Εγκώμια εις την Αγία Μεγαλομάρτυρα Ειρήνη

Ποίημα Μητροπολίτου Ρόδου Κυρίλλου

Στάσις α΄. Ἤχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομέν σε, Ἀθληφόρε σεμνή, ὡς εἰρήνης οὐρανίου ἐπῶνυμον ὡς ἀμίαντον ἀμνάδα τοῦ Χριστοῦ.

Καὶ τὰ ἑξῆς ὧν ὴ Ακροστιχίς· Εἰρήνης ὔμνος ἐξ ἀθλίου Κυρίλλου

Ἐν φαιδροίς ἐπαίνοις, εὐσεβῶν οὶ χοροί, τὴν Εἰρήνην τὴν ὀλβίαν τιμήσωμεν, τὴν αἰσχύνασαν τὸ κράτος τοῦ εχθροῦ.

Ἰερείον θείον, προσηνέχθης Χριστῷ, ὑπὲρ φύσιν ὦ Εἰρήνη τελέσασα, μαρτυρίου παναλκίμου τὴν ὁδόν.

Ῥείθροις σῶν αιμάτων, Ἀθληφόρε Χριστοῦ, τὸν ἀρχέκακον ἀπέπνιξας δράκοντα, κατά σου ἐπιδραμόντα ἀναιδῶς.

Ἤσχυνας τερθρείας, μυθικὰς τῶν Περσῶν, ῥητορεύσασα Εἰρήνη ἐν Πνεύματι, εὐσεβείας τὰ μυστήρια τρανῶς.

Νόμῳ πειθαρχούσα, ἀκλινῶς τοῦ Θεοῦ, ἀνομίας τοῦς χειμάῤῥους ἐξήρανας, τῶν αἱμάτων σου Εἰρήνη τοῖς κρουνοῖς.

Ἤρθης πρὸς τὴν γνώσιν, θαυμαστῶς τοῦ Θεοῦ, παραδόξου δι’ ὀράματος ἔνδοξε, καὶ τοῖς ἴχνεσιν ἐβάδισας αὐτοῦ.

Σύμμορφος ἐγένου, ὦ Εἰρήνη Χριστοῦ, μαρτυρίου τὸν ἀγώνα τελέσασα, δι’ ἀγάπησιν διάπυρον αὐτοῦ.

Ὕμνοις σε Ειρήνη, εὐφημούμεν ἀεί, ὄτι γένους εὐδοξίαν ἐμίσησας, ἴνα εὔρης τὴν ἀθάνατον ζωήν.

Μαγεδῶν καυχάται, τοῖς σπαργάνοις τοῖς σοῖς, καὶ κομπάζει τοῖς τροπαίοις τῶν ἄθλων σου, δι’ ὧν ἤσχυνας τῶν Μάγων τὴν ὀφρύν.

Νικηφόρος ὤφθης, ὦ Εἰρήνη σεμνή, ἐν τῇ πάλῃ κραταιοῦ μαρτυρίου σου, ἀριστεύσασα δυνάμει θεϊκή.

Ὁ Χριστὸς Εἰρήνη, τὴς εἰρήνης αὐτοῦ, κληρονόμον σε ἐν πόλῳ ἀνέδειξεν, ὠς ἐπώνυμον εἰρήνης ἐκλεκτήν.

Σατραπείας πᾶσας, τῶν ἐχθρῶν τοῦ Σταυροῦ, ἐν αὐτοῦ τῇ θείᾳ χάριτι ὤλεσας, καὶ ἐδόξασας ἀθλήσει τὸν Χριστόν.

Ἐν σοὶ χαῖρει Μάρτυς, φιλεόρτων πληθύς, ὄτι αἵμασιν οικείοις ἐκόσμησας, παρθενίας τὴν ἀμόλυντον στολήν.

Ξύλου ὦ Ειρήνη, τὴς ἀψεύστου ζωής, κατηξίωσαι τὸ ζὴν ἐκμετρήσασα, αἰδεσίμου κεφαλής σου ἐκτομή.

Ἀφθαρσίας στέφος, ἐκομίσω σεμνή,  τῶν φθαρτῶν ὐπεραρθείσα τοῖς ἄθλοις σου, καὶ κατώκησας σκηνὴν φωτοειδή.

Θλάσιν καθυπέστης, τῶν μελῶν σου στεῤῥῶς, ἀγαθὰ ἀποσκοπούσα τὰ μέλλοντα, ἂ δωρείται τοῖς Ἁγίοις ὸ Χριστός.

Λόγοις σου Εἰρήνη, καὶ σημείοις φρικτοῖς, χιλιάδας πιστευσάντων προσήγαγες, ὠς θυμίαμα εὐώδες τῷ Χριστῷ.

Ἴθυνάς σους πόδας, πρὸς εἰρήνης ὁδόν, περσικῆς θεοεχθρίας μησήσασα, ματαιότητα Εἰρήνη ὀλικῶς.

Ὦ τῶν θαυμασίων, ὦ Εἰρήνη Θεός, αὐτουργόν σε θαυμασίων ἀνέδειξε, δι’ ὧν ὤφθης χριστοκήρυξ ἐπὶ γῆς.

Ὑπὲρ πάντων Μάρτυς, ἐκδυσώπει Χριστόν, τὸν δοξάσαντά σε δόξη καὶ χάριτι, ἵνα πᾶσης λυτρωθῶμεν συμφοράς.

Καθελούσα Μάρτυς, τῶν ἐθνῶν τὰ γλυπτά, εὐσεβείας ὦ Εἰρήνη καὶ πίστεως, διετράνωσας τὴν ἄμαχον ἰσχύν.

Ὑπὲρ τῶν προσφύγων, ὦ Εἰρήνη τῶν σων, καθικέτευε Χριστὸν τὸν φιλάνθρωπον, ὠς πλουτούσα παῤῥησίαν πρὸς αὐτόν.

Ῥῦσαι τοῦς τιμῶντας, τὴν σὴν μνήμην πιστῶς, ἀπὸ πᾶσης ἐπηρείας τοῦ δράκοντος, καὶ κινδύνων ὦ Εἰρήνη χαλεπῶν.

Ἵλεων Εἰρήνη, τὸν Δεσπότην Χριστόν, τὸν ὠραίον σου Νυμφίον ἀπέργασαι, τοῖς τιμῶσί σου τὰ ἄθλα εὐλαβῶς.

Ῥείθροις σῶν αιμάτων, φοινιχθεῖσα λαμπρῶς, εὐπρεπῇς ἠγλαϊσμένη εἰσέδραμες, ὦ Εὶρήνη εἰς νυμφῶνα φωτεινόν.

Λύτρωσαί με Μάρτυς, δραστικαῖς σου εὐχαῖς, τοῦ εχθροῦ τῶν δολερῶν ἐπιθέσεων, καὶ παράσχου μοι εἰρήνην τῇ ψυχῇ.

Δόξα… Τριαδικόν.
Ὁ Θεὸς τῆς δόξης, ἡ Ἁγία Τριάς, τῶν πταισμάτων ἡμῖν λύσιν πρυτάνευσον, ταῖς τῆς μάρτυρος Εἰρήνης σου λιταῖς.

Καὶ νῦν… Θεοτοκίον.
Ὑμνοις σε τιμῶμεν, Θεοτόκε ἁγνή, ὠς τὸν Λόγον τοῦ Πατρὸς σωματώσασα, καὶ δωρήσασα τῷ κόσμῳ τὴν χαράν.

Καὶ πάλιν τὸ πρώτον.
Μακαρίζομέν σε, Ἀθληφόρε σεμνή, ὠς εἰρήνης οὐρανίου ἐπῶνυμον ὠς ἀμίαντον ἀμνάδα τοῦ Χριστοῦ

Στάσις β΄.  Ήχος πλ. α΄. Ἄξιόν ἐστι.
Ἄξιόν ἐστι, μακαρίζειν σε μάρτυς Εἰρήνη, τὴν μαρτυρικῶς διαπρέψασαν, καὶ εἰδῶλων καταργήσασαν ἰσχύν.

Καὶ τὰ ἑξῆς ἄνευ ἀκροστιχίδος.

Ἤλιος λαμπρός, ἐξανέτειλας ἐκ τὴς Περσίας, τῇ φωταγωγίᾳ τῶν ἄθλων σου, εἰρηνώνυμε ἀμνὰς τοῦ Ἰησοῦ.

Πόθῳ μανικῷ, τοῦ Νυμφίου σου πυρποληθείσα, κοσμικὰς ἀξίας κατέλιπες, καὶ ἐνήθλησας Εἰρήνη εὐσθενῶς.

Ἔτρεψε φοράν, τῶν βασάνων ἔνδοξε Εἰρήνη, ὴ πρὸς τὸν φιλάνθρωπον σχέσις σου, καὶ τῶν Μάγων ἀπετέφρωσε τὸ πῦρ.

Θείαν τῷ Χριστῷ, προσενήνοχας αἰχμαλωσίαν, πλήθος πιστευσάντων πολύαθλε, διὰ λόγων σου και ἄθλων κραταιῶν.

Πόδας σῆς ψυχῆς, ἐν Χριστοῦ στηρίξασα τῇ πέτρᾳ, οὐκ ἐτράπης Μάρτυς πολύαθλε, ἐν κολάσεων μεγίστων προσβολαῖς.

Ἔθραυσας βωμοῦς, τῶν ειδώλων θαυμαστὴ Εἰρήνη, χύσει τῶν αιμάτων καὶ ἤσχυνας, τοῦς προάρχοντας τῆς πλάνης ἀνδρικῶς.

Σκεύος ἐκλογής, τοῦ Χριστοῦ ἐγένου Ἀθληφόρε, καὶ τῆν τυρρανίδα κατέβαλες, σῇ ἐνστάσει τῶν δεινῶν πυρσολατρῶν.

Πλάνης μυσαράς, ἐκφυγούσα κλύδωνα Εἰρήνη, καὶ μαρτυρικῶς εὐπλοΐσασα, εἰς τρυφὴν ἐλλιμενίσθης θεϊκήν.

Θῦσαι τοῖς γλυπτοῖς, μὴ πεισθείσα νουνεχῶς Εἰρήνη, θλίψεις καὶ κολάσεις καὶ μάστιγας, καθυπέμεινας ἐνθέω λογισμῶ.

Ὄλως τοῦ Χριστοῦ, οὐ κατίσχυσαν πόθου χωρίσαι, θλίψεις σε στρεβλώσεις καὶ μάστιγες, εἰρηνώνυμε καὶ ξίφους ἡ ἀκμή.

Πίστεως Χριστοῦ, πανοπλίαν φέρουσα Εἰρήνη, ἔτρεψας τυράννων αὐθάδειαν, καὶ διώλεσας τὰ στίφη τῶν ἐχθρῶν.

Κάλλους σου Χριστός, ἐρασθεὶς ὁ Κύριος Εἰρήνη, δι’ ὀρνέων σε σεμνὴ προσεκάλεσεν, εἰς νυμφῶνα τὸν ἀκήρατον αυτόῦ.

Ἔλιπες στοργήν, γεννητόρων σου σεμνὴ Εἰρήνη, καὶ τοῦ Λυτρωτοῦ ἐν τοῖς ἴχνεσιν, ἠκολούθησας βεβαία ἐν σπουδῇ.

Ἴθυνας λαοῦς, εἰς ουράνιον ἐπαγγελίαν, θαύμασι μεγίστοις ἐκλάμψασα, ἐν ἀθλήσεως Εἰρήνη τὠ καιρῷ.

Γνόφον αἱκισμῶν, θεία χάριτι διαδραμούσα, τῷ φωτὶ Εἰρήνη πολύαθλε, προσεπέλασας Θεοῦ τῷ νοητῷ.

Ἄπταιστον Θεοῦ, γνῶσιν ἄνωθεν Μάρτυς λαβούσα, ἔδειξας ἀσύστατον ἄτοπον, τῆν σοφίαν τῶν δεινῶν πυρσολατρῶν.

Βάσιν τῆς ψυχῆς, στερεώσασα ἐπὶ τὴν πίστιν, οὐκ ἐσείσθης γνώμης τὸ πάγιον, ἐν προσρήξεσι βασάνων ἀλγεινῶν.

Σὺ ἀπὸ τῆς γῆς, τὰ μιάσματα τὴς ἀσεβείας, μύρον εὐωδίας τῶν ἄθλων σου, ἀναβλύσασα ἐκκάθηρας σεμνή.

Κλήρος τοῦ Θεοῦ, καὶ μερὶς ὑπάρχουσα Εἰρήνη, θράση ἀσεβείας ἀλλόφυλα, κατεπάτησας ἐνστάσει κραταιά.

Θλάσει τῶν μελών, καὶ τοῖς τραύμασι τοῦ σώματός σου, ἔτρωσας δεινῶς ἐτραυμάτισας, εἰρηνώνυμε τὸν βύθιον ἐχθρόν.

Φύσιν ἐρπετῶν, καθυπέταξας μάρτυς Ειρήνη, ἀπειλής τροχού δε κατίσχυσας, ἐν Χριστῷ τῷ σε ἰσχύσαντι σεμνή.

Κάρπωμα δεκτόν, προσηνέχθης τῷ Χριστῷ Εἰρήνη, τῶν βασάνων τὰς πληγὰς ὑπομείνασα, καὶ τὸν θάνατον τῷ ξίφει ἐκοντί.

Θεία μηχανή, τοῦ Χριστοῦ τῆς πίστεως Εἰρήνη, τὰ ιδρύματα τῆς πλάνης συνέσεισας, καὶ ἀνύψωσας τὸ κέρας τῶν πιστῶν.

Μέμνησο ἡμῶν, τῶν ὐμνούντων σε πιστῶς Εἰρήνη, ὡς Παρθενομάρτυρα ἔνδοξον, ὡς αμνάδα τοῦ Δεσπότου λογικήν.

Ὕμνοις καὶ ᾠδαῖς, εὐφημοῦμέν σε μάρτυς Εἰρήνη, τὴν μαρτυρικῶς ἀριστεύσασαν, καὶ θαυμάτων δοξασθείσαν δωρεαῖς.

Χάρισαι ἡμῖν, τοῖς τιμῶσί σε μάρτυς Ειρήνη, εὶρηνοποιῶν χαρισμάτων σου, ἱκετεύομεν τὰς θείας δωρεάς.

Δόξα… Τριαδικόν.
Ὦ Τριάς σεπτή, Πάτερ ἄναρχε Λόγε καὶ Πνεύμα, ταῖς τὴς Ἀθληφόρου δεήσεσι, τὰ συμφέροντα χορήγησον ἠμῖν.

Καὶ νῦν…. Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Παντευλόγητε ἁγνή Παρθένε, πρέσβευε ἀεὶ τῷ ἐκ σπλάχνων σου, ἵνα τύχωμεν τοῦ θείου γλυκασμοῦ.

Καὶ πάλιν τὸ πρώτον.
Ἄξιόν ἐστι, μακαρίζειν σε μάρτυς Ειρήνη, τῆν μαρτυρικῶς διαπρέψασαν, καὶ ειδῶλων καταργήσασαν ἰσχύν.

Στάσις γ΄.  Ἤχος γ΄. Αἱ γενεαί πᾶσαι.
Αἱ γενεαί πᾶσαι, μακαρίζομέν σε, Εἰρήνη Ἀθληφόρε.

Καὶ τὰ ἑξῆς ὧν ἡ ἀκροστιχίς κατ’ ἀλφάβητον.

Ἀνθος εὐσεβείας, τῇ Εκκλησίᾳ ὤφθης, Εἰρήνη ἐκ Περσίας.

Βέλη τοῦ δολίου, ἀπέσβεσας Εἰρήνη, ἀθλήσεως τῇ δρόσῳ.

Γνώμη αἠττήτω, εἰσήλθες ἐν σταδίῳ, Εἰρήνη μαρτυρίου.

Δόξης εὐσεβείας, ἀντεχομένης Μάρτυς ἐνίκησας τυράννους.

Ἐλαίῳ παρθενίας, ἐκόσμησας Εἰρήνη, ψυχῆς σου τῆν λαμπάδα.

Ὑπέταξας ποσί σου, τῆς ἔχθρας τὸν δυνάστην, Εἰρήνη Ἀθληφόρε.

Φύλαττε καὶ σκέπε, τοῦς σὲ ὐμνολογούντας, πρεσβείαις σου Εἰρήνη.

Χαῖρε Χριστοῦ νύμφη, Εἰρήνη μακαρία, τὸ κλέος τῶν Μαρτύρων.

Ψάλλουσα Εἰρήνη, τὸν ὔμνον σὺν Ἀγγέλοις, ἡμῶν μη ἐπιλάθη.

Δόξα… Τριαδικόν.
Ὦ Κύριε τὴς δόξης, Τριάς Μονὰς Ἁγία, εἰρήνευσον τὸν κόσμον.

Καὶ νῦν… Θεοτοκίον.
Ὦ Μήτερ τοῦ Κυρίου, θεόνυμφε Μαρία, χαῖρε καὶ πάλιν χαῖρε.

Καὶ πάλιν τὸ πρώτον.
Αἱ γενεαί πᾶσαι, μακαρίζομέν σε, Εἰρήνη Ἀθληφόρε.

Δίστιχον.
Ἐγκωμῖοις ὔμνησε τῆν ἀθλησίν σου,
Ὦ Εἰρήνη ἔνδοξε Κύριλλος θύτης.