαρ Βησσαρίων.

Ὁλόθυμος συντρέχεις, τοῖς ἐν πίστει ζητοῦσι, τὴν σὴν ἀντίληψιν, ἐν σοὶ γὰρ ἐφηρμόσθη, ὁ λόγος τοῦ Κυρίου, ὅπως δοῦλοι γεγένησθε, πρὸς σωτηρίαν πιστῶν, Τρισμάκαρ Βησσαρίων.

Νεουργεῖς τοῖς σοῖς λόγοις, τῶν θυτῶν τοῦ Κυρίου τὸ ἦθος ἅγιε, παμμάκαρ Βησσαρίων, διδάσκων θεοφρόνως, μυστηρίων τὴν τέλεσιν, καὶ πρὸς Χριστὸν τὸν Θεόν, τὸν φόβον καὶ τὴν πίστιν.

Θεοτοκίον.
Δανείσασα Παρθένε, τῷ Χριστῷ τὴν σὴν σάρκα, ἡμᾶς ἀπήλλαξας, θανάτου τοῦ δευτέρου, καὶ τῆς φλογὸς τοῦ ᾅδου, καὶ πολλῶν ἄλλων θλίψεων, ὧν ποιητὴς στυγερός, ὁ ὄφις ὁ ἀρχαῖος.

ᾨδὴ η΄. Κανὼν τῆς Θεοτόκου. Παίδας εὐαγεῖς.
Ἡ θεοχαρίτωτος Παρθένος, ἀνθρώπων ἁμαρτωλῶν ἡ ἀπολύτρωσις, γέγονε κυήσασα, Λόγον τὸν Συνάναρχον, διὸ αὐτὸν γεραίρομεν, καὶ ἀνακράζομεν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Μύρου νοητοῦ ἡ μυροθήκη, ὑπάρχεις Παρθενομῆτορ ὡς γεννήσασα, τοῦ παντὸς τὸν Κύριον, τὸν βροτοὺς καθάραντα, ἐκ τῆς ἰλύος Πάναγνε, τοῦ πολεμήτορος, καὶ πάντων τῶν ψυχῶν καὶ σωμάτων, παθῶν τῶν ψυχοφθόρων, καὶ πάσης ἁμαρτίας.

Ἄνασσα Παρθένε Θεοτόκε, εἰρήναρχον ἡ τεκοῦσα τὸν Φιλάνθρωπον, τὸν συμφιλιώσαντα, τὸν Θεὸν καὶ ἄνθρωπον, τῇ οἰκουμένῃ δώρησαι, ἱκετηρίαις σου, ὡς μήτηρ πρὸς Υἱόν σου καὶ Πλάστην, Κόρη τὴν βεβαίαν, καὶ σταθηρὰν εἰρήνην.

Σῴζεις ταῖς ὀξείαις σου πρεσβείαις, τὸ πλήρωμα ὀρθοδόξων ἐκ τοῦ δράκοντος, τοῦ ἀρχαίου Δέσποινα, καὶ τὰ τούτου σκάνδαλα, τῇ ἀηττήτῳ ῥώμῃ σου, σκεδάζεις ἅπαντα, καὶ ὄντως ὁδηγεῖς πρὸς τὰ κρείττω, τοὺς σοὺς δούλους Μῆτερ, ἡμῶν ἡ σωτηρία.

Κανὼν πρῶτος τοῦ Ἁγίου. Ἑπταπλασίως κάμινον.
Ὥσπερ ἐλαία ἔγκαρπος, τοῖς σοῖς μόχθοις μακάριε, ἐν τῇ καλουμένῃ, ὡς Μονὴ Ἀγάθωνος, βλαστήσας παρήγαγες, τὰ ἱερὰ καρπώματα, τῆς ὑπομονῆς, καὶ ἐγκρατείας ὁμοίως, βοῶν ἐκ τῆς καρδίας, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τύπος καλὸς πρὸς μίμησιν, καὶ ὑπόδειγμα πάγκαλον, ἐν τῇ σεβασμίᾳ, Βησσαρίων μάνδρᾳ σου, ἐδείχθης τοῖς ἔργοις σου, καὶ ἱεροῖς σου ῥήμασι, τοὺς συμμοναστάς, διαφυλάττων ἐκ πάντων, μανίας διαβόλου, τῶν θελγήτρων τοῦ κόσμου, νοὸς ὑπεροψίας, καὶ πάσης ἁμαρτίας.

Ἡ ἐν τῇ Φθίᾳ ἅγιε, ἱερά σου Μητρόπολις, καὶ ἡ σὲ φυσαμένη, Βησσαρίων κώμη σου, σκιρτῶσι καὶ γάννυνται, καὶ ἱερῶς εὐφραίνονται, ὅτι ὡς ἀστήρ, ἐν ταῖς ἐσχάταις ἡμέραις, ταῖς πονηραῖς ἀνίσχες, καὶ ἐφώτισας πάτερ, λαὸν τῶν Ὀρθοδόξων, τῷ βίῳ σου καὶ λόγοις.

Θεοτοκίον.
Νενεκρωμένην ζώωσον, τὴν ψυχήν μου Πανάμωμε, ταῖς σαῖς ἱκεσίαις, καὶ λιταῖς πρὸς Κύριον, ἐν λάκκῳ γὰρ πέπτωκα, τῶν πολλαπλῶν πτωμάτων μου, ὅθεν ταπεινῶς, πρὸς σὲ τὰς χεῖρας ἐκτείνω, καὶ ὡς ἄσωτος κράζω, Θεοτόκε Παρθένε, τὴν ζώωσιν παράσχου, ψυχῆς μου τῆς ἀθλίας.

Κανὼν δεύτερος τοῦ ἁγίου. Εἱρμός· Τὸν Βασιλέα.
Εὖξαι θεόφρον, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τὴν πανήγυριν τὴν σὴν Βησσαρίων, ὡς ἔχων τὴν χάριν, παρὰ Κυρίου πάτερ.

Ξένος ἐφάνης, βιωτικοῖς Βησσαρίων, τὰ οὐράνια ζητῶν ὁλοκαρδίως, διὸ καὶ ἐγένου, πατὴρ πολλῶν ἀνθρώπων.

Ἀπὸ τοῦ πλάνου, καὶ πτερνοσκόπου βελίαρ, ταῖς δεήσεσιν ἐῤῥύσω τὴν ψυχήν μου, καὶ ὤφθης τοῖς πᾶσιν, ὡς ἄγγελος Κυρίου.

Θεοτοκίον.
Ἵνα σωθῶσιν, οἱ ταπεινοί σου ἱκέται, ἐκ βροτῶν τῶν κακοβούλων Θεοτόκε, πρόφθασον λιταῖς σου, ἡμᾶς διαφυλάξαι.

ᾨδὴ θ΄. Κανὼν τῆς Θεοτόκου. Ἅπας γηγενής.
Ἴασαι ἡμῶν, ψυχῆς τὰ οἰδήματα, καὶ τὸ κλυδώνιον, τοῦ νοὸς Πανάμωμε, καὶ δίδου ῥῶσιν καὶ τὴν εἰρήνευσιν, τὸν τοῦ Πατρὸς γὰρ ἔτεκες, Υἱὸν Συνάναρχον, τὸν τῆς Εὔας καὶ Ἀδὰμ σκεδάσαντα, τῆς κατάρας Ἁγνὴ τὸ κατάκριμα.

Ὡς τοὺς παλαιούς, ὁ τύπος σου ἔσωσε, ἐκ τῆς φλογώσεως, παῖδας Ἀειπάρθενε, καὶ τοὺς σοὺς δούλους, λιταῖς σου δρόσισον, ἵνα τὰ πάθη σώματος, καὶ ἀμπλακήματα, τὰ πυρώδη, πάντα ἀποσβέσωνται, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.

Ἥδιστα ἁγνή, οἱ δοῦλοί σου μέλπουσι, σὲ τὴν γεννήσασαν, Λόγον τὸν ΦΙλάνθρωπον, τὸν ἑκουσίως ἐνανθρωπήσαντα, καὶ τῷ ἰδίῳ αἵματι, τὰ ὀφειλήματα, τῶν ἀνθρώπων, Μῆτερ ἀπαλείψαντα, καὶ ἡμᾶς ἐλευθέρους ποιήσαντα.

Λύμης φθαρτικῆς, τοὺς σὲ ἱκετεύοντας, ῥῦσαι δυνάμει σου,
Παναγία Δέσποινα, καὶ σωφροσύνην, καὶ τὴν ταπείνωσιν, καὶ τοῦ νοὸς τὸ αὔγασμα, καὶ τὰ ἐπίλοιπα, τῶν σῶν δώρων, Μῆτερ ἀντεισάγαγε, ἐν ψυχαῖς τῶν ἀεὶ ἀνυμνούντων σε.

Κανὼν πρῶτος τοῦ Ἁγίου. Ἐξέστη ἐπὶ τούτῳ.
Ἰσχύσας Βησσαρίων τοῦ πονηροῦ, ἱκεσίαις πολλαῖς καὶ δεήσεσι, καὶ ὀφθαλμῶν, δάκρυσιν ἀπέπνιξας παντελῶς, στρατείαν τὴν παγκάκιστον, καὶ ὡς ἄλλος ἄγγελος ἐπὶ γῆς, ἐβίωσας θεόφρον, καὶ τῶν πιστῶν χορείαις, κατέστης μέγιστος διδάσκαλος.

Ὡς μέγας παραστάτης ἐν συμφοραῖς, τῶν πτωχῶν συνανθρώπων σου ἅγιε, δὸς δαψιλῶς, τοῖς ὑμνολογοῦσι σεμνοπρεπῶς, ἐν τῇ ἁγίᾳ μνήμῃ σου, δύναμιν ἐξ ὕψους καὶ φωτισμόν, ὅπως τοῦ βίου πάτερ, ῥαδίως διαβῶσι, πέλαγος ὄντως πολυτάραχον.

Ἡ Φθία πᾶσα χαίρει τε καὶ σκιρτᾷ, καὶ ἡ θεία Μονή σου ἀγάλλεται, ὅτι τὸ σόν, ὄνομα ἐγράφη τὸ ἱερόν, ἐν δέλτοις ἀξιότιμε, τῶν ἀνδρῶν ὁσίων καὶ θαυμαστῶν, διὸ καὶ τὰ πολλά σου, σημεῖα Βησσαρίων, ἐκδιηγοῦνται θεοδόξαστε.

Θεοτοκίον.
Λάμψον μετανοίας τὸν φωτισμόν, ἐν τῷ νῷ τῶν σῶν τέκνων ἀνύμφευτε, Μῆτερ Ἁγνή, τῶν μακαριζόντων σε ἀληθῶς, καὶ σκέδασον τὴν σκότασιν, τῶν ἁμαρτημάτων μου τὴν πυκνήν, σὺ γὰρ ἐτέξω φάος, τὸ ἄδυτον καὶ μέγα, καὶ ἀληθὲς Θεοχαρίτωτε.

Κανὼν δεύτερος τοῦ Ἁγίου. Κυρίως Θεοτόκον.
Ἰλύος ἐκκαθάρας, ἐκ τῶν ἁμαρτάδων, τὴν σὴν ἁγίαν ψυχὴν θεοδόξαστε, προσῳκειώθης ἐντός σου, Χριστὸν τὸν Κύριον.

Ὠδίνας τῶν σῶν τέκνων, ὡς ὁ Παῦλος λέγει, διηνεκῶς ἐν τῷ βίῳ σου ἔζησας, ὅπως Χριστὸν ἐν καρδίᾳ μορφώσῃς Ἅγιε.

Ἡδέως ἀναμέλπων, πάτερ Βησσαρίων, τὸν σὸν Κανόνα τὸν νέον σοῦ δέομαι, ταῖς σαῖς ἁγίαις πρεσβείαις, κόσμον προστάτευσον.

Θεοτοκίον.
Λυθῆναι Θεοτόκε, ῥώμῃ σου τὸν πλόκον, ἁμαρτιῶν τῶν πολλῶν μου αἰτοῦμαί σου, σὺ γὰρ παρέχεις ἀνθρώποις χάριν καὶ ἔλεος.

Ἐξαποστειλάριον.
Ἦχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Τῷ καταλόγῳ ὅσιε, μοναχῶν ἠριθμήθης, καὶ ἱερεὺς γενόμενος, ἐν ἐσχάτοις τοῖς χρόνοις, τοῦ θείου Πνεύματος ὤφθης, ἐνδιαίτημα πάτερ, διὸ καὶ καθωδήγησας, τὸν λαὸν τοῦ Κυρίου, πρὸς τὸν Χριστόν, τύπος χρηματίσας ἱερομύστα, τῇ βιοτῇ καὶ ῥήμασι, καὶ πολλοῖς σου σημείοις.

Θεοτοκίον. Ὅμοιον
Τῷ σῷ Υἱῷ Πανάμωμε, ἀνεκαίνισας ὅλως, τῶν προπατόρων φύραμα, καὶ ἐζώωσας τοῦτο, σοὶ γὰρ τῇ σῇ συνεργείᾳ, ὁ Συνάναρχος Λόγος, ἀφάτως ἐνηνθρώπησεν, καὶ ἀρᾶς ἀπηλλάγημεν τοῦ Ἀδάμ, καὶ πολῖται πάλιν τοῦ Παραδείσου, γεγόναμεν Μητρόθεε, καὶ ἀπείρανδρε Κόρη.

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄
καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ὦ τοῦ παραδόξου θαύματος, ἐν τοῖς ἐσχάτοις καιροῖς, ὥσπερ ἄστρον πολύφωτον, ἐν τῇ Φθίᾳ ἤστραψας, Βησσαρίων πανόσιε, φωτίζων πάντας, τοὺς ἁμαρτάνοντας, καὶ πρὸς τὴν τρίβον, ταῖς συμβουλίαις σου, τούτους ὡδήγησας, σωτηρίας ἅγιε τῆς ἀσφαλοῦς, ὡς τῆς θείας χάριτος, κῆρυξ θεόσοφος.

Ὦ τοῦ παραδόξου θαύματος, ἐν ταῖς ἡμέραις ἡμῶν, ὥσπερ ῥόδον μυρίπνοον, ἐκ τοῦ τάφου ἤνθησε, τὸ ἀλώβητον σκῆνός σου, παρέχον ὄντως, χαρὰν καὶ ἄνεσιν, τοῖς ἀσκουμένοις, ἐν τῇ Ἀγάθωνος, ἀλλὰ καὶ ἅπασι, ὀρθοδόξοις Ἅγιε χριστιανοῖς, τοῖς ἀσπαζομένοις σου, τὰς χεῖρας Πάντιμε.

Πάτερ Βησσαρίων ἔνδοξε, τῶν πενομένων τροφεύς, ἀσθενούντων τὸ στήριγμα, τῶν πεσόντων ἔγερσις, καὶ νεότητος στήριγμα, τῶν μοναζόντων σεμνὸν ὑπόδειγμα, καὶ ἱερέων κανὼν γεγένησαι, ὅθεν τὴν μνήμην σου, πανδημεὶ καὶ ᾄσμασι τοῖς ἱεροῖς, ἐκτελοῦμεν σήμερον, Πανοσιώτατε.

Ἔχων παῤῥησίαν πρὸς Κύριον, ὡς κατοικῶν ἐν μοναῖς, Παραδείσου πανόλβιε, τὰς τιμίας χεῖράς σου, μὴ παρίδῃς δεόμεθα, ὑψῶν θεόφρον, πρὸς τὸν Φιλάνθρωπον, ὑπὲρ ἁπάντων, τῶν λιταζόντων σε, ἐν ὕμνοις ἅγιε, καὶ τῶν προσκυνούντων σου, τὴν ἱεράν, πεπλησμένην χάριτος, θήκην λειψάνων σου.

Δόξα. Ἦχος πλ. δ΄.
Ὅσιε πάτερ, εἰς πᾶσαν τὴν Φθίαν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· σὺ γὰρ ὡς θεοφόρος διδάσκαλος, καὶ ἱερεὺς ἐννομώτατος, τῶν σῶν μαθητῶν τὴν χορείαν, πρὸς τὰ ἄνω ὁδεύειν, Εὐαγγελικοῖς διδάγμασι, καὶ τῇ σεμνῇ βιοτῇ σου ἐδίδαξας.

Ὅθεν εἰς ἀγάπης ἀντέκτισιν, ὁ Χριστὸς σὲ ἐδόξασε, καὶ τὸ τίμιόν σου σκῆνος, ἐκ τῆς γῆς ἐφανέρωσε, σκορπίζων τοῖς ἀνθρώποις, χαρὰν καὶ ἀγαλλίασιν.

Νῦν οὖν παμμακάριστε, ἐν οὐρανοῖς προσεδρεύων, πρὸ τοῦ θρόνου τοῦ σὲ ἁγιάσαντος Θεοῦ, ἐκτενῶς ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὰ οὐράνια ὑμνεῖ σε, Κεχαριτωμένη Μήτηρ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ τυπικά, Οἱ Μακαρισμοί. Καὶ ἐκ τοῦ Κανόνος τοῦ ἁγίου ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή.
Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς 5ης Δεκεμβρίου (Ὁσίου Σάββα)
Κοινωνικόν.
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.

Μεγαλυνάριον.
Χαίροις Φθία πᾶσα πνευματικῶς, ἔχουσα ἐν κόλποις, Βησσαρίωνα τὸν σεπτόν, χαίροις καὶ ἡ μάνδρα, μονῆς Ἀγαθωνίτου, ἡ θρέψασα ἐνθέως, τὸν νεόν ἅγιον.

Παρακλητικός Κανών εις τον Όσιο Βησσαρίωνα τον Αγαθωνίτη

Εγκώμια εις τον Όσιο Βησσαρίωνα τον Αγαθωνίτη

Πηγή