Χαιρετισμοί εις τον Άγιο Νεκτάριο Πενταπόλεως του εν Αιγίνη του Θαυματουργού
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Μαζί με τοὺς Χαιρετισμοὺς τῆς Παναγίας, που τόσες φορὲς ἔψαλλες Ἅγιε μου, μὲ τὴν γλυκύτατη φωνή σου καὶ τὴν ὀλόθερμη ψυχή σου, θα ψάλλω καὶ τοὺς δικούς σου χαιρετισμούς, που με τόση ἐπιτυχία ἔγραψε ὁ Ὅσιος ὑμνογράφος τῆς Ἐκκλησίας Γεράσιμος Μικραγιαννανίτης σε μία γαλήνια καὶ φωτεινῇ ἀκροτοπία στο Περιβόλι τῆς Παναγίας, τὸ Ἅγιο Ὄρος.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὀρθοδοξίας τὸν ἀστέρα τὸν νεόφωτον, καὶ Ἐκκλησίας τὸ νεόδμητον προτείχισμα, ἀνυμνήσωμεν καρδίας ἐν εὐφροσύνῃ· δοξασθεὶς γὰρ ἐνεργείᾳ τῇ τοῦ Πνεύματος, ἀναβλύζει ἰαμάτων χάριν ἄφθονον, τοῖς κραυγάζουσι· χαῖροις πάτερ Νεκτάριε.
Ἄνθρωπος οὐρανόφρων, ἀνεδείχθης ἐν κόσμῳ, Νεκτάριε Χριστοῦ Ἱεράρχα (ἐκ γ΄)· ζωὴν γὰρ ὁσίαν διελθῶν, ἀκέραιος, ὅσιος καὶ θεόληπτος ἐν πᾶσιν ἐχρημάτισας· ἐντεῦθεν παρ’ ἡμῶν ἀκούεις·
Χαῖρε, δι’ οὗ οἱ πιστοὶ ὑψοῦνται·
Χαῖρε, δι’ οὗ οἱ ἐχθροὶ θαμβοῦνται.
Χαῖρε, τῆς σοφίας κρατὴρ ὁ χρυσότευκτος·
χαῖρε, τῆς κακίας πρηστήρ ὁ νεότευκτος.
Χαῖρε, οἶκος ἁγιώτατος ἐνεργείας θεϊκῆς·
χαῖρε, βίβλος θεοτύπωτος πολιτείας τῆς καινῆς.
Χαῖρε, ὅτι ἀρτίως ἡμιλλήθης Ἁγίοις·
χαῖρε, ὅτι ἐμφρόνως ἐχωρίσθης τῆς ὕλης.
Χαῖρε, λαμπρὸν τῆς πίστεως τρόπαιον·
χαῖρε, σεπτὸν τῆς χάριτος ὄργανον.
Χαῖρε, δι’ οὗ Ἐκκλησία χορεύει·
χαῖρε, δι’ οὗ νῆσος Αἴγινα χαίρει.
Χαῖροις πάτερ Νεκτάριε.
Βλέμματι διανοίας, ἔτι ὧν νεανίας, κατώπτευσας τὴν θείαν ἀκτῖνα, ὑφ’ ἧς καταλαμφθείς τὴν ψυχήν, τῷ φωτὶ τῶν θεῖων ἐντολῶν Ὅσιε, ἠρετίσω πορεύεσθαι, ἐκ νεότητος Χριστῷ ψάλλων·
Ἀλληλούϊα.
Γέγονας ἐν τῇ πόλει Κωνσταντίνου θεόφρον, τῷ θείῳ ἱθυνόμενος φόβῳ, ἐν ἧ τὰ κρείττονα μελετών, φρονήσεως θείας ἔμπλεως πέφηνας, εὐφραίνων ἐν τοῖς λόγοις σου τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·
Χαῖρε, τὸ κλῆμα τῆς ἀφθαρσίας·
χαῖρε, τὸ νέκταρ τῆς ἀμβροσίας.
Χαῖρε, τοῦ Σωτῆρος θεράπον θεόληπτε·
χαῖρε, τῶν Πατέρων τῶν πάλαι ὁμότροπε.
Χαῖρε, πέτρα νεοσμίλευτος νοητῆς οἰκοδομῆς·
χαῖρε, στέφος τὸ νεόπλοκον Ἐκκλησίας τῆς σεπτῆς.
Χαῖρε, ὅτι ἐφάνης ὡς νεόδρεπτον ῥόδον·
χαῖρε, ὅτι ἐδείχθης ὡς θεόδεκτον δῶρον.
Χαῖρε, ἀστήρ ὁ νέος τῆς Πίστεως·
χαῖρε, λαμπτήρ τῆς δόξης τοῦ Κτίσαντος.
Χαῖρε, ἠθῶν οὐρανίων ταμεῖον·
χαῖρε, σεπτῶν ἀρετῶν ἐκμαγεῖον.
Χαῖροις πάτερ Νεκτάριε.
Δόξαν τὴν τῆς σοφίας ὁλοτρόπως ποθήσας καὶ ταύτην ἐκ παιδὸς ἐκζητήσας, τὸν Χριστὸν ἱκέτευες τυχεῖν τοῦ καλλίστου ἐφετοῦ, θερμοῖς δάκρυσι· καὶ τυχῶν τῆς ἐφέσεως Νεκτάριε, πιστῶς ἐβόας·
Ἀλληλούϊα.
Εὔφρανας τὴν ψυχήν σου, ὡς οἱ πάλαι Πατέρες Βασίλειος σὺν τῷ Γρηγορίῳ, παιδευμάτων τῇ κτήσει σαφῶς, ἐν Ἀθῆναις μαθητεύσας Νεκτάριε· διὸ τοῖς σοῖς χαρίσμασιν ἡδόμενοι, σοὶ ἐκβοῶμεν·
Χαῖρε, φωτὸς οὐρανίου τέκνον·
χαῖρε, τερπνὸν εὐσεβείας δένδρον.
Χαῖρε, τῆς τοῦ κόσμου ἀπάτης ὑπέρτερος·
χαῖρε, τῇ μεθέξει τοῦ κρείττονος ἔνθεος.
Χαῖρε, νοῦς ὁ θεοφόρητος, πλήρης θεῖων ἐννοιῶν·
χαῖρε, ἄνθραξ θείου Πνεύματος, πῦρ ἀνάπτων νοερόν.
Χαῖρε, ὅτι ἀμέμπτως τὴν ζωὴν διανύεις·
χαῖρε, ὅτι τὴν πλάνην τοῦ βελίαρ ἐκλύεις.
Χαῖρε, Χριστοῦ δεχθεὶς τὴν ἀγάπησιν·
χαῖρε, καλῶν ἐνέγκας τὴν ἄνθησιν.
Χαῖρε, πιστῶν νεοστήρικτον ἔρκος·
χαῖρε, ἐχθρῶν καιριώτατον βέλος.
Χαῖροις πάτερ Νεκτάριε.
Ζήλῳ θείῳ θεόφρον, τῶν ὁσίων Πατέρων, ποθήσας τὸν ἰσάγγελον βίον, ἐν Χίῳ ἠμφιάσω σεπτῶς τῶν μοναχῶν τὸ σχῆμα τὸ οὐράνιον καὶ τὸν ἐχθρὸν ἐγύμνωσας, ἐν τῷ ψάλλειν ἀεὶ Κυρίῳ·
Ἀλληλούϊα.
Ἤκουσε προσευχῆς σου ὁ Δεσπότης ἐξ ὕψους, βοήσαντος Αὐτῷ ἐκ καρδίας, καὶ ἐπέταξε τῇ θαλάσσῃ καὶ ἔση εἰς αὖραν ὁ κλύδων Ὅσιε· θαυμάσαντες δὲ ἅπαντες οἱ σωθέντες πιστῶς ἐβόων·
Χαῖρε, Θεοῦ ὁ θεῖος θεράπων·
χαῖρε, πηγὴ ποικίλων θαυμάτων.
Χαῖρε, Ἐκκλησίας φωστὴρ ὁ νεόφωτος·
χαῖρε, τῶν Ἁγίων ἁπάντων ἰσότιμος.
Χαῖρε, σκεύος πολυτίμητον οὐρανίων δωρεῶν·
χαῖρε, κῆπος ὁ νεόβλαστος μακαρίων ἀρετῶν.
Χαῖρε, ὅτι θαλάσσης κατευνάζεις τὸν σάλον·
χαῖρε, ὅτι τῷ λόγῳ ἀπελέγχεις πᾶν φαύλον.
Χαῖρε, Χριστοῦ τὸ νέον ἐκλόγιον·
χαῖρε, ἠθῶν Ὁσίων γεώργιον.
Χαῖρε, ζωῆς θιασώτης ὁσίας·
χαῖρε, χαρᾶς βραβευτὴς οὐρανίας.
Χαῖροις πάτερ Νεκτάριε.
Θαυμαστὸς ἀνεδείχθης ἐν ἐσχάταις ἡμέραις, ἐν βίῳ Ἱεράρχᾳ ἁγίῳ, τῶν πάλαι Ἁγίων τὴν ζωὴν χαρακτηρίσας ἐμφανῶς τοῖς τρόποις σου, καὶ δοξασθεῖς τοῖς θαύμασι, κινδύνων σώζεις τοὺς βοώντας·
Ἀλληλούϊα.
Ἱεράρχης θεόφρων ἐκλογῆ θεοκρίτῳ, ἐδείχθης ἀληθῶς ἐν Αἰγύπτῳ καὶ Πενταπόλεως ποιμήν, κατὰ Παῦλον τὸν Μέγαν, ὥφθης ἔνθεος· διὸ τὴν πολιτείαν σου ἐθαύμαζον πιστοὶ βοῶντες·
Χαῖρε, ὁ ἔνθους τῇ πολιτείᾳ·
χαῖρε, ὁ τύπος τῇ εὐσεβείᾳ.
Χαῖρε, τῶν ὁσίων Πατέρων ἐφάμιλλος·
χαῖρε, Ἱερέων ὁ νέος διάκοσμος.
Χαῖρε, σκήνωμα πραότητος καὶ ἀγάπης θησαυρός·
χαῖρε, σκεῦος ἱλαρότητος καὶ ἐλέους χορηγός.
Χαῖρε, ὅτι ἐφάνης Ἐκκλησίας λαμπρότης·
χαῖρε, ὅτι τυγχάνεις εὐσεβούντων φαιδρότης.
Χαῖρε, εἰκὼν ἀρίστης βιώσεως·
χαῖρε, τυχὼν σαφῶς τῆς θεώσεως.
Χαῖρε, κανὼν τῆς ἀρχιερωσύνης·
χαῖρε, λαμπτὴρ τῆς θεοῤῥημοσύνης.
Χαῖροις πάτερ Νεκτάριε.
Κόσμος τῆς ἐν Αἰγύπτῳ Ἐκκλησίας ὡράθης, ὡς τοῦ Εὐαγγελίου ἐργάτης· ἐντεῦθεν τῶν πιστῶν οἱ χοροί, ὑφηγητήν σε θεῖον Πάτερ κτησάμενοι, τὰ κρείττω ἐπαιδεύοντο, βοῶντες σὺν σοὶ τῷ Κυρίῳ·
Ἀλληλούϊα.
Λάμψας ἐν τῇ Ἑλλάδι, ὡς Ἀπόστολος ἄλλος, λαμπρύνεις εὐσεβῶν τὰς καρδίας, τῷ φέγγει τῶν θεῖων διδαχῶν καὶ ταῖς ἀκτῖσι τοῦ βίου σου, Ὅσιε· διὸ τῇ σῇ λαμπρότητι φωταγωγούμενοι βοῶμεν·
Χαῖρε, τὸ ἄστρον τῆς Ἐκκλησίας·
χαῖρε, ἡ σάλπιξ τῆς ἀληθείας.
Χαῖρε, Ἀποστόλων τὸν ζῆλον κτησάμενος·
χαῖρε, ἰαμάτων τὴν χάριν δεξάμενος.
Χαῖρε, ῥήτωρ ἐνθεώτατος τῶν ῥημάτων τῆς ζωῆς·
χαῖρε, λόγου τοῦ τῆς χάριτος ὁ σοφὸς ὑφηγητής.
Χαῖρε, ὅτι καθαίρεις ψυχικᾶς διαθέσεις·
χαῖρε, ὅτι ῥυθμίζεις καρδιῶν τὰς ἐφέσεις.
Χαῖρε, πιστῶν ὁ μέγας διδάσκαλος·
χαῖρε, Χριστοῦ ὁ μύστης ὁ ἄριστος.
Χαῖρε, πολλοὺς πειρασμοὺς ὑπομείνας·
χαῖρε, ψυχᾶς πρὸς Θεὸν οδηγήσας.
Χαῖροις πάτερ Νεκτάριε.
Μέγας ἐν Ἱεράρχαις καὶ σοφοῖς διδασκάλοις, ὡς μύστης ταπεινώσεως ὥφθης· διόπερ ὡς κλῆρον πατρικόν, τὰς σὰς θεογράφους δέλτους κατέλιπες τῇ Ἐκκλησίᾳ, Ἅγιε, ἐν αἷς πιστῶς ἐντρυφῶντες, τῷ σὲ δοξάσαντι βοῶμεν·
Ἀλληλούϊα.
Νέκταρ δικαιοσύνης καὶ ζωῆς θεῖας δρόσον, τῇ θείᾳ ἐπομβρία, θεόφρων, οἶα νεφέλη πνευματική, ἐν αὐχμώδει καιρῷ ἡμῖν ἐπόμβρισας, εὐφραίνων τὰς ψυχὰς ἡμῶν καὶ διεγείρων τοῦ βοᾶν σοι·
Χαῖρε, ἡ δρόσος τῆς θυμηδίας·
χαῖρε, ἡ αὔρα τῆς ἀφθαρσίας.
Χαῖρε, ὁ πηγάσας τὸ ὕδωρ τῆς χάριτος·
χαῖρε, ὁ ἐμφράξας τὸ στόμα τοῦ δράκοντος.
Χαῖρε, ἔαρ ἁγιότητος ἐν χειμῶνι νοητῷ·
χαῖρε, σέλας νεοφώτιστον ἐν τῷ σκότει τῷ δεινῷ.
Χαῖρε, ὅτι συγχέεις ἀσεβῶν τὰς ἐννοίας·
χαῖρε, ὅτι εὐφραίνεις εὐσεβῶν τὰς καρδίας.
Χαῖρε, λαῶν Ὀρθοδόξων στήριγμα·
χαῖρε, πολλῶν κακοδόξων σύντριμμα.
Χαῖρε, χορῶν κενολόγων ἡ πτῶσις·
χαῖρε, πολλῶν ἀσθενούντων ἡ ῥῶσις.
Χαῖροις πάτερ Νεκτάριε.
Ξένα θαύματα, Πάτερ, ἡ σῇ θήκῃ πηγάζει καὶ σώζει τοὺς ἐν πόνοις τελοῦντας· διὸ τῇ σῇ Μονῇ πανταχόθεν συῤῥέουσιν ἄνθρωποι καὶ λύτρωσιν κομίζονται παρὰ σοῦ βοῶντες·
Ἀλληλούϊα.
Ὅρμον ἄκλυστον, Πάτερ, ἐν τῇ νήσῳ Αἰγίνης, ἀνέδειξας τὴν θείαν Μονήν σου καὶ ἐν ταύτῃ σεπτῶν μοναστριῶν κυβερνήτης σοφὸς ἐχρημάτισας· Χριστῷ γὰρ ταύτας, Ὅσιε, σαφῶς ὡδήγησας βοώσας·
Χαῖρε, ὁ νοῦς ἀσκήσεως θείας·
χαῖρε, ἀδάμας τῆς καρτερίας.
Χαῖρε, ταπεινώσεως ἔμψυχον ἄγαλμα·
χαῖρε, καθαρότητος θεῖον θησαύρισμα.
Χαῖρε, ἀπαθείας ἔσοπτρον καὶ ἀγνείας λαμπηδῶν·
χαῖρε, ἐγκρατείας τέμενος καὶ ταμεῖον ἀρετῶν.
Χαῖρε, ὅτι διέπεις ἐν Θεῷ τὴν Μονὴν σου·
χαῖρε, ὅτι παρέχεις πᾶσι τὴν ἀῤῥωγήν σου.
Χαῖρε, λαμπρὸς τῆς Αἰγίνης ἔφορος·
χαῖρε, πιστῶν ἀντιλήπτωρ ἕτοιμος.
Χαῖρε πολλοὺς ἐκ κινδύνων ἁρπάσας·
χαῖρε, ἐχθροῦ τὴν ὀφρὺν κατασπάσας.
Χαῖροις πάτερ Νεκτάριε.
Πλήρης χάριτος θείας καὶ ὀσμῆς οὐρανίας, ἡ θήκη τῶν λειψάνων σου πέλει, ἐν οἷς οὐ μόνον ἡ σῇ Μονῇ, ἀλλὰ καὶ πᾶσα ἡ Αἴγινα γάνυται καὶ πάντες ἁγιάζονται τῇ τούτων χάριτι, βοῶντες·
Ἀλληλούϊα.
Ῥεῖθρα βλύζουσι θεῖα τὰ σεπτά σου ὀστέα, πλούσια δωρεᾶ οὐρανία, ἰαμάτων ἐσαεὶ πολλῶν καὶ νοσημάτων τὸν ῥῦπον ἐκπλύνουσι· διὸ σοῦ ἐκπληττόμενοι, ἧν εὗρες δόξαν ἐκβοῶμεν·
Χαῖρε, τὸ ῥεῖθρον τῶν ἰαμάτων·
χαῖρε, ἡ λῦσις τῶν νοσημάτων.
Χαῖρε, πανταχοῦ ὁ προφθάνων καλούμενος·
χαῖρε, ὁ κατ’ ὄναρ καὶ ὕπαρ φαινόμενος.
Χαῖρε, βρύσις ἡ πολύῤῥυτος συμπαθεῖας πατρικῆς·
χαῖρε, βότρυς ὁ γλυκύτατος εὐφροσύνης ψυχικῆς.
Χαῖρε, ὅτι καρκίνου χαλεπὸν παύεις πάθος·
χαῖρε, ὅτι δαιμόνων καταλύεις τὸ θρᾶσος.
Χαῖρε, σοφῶν ματαίων ἡ σύγχυσις·
χαῖρε, πιστῶν ἡ ἄρρηκτος σύναψις.
Χαῖρε, δι’ οὗ Ἱεράρχαι κοσμοῦνται·
χαῖρε, δι’ οὗ μωρολόγοι τροποῦνται.
Χαῖροις πάτερ Νεκτάριε.
Σκέπην σε καὶ προστάτην πᾶς πιστὸς ὀνομάζει, τυχῶν τῆς παρὰ σοῦ βοηθείας· τίς γὰρ καλέσας σε εὐλαβῶς καὶ οὐκ ἔτυχε τῆς σῆς, Πάτερ, χάριτος; Ἅπασι γὰρ τάχιστα τὰς αἰτήσεις δίδως ἐν τῷ κράζειν·
Ἀλληλούϊα.
Τῶν πολλῶν σου θαυμάτων εἰς τὴν σύμπασαν κτίσιν, ἐξῆλθε, θεοφόρε, ὁ φθόγγος· σὺ γὰρ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν τάχος ἐπιφαίνη, Ἅγιε, καὶ σώζεις κινδυνεύοντας καὶ προΐστασαι τῶν βοώντων·
Χαῖρε, ὁ μέγας ἐν θαυμασίοις·
χαῖρε, ὁ ἔνδοξος ἐν τοῖς Ἁγίοις.
Χαῖρε, ὁ ἀρτίως κυρώσας τὰ πρόπαλαι·
χαῖρε, τῶν ἀρχαίων Πατέρων ὁμόστεφε.
Χαῖρε, θρίαμβος τῆς Πίστεως, ἔπαλξις τῶν εὐσεβῶν·
χαῖρε, ἔκφανσις τῆς χάριτος, ἔκπληξις τῶν ἀσεβῶν.
Χαῖρε, ὅτι ἐμφαῖνεις ἀληθείας τὴν δόξαν·
χαῖρε, ὅτι ἐμφράττεις ἀνομίας τὸ στόμα.
Χαῖρε, χαρὰ πιστῶν καὶ κραταίωμα·
χαῖρε, ψυχῶν κλονουμένων ἑδραίωμα.
Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ἐδοξάσθη·
χαῖρε, δι’ οὗ ὁ σατὰν κατησχύνθη.
Χαῖροις πάτερ Νεκτάριε.
Ὕμνον εὐχαριστίας σοὶ προσάδομεν, Πάτερ, σωζόμενοι ταῖς σαῖς προστασίαις· ἐν πάσῃ γὰρ ἀνάγκῃ, ἡμᾶς ἐπερχομένων ἀπαλλάττεις θλίψεων· διὸ τὴν σὴν ἀντίληψιν κηῥύττομεν, Χριστῷ βοῶντες·
Ἀλληλούϊα.
Φλέγεις τὴν τῶν δαιμόνων φρυγανώδη μανίαν, πυρὶ τῶν ἱερῶν σου θαυμάτων καὶ ταχὺ βοηθών τοῖς πιστοῖς, χαλεπῶν νόσων σβεννύεις τὸν καύσωνα, ἰώμενος τοὺς πάσχοντας, βοῶντάς σοι ἐν κατανύξει·
Χαῖρε, ἡ ῥῶσις τῶν ἀσθενούντων·
χαῖρε, ἡ λῦσις τῶν δαιμονώντων.
Χαῖρε, πυρεσσόντων τελεία ἀπάλλαξις·
χαῖρε, παρειμένων ταχεῖα ἀνόρθωσις.
Χαῖρε, ὅτι ἐν τῷ φρέατι ὕδωρ βρύεις δαψιλές·
χαῖρε, ὅτι ἐπευλόγησας Αἴγιναν ταῖς σαῖς εὐχαῖς.
Χαῖρε, ὁ διανοίξας τὴν Θεοῦ εὐσπλαχνίαν·
χαῖρε, ὁ διαλύσας τὴν δεινήν ἀνομβρίαν.
Χαῖρε, πηγὴ πηγάζουσα χάριτας·
χαῖρε, λαμπὰς φωτίζουσα ἅπαντας.
Χαῖρε, Μονῆς τῆς σεπτῆς σου κοσμήτορ·
χαῖρε, τῶν σῶν ὑμνητῶν ἀντιλήπτορ.
Χαῖροις πάτερ Νεκτάριε.
Χάρις τοῦ Παρακλήτου δαψιλῶς ἐξεχύθη τῇ θήκῃ τῶν σεπτῶν σου Λειψάνων· ὅθεν ὡς ἀείῤῥυτος πηγή, ἀναβλύζει ἀπαύστως τὰ ἰάματα καὶ ἀρδεύει, Νεκτάριε, θείοις νάμασι τοὺς βοῶντας·
Ἀλληλούϊα.
Ψάλλων παναρμονίως τὸν τρισάγιον ὕμνον, Θεῷ σὺν τοῖς χοροῖς τῶν Ἀγγέλων, ἐπίβλεψον ἄνωθεν ἡμῖν καὶ δίδου, πανάγιε, τὰ αἰτήματα τοῖς πίστει σοι προστρέχουσι καὶ οὐ παύσουσι τοῦ βοᾶν σοι·
Χαῖρε, ὁ γόνος τῆς Σηλυβρίας·
χαῖρε, τὸ κλέος τῆς Ἐκκλησίας.
Χαῖρε, τῆς Αἰγίνης τὸ μέγιστον καύχημα·
χαῖρε, τῆς Ἑλλάδος ἁπάσης ὡράϊσμα.
Χαῖρε, τῦπος καὶ ὑπόδειγμα τῶν σεπτῶν Ἱεραρχῶν·
χαῖρε, σκέπη καὶ διάσωσμα εὐλαβῶν μοναζουσῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ἑωσφόρος ὁ νέος·
χαῖρε, τῆς εὐσεβείας θεοδώρητον σθένος.
Χαῖρε, δι’ οὗ παθῶν καθαρθήσομαι·
χαῖρε, δι’ οὗ Θεῷ προσαχθήσομαι.
Χαῖρε, πιστῶν ὁ προστάτης ἐν πᾶσι·
χαῖρε, κἀμοῦ πρεσβευτὴς πρὸς τὸν Πλάστην.
Χαῖροις πάτερ Νεκτάριε.
Ὦ θεσπέσιε Πάτερ, Ὀρθοδόξων λαμπρότης, Νεκτάριε Χριστοῦ Ἱεράρχα (ἐκ γ΄)· τῷ θρόνῳ τοῦ Κυρίου παρεστώς, αἴτει ἡμῖν τῶν πταισμάτων ἄφεσιν καὶ τὴν θείαν οἰκείωσιν, ὡς ἄν τῷ Σωτῆρι βοῶμεν·
Ἀλληλούϊα.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὀρθοδοξίας τὸν ἀστέρα τὸν νεόφωτον, καὶ Ἐκκλησίας τὸ νεόδμητον προτείχισμα, ἀνυμνήσωμεν καρδίας ἐν εὐφροσύνῃ· δοξασθεῖς γὰρ ἐνεργείᾳ τῇ τοῦ Πνεύματος, ἀναβλύζει ἰαμάτων χάριν ἄφθονον, τοῖς κραυγάζουσι· χαῖροις πάτερ Νεκτάριε.
ΧΑΡΑΣ Α. ΑΓΓΕΛΟΥ
ΠΡΟΣΕΥΧΕΣ ΠΟΥ ΦΕΡΝΟΥΝ ΤΟ ΘΑΥΜΑ.
Ἔκδοσις Ἰεράς Γυναικείας Κοινοβιακής Μονής
<<Ο ΑΓΙΟΣ ΘΕΟΔΟΣΙΟΣ Ο ΚΟΙΝΟΒΙΑΡΧΗΣ>>

