Εγκώμια του Αγίου Νεκταρίου Πενταπόλεως του εν Αγίνη του Θαυματουργού
Ποίημα Μαριάμ Μοναχής Ιεράς Μονής Κεχροβουνίου Τήνου
Ήχος γ΄. Αἱ γενεαί πάσαι. Ἀκροστιχίς κατ’ ἀλφάβητον.
Αἱ γενεαί πάσαι, μακαρίζομέν σε, Νεκτάριε τρισμάκαρ.
Ἀπολαβούσα Πάτερ, σῆς θείας βοηθείας, ὑμνῶ σε εὐχαρίστως.
Ἀπὸ τῶν ῥυπαρῶν μου, χειλέων σοι προσφέρω, ὕμνον εὐχαριστίας.
Ἅγιε προσδέχου, σῶν ἐγκωμίων ὕμνους, οὓς ευγνωμόνως ψάλλω.
Ἅγιος ὑπήρξας, ἐν ὅλῃ τῇ ζωῇ σου, διὸ καὶ ἡγιάσθης.
Ἀγάπη τετρωμένη, ἣν ἡ σῇ καρδίᾳ, Θεοῦ, τοῦ ἐν Τριάδι.
Ἀπέλαβες ἀξίως, τὴν δόξαν τοῦ Κυρίου, τὴν ἄῤῥητον ἐν πάσι.
Ἀγάλλου εἰς αἰῶνας, σὺν τοῖς χοροῖς Ὁσίων, ἡγιασμένε Πάτερ.
Βλάστημα ὑπήρξας, ἀνθέων γεννητόρων, ἐν πόλει Σηλυβρίᾳ.
Βουλὴ ἡ του Ὑψίστου, τὴν χάριν τῶν θαυμάτων, παρέσχετό σοι Πάτερ.
Βοῶμεν ἐπὶ τούτοις, δόξα τῇ παναιτίῳ Τριάδι τῇ Ἁγίᾳ.
Βλέπομεν ἐν πόθῳ ταῖς Ἐκκλησίαις πάσαις εἰκόναν τὴν σεπτήν σου.
Βαβαῖ τῆς σῆς ἀγάπης, καὶ τῆς φιλευσπλαχνίας, Νεκτάριε θεόφρων.
Βουλόμεθα ὦ Πάτερ, ὑμνεῖν σε κατὰ χρέος, ἀλλ’ ὄμως ἀπορούμεν.
Γνωστὴ ἡ βιοτή σου, τοῖς θαύμασιν ἐφάνη, Νεκτάριε τοῖς πᾶσι.
Γνώρισμα ὑπάρχει, τῶν ἀρετῶν ὁ πλούτος, ὧν εἴχεν ἡ ψυχή σου.
Γνώμην οὐρανίαν, ἐκέκτησο ἐν πᾶσιν, ὡς θείος Ἱεράρχης.
Γεννητόρων πόθον, ὑπεριδῶν θεόφρων, Χριστῷ προσωκειώθης.
Γνωρίζομεν ὦ Πάτερ ὅτι ἀνεκηρύχθη ἀξίως ἐν Ἁγίοις.
Γαλήνην καὶ ειρήνην, καὶ ταπεινοφροσύνην, δώρησαι τοῖς σοῖς τέκνοις.
Δοξάσας ἐν τῷ κόσμῳ Θεὸν τὸν ἐν Τριάδι, λαμπρῶς ἀντεδοξάσθης.
Δόξαν ὑπερείδες, ζωῆς τῆς ἐπιγείου Νεκτάριε θεόφρων.
Δόξης οὐρανίου προέκρινας τρισμάκαρ καὶ νῦν ἀπολαμβάνης.
Δόξα σοὶ Θεέ μου, ὅτι ὁ σὸς θεράπων ὑπὲρ ἡμῶν πρεσβεύει.
Δάκρυσιν ἐνθέοις, θεοφόρε Πάτερ, ἥρδευσας τὴν ψυχήν σου.
Δεόμαί σου Πάτερ, μὴ μὲ ἐγκαταλείπης, ἐν πάσαις ταῖς ἀνάγκαις.
Ἐτέτρωσο ἀγάπη, τοῦ ἔρωτος τοῦ θείου, τρισόλβιε Ἱεράρχα.
Ἔχαιρες προσάδων, ὕμνους καὶ συγγράφων, τῇ Κεχαριτωμένῃ.
Ἐν πᾶσῃ εὐλαβείᾳ καὶ κλίνεσι γονάτων, Αὐτὴν θερμῶς λιτάζεις.
Ἐκ βάθους τῆς καρδίας, ἔχαιρες παρὰ παντὶ τῷ δεομένῳ.
Ἐπίσκεψαι νοσούντας, τοὺς ἐπικαλουμένους, τὴν θείαν σου πρεσβείαν.
Ἐν θλίψεσίν με οὖσαν, δεινῶς κεκακωμένην, μὴ ὑπερίδης Πάτερ.
Ζήσας θεαρέστως, ἰσότιμος ἐδείχθης, Ἁγίων Θεοφόρων.
Ζήλον θείον ἔσχες, ἐν τῇ ψυχῇ σου Πάτερ, εὐαρεστεὶν Κυρίω.
Ζωὴν τὴν ουρανίαν, ποθεῖν ἀξίωσόν με, τὴν δούλην τοῦ Κυρίου.
Ζῶν ἐθαυματούργεις, προλέγων τοῖς αἰτοῦσι, τὰ μέλλοντα συμβαίνειν.
Ζωῆς τῆς ἐπικήρου, εἰκότως ἐμακρύνθης, οἰκοιωθεὶς Κυρίω.
Ζωῆς τῆς ἀϊδίου, ἠξίωσαι ἀξίως, ὦ θείε Ἱεράρχα.
Ζωὴν τὴν οὺρανίαν, ποθεῖν ἀξίωσόν με, τὴν δούλη τοῦ Κυρίου.
Ἡ ἐνοικούσα χάρις, ἐν σοὶ τοῦ Παρακλήτου, δεικνύει σε φωσφόρον.
Ἡμέραν τε καὶ νύκτα, τὸ ὄνομα Κυρίου ἐκέκτησο μελέτην.
Ἡ ἐν Αἰγύπτω Πάτερ, ζωή σου ἡ ὁσία, ὡς φῶς πᾶσιν ἐκλάμπει.
Ἠθέλησας τρισμάκαρ, φθόνου φυγεῖν τὰ κέντρα τοῦ θρόνου ἐμακρύνθης.
Ἡμᾶς εὐλαβουμένους, τὰς θείας ἀρετάς του, μνησικακίας ῥῦσαι.
Ἡ κλήσις σου καὶ μόνη, ῥύεται ἀπάσας ἐχθρῶν τὰς ἐπηρείας.
Θεόθεν ὁδηγήθης, ἐλθεῖν ἐν τῇ Ἑλλάδι Νεκτάριε τρισμάκαρ.
Θύων τῷ Κυρίῳ, τὴν μυστικὴν θυσίαν, λαμπρῶς καθηγιάσθης.
Θεοσοφίας πάσης, ἔμπλεως ἐγένου, μέγιστε Ἱεράρχα.
Θείοις ἴχνεσί σου, μονάζουσαι Παρθένοι, προσήλθον ἐν Αἰγίνῃ.
Θεοσοφίας πάσης, τὸν νοῦν ἀνακαθάρας, ἐπλήσθης θεοῤῥήμον.
Θερμὸς προστάτης πέλεις, τῶν ἐπικαλουμένων, τὸ θείον ὄνομά σου.
Ἵνα προσαγάγης ταύτας τῷ Κυρίῳ ὁσίως ἠγωνίσω.
Ἰδρύσας τὴν Μονήν σου, ταύτην σεμνῶν παρθένων, ἐνέπλησας θεόφρων.
Ἵδετε ὦ τέκνα, δουλεύσατε Κυρίῳ ἐν ὅλῃ τῇ καρδίᾳ.
Ἱερουργίας Πάτερ, τελῶν ἐν τῇ Μονῇ σου φωτοειδῆς ἐγένου.
Ἱερῶν ὁσίων, Νεκτάριε τρισμάκαρ, ἀγλάισμα ὑπάρχεις.
Ἱλέωσαι τὸν Κτίστην, ὑπὲρ παντὸς τοῦ κόσμου, αἰτούμενος εἰρήνην.
Κλίμαξ πρὸς τὸ ὕψος, ὡς θείος ποιμενάρχης, ἔσω ταῖς μοναζούσαις.
Κόσμιος τὸ ἤθος, καὶ ταπεινὸς καὶ πράος, ἐφαίνου τοῖς ὀρώσι.
Κατεύθυνον Κυρίῳ, ἡμῶν τὰς διανοίας, σεπτή σου προστασία.
Κακίαν πάσαν Πάτερ, μακρὰν ἐκ τῆς ψυχῆς μου, δίωξον χάριτί σου.
Κόπους καὶ ἰδρώτας, μυρίους κατεβάλου, ὑπὲρ τῆς θείας Μάνδρας.
Καλοῦμέν σε προστάτην, ἐν πάση ἡμῶν θλίψει, αἱ Μοναχοί τῆς Τήνου.
Λαμπρῶς ἐστολισμένος, χαρίσμασιν ἁγίοις, Νεκτάριε ὑπήρχες.
Λαλιαί καὶ γλώσσαι, τὰς θείας ἀρετάς σου, οὐ δύνανται ὑμνήσαι.
Λατρεύσας πανοσίως, Θεῷ τῷ ἐν Τριάδι συνήφθης τοῖς ἁγγέλοις.
Λάμψιν ἐκπέμπει θείαν, τὸ θεῖον πρόσωπόν σου, ἠνίκα ἱερούγεις.
Λατρεύσατε ὦ τέκνα, Κυρίῳ μετὰ φόβου, διδάσκων οὐκ ἐπαύσω.
Λάμψον ἐν καρδίᾳ ἐμοῦ τῆς παναθλίας τὸ θείον φῶς Κυρίου.
Μακάριος ἐγένου, κτησάμενος ἐν κόσμῳ, πλουτοποιὸν πτωχείαν.
Μετέστης ἐκ τοῦ κόσμου, καὶ πρὸς Θεὸν μετήλθες Νεκτάριε παμμάκαρ.
Μετὰ μυρίους πόνους, κατέπαυσας θεόφρων, πρὸς δόξαν οὐρανίαν.
Μονὰς τὰς οὐράνιους, Ἁγγέλων ἔνθα δήμοι, ἐσκήνωσας τρισμάκαρ.
Μετὰ θερμῶν δακρύων τὰ τέκνα σου ἐθρήνουν τὴν Κοίμησίν σου Πάτερ.
Μυσταγωγὲ τοῦ ἄνω, θυσιαστηρίου, μνείαν ποιοῦ σῶν τέκνων.
Νόμω ὑποκύψας, τῆς φύσεως τρισμάκαρ, ὁσίως ἐκοιμήθης.
Νεκτάριε θεόφρων, ἄμα τῇ σῇ κοιμήσει, ἔδειξας τὴν σὴν χάριν.
Νόσων καὶ κινδύνων, ἀπάλλαξον θεόφρων, τοὺς σὲ ὑμνολογοῦντας.
Νεκρὸν σὸν θείον σκήνος, ἡ Αἴγινα δεχθεῖσα καρπούται τὴν σὴν χάριν.
Νεκρώσεως χιτώνα αἰρέσεων παντοίων σώζε τοὺς πλανηθέντας.
Ναμάτων ζωηῤῥύτων, ἔμπλησον Ἱεράρχα, διψώσαν τὴν ψυχήν μου.
Ξένον ὄντως θαύμα, τὸ γὰρ νεκρόν σου σκήνος, ὀσμὴν θείαν ἐκπέμπει.
Ξενίζεις πᾶσαν τάξιν, σαῖς θείαις ἐμφανείαις, καὶ θαύμασι ποικίλοις.
Ξίφος κατὰ δαιμόνων, Νεκτάριε ἐδόθη τὸ θείον ὄνομά σου.
Ξένος ἐν τοῖς ξένοις, θεόφρων Ἱεράρχα ἔζησας ἐν τῷ κόσμῳ.
Ξενίας οὐρανίου, ἀξίωσον σοὺς δούλους, θερμαῖς σου ἱκεσίαις.
Ξένισον ὦ Πάτερ, πάσης φθαρτῶν ἐννοίας, τὸν νοῦν μου δυσωπώ σε.
Ὅτε τὸ σὸν πνεύμα, εἰς οὐρανοῦς ἀνήλθε, λαμπρῶς ἐμεγαλύνθης.
Ὁσίων καὶ Δικαίων, ψυχαὶ ἐν χαρμόσυνῃ, ὑπήντησάν σοι Μάκαρ.
Ὁ τάφος σου ταμεῖον, ἰάσεων τυγχάνει, ἡμῖν Ἁρχιεράρχα.
Ὀσμὴν τὴν οὐρανίαν, ἐκπέμπει θαυμασίως, ἡ θήκη σῶν λειψάνων.
Ὅσιε ἱεράρχα, Νεκτάριε τρισμάκαρ, χαῖρε εὶς τοὺς αἰῶνας.
Ὄμματι εὐσπλάχνω, ἐπίβλεψον ὦ Πάτερ, ἐπὶ τὴν κάκωσίν μου.
Παρεστηκὼς τῷ θρόνῳ, τῆς Τρισηλίου δόξης, σοὺς δούλους ἐποπτεύεις.
Πάτερ θεοφόρε, Μονήν σου τὴν ἁγίαν, φύλαττε εἰς αἰῶνας.
Πᾶσαν εὐλογίαν, δίδου σῇ προστασίᾳ, τῇ νήσῳ τῆς Αἰγίνης.
Παντοίων χαλεπῶν τε, νοσημάτων Πάτερ, ἴασιν ἡμῖν δίδου.
Παρὰ Κυρίου χάριν, ἀπείληφας διώκειν, πνεύματα πονηρίας.
Πάσιν ἀντιλήπτωρ, τοῖς προσερχομένοις, γενοῦ ὦ Ἱεράρχα.
Ῥήτωρ ἀνεδείχθης, ῥημάτων οὐρανίων, Χριστοῦ τῇ Ἐκκλησίᾳ.
Ῥείθρα ἰαμάτων, διαπαντὸς βλαστάνεις, ἡγιασμένε Πάτερ.
Ῥῶσιν θείαν δίδως, τοὶς ἐν ἀσθένειᾳ δεινὼς κεκακωμένοις.
Ῥύεται πας ὄστις, προσπίπτει τῇ σῇ Κάρα, ἐξ ὀλέθριων πόνων.
Ῥοήν μου τῶν δακρύων, μετὰ τῶν ὕμνων δέχου, ὡς συμπαθείας πλήρης.
Ῥῦσαι τὴν ψυχήν μου παθῶν τῶν ἐνοχλούντων παρακαλῶ σε Πάτερ.
Στενὴν καὶ τεθλιμμένην ὁδὸν ἀνύσας Πάτερ, Χριστῷ συνεδοξάσθης.
Στηρίζεις θεραπεύων, Νεκτάριε θεόφρων, καρδίας ἀσθενούσας.
Σώζεις ἐκ θανάτου, τοὺς ἐπικαλούμενους, τὸ θείον ὄνομά σου.
Σύμπασα ἡ νῆσος, Αἴγινα ἔγκαυχαται, τῇ δαψιλεί σου δόξη.
Σώζεις τὴν Μονήν σου, κρατύνων καὶ φυλάττων, αὐτὴν καὶ μεγαλύνων.
Σκέπε φρούρει Πάτερ, ἀεὶ τὰς Μονάζουσας, Μονῆς Κεχροβουνίου.
Τὴν ἱερὰν στολήν σου, κοσμήσας τῷ σῷ βίῳ, ἔδειξας λαμπροτέραν.
Τὰ βέλη τοῦ βελίαρ, ἀπήμβλυνας εἰς τὸ τέλος, στεῤῥά, ὑπομονή σου.
Τὴν κατὰ τῶν δαιμόνων, λαβὼν πλουσίαν χάριν, σώζεις τοὺς σὲ καλούντας.
Τὰς νόσους θεραπεύεις, τοὺς δαίμονας διώκεις, μάστιγι σῆς πρεσβείας.
Τὸν θείον ποιμενάρχην, αἰνοῦμέν σε βοῶντες, χαῖρε ὦ θείε Πάτερ.
Ταῖς σαῖς εὐχαῖς με ῥῦσαι, θανάτου αἰφνιδίου, σὴν δούλην Ἱεράρχα.
Ὑπερφυῶν θαυμάτων, ἡ θήκη σῶν λειψάνων, ἐκβλύζει θεῖα ῥείθρα.
Ὑψίστου ὧν θεράπων, Νεκτάριε παρέχεις, ἐνὶ ἐκάστω χάριν.
Ὑπὲρ τῶν Βασιλέων, καὶ πάσης τῆς Ἑλλάδος, τὸν Κύριον δυσώπει.
Ὑδάτων οὐρανίων, ἐπόμβρησον ῥανίδας, ἡμῖν Ἁρχιεράρχα.
Ὑπὲρ τῶν προσιόντων, τοῖς θείοις σου λειψάνοις, ἀεὶ Χριστὸν δυσώπει.
Ὑμνοῦντος τὴν σὴν θείαν, καὶ φωτοφόρον μνήμην, ῥῦσαι παντὸς κινδύνου.
Φιάλη ἀρωμάτων, τῆς ἄνω εὐωδίας, πέλει σῇ θείᾳ Κάρᾳ.
Φωστὴρ λαμπρὸς ἐδείχθης, ἐν τοῖς ἐσχάτοις χρόνοις, Χριστοῦ τῆς Ἐκκλησίας.
Φλόγα παθῶν ποικίλων, σβέσον τῇ χάριτί σου, σῶν τέκνων δεομένων.
Φίλος ὧν Κυρίου, Θεοῦ θείας ἀγάπης, ἀξίωσον σοι τέκνα.
Φωτός σου ταῖς ἀκτίσι, φώτισον τὴν ψυχήν μου, ἐσκοτισμένην οὖσαν.
Φλέξον τὰς ακάνθας, δαιμόνων ἐπηρείας, πυρὶ ἀΰλω Πάτερ.
Χαίρει ἐν σοὶ Πάτερ, Μονὴ Κεχροβουνίου, τυχοῦσα τῶν Χαρίτων.
Χαρὰν καὶ θυμηδίαν, ὁ τάφος σου παρέχει, τοῖς φόβοι προσιούσι.
Χαίρει ἡ Μονή σου τὴν Κάραν σου πλουτοῦσα ἀεὶ μυροβολούσαν.
Χείρας σου ταῖς ἁγίαις, ἔπαρον τῷ Κυρίῳ ὑπὲρ ἡμῶν ὦ Πάτερ.
Χαράς μου τὴν καρδίαν, πλήρωσον, ὦ Πάτερ, καὶ ῥῦσαι ἀθυμίας.
Χαρίτωσον τὸν νοῦν μου, καὶ τείχισον τὰς φρένας, παρακαλῶ σε Πάτερ.
Ψάλλων παναρμονίως, Θεῷ τὸ θείον ὕμνον, ὑπὲρ ἡμῶν δυσώπει.
Ψώμισον ὦ Πάτερ, λιμώττουσαν ψυχήν μου, τοῦ σωτηρίου ἄρτου.
Ψιχίων οὐρανίων, τῆς χάριτος Κυρίου, ἀξίωσον με Πάτερ.
Ψαλλούσας καὶ ὑμνούσας, τὰς Μοναχάς σε Πάτερ, φρούρει τῇ σῇ πρεσβείᾳ.
Ψαλλούση μοι ἐκ πόθου, τὰς ἀρετάς σου, Πάτερ τῆς τόλμης σύγγνωθί μοι.
Ψυχών τε καὶ σωμάτων, ἴασαι τὰ πάθη, τῶν σὲ ὑμνολογούντων.
Ὤφθης Ἱεράρχα, πράξει καὶ θεωρία, ἱσάγγελος ἐν βίῳ.
Ὡς μέγαν σε αστέρα, νεοφανέντα Πάτερ, τιμά η Εκκλησία.
Ὦ τῶν παραδόξων, θαυμάτων σου παμμάκαρ, ἂ ἐνεργεὶς ἐν κόσμῳ.
Ὦ πατέρων κλέος, καὶ καλλονὴ καὶ δόξα, δέξαι ἡμῶν τοὺς ὕμνους.
Ὦ ἡγιασμένε θεράπων τοῦ Κυρίου, σκέπε κἀμὲ σὴν δούλην.
Ὦ θείε Ἱεράρχα, δυσώπει τὸν σωτήρα, καλῶς ἡμᾶς βιώσαι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνέυματι.
Ὦ Τριὰς Ἁγία Πατὴρ Υἱὸς καὶ Πνεῦμα ἐλέησον τὸν κόσμο.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν
Ὦ Παναγία Μήτερ εὐχαῖς τοῦ Ἱεράρχου σκέπε τὰς Μοναζούσας.
Τέλος καὶ τῷ ἐν Τριάδι Θεῷ ἡμῶν Δόξα καὶ αἶνος.


